Απόστιχα ιδιόμελα του Όρθρου της Μεγάλης Τρίτης.

Ἀπόστιχα ἰδιόμελα.

«Δεῦτε, πιστοί, ἐπεργασώμεθα προθύμως τῷ Δεσπότῃ· νέμει γάρ τοῖς δούλοις τόν πλοῦτον καί ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν τό τῆς χάριτος τάλαντον· ὁ μέν σοφίαν κομιείτω δι᾽ ἔργων ἀγαθῶν· ὁ δέ λειτουργίαν λαμπρότητος ἐπιτελείτω· κοινωνείτω δέ τοῦ λόγου πιστός τῷ ἀμυήτῳ καί σκορπιζέτω τόν πλοῦτον πένησιν ἄλλος· οὕτω γάρ τό δάνειον πολυπλασιάσομεν καί ὡς οἰκονόμοι πιστοί τῆς χάριτος δεσποτικῆς χαρᾶς ἀξιωθῶμεν· αὐτῆς ἡμᾶς καταξίωσον, Χριστέ ὁ Θεός, ὡς φιλάνθρωπος».

Ἐλᾶτε, πιστοί, νά δουλέψουμε πρόθυμα στό Δεσπότη· διότι μοιράζει ἀπό ἀγαθότητα τόν πλοῦτο στούς δούλους, καί ὁ καθένας ἀνάλογα μέ τίς δυνατότητές του ἄς πολλαπλασιάσουμε τό τάλαντον τῆς χάριτος τοῦ Θεοῦ. Ὁ ἕνας ἄς παρουσιάσει σοφία μέ ἔργα ἀγαθά, ὁ ἄλλος ἄς προσφέρει (στό σύνολο) ὑπηρεσίες λαμπρές· ὁ πιστός ἄς μεταδίδει τό θεῖο λόγο σ᾽ αὐτόν πού τόν ἀγνοεῖ καί ὁ ἄλλος ἄς σκορπίζει τόν ὑλικό πλοῦτο του στούς φτωχούς. Διότι ἔτσι, ὡς πιστοί οἰκονόμοι τῆς χάριτος τοῦ Θεοῦ, θ᾽ ἀξιωθοῦμε νά λάβουμε τή δεσποτική θεία χαρά. Αὐτή ἀξίωσέ μας ν᾽ ἀποκτήσουμε, Χριστέ ὁ Θεός, ὡς φιλάνθρωπος.

(περισσότερα…)

Άγιος Ιωάννης ο Χρυσόστομος. Στην παραβολή των Ταλάντων.

«῞Ωσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. / πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. / ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. / μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. / καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. / προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». (Ματθ. 25, 14-30).

(περισσότερα…)

Το Κοντάκιο και τα Απόστιχα ιδιόμελα της Μεγάλης Τρίτης.

Το Κοντάκιον .

«Τήν ὥρα, ψυχή, τοῦ τέλους ἐννοήσασα καί τήν ἐκκοπήν τῆς συκῆς δειλιάσασα, τό δοθέν σοι τάλαντον φιλοπόνως ἔργασαι, ταλαίπωρε, γρηγοροῦσα καί κράζουσα· Μή μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ».

Ἀφοῦ σκεφτεῖς, ψυχή μου, τήν ὥρα τοῦ τέλους (τῆς ἐπίγειας ζωῆς, δηλαδή τό θάνατο) καί φοβηθεῖς ἀπό τό πάθημα τῆς ἐκκοπῆς τῆς συκῆς, μέ φιλοπονία δούλεψε, ταλαίπωρη τό τάλαντο πού σοῦ ἐμπιστεύτηκε ὁ Θεός, μένοντας ἄγρυπνη καί κράζοντας· νά μή μείνουμε ἔξω ἀπό τό νυμφῶνα τοῦ Χριστοῦ.

(περισσότερα…)

Μεγάλη Τρίτη. Όρθρος, (Τροπάριον, Κάθισμα).

Τό Τροπάριον

«Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός καί μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ῥαθυμοῦντα. Βλέπε, οὖν ψυχή μου, μή τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μή τῷ θανάτῳ παραδοθῇς, καί τῆς Βασιλείας ἔξω κλεισθῇς· ἀλλά ἀνάνηψον κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις τοῦ Προδρόμου, σῷσον ἡμᾶς».

Νά, ὁ Νυμφίος ἔρχεται στό μέσο τῆς νύχτας, κι εὐτυχισμένος θά εἶναι ὁ δοῦλος πού θά τόν βρεῖ (ὁ Νυμφίος) ξάγρυπνο νά τόν περιμένει· ἀνάξιος ὅμως πάλι θά εἶναι ἐκεῖνος, πού θά τόν βρεῖ ράθυμο καί ἀπροετοίμαστο. Βλέπε, λοιπόν, ψυχή μου νά μή βυθιστεῖς στόν πνευματικό ὕπνο, γιά νά μή παραδοθεῖς στό θάνατο (τῆς ἁμαρτίας) καί νά μείνεις ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. Ἀλλά ἀνάνηψε κράζοντας· Ἅγιος, ἅγιος, ἅγιος εἶσαι ἐσύ ὁ Θεός μας · μέ τίς πρεσβεῖες τοῦ προδρόμου σῶσε μας.

(περισσότερα…)