Άγιος Μακάριος ο Αιγύπτιος. Περί του αυτεξούσιου.

1. Συμβαίνει πολλές φορές νὰ σοῦ μιλάει μὲ λογισμούς ὁ σατανᾶς καὶ νὰ σοῦ λέει«Κοίταξε πόσα κακὰ ἔργα ἔχεις κάνει. Ἡ ψυχή σου εἶναι γεμάτη ἀνομίες, βαρύνεσαι μὲ πολλές καὶ βαρύτατες ἁμαρτίες«. Μή σὲ ξεγελάει μ’ αὐτὰ ὁ σατανᾶς καὶ μὲ πρόφαση ταπεινώσεως σὲ σπρώχνει στὴν ἀπελπισία.

Ἐσὺ λοιπὸν ἀποκρίσου του: «Ναί, ἀλλὰ ἔχω γραπτὲς τὶς διαβεβαιώσεις τοῦ Θεοῦ ποὺ λέει: ≪Δὲν ἐπιθυμῶ τὸ θάνατο τοῦ ἁμαρτωλού, ἀλλὰ νὰ ἐπιστρέψει μὲ τὴ μετάνοια καὶ νὰ ἔχει ζωή≫. Γιατὶ τότε τί ἤθελε νὰ κατεβεῖ ὁ Θεὸς στὴ γῆ, ἄν ὄχι γιὰ νὰ σώσει τοὺς ἁμαρτωλοὺς καὶ νὰ φωτίσει αὐτοὺς ποὺ ζοῦνε στὸ σκοτάδι καὶ νὰ δώσει ζωὴ στοὺς νεκροὺς ἀπὸ τὴν ἁμαρτία;».

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος. Αποκάλυψη Αγγέλου περί της ψυχής του ανθρώπου μετά θάνατον.

Καθὼς ὁ ἀββᾶς Μακάριος ὁ Αἰγύπτιος βάδιζε μέσα στὴν ἀχανῆ ἔρημο, τὸν ἀκολούθησε ἕνας ῎Αγγελος. ῎Εστρεψε νὰ δεῖ, κ᾿ ἐκεῖνος τὸν χαιρέτησε πολὺ σεβαστικά:
Εὐλόγησον, ἅγιε Γέροντα!

῾Ο ἀββᾶς Μακάριος τὸν πέρασε γιὰ κάποιον ἀπὸ τοὺς Μοναχοὺς τῆς ἐρήμου καὶ τοῦ εἶπε, ἀνταποδίδοντας τὸν χαιρετισμό:
῾Ο Κύριος νὰ σ᾿ εὐλογήσει καὶ νὰ σὲ συγχωρήσει, τέκνο μου.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος. Η επίσκεψη της Θείας Χάριτος.

Όσοι έχουν ένοικο της ψυχής τους τον Χριστό και οδηγούνται από το Πνεύμα, μερικές φορές είναι σαν να βρίσκονται σε βασιλικό δείπνο, και ευφραίνονται και αγάλλονται με αγαλλίαση και ευφροσύνη απερίγραπτη.

Άλλοτε είναι σαν τη νύφη που αναπαύεται με τον νυμφίο με θεϊκή ανάπαυση.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία Ν΄(50)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία Ν΄(50)

Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ Θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ Θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. Ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις. Καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος. Ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε, καὶ ἐγένοντο ἕλκη. Καὶ πάλιν ἐπέταξε, καὶ ἐγένοντο σκνίπες καὶ βάτραχοι. Ἆρα ταῦτα φύσις ἀνθρώπων ποιεῖν ἠδύνατο; Εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη· τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα. Ἀλλὰ δηλονότι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΜΘ΄(49)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΘ΄(49)

Ἐάν τις ἐξελθὼν τῶν ἰδίων καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς καὶ κτημάτων καὶ πατρὸς καὶ μητρὸς ἕνεκεν τοῦ Κυρίου καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης καὶ ἐνδεὴς γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν ἐν ἑαυτῷ μὴ εὕρῃ καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς τρυφῆς πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων ἐνδύματα φωτὸς θεότητος μὴ ἀμφιάσηται εἰς τὸν ἔσω ἄνθρωπον, καὶ ἀντὶ τῆς προσκαίρου καὶ σαρκικῆς κοινωνίας ταύτης κοινωνίαν τοῦ ἐπουρανίου ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐν πληροφορίᾳ μὴ γνῷ, καὶ ἀντὶ τῆς φαινομένης τοῦ κόσμου τούτου χαρᾶς χαρὰν πνεύματος ἔνδον μὴ σχῇ, καὶ παράκλησιν οὐρανίου χάριτος καὶ χορτασίαν θείαν ἐν τῇ ψυχῇ μὴ λάβῃ ἐν τῷ ἐποφθῆναι αὐτῷ τὴν δόξαν τοῦ Κυρίου κατὰ τὸ γεγραμμένον, καὶ ἁπαξαπλῶς ἀντὶ ταύτης τῆς προσκαίρου ἀπολαύσεως ἀπόλαυσιν ἄφθαρτον ἐπιθυμητὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ μὴ κτήσηται νῦν, οὗτος γέγονεν ἅλας μωρόν, οὗτος ἐλεεινός ἐστι παρὰ πάντας ἀνθρώπους, οὗτος καὶ τῶν ἐντεῦθεν ἐστερήθη καὶ τῶν θεϊκῶν δωρεῶν οὐκ ἀπέλαυσε. Μυστήρια θεῖα δι’ ἐνεργείας τοῦ Πνεύματος οὐκ ἔγνω ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50).Ομιλία ΜΗ΄(48)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΗ΄(48)

Ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· «ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν». Τί ἐστι τὸ ὀλίγον καὶ τί ἐστι τὸ πολύ; Τὸ ὀλίγον τὰ ἐπαγγέλματά εἰσι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει ἐλπίζειν, ὅτι ὁ Κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόντων κατὰ πάντα γίνεται. Τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν αὐτόν, ὅτι οὕτως ἐνετείλατο· «ὑμεῖς δὲ» φησὶ «μόνον ζητεῖτε τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», ὅπως ἐκ τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει τῷ Θεῷ· ὅτι ἐπηγγείλατο παρασχεῖν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόντων.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΜΖ΄(47)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΖ΄(47)

Ἡ δόξα Μωσέως, ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης. Ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοί, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται. Ἐκεῖνοι ὅτι λαὸς Θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο. Ἐνταῦθα δὲ ὁ λαὸς τοῦ Θεοῦ ὁ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται· μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας. Παρ’ ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον, παρ’ ἡμῖν δέ ἐστι βάπτισμα Ἁγίου Πνεύματος καὶ πυρός· τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν Ἁγίῳ Πνεύματι καὶ πυρί».

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΜΣΤ΄(46)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΣΤ΄(46)

Ὁ τοῦ Θεοῦ λόγος Θεός ἐστι, καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί. Πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ Θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ Θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου· ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν. Εἰ οὖν θελήσει τὸ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενος. Ἡ γὰρ ἀνάπαυσις Αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη. Συμπνίγεται γάρ, ὥς φησιν ὁ Κύριος, καὶ ἄκαρπος γίνεται ἀπὸ τοῦ λόγου τοῦ Θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ γηΐνοις δεσμοῖς δεσμούμενος, ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει κατεχόμενος· τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ λόγου ἀκοῦσαι τοῦ Θεοῦ, συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται. Ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ Θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι τὸν νοῦν ἀηδίζονται.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΜΕ΄(45)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΕ΄(45)

Ὁ τὸν μονήρη βίον ἐπιλεξάμενος πάντα τὰ ἐν τῷ κόσμῳ τούτῳ στρεφόμενα πράγματα ἀλλότρια ἑαυτοῦ καὶ ξένα ἡγεῖσθαι ὀφείλει. Ὁ γὰρ ἐξ ἀληθείας μεταδιώκων τὸν σταυρὸν τοῦ Χριστοῦ πάντα ἀρνησάμενος, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, προσηλωμένον τὸν νοῦν εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ ἔχειν ὀφείλει, προτιμῶν δηλαδὴ τὸν Κύριον γονέων, ἀδελφῶν, γυναικός, τέκνων, συγγενείας, φίλων, ὑπαρχόντων. Τοῦτο γὰρ ὁ Χριστὸς ἀπεφήνατο εἰπών· «πᾶς ὅς τις οὐκ ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, καὶ οὐκ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἄξιος». Ἐν οὐδενὶ γὰρ ἑτέρῳ εὑρίσκεται σωτηρία τοῖς ἀνθρώποις καὶ ἀνάπαυσις, ὡς ἠκούσαμεν.

(περισσότερα…)

Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΜΔ΄(44)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΔ΄(44)

Ὁ προσερχόμενος τῷ Θεῷ καὶ Χριστοῦ πάρεδρος ἐν ἀληθείᾳ θέλων εἶναι, τούτου χάριν τοῦ σκοποῦ ὀφείλει προσέρχεσθαι τοῦ ἀλλαγῆναι αὐτὸν καὶ μεταβληθῆναι ἀπὸ τῆς προτέρας καταστάσεως καὶ ἀναστροφῆς, καὶ καλὸν καὶ καινὸν ἄνθρωπον ἀποδειχθῆναι μηδέν τι τοῦ παλαιοῦ ἀνθρώπου ἐπιφερόμενον· εἴ τις γάρ φησιν ἐν Χριστῷ, καινὴ κτίσις. Καὶ γὰρ ὁ Κύριος ἡμῶν διὰ τοῦτο παραγέγονεν, ὥστε τὴν φύσιν ἀλλάξαι καὶ μεταβαλεῖν καὶ ἀνακαινίσαι καὶ ἀνακτίσαι τὴν ψυχὴν ταύτην τὴν κατεστραμμένην τοῖς πάθεσι διὰ τὴν παράβασιν, κεράσας τῷ ἰδίῳ αὐτοῦ πνεύματι τῆς θεότητος. Καινὸν νοῦν καὶ καινὴν ψυχὴν, καινοὺς ὀφθαλμούς, καινὰ ὦτα, καινὴν γλῶτταν πνευματικήν, καὶ ἁπαξαπλῶς καινοὺς ἀνθρώπους τοὺς πιστεύοντας αὐτῷ ἦλθεν ἀπεργάσασθαι, ἤτοι καινοὺς ἀσκούς, χρίσας αὐτοὺς τῷ ἑαυτοῦ φωτὶ τῆς γνώσεως, ἵνα βάλῃ νέον οἶνον, ὅ ἐστι τὸ πνεῦμα αὐτοῦ· οἶνον γάρ φησι νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.

(περισσότερα…)