Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία Μ΄(40)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία Μ΄(40)

Περὶ τῆς φαινομένης ἀσκήσεως καὶ ποῖον ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοί, ὅτι ἀλλήλων ἐκδέδενται πᾶσαι αἱ ἀρεταί, ὡσπερεὶ γάρ τις πνευματικὴ ἅλυσις· μία τῆς μιᾶς ἤρτηνται. Ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος, ὥσπερ καὶ τὸ ἐναντίον μέρος ἓν ἀφ’ ἑνὸς τὰ κακὰ ἐκδέδενται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ τῆς ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς ἀνυπομονησίας, ἡ ἀνυπομονησία ἀπὸ τῆς φιληδονίας· καὶ τὰ λοιπὰ μέλη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. Οὕτως κἂν τῷ ἀγαθῷ μέρει ἀλλήλων εἰσὶν ἐκκρεμάμεναι αἱ ἀρεταὶ καὶ ἀπηρτημέναι.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΘ΄(39)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄ (50)

Ομιλία ΛΘ΄(39)

Ὥσπερ βασιλεὺς γράψας ἐπιστολάς, οἷς βούλεται κωδικέλλους καὶ δωρεὰς ἰδίας χαρίσασθαι, σημαίνει πᾶσιν ὅτι ταχέως σπουδάσατε ἐλθεῖν πρός με, ἵνα λάβητε παρ’ ἐμοῦ δωρεὰς βασιλικάς. Καὶ εἰ μὴ ἀπέλθωσι καὶ λάβωσιν, οὐδὲν ὠφελήθησαν ἀναγνόντες τὰς ἐπιστολάς, μᾶλλον δὲ καὶ θανάτου εἰσὶν ἔνοχοι, μὴ θελήσαντες ἀπελθεῖν καὶ ἐκ χειρὸς βασιλέως τιμῆς ἀξιωθῆναι, οὕτως καὶ τὰς θείας γραφὰς ὥσπερ ἐπιστολὰς ἀπέστειλεν ὁ βασιλεὺς Θεὸς τοῖς ἀνθρώποις, δηλώσας δι’ αὐτῶν, ἵνα παρακαλέσαντες τὸν Θεὸν καὶ πιστεύσαντες αἰτήσωσι καὶ λάβωσι δωρεὰν οὐράνιον ἐκ τῆς ὑποστάσεως τῆς θεότητος αὐτοῦ· γέγραπται γάρ· «ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως». Εἰ δὲ μὴ προσέλθῃ καὶ αἰτήσει καὶ λάβῃ ὁ ἄνθρωπος, οὐδὲν ὠφελήθη ἀναγνοὺς τὰς γραφάς, μᾶλλον δὲ καὶ θανάτου ἔνοχός ἐστιν, ὅτι παρὰ βασιλέως οὐρανίου οὐκ ἠθέλησε λαβεῖν ζωῆς δωρεάν, ἧς ἄνευ ἀδύνατόν ἐστι ζωῆς ἀθανάτου τυχεῖν, ἥτις ἐστὶν ὁ Χριστός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΗ΄(38)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΗ΄(38)

Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, μήπως ἄρα παρακεχάρακται τεχνιτῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν. Εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπιφέρονται σχῆμα μοναζόντων ἤτοι Χριστιανῶν. Καὶ γὰρ οἱ ψευδαπόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν. Διὰ τοῦτο λέγει ὁ Ἀπόστολος· «ἐν κινδύνοις περισσοτέρως, ἐν θλίψεσιν ὑπερβαλλόντως», θέλων δεῖξαι ὅτι πλεῖον αὐτῶν ἔπαθε.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΖ΄(37)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΖ΄(37)

«Ἡ φιλία τοῦ κόσμου» κατὰ τὸ γεγραμμένον «ἔχθρα ἐστὶν εἰς Θεόν». Διὸ ἡ γραφὴ κελεύει «πάσῃ φυλακῇ τηρεῖν» ἕκαστον τὴν ἑαυτοῦ «καρδίαν», ἵνα τις ὡς παράδεισον φυλάσσων ἐν αὐτῇ τὸν λόγον ἀπολαύσῃ τῆς χάριτος, μὴ ἀκούων τοῦ ἔνδον ἱλυσπωμένου ὄφεως συμβουλεύοντος τὰ πρὸς ἡδονήν, δι’ ἧς γεννᾶται θυμὸς ὁ ἀδελφοκτόνος καὶ θνῄσκει ψυχὴ ἡ τίκτουσα, ἀλλ’ ἀκούων τοῦ Κυρίου λέγοντος ἐπιμελεῖσθαι πίστεως καὶ ἐλπίδος, δι’ ὧν γεννᾶται ἡ φιλόθεος καὶ φιλάνθρωπος ἀγάπη ἡ τὴν αἰώνιον ζωὴν παρέχουσα. Εἰς τοῦτον τὸν παράδεισον εἰσῆλθε Νῶε, τὴν ἐντολὴν φυλάσσων καὶ ἐργαζόμενος, καὶ διὰ τῆς ἀγάπης ἐλυτρώθη τῆς ὀργῆς. Τοῦτον φυλάσσων Ἀβραὰμ φωνὴν Θεοῦ ἤκουσε. Τοῦτον φυλάσσων Μωϋσῆς δόξαν εἰς τὸ πρόσωπον ἐλάμβανεν. Ὁμοίως ∆αβὶδ τοῦτον φυλάσσων εἰργάζετο, ὅθεν τῶν ἐχθρῶν ἐκυρίευεν. Ἀλλὰ καὶ Σαούλ, ἕως οὗ ἐφύλασσε τὴν καρδίαν, εὐωδοῦτο· ὅτε δὲ εἰς τέλος παρέβη, εἰς τέλος ἐγκατελήφθη. Ἐν μέτρῳ γὰρ κατὰ ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ Θεοῦ· ὅσον ἐπικρατεῖ τις, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, τοσοῦτον φυλάσσεται.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΣΤ΄(36)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΣΤ΄(36)

Ἀνάστασις τῶν νεκρῶν ψυχῶν ἀπὸ τοῦ νῦν γίνεται, ἀνάστασις δὲ τῶν σωμάτων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὥσπερ δὲ ἐν τῷ οὐρανῷ πεπηγμένοι ὄντες οἱ ἀστέρες οὐκ ἴσοι πάντες εἰσίν, ἀλλ’ εἷς τοῦ ἑνὸς διαφέρει ἐν τῇ λαμπρότητι καὶ μεγαλειότητι, οὕτω κἂν τοῖς πνευματικοῖς κατὰ τὸ μέτρον τῆς πίστεως εἰσὶ προκοπαὶ ἐν αὐτῷ τῷ πνεύματι· εἷς πλουσιώτερος τοῦ ἑτέρου. Καὶ ἡ γραφὴ λέγει ὅτι «ὁ λαλῶν ἐν γλώσσῃ πνεύματι Θεοῦ λαλεῖ». Οὗτος πνευματικός ἐστι, «Θεῷ λαλῶν, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ»· οὗτος περισσείαν ἔσχε τῆς χάριτος. Ὁ μὲν γὰρ «ἑαυτὸν μόνον οἰκοδομεῖ», ὁ δὲ ἑαυτὸν καὶ τὸν πλησίον. Τοῦτο δέ ἐστιν ὥσπερ κόκκος σίτου σπειρόμενος ἐν τῇ γῇ, καὶ ὁ αὐτὸς ἐκ τῆς μιᾶς καρδίας πολλοὺς καὶ διαφόρους κόκκους ἐκφέρει. Καὶ πάλιν αὐτοὶ οἱ στάχυες, οἱ μέν εἰσι μειζότεροι, οἱ δὲ μικρότεροι, ὅλοι δὲ εἰς μίαν συνάγονται ἅλωνα, εἰς μίαν ἀποθήκην· διάφοροι ὄντες εἷς ἐξ αὐτῶν γίνεται ἄρτος.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΕ΄(35)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΕ΄(35)

Ἐν τῇ σκιᾷ τοῦ νόμου τοῦ διὰ Μωσέως δοθέντος προσέταξεν ὁ Θεὸς ἐν τῷ σαββάτῳ ἕκαστον ἀναπαύεσθαι καὶ μηδὲν ποιεῖν. Τοῦτο δὲ τύπος ἦν καὶ σκιὰ τοῦ ἀληθινοῦ σαββάτου τοῦ διδομένου τῇ ψυχῇ ἀπὸ τοῦ Κυρίου. Ἡ γὰρ καταξιωθεῖσα ψυχὴ τοῦ ἀληθινοῦ σαββάτου ἀργεῖ καὶ ἀναπαύεται ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λογισμῶν, καὶ ἀληθινὸν σάββατον σαββατίζει καὶ ἀληθινὴν ἀνάπαυσιν ἀναπαύεται, ἀργοῦσα καὶ ἐλευθερουμένη ἀπὸ πάντων τῶν σκοτεινῶν ἔργων. Ἐκεῖ μὲν γὰρ εἰς τὸ τυπικὸν σάββατον, εἰ καὶ σωματικῶς, ἀνεπαύοντο, ἀλλ’ αἱ ψυχαὶ εἰς τὰς πονηρίας καὶ κακίας ἦσαν δεδεμέναι. Τοῦτο δὲ τὸ ἀληθινὸν σάββατον ἀνάπαυσις ἀληθινή ἐστι ψυχῆς ἀργούσης καὶ καθαριζομένης ἀπὸ τῶν διαλογισμῶν τοῦ σατανᾶ καὶ ἀναπαυομένης εἰς τὴν τοῦ Κυρίου ἀνάπαυσιν αἰωνίαν καὶ χαράν.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΔ΄(34)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΔ΄(34)

Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί. Ἀλλὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ Κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρτίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ οὐρανὸν καινὸν καὶ γῆν καινὴν καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος. Ἔστι κόσμος ἀληθινὸς καὶ γῆ ζῶσα καὶ ἄμπελος καρποφόρος καὶ ἄρτος ζωῆς καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων, καὶ πάλιν· «ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Κύριον ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», καὶ ὁ Κύριος εἶπεν· ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ πάλιν· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ πάλιν· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον».

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΓ΄(33)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΓ΄(33)

∆εῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν Θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. Καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν Θεόν. Ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι’ ὅλου ἀπασχολεῖται, ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου ἀποδεδόσθω εἰς τὴν πρὸς Κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, ἀλλ’ ὅση δύναμις σπουδάζουσα καὶ συνάγουσα ἑαυτὴν σὺν πᾶσι τοῖς λογισμοῖς καὶ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΒ΄(32)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΒ΄(32)

Αἱ τοῦ κόσμου τούτου γλῶσσαι διάφοροί εἰσι· παντὸς γὰρ ἔθνους ἰδία γλῶσσά ἐστιν. Οἱ δὲ Χριστιανοὶ μίαν καινὴν γλῶσσαν μανθάνουσι καὶ ὅλοι ὑπὸ μίαν σοφίαν παιδεύονται, Θεοῦ σοφίαν, οὐ τοῦ κόσμου τούτου οὔτε τοῦ αἰῶνος τοῦ παρερχομένου. Καὶ ὡς περιπατοῦσιν εἰς τὴν κτίσιν ταύτην οἱ Χριστιανοί, εἰς καινοτέρας θέας οὐρανίους ἐμπίπτουσι καὶ εἰς δόξας καὶ μυστήρια, ἀπὸ τῶν φαινομένων λαμβάνοντες τὰς ἀφορμάς. Ἔστι γένη ζῴων ἡμέρων, οἷον ἵππος καὶ βοῦς· ἕκαστον αὐτῶν ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν. Τὸ αὐτὸ καὶ ἐν τοῖς θηρίοις· ὁ λέων ἴδιον σῶμα ἔχει καὶ ἰδίαν φωνήν, ὁ ἔλαφος ὁμοίως, καὶ ἐν τοῖς ἑρπετοῖς διαφορὰ πολλή. Καὶ ἐν τοῖς πετεινοῖς πολλὰ σώματα, ἄλλο σῶμα καὶ φωνὴ ἀετοῦ καὶ ἄλλο σῶμα καὶ φωνὴ ὀξυπτέρου. Τὰ αὐτὰ καὶ ἐν τῇ θαλάσσῃ ἐστὶ σώματα πολλά, μὴ ἐοικότα ἀλλήλοις. Καὶ ἐν τῇ γῇ σπέρματα πολλά εἰσιν, ἀλλ’ ἕκαστον σπέρμα ἴδιον ἔχει καρπόν. Καὶ δένδρα πολλά εἰσιν, ἀλλ’ εἰσὶ δένδρα μείζονα καὶ εἰσὶ δένδρα μικρότερα, καὶ αὗται αἱ ὀπῶραι διαφορὰν ἔχουσι πολλήν· ἕκαστον γὰρ αὐτῶν ἰδίαν ἔχει γεῦσιν. Καὶ εἰσὶ βοτάναι καὶ ἐν αὐταῖς διαφοραὶ πολλαί, αἱ μὲν εἰς ὑγείαν προχωροῦσαι, αἱ δὲ εἰς εὐωδίαν μόνην. Ἕκαστον δὲ τῶν δένδρων ἔνδοθεν ἐκφέρει τὰ ἐνδύματα φαινόμενα, φύλλα καὶ ἄνθη καὶ καρπούς· ὁμοίως καὶ τὰ σπέρματα ἔνδοθεν ἐνδύματα φέρει φαινόμενα· καὶ τὰ κρίνα ἔνδοθεν ἐκφέρει ἐνδύματα καὶ καλλωπίζει τὴν χλόην.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΑ΄(31)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΑ΄(31)

∆εῖ τὸν πιστεύοντα αἰτεῖν τὸν Θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη. Ὅτι τὸ ἄκρως καλὸν ὁ Θεός ἐστι. Πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν.

(περισσότερα…)