Άγιος Ιωάννης ο Χρυσόστομος – Λόγοι Κατά Ιουδαίων.

Λόγος Πρώτος

α΄. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός. Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοὺς ἐκείνους καὶ μακροὺς ἐποιησάμεθα λόγους, ὅτε καὶ μάρτυρας παρηγάγομεν τόν τε Ἡσαΐαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῆς ἀκαταληψίας, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ’ εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Καὶ ἦν μὲν ἱκανὴ ἡ διὰ τούτων ἀπόδειξις· ἐγὼ δὲ οὐκ ἠρκέσθην τοῖς προφήταις, οὐκ ἔστην μέχρι τῶν ἀποστόλων, ἀλλ’ ἀνέβην εἰς τὸν οὐρανὸν, ἔδειξα ὑμῖν τὸν χορὸν τῶν ἀγγέλων λέγοντα, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἠκούσατε τῶν σεραφεὶμ πάλιν ἐκπληττομένων καὶ μετὰ φρίκης κραζόντων, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Προσέθηκα καὶ τὰ χερουβὶμ

(περισσότερα…)

Advertisements

Άγιος Ιωάννης ο Χρυσόστομος – Εις τους κατηχουμένους.

Ἐν τοῖς ἔξωθεν σταδίοις πολλοὶ μὲν τοῦ δρόμου ὑπομένουσι κόπον, εἷς δὲ κομίζεται τῆς νίκης τὸν στέφανον· καὶ οἱ μὲν πόνοι τοῦ ἀγῶνος καὶ οἱ ἱδρῶτες πολλῶν, τῆς δὲ χαρᾶς τὸ βραβεῖον ἑνός. Ἐν δὲ τῷ πνευματικῷ τούτῳ τῆς ἐκκλησίας χωρίῳ εἷς μὲν παρὰ πάντων τῆς εὐσεβείας ὁ δρόμος, ἰσάριθμοι δὲ τῶν τρεχόντων οἱ στέφανοι. Καὶ ξένον οὐδέν· ἀνενδεὴς γάρ τις βραβευτὴς καὶ πλούσιος ἵσταται μέσος τῶν ἀγωνιζομένων Χριστὸς, ἑκάστου μὲν τὴν προθυμίαν ὡς δρόμον δεχόμενος, ἐπίσης δὲ τὰς τιμὰς εὐτρεπίζων. Οὐ γὰρ προτιμᾶται τὸν δυνάστην, καὶ παρορᾷ τὸν πτωχεύοντα· οὐ δέχεται τὸν ἔνδοξον, καὶ τὸν ἀσθενῆ παραπέμπεται· οὐ στεφανοῖ πολιὰν, ἐξουδενοῖ δὲ νεότητα· οὐ προσμειδιᾷ τῷ δικαίῳ, προστρέχοντα δὲ τὸν ἁμαρτωλὸν ὑποβλέπεται· ἀλλὰ πᾶσιν ἴσως ἐφαπλοῖ τῶν οἰκτιρμῶν τὴν σαγήνην, πάντας ὁμοίως ἐφέλκεται τῷ τῆς εὐσεβείας δικτύῳ.

(περισσότερα…)

Άγιος Ιωάννης ο Χρυσόστομος – Έργα του.

Άγιος Ιωάννης ο Χρυσόστομος (349-407 μ.Χ.)

Πηγή : el.wikisource.org

Άγιος Ιωάννης ο Χρυσόστομος – Κατά Ιουδαίων, λόγοι οκτώ.

Του εν Αγίοις Πατρός ημών, Ιωάννου του Χρυσοστόμου, Αρχιεπισκόπου Κωνσταντινουπόλεως

Λόγοι Κατά Ιουδαίων

Ελληνική Πατρολογία (PG), Τόμος 48,σελίδες 843-942.

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Α’ (πρώτος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Β’ (δεύτερος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Γ’ (τρίτος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Δ’ (τέταρτος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Ε’ (πέμπτος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος ς’ (έκτος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Ζ’ (έβδομος)

Αγίου Ιωάννου του Χρυσοστόμου – Κατά Ιουδαίων, Λόγος Η’ (όγδοος)