Ἰωσὴφ Βρυέννιος – Τὸ ναὶ ναί· καὶ τὸ οὒ οὔ.

Ἰωσὴφ Βρυέννιος – Τὸ ναὶ ναί· καὶ τὸ οὒ οὔ

(ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. Ματθ. ε´ 37)

Περιέχεται εἰς τὴν ἔκδοση: Ἰωσὴφ Βρυεννίου, Τὰ Εὑρεθέντα – τόμος Β´ σελ. 22


Ἐστὶ κακὴ ὁμόνοια, καὶ καλὴ διαφωνία· ἐστὶ σχισθῆναι καλῶς, καὶ ὁμονοῆσαι κακῶς· οἷς γὰρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τὸ μῖσος ἀρετῆς ὑπόθεσις γίνεται· καὶ κρείσσων ἐμπαθοῦς ὁμονοίας, ἡ ὑπὲρ ἀπαθείας διάστασις· καλὸν τὸ εἰρηνεύειν πρὸς πάντας, ἀλλ᾿ ὁμονοοῦντας πρὸς τὴν εὐσεβειαν· ἡ γὰρ εἰρήνη μετὰ μὲν τοῦ δικαίου καὶ πρέποντος, κάλλιστόν ἐστι κτῆμα καὶ λυσιτελέστατον, μετὰ δὲ κακίας, ἢ δουλείας ἐπονειδίστου, πάντων αἴσχιστόν τε καὶ βλαβερώτατον. Ἐπεὶ οὐδεὶς δύναται κτήσασθαι τὴν ἀγάπην τῶν πονηρῶν καὶ κακῶν, χωρὶς κακίας καὶ πονηρίας· μεγάλη δὲ ἀρετὴ τοῦ δικαίου, ὅταν ἔχῃ τοὺς τοῦ Θεοῦ ἐχθρούς, ἐχθρούς· καὶ τοὺς αὐτοῦ φίλους, φίλους· ὥσπερ μεγάλη κακία ἁμαρτωλοῦ, ὅταν τοὺς τοῦ Θεοῦ φίλους ἔχῃ ἐχθρούς, καὶ τοὺς ἐχθροὺς αὐτοῦ φίλους.

* Ἰωσήφ ὁ Βρυέννιος, 14-15ος αἰών. Βαθὺς θεολόγος καὶ δεινὸς ῥήτωρ, μέγας Διδάσκαλος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀγωνισθεὶς σθεναρῶς κατὰ τῆς Ἑνώσεως μετὰ τῶν Λατίνων, χρηματίσας δὲ διδάσκαλος καὶ καθοδηγητὴς τοῦ μεγάλου προμάχου τῆς Ὀρθοδοξίας Μάρκου τοῦ Εὐγενικοῦ.

Πηγή : users.uoa.gr/~nektar

Ἰωσὴφ Βρυέννιος – Λόγος εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα.

ΛΟΓΟΣ εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα

συνερανισθεὶς ἐκ διαφόρων πρὸς Αὐτὴν λόγων τοῦ ὁσίου πατρὸς ἡμῶν σοφωτάτου
Ἰωσὴφ τοῦ Βρυεννίου*

* Ἰωσήφ ὁ Βρυέννιος, 14-15ος αἰών. Βαθὺς θεολόγος καὶ δεινὸς ῥήτωρ, μέγας Διδάσκαλος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀγωνισθεὶς σθεναρῶς κατὰ τῆς Ἑνώσεως μετὰ τῶν Λατίνων, χρηματίσας δὲ διδάσκαλος καὶ καθοδηγητὴς τοῦ μεγάλου προμάχου τῆς Ὀρθοδοξίας Μάρκου τοῦ Εὐγενικοῦ.


Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα· Θεὸς τὸ γλυκύτατον καὶ ἥδυστον ὑπὲρ πᾶν πρᾶγμα, πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα τοῖς σῳζομένοις χριστιανοῖς· Θεοῦ πνοὴ ἡ ψυχή μου· Θεοῦ πλάσμα τὸ σῶμά μου· Θεοῦ εἰμι ὅλος εἰκών· Θεοῦ θείᾳ χάριτι γένος· θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ ἀναπνεῖν, θεόθεν τὸ φθέγγεσθαι. Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμά μου παρατίθημι· Θεῷ τὰς εὐχάς μου συνεχῶς προσάγω· Θεῷ καὶ ζῶ, καὶ δουλεύω, καὶ πάρειμι· Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα, παρόχον καὶ συλλήπτορα, καὶ τελεστὴν τῶν καλῶν εὐμοιρῶ· Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω, πλουτῶ· Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι· καὶ πῶς λοιπὸν ἄλλοθεν ἄρξομαι τοῦ νῦν λόγου, ἀλλ᾿ ἢ ἐκ Θεοῦ;

(περισσότερα…)