Συνοδικός τόμος της εν Κωνσταντινουπόλει Αγίας Συνόδου [1347 μ.Χ] – Επικύρωση της καταδίκης των του Βαρλαάμ και Ακινδύνου δογμάτων.

ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1347 μ.Χ.

Συνοδικὸς τόμος, ἐπικυρῶν τὸν ἐπ’ ἐλέγχῳ καὶ καταδίκῃ τῶν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου δογμάτων πρότερον τόμον, καὶ σὺν Ἀκινδύνῳ πάλιν (1347).

Ὄντως οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων ὡς ποριστὴς καὶ προστάτης παντοδαπῆς δυσσεβείας ὁ ἀντικείμενος· πάλαι μὲν γὰρ οὗτος, τοῦ Θεοῦ διιστὰς τὸ ἀνθρώπειον φῦλον, πληθὺν θεῶν φρονεῖν καὶ σέβειν ἀνέπειθεν, ὡς ἑνὸς Θεοῦ μὴ δυναμένου σῴζειν τὸ οὐράνιον καὶ ἐπίγειον καὶ παντοδαπὸν ζῶον τουτί, τὸν ἄνθρωπον. Ἐπεὶ δι’ ἐξηλέγχθη τὰ τῆς ἀπάτης, μόνου πάντων ἀναπεφηνότος Χριστοῦ, Θεοῦ παντοδυνάμου καὶ παντοκράτορος, ὃς οὐρανόθεν ἐνδημήσας τῇ γῇ, καὶ καταβὰς αὖθις ἀπὸ ταύτης εἰς ᾅδου, κἀκεῖθεν παλινδρομήσας καὶ εἰς οὐρανοὺς μετὰ τοῦ ἀνθρωπίνου προσλήμματος ἀναλύσας, πάντα ὅσα ἠθέλησεν ἐν πᾶσιν ἐποίησεν, ἑτέραν ὁ καθηγεμὼν τῆς ἀπάτης ἐτράπετο, καὶ ἀπωθεῖσθαι μὲν ὑποκρίνεται τὴν πολύθεον πλάνην, συνωθεῖν δὲ πλάττεται πάντας εἰς ἕνα Θεὸν ταῖς ἑκάστοτε τῶν κακοδόξων φωναῖς, ἀλλ’ ὡς τοῦ ἑνὸς ὄντως ἀποστήσοι Θεοῦ· πείθειν γὰρ ἐγχειρεῖ ταῖς τῶν αἱρετικῶν σοφιστείαις, μὴ τρισυπόστατον εἶναι τοῦτον καὶ παντοδύναμον.

(περισσότερα…)