Μπορείτε να διαβάσετε και υπόλοιπα κεφάλαια του βιβλίου εδώ: Συμεών Αρχιεπισκόπου Θεσσαλονίκης: Τα άπαντα.
Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν
Κύριε Ἰησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν, ὁ ἐκ τῶν πατρικῶν κόλπων κατελθών ἐν τῇ γαστρὶ τῆς Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας, καί σάρκα λαβών καί γενόμενος ἄνθρωπος, ἵνα σώσῃς ἐμὲ τὸν ταλαίπωρον ἄνθρωπον, καὶ σταυρωθεὶς, καὶ παθών, καὶ ταφεῖς, καὶ ἀναστάς τριήμερος, καί ἀναληφθεὶς εἰς τοὺς Οὐρανοὺς, καὶ ἐν δεξιᾷ καθήμενος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μέλλων ἐλθεῖν κρῖναι ζῶντας καί νεκρούς. Μὴ μὲ ἐγκαταλίπης ἀπό τῆς ἀπείρου σου ἐλεημοσύνης, φύλαξον με ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, στήριξον τὸν φόβον σου εἰς τὴν καρδίαν μου, καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἐλέησον με κατὰ τὸ μέγα σου ἔλεος, ἀξίωσον με τῆς Οὐρανίου σου Βασιλείας, λύτρωσαι με ἀπὸ πάσης ἀδικίας, ἀπὸ πάσης συκοφαντίας, ἀπὸ πάσης πλεονεξίας, ἀπὸ πάσης ἔριδος, ἀπὸ παντὸς ἀνιέρου συμβεβηκότος, κατάπεμψον μοι Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῆς ψυχῆς καὶ τοῦ σώματος μου. Ἐξελοῦ με ἀπὸ ἀνθρώπου πονηροῦ, καὶ ἀπ᾽ ἀνδρὸς ἀδίκου, καὶ δολίου, καὶ ῥῦσαι με πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν ἀπ᾽ αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν.
Posted by greekdownloads on 17 Σεπτεμβρίου, 2023
https://greekdownloads.wordpress.com/2023/09/17/%cf%83%cf%85%ce%bc%ce%b5%cf%8e%ce%bd-%ce%b8%ce%b5%cf%83%cf%83%ce%b1%ce%bb%ce%bf%ce%bd%ce%af%ce%ba%ce%b7%cf%82-%ce%b5%cf%85%cf%87%ce%ae-%ce%b5%ce%b9%cf%82-%cf%84%ce%bf%ce%bd-%ce%ba%cf%8d%cf%81%ce%b9/