Νικόλαος ο Καβάσιλας – Έργα του

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς (Λόγοι επτά).

Νικόλαος ο Καβάσιλας – Εις την Θείαν Λειτουργίαν

Νικόλαος ο Καβάσιλας – Περί τόκου

Νικόλαος ο Καβάσιλας – Εἰς τὸν Εὐαγγελισμὸν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ Ἀειπαρθένου Μαρίας (νεοελληνική απόδοση).

Νικόλαος ο Καβάσιλας – Εἰς τὴν Ὑπερένδοξον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου Γέννησιν (νεοελληνική απόδοση).

Νικόλαος ο Καβάσιλας – Περὶ τοῦ Ἁγίου Βαπτίσματος (νεοελληνική απόδοση).

Νικόλαος ο Καβάσιλας – Ἑρμηνεία τῆς θείας Λειτουργίας (νεοελληνική απόδοση).

 

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς (Λόγοι επτά).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος έβδομος (Ζ΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Ζ΄)

Λόγος ἕβδομος· ὁποῖος γίνεται ὁ μεμυημένος τὴν ἀπὸ τῶν μυστηρίων χάριν φυλάξας τῇ παρ᾿ ἑαυτοῦ σπουδῇ.

1. Ἐπεὶ δὲ εἴρηται τίς γενόμενος ὁ μυηθεὶς καὶ τίνα τὴν ὁδὸν ἐλθὼν ἃ παρὰ τῶν μυστηρίων ἔλαβε σώσοι, σκοπεῖν ἀκόλουθον τίς γένοιτο σεσωκὼς καὶ ποταπὸς ἂν ἀποβαίη τοὺς τρόπους, τοῖς τοῦ Θεοῦ τὰ παρ’ ἑαυτοῦ προσθείς. Ἐκεῖνα μὲν γὰρ συνάγει τὴν ζωήν, ἃ τῶν προτέρων λόγων ἡμῖν χωρὶς ἑκάτερον ὑπόθεσις ἦν, τοῦτο μὲν ἡ παρὰ τῶν τελετῶν χάρις, τοῦτο δὲ ἡ πρὸς τὸ συντηρῆσαι τὸ δῶρον παρὰ τῶν δεξαμένων σπουδή. Νῦν δὲ συστᾶσαν αὐτὴν ὑπόλοιπόν ἐστιν ὁλόκληρον θεωρῆσαι, καὶ τί τὸ συναμφότερον δεῖξαι, καὶ οἷόν ἐστι τὴν ἀνθρωπίνην ἀρετὴν ἅπασαν τῇ χάριτι συνελθεῖν.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος έκτος (ς΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (ς΄)

Λόγος ἕκτος· πῶς αὐτὴν ἀπὸ τῶν μυστηρίων λαβόντες φυλάξομεν.

1. Ἃ μὲν οὖν τῆς ἐν Χριστῷ ζωῆς εἰς αὐτὸν τὸν Χριστὸν ἀναφέρει καὶ ὧν ἐκείνῳ μόνῳ προσῆκε, ταῦτά ἐστιν. Ἐπεὶ δὲ τὸ μὲν συστῆναι τὴν ζωὴν ἐξ ἀρχῆς τῆς τοῦ Σωτῆρος χειρὸς ἐξήρτηται μόνης, τό γε μὴν φυλάξαι παγεῖσαν καὶ μεῖναι ζῶντας καὶ τῆς ἡμετέρας ἔργον σπουδῆς· ἀνάγκη δὲ καὶ τῶν ἀνθρωπίνων ἐνταῦθα καὶ τοῦ παρ’ ἡμῶν συντελοῦντος, ὥστε μὴ διαφθεῖραι λαβόντας ἀλλὰ διὰ τέλους σῶσαι τὴν χάριν καὶ τὸν θησαυρὸν ἐνθένδεν ἐν χεροῖν ἔχοντας ἀπελθεῖν, καὶ ταῦτα σκοπεῖν δι’ ὧν ἔξεστιν ἀνῦσαι λοιπὸν ἂν εἴη τῷ νῦν ἀγῶνι· καὶ τοῦ περὶ τῆς ζωῆς ἡμῖν λόγου γένοιτ’ ἂν καὶ τοῦτο μέρος εἰκότως.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος πέμπτος (Ε΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Ε΄)

Λόγος πέμπτος· τίνα συντέλειαν αὐτῇ παρέχεται ἡ καθιέρωσις τοῦ ἱεροῦ θυσιαστηρίου.

1. Τῶν μὲν ἱερῶν μυστηρίων οὗτος ὁ λόγος, καὶ ταύτην ἡμῖν ἔχει πρὸς τὴν ἀληθῆ ζωὴν τὴν παρασκευήν. Ἐπεὶ δὲ τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν ἄν τε χρῖσμα δέοι λαμβάνειν, καὶ μὴν καὶ ἱεράσασθαι καὶ τοῦ λουτροῦ τὰ τελεώτατα μετασχεῖν, εἰ τί καὶ αὐτὸ πρὸς τοῖς εἰρημένοις καὶ τὴν πηγνῦσαν αὐτὸ τελετήν, ὡς οἷοί τέ ἐσμεν, θεωρήσομεν, μὴ ἂν οἶμαι περίεργον μηδὲν ποιῆσαι μηδὲ παρέλκον. Τὸν λόγον μὲν οὖν τελεώτερον οὕτως ἂν εἴημεν ἀποδεδωκότες, ὡς ἂν περὶ τῆς τῶν μυστηρίων κρηπῖδος ἢ ῥίζης ἢ ὅ τι καὶ χρὴ καλέσαι διεξελθόντες.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος τέταρτος (Δ΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Δ΄)

Λόγος τέταρτος· τίνα συντέλειαν αὐτῇ δίδωσιν ἡ ἱερὰ κοινωνία.

1. Μετὰ δὲ τὸ μύρον, ἐπὶ τὴν τράπεζαν εἶμεν· τοῦτο τῆς ζωῆς τὸ πέρας, οὗ γενομένοις οὐδενὸς ἤδη δεήσει πρὸς τὴν ζητουμένην εὐδαιμονίαν. Οὐκέτι γὰρ θάνατον καὶ τάφον καὶ ζωῆς ἀμείνονος κοινωνίαν, ἀλλ’ αὐτὸν ἐντεῦθεν κομιζόμεθα τὸν ἀναστάντα· οὐδὲ τῶν τοῦ Πνεύματος δώρων, ὅσα λαβεῖν ἔξεστιν, ἀλλ’ αὐτὸν τὸν εὐεργέτην, τὸν νεὼν αὐτόν, ᾧ πᾶς ὁ τῶν χαρίτων ἵδρυται κύκλος.

2. Ἔστι μὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν μυστηρίων· καὶ τοῦτον αὐτὸν καὶ χριόμεθα καὶ λουόμεθα καὶ οὗτος ἡμῖν τὸ δεῖπνον. Σύνεστι δὲ τοῖς τελουμένοις καὶ τῶν αὑτοῦ μεταδίδωσιν, οὐ τὸν αὐτὸν ἐν ἅπασι τρόπον· ἀλλὰ λούων μὲν κακίας τὸν πηλὸν ἀπαλλάττει καὶ τὴν μορφὴν ἐντίθησιν αὐτῷ τὴν αὑτοῦ· χρίων δὲ ἐνεργὸν ποιεῖται τὰς τοῦ Πνεύματος ἐνεργείας, ὧν αὐτὸς ἐγένετο τῆς σαρκὸς ἕνεκα θησαυρός. Ἐπειδὰν δὲ ἐπὶ τὴν τράπεζαν ἀγάγῃ καὶ δῷ φαγεῖν τοῦ σώματος, ὅλον ἀμείβει τὸν τελεσθέντα καὶ πρὸς τὴν οἰκείαν μετατίθησιν ἕξιν· καὶ ὁ πηλὸς οὐκέτι πηλός, τὸ βασιλικὸν δεχόμενος εἶδος, ἀλλ’ αὐτὸς ἤδη σῶμα τοῦ βασιλέως, τούτου μακαριώτερον οὐδὲ ἔστιν ἐνθυμηθῆναι.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος τρίτος (Γ΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Γ΄)

Λόγος τρίτος· καὶ τίνα συντέλειαν αὐτῇ παρέχεται τὸ θεῖον μύρον.

1. Οὕτω δὲ πνευματικῶς συστάντας καὶ τοῦτον γεγεννημένους τὸν τρόπον, καὶ ἐνεργείας ἀκόλουθον ἂν εἴη τυγχάνειν, ἣ τοιᾷδε γεννήσει προσήκει, καὶ κινήσεως καταλλήλου. Καὶ τοῦτο ἡμῖν ἡ τελετὴ τοῦ θειοτάτου δύναται μύρου· καὶ γὰρ ἐνεργοὺς ποιεῖ τὰς πνευματικὰς ἐνεργείας, τὸν μὲν ταύτην, τὸν δὲ ἐκείνην, τὸν δὲ πλείους, ὡς ἕκαστος πρὸς τὸ μυστήριον ἔχει παρασκευῆς. Καὶ γίνεται νῦν τοῖς τελουμένοις, ὅπερ ἐπὶ τῶν προτέρων χρόνων αἱ τῶν ἀποστόλων χεῖρες τοῖς ἐπ’ ἐκείνων βαπτιζομένοις· καὶ γὰρ «ἐπιτιθέντων τὰς χεῖρας τῶν ἀποστόλων τοῖς μεμυημένοις, φησί, τὸ Πνεῦμα ἐδίδοτο», καὶ νῦν ὁ Παράκλητος χριομένοις ἐπιδημεῖ.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος δεύτερος (Β΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Β΄)

Λόγος δεύτερος· τίνα συντέλειαν τὸ θεῖον αὐτῇ παρέχεται βάπτισμα.

1. Τὸ μὲν οὖν ἐν τοῖς ἱεροῖς μυστηρίοις τὴν ἱερὰν ζωὴν συνεστάναι ἀπὸ τῶν προτέρων δέδεικται· ἕκαστον δὲ τῶν μυστηρίων ὅπως εἰς τουτονὶ φέρει τὸν βίον, νυνὶ σκοπῶμεν.Ἔστι μὲν γὰρ ἡ ἐν τῷ Χριστῷ ζωὴ αὐτὸ τὸ συναφθῆναι Χριστῷ· ὃν δ’ ἄρα τρόπον ἑκάστη τελετὴ τοὺς τετελεσμένους τῷ Χριστῷ συνάπτει, λέγωμεν ἤδη.

2. Τίνα τρόπον διὰ τῶν μυστηρίων τῷ Χριστῷ συναπτόμεθα. Ἔστι δὴ Χριστῷ συναφθῆναι διὰ πάντων ἐλθοῦσι δι’ ὧν ὁ Σωτὴρ ἦλθε καὶ πάντα παθοῦσι καὶ γενομένοις ὅσα ἐκεῖνος. Ἐκεῖνος τοίνυν ἡνώθη μὲν αἵματι καὶ σαρκὶ πάσης καθαροῖς ἁμαρτίας· φύσει δὲ ὢν Θεὸς αὐτὸς ἐξ ἀρχῆς, καὶ τοῦτο τεθέωκεν ὃ γέγονεν ὕστερον, τὴν ἀνθρωπείαν φύσιν· τελευτῶν δὲ καὶ ἀπέθανε τῆς σαρκὸς ἕνεκα καὶ ἀνέστη. Δεῖ τοίνυν καὶ τῆς σαρκὸς αὐτῷ μεταλαβεῖν καὶ τῆς θεώσεως μετασχεῖν καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως κοινωνῆσαι τὸν συναφθῆναι ζητοῦντα.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος πρῶτος (Α΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Α΄)

Λόγος πρῶτος· ὅτι διὰ τῶν θείων συνίσταται μυστηρίων, τοῦ βαπτίσματος, τοῦ μύρου καὶ τῆς θείας κοινωνίας.

1. Ἡ ἐν Χριστῷ ζωὴ φύεται μὲν ἐν τῷδε τῷ βίῳ καὶ τὰς ἀρχὰς ἐντεῦθεν λαμβάνει· τελειοῦται δὲ ἐπὶ τοῦ μέλλοντος, ἐπειδὰν εἰς ἐκείνην ἀφικώμεθα τὴν ἡμέραν. Καὶ οὔτε ὁ βίος οὗτος τελείως δύναται ταύτην ἐνθεῖναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, οὔτε ὁ μέλλων μὴ τὰς ἀρχὰς ἐντεῦθεν λαβών. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος, τὸ σαρκίον ἐπισκοτεῖ, καὶ ἡ ἐκεῖθεν νεφέλη καὶ φθορά, «μὴ δυναμένη τὴν ἀφθαρσίαν κληρονομεῖν»· ὅθεν ὁ Παῦλος τὸ ἀναλῦσαι πρὸς τὸ συνεῖναι Χριστῷ καὶ μάλα ἐνόμισε φέρειν· «ἀναλῦσαι γάρ, φησί, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον.» Ὅ τε μέλλων οὓς ἂν μὴ τὰς δυνάμεις καὶ τὰς αἰσθήσεις ὧν ἂν δέοι πρὸς τὸν βίον ἐκεῖνον ἔχοντας λάβοι, τούτοις οὐδὲν ἔσται πλέον εἰς εὐδαιμονίαν, ἀλλὰ νεκροὶ καὶ ἄθλιοι τὸν μακάριον ἐκεῖνον καὶ ἀθάνατον οἰκήσουσι κόσμον. Ὁ δὲ λόγος ὅτι τὸ μὲν φῶς ἀνατέλλει, καὶ ὁ ἥλιος καθαρὰν τὴν ἀκτῖνα παρέχει, ὀφθαλμὸν δὲ οὐκ ἔνι τηνικαῦτα πλασθῆναι· καὶ ἡ μὲν τοῦ Πνεύματος εὐωδία δαψιλῶς ἐκχεῖται καὶ τὰ πάντα κατέχει, ὄσφρησιν δὲ οὐκ ἄν τις λάβοι μὴ ἔχων.

(περισσότερα…)

Νικόλαος ο Καβάσιλας – Περί τόκου

Τοῦ σοφωτάτου Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Τῇ εὐσεβεστάτῃ Αὐγούστῃ. Περὶ τόκου.

Πολλαχόθεν ἐπιδειξαμένη τῶν ἔργων, ὦ μεγίστη βασιλίς, τοῦ καλοῦ καὶ τοῦ (1)
δικαίου πολλὴν ποιουμένη πρόνοιαν καὶ πρὸς τοῦτο μόνον χρωμένη τῷ δεδωκότι
τῆς βασιλείας τὸ μήδεν τῶν βελτίστων τὴν ἀρχὴν διαφυγεῖν, πολλοῖς ἤγειρας τὰς
γλώσσας τὰ δοκοῦντα δέοντα συμβουλεύειν, εἰδότας τουτωνὶ τῶν λόγων μεγάλην
αὐτοῖς χάριν κεῖσθαι παρά σοι. Τούτων εἰ καὶ αὐτὸς ἐγενόμην καί, γνώμην ἡγού- (5)
μενος ἀρίστην εἴ τις παρελθὼν εἴποι τι τῶν δοκούντων εἶναι δεόντων, ἥκω συμ-
βουλεύσων ἃ συμφέρειν ἡγοῦμαι, καινὸν οὐδέν· ἥ τε γὰρ σὴ φιλανθρωπία τούτους
ἡμῖν συνεχώρησε τοὺς λόγους, τῶν τε λόγων ἕνεκα δίκαιον τὸ πρᾶγμα δοκεῖ.Τί
γὰρ ἂν καὶ χρησώμεθα τοῖς λόγοις, σιγῶντες τὰ δέοντα;Τοῖς μὲν οὖν ἄλλοις βασι-
λεῦσι τοὺς προσίοντας καὶ περὶ τῶν δοκούντων διαλεγομένους, μὴ μόνον ἃ προ-(10)
σῆκε τοῖς πράγμασι καὶ δέον εἰπεῖν ἀλλὰ καὶ ἅπερ ἐδόκει καὶ οἷς ἔχαιρον, ἦν
ἀναγκὴ δήπου σκοπεῖν, ὡς οὐ ταὐτὸν ὂν τό τε ὡς ἀληθῶς δίκαιον καὶ σύμφερον,
καὶ ὅπερ ἐνόμιζον αὐτοὶ δίκαιον καὶ σύμφερον εἶναι· καὶ συνέβαινεν αὐτοῖς δυσχε-
ραίνειν τὸν ἀγῶνα καὶ δεδιέναι πρὸς τἀνάντια διαιρουμένοις. Ἐπὶ σοῦ δὲ θαρ-
ροῦντες ποιησόμεθα τοὺς λόγους καὶ μετ᾿ ἀγαθῶν τῶν ἐλπίδων, καὶ δέος οὐδὲν ἕως(15)

(περισσότερα…)