Άγιος Βασίλειος Καισαρείας, ο Μέγας. Ομιλία Ι’, Κατά οργιζομένων. (PG 31, σελ. 353 – 372).

 

Άγιος Βασίλειος Καισαρείας, ο Μέγας.

Ομιλία Ι’, Κατά οργιζομένων.  (PG 31, σελ. 353 – 372).

1. Ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ τὸν λόγον τῆς τέχνης γίγνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ’ αὐτῶν ὠφέλιμον διαδείκνυται· οὕτως ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν μαρτυροῦσαν λάβῃ τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται.

Ἀκούοντες μὲν γὰρ τῶν Παροιμιῶν διαῤῥήδην ἀποφαινομένων, ὅτι Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους · ἀκούοντες δὲ καὶ ἀποστολικῶν παραινέσεων· Πᾶσα ὀργὴ καὶ θυμός καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ· καὶ τοῦ Κυρίου λέγοντος τὸν ὀργιζόμενον εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχον εἶναι τῇ κρίσει· νῦν ὅτε εἰς πεῖραν ἤλθομεν τοῦ πάθους, οὐκ ἐν ἡμῖν γενομένου, ἀλλ’ ἔξωθεν ἡμῖν προσπεσόντος ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου, τότε μάλιστα τὸ θαυμαστὸν τῶν θείων παραγγελμάτων ἐπέγνωμεν.

(περισσότερα…)

Advertisements

Άγιος Βασίλειος Καισαρείας ο Μέγας – Επιτάφιος εις τον Μέγαν Βασίλειον επίσκοπον Καισαρείας Καππαδοκίας (Λόγος μγ΄του Αγίου Γρηγορίου Ναζιανζηνού).

1. Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προθεὶς ὁ μέγας Βασίλειος, καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδείς, ἑαυτὸν νῦν ἡμῖν προθήσειν, ὑπόθεσιν ἀγώνων μεγίστην τοῖς περὶ λόγους ἐσπουδακόσιν. Οἶμαι γάρ, εἴ τις τῆς ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενος, ἔπειτα πρὸς μέτρον κρῖναι ταύτην θελήσειε, μίαν ἐκ πασῶν ὑπόθεσιν προστησά μενος, καθάπερ οἱ ζωγράφοι τοὺς ἀρχετύπους πίνακας, ταύτην ἂν ὑφελὼν μόνην, ὡς λόγου κρείττονα, τῶν ἄλλων ἑλέσθαι τὴν πρώτην· τοσοῦτον ἔργον ἡ τοῦ ἀνδρὸς εὐφημία, μὴ ὅτι γε ἡμῖν τοῖς πάλαι πᾶν τὸ φιλότιμον κατα λύσασιν, ἀλλὰ καὶ οἷς βίος ἐστὶν ὁ λόγος, ἑν τοῦτο ἐσπου δακόσι καὶ μόνον, ταῖς τοιαύταις ἐνευδοκιμεῖν ὑποθέσεσιν! Ἔχω μὲν οὕτω περὶ τούτων καί, ὡς ἐμαυτὸν πείθω, λίαν ὀρθῶς. Οὐκ οἶδα δὲ εἰς ὅ τι ἂν ἄλλο χρησαίμην τοῖς λόγοις μὴ νῦν χρησάμενος. ἢ ὅ τί ποτ᾿ ἂν μᾶλλον ἢ ἐμαυτῷ χαρισαίμην ἢ τοῖς ἀρετῆς ἐπαινέταις ἢ τοῖς λόγοις αὐτοῖς, ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας. Ἐμοί τε γὰρ ἔσται τοῦτο χρέος ἱκανῶς ἀφωσιωμένον· χρέος δέ, εἴπερ ἄλλο τι, τοῖς ἀγαθοῖς τά τε ἄλλα καὶ περὶ τὸν λόγον, ὁ λόγος. Ἐκεί νοις θ᾿ ἅμα μὲν ἡδονὴ %ἂν& γένοιτο, καὶ ἅμα παράκλησις εἰς ἀρετήν, [ὁ λόγο]ς. Ὧν γὰρ τοὺς ἐπαίνους, οἶδα τούτων σαφῶς καὶ τὰς ἐπιδόσεις· [ἐπ᾿ οὐδενὸς οὖν τῶν ἁπάντων, οὐκ ἔστιν ἐφ᾿ ὅτῳ οὐχὶ τῶν ἁπάντων]. Τοῖς τε λόγοις αὐτοῖς ἀμφοτέρωθεν ἂν ἔχοι τὸ πρᾶγμα καλῶς· εἰ μὲν ἐγγὺς ἔλθοιεν τῆς ἀξίας, τὴν ἑαυτῶν ἐπιδεδειγμένοις δύναμιν· εἰ δὲ πλεῖστον ἀπολειφθεῖεν, ὃ πᾶσα παθεῖν ἀνάγκη τοῖς ἐκεῖ νον ἐγκωμιάζουσιν, ἔργῳ δεδηλωκόσι τὴν ἧτταν, καὶ τὸ κρείττω ἢ κατὰ λόγου δύναμιν εἶναι τὸν εὐφημούμενον.

(περισσότερα…)

Άγιος Βασίλειος Καισαρείας ο Μέγας – Λόγος εις το Πρόσεχε σεαυτώ.

Τοῦ λόγου τὴν χρῆσιν δέδωκεν ἡμῖν ὁ κτίσας ἡμᾶς θεός, ἵνα τὰς βουλὰς τῶν καρδιῶν ἀλλήλοις ἀποκαλύπτωμεν, καὶ διὰ τὸ κοινωνικὸν τῆς φύσεως ἕκαστος τῷ πλησίον μεταδιδῶμεν, ὥσπερ ἔκ τινων ταμιείων, τῶν κρυπτῶν τῆς καρδίας προφέροντες τὰ βουλεύματα. Εἰ μὲν γὰρ γυμνῇ τῇ ψυχῇ διεζῶμεν, εὐθὺς ἂν ἀπὸ τῶν νοημάτων ἀλλήλοις συνεγινόμεθα· ἐπειδὴ δὲ ὑπὸ παραπετάσματι τῇ σαρκὶ καλυπτομένη ἡμῶν ἡ ψυχὴ τὰς ἐννοίας ἐργάζεται, ῥημάτων δεῖται καὶ ὀνομάτων πρὸς τὸ δημοσιεύειν τὰ ἐν τῷ βάθει κείμενα. Ἐπειδὰν οὖν ποτε λάβηται φωνῆς σημαντικῆς ἡ ἔννοια ἡμῶν, ὥσπερ πορθμείῳ τινὶ τῷ λόγῳ ἐποχουμένη, διαπερῶσα τὸν ἀέρα, ἐκ τοῦ φθεγγομένου μεταβαίνει πρὸς τὸν ἀκούοντα· κἂν μὲν εὕρῃ γαλήνην βαθεῖαν καὶ ἡσυχίαν, ὥσπερ λιμέσιν εὐδίοις καὶ ἀχειμάστοις ταῖς ἀκοαῖς τῶν μανθανόντων ὁ λόγος ἐγκαθορμίζεται· ἐὰν δὲ οἷόν τις ζάλη τραχεῖα ὁ παρὰ τῶν ἀκουόντων θόρυβος ἀντιπνεύσῃ, ἐν μέσῳ τῷ ἀέρι διαλυθεὶς ἐναυάγησεν. Ποιήσατε τοίνυν γαλήνην τῷ λόγῳ διὰ τῆς σιωπῆς. Ἴσως γὰρ ἄν τι φανείη χρήσιμον ἔχων τῶν ἀγωγίμων. Δυσθήρατός ἐστιν ὁ τῆς ἀληθείας λόγος, ῥᾳδίως δυνάμενος ἐκφυγεῖν τοὺς μὴ προσέχοντας, οὕτω τοῦ πνεύματος οἰκονομήσαντος συνεσταλμένον αὐτὸν εἶναι καὶ βραχύν, ὥστε πλεῖστα ἐν ὀλίγοις δηλοῦν, καὶ διὰ συντομίαν εὔκολον εἶναι τῇ μνήμῃ παρακατέχεσθαι. Καὶ γὰρ φύσει ἀρετὴ λόγου μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον εἰκῇ τοῖς πράγμασι περιρρέοντα. Ὁποῖος οὖν δή ἐστι καὶ ὁ ἀρτίως ἡμῖν ἐκ τῶν Μωυσέως βίβλων ἀνεγνωσμένος, οὗ μέμνησθε πάντως οἵ γε φιλόπονοι, πλὴν εἰ μή που διὰ βραχύτητα παρέδραμεν ὑμῶν τὰς ἀκοάς. Ἔχει δὲ ἡ λέξις οὕτως. Πρόσεχε σεαυτῷ, μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. Εὔκολοί ἐσμεν πρὸς τὰς κατὰ διάνοιαν ἁμαρτίας οἱ ἄνθρωποι. Διόπερ ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, εἰδὼς ὅτι τὸ πλεῖστον τῆς ἁμαρτίας ἐν τῇ ὁρμῇ πληροῦται τῇ κατὰ πρόθεσιν, τὴν ἐν τῷ ἡγεμονικῷ καθαρότητα πρώτην ἡμῖν διετάξατο. Ὧι γὰρ μάλιστα προχείρως ἐξαμαρτάνομεν, τοῦτο πλείονος φυλακῆς καὶ ἐπιμελείας ἠξίωσεν. Ὥσπερ γὰρ τῶν σωμάτων τὰ ἀσθενέστερα οἱ προμηθέστεροι τῶν ἰατρῶν ταῖς προφυλακτικαῖς ὑποθήκαις πόρρωθεν ἀσφαλίζονται, οὕτως ὁ κοινὸς κηδεμὼν καὶ ἀληθινὸς τῶν ψυχῶν ἰατρός, ὃ μάλιστα ἡμῶν εἶδε πρὸς ἁμαρτίαν ὀλισθηρότερον, τοῦτο ἰσχυροτέραις προκατελάβετο φυλακαῖς. Αἱ μὲν γὰρ διὰ τοῦ σώματος πράξεις καὶ χρόνου δέονται καὶ εὐκαιρίας καὶ καμάτων καὶ συνεργῶν καὶ τῆς λοιπῆς χορηγίας. Αἱ δὲ τῆς διανοίας κινήσεις ἀχρόνως ἐνεργοῦνται, ἀκόπως ἐπιτελοῦνται, ἀπραγματεύτως συνίστανται, πάντα καιρὸν ἐπιτήδειον ἔχουσιν. Καὶ πού τις τῶν σοβαρῶν καὶ κατωφρυωμένων ἐπὶ σεμνότητι, πλάσμα σωφροσύνης ἔξωθεν περικείμενος, ἐν μέσοις καθεζόμενος πολλάκις τοῖς ἐπ’ ἀρετῇ αὐτὸν μακαρίζουσιν, ἀπέδραμε τῇ διανοίᾳ πρὸς τὸν τῆς ἁμαρτίας τόπον ἐν τῷ ἀφανεῖ τῆς καρδίας κινήματι. Εἶδε τῇ φαντασίᾳ τὰ σπουδαζόμενα, ἀνετυπώσατό τινα ὁμιλίαν οὐκ εὐπρεπῆ, καὶ ὅλως ἐν τῷ κρυφαίῳ τῆς καρδίας ἐργαστηρίῳ ἐναργῆ τὴν ἡδονὴν ἑαυτῷ ζωγραφήσας, ἀμάρτυρον ἔσω τὴν ἁμαρτίαν εἰργάσατο, ἄγνωστον πᾶσιν, ἕως ἂν ἔλθῃ ὁ ἀποκαλύπτων τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν. Φύλαξαι οὖν μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. Ὁ γὰρ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Διότι αἱ μὲν τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται· ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων τῷ τάχει τῶν νοημάτων συναπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Ὅπου οὖν ὀξὺ τὸ παράπτωμα, ταχεῖα δέδοται ἡμῖν ἡ φυλακή. Διαμαρτύρεται γάρ· μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. Μᾶλλον δὲ ἐπ’ αὐτὴν τοῦ λόγου τὴν ἀρχὴν ἀναδράμωμεν.

(περισσότερα…)

Άγιος Βασίλειος Καισαρείας ο Μέγας – Περί νηστείας λόγος β´.

Παρακαλεῖτε, φησίν, ἱερεῖς, τὸν λαόν· λαλήσατε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Ἱκανὴ τοῦ λόγου ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥᾳθύμων καὶ νωθρῶν ἐπεγεῖραι τὸ πρόθυμον. Ὅθεν στρατηγοὶ μέν, εἰς παράταξιν τὸν στρατὸν καθιστῶντες, τοῖς παρακλητικοῖς λόγοις πρὸ τῶν ἀγώνων κέχρηνται, καὶ τοσαύτην ἔχει δύναμιν ἡ παραίνεσις, ὥστε πολλοῖς καὶ θανάτου πολλάκις καταφρόνησιν ἐμποιεῖν· γυμνασταὶ δὲ καὶ παιδοτρίβαι, πρὸς τοὺς ἐν τοῖς σταδίοις ἀγῶνας τοὺς ἀθλοῦντας προσάγοντες, πολλὰ περὶ τοῦ χρῆναι πονεῖν ὑπὲρ τῶν στεφάνων διακελεύονται· ὥστε καὶ συνεπείσθησαν πολλοὶ τῇ περὶ τὴν νίκην φιλοτιμίᾳ τῶν σωμάτων ὑπεριδεῖν. Καὶ τοίνυν καὶ ἐμοί, τοὺς Χριστοῦ στρατιώτας πρὸς τὸν κατὰ τῶν ἀοράτων ἐχθρῶν πόλεμον διατάσσοντι, καὶ τοὺς ἀθλητὰς τῆς εὐσεβείας ἐπὶ τοὺς τῆς δικαιοσύνης στεφάνους διὰ τῆς ἐγκρατείας παρασκευάζοντι, ἀναγκαῖος ὁ λόγος τῆς παρακλήσεως. Τί οὖν φημι, ἀδελφοί; Ὅτι τοὺς μὲν τὰ τακτικὰ μελετῶντας, καὶ τοὺς ἐν παλαίστραις διαπονουμένους, ἀκόλουθόν ἐστι τῇ δαψιλείᾳ τῆς τροφῆς κατασαρκοῦν ἑαυτούς, ὡς ἂν εὐτονώτερον τῶν πόνων ἀντιλαμβάνοιντο· οἷς δὲ Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, τούτοις διὰ τῆς ἐγκρατείας καὶ τῆς νηστείας ἀναγκαῖόν ἐστι τὸ πρὸς τὸν ἀγῶνα καταγυμνάζεσθαι. Ἔλαιον μὲν γὰρ πιαίνει τὸν ἀθλητήν· νηστεία δὲ τὸν ἀσκητὴν τῆς εὐσεβείας κρατύνει. Ὥστε ὅσον ὑφαιρεῖς τῆς σαρκός, τοσοῦτον ποιήσεις τῆς πνευματικῆς εὐεξίας τὴν ψυχὴν ἀποστίλβειν. Οὐ γὰρ σωματικοῖς τόνοις, ἀλλὰ καρτερίᾳ ψυχῆς καὶ τῇ πρὸς τὰς θλίψεις ὑπομονῇ τὸ πρὸς τοὺς ἀοράτους ἐχθροὺς περιγίνεται κράτος.

(περισσότερα…)

Άγιος Βασίλειος Καισαρείας ο Μέγας – Περί νηστείας λόγος α´.

Σαλπίσατε, φησίν, ἐν νεομηνίᾳ, σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Τοῦτο πρόσταγμα ἐστι προφητικόν. Ἡμῖν δὲ πάσης σάλπιγγος μεγαλοφωνότερον, καὶ παντὸς ὀργάνου μουσικοῦ εὐσημότερον, τὴν προάγουσαν τῶν ἡμερῶν ἑορτὴν ὑποσημαίνει τὰ ἀναγνώσματα. Ἐγνωρίσαμεν γὰρ τῶν νηστειῶν τὴν χάριν ἐκ τοῦ Ἡσαΐου, τὸν μὲν Ἰουδαϊκὸν τῆς νηστείας τρόπον παρωσαμένου, τὴν δὲ ἀληθινὴν νηστείαν ἡμῖν παραδείξαντος. Μὴ εἰς κρίσεις καὶ μάχας νηστεύετε, ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας. Καὶ ὁ Κύριος· Μὴ γίνεσθε σκυθρωποί, ἀλλὰ νίψαι σου τὸ πρόσωπον καὶ ἄλειψαί σου τὴν κεφαλήν. Διατεθῶμεν τοίνυν, ὡς ἐδιδάχθημεν, μὴ κατασκυθρωπάζοντες ἐπὶ ταῖς προσιούσαις ἡμέραις, ἀλλὰ φαιδρῶς πρὸς αὐτάς, ὡς πρέπει ἁγίοις, διατιθέμενοι. Οὐδεὶς ἀθυμῶν στεφανοῦται· οὐδεὶς στυγνάζων τρόπαιον ἵστησι. Μὴ σκυθρωπάσῃς θεραπευόμενος. Ἄτοπον μὴ χαίρειν ἐπὶ ὑγείᾳ ψυχῆς, ἀλλὰ λυπεῖσθαι ἐπὶ βρωμάτων ὑπαλλαγῇ, καὶ πλείονα χάριν φαίνεσθαι διδόντας ἡδονῇ γαστρὸς ἢ ἐπιμελείᾳ ψυχῆς. Κόρος μὲν γὰρ εἰς γαστέρα τὴν χάριν ἵστησι· νηστεία δὲ πρὸς ψυχὴν ἀναβιβάζει τὸ κέρδος. Εὐθύμησον, ὅτι σοι δέδοται παρὰ τοῦ ἰατροῦ φάρμακον ἁμαρτίας ἀναιρετικόν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς ἐγκάτοις τῶν παίδων ζωογονούμενοι σκώληκες φαρμάκοις τισὶ δριμυτάτοις ἐξαφανίζονται, οὕτως ἁμαρτίαν, ὑποικουροῦσαν τῷ βάθει, ἐναποκτείνει τῇ ψυχῇ ἐπεισελθοῦσα νηστεία, ἥγε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξία.

(περισσότερα…)

Άγιος Βασίλειος Καισαρείας ο Μέγας – Επιστολή παραμυθητική προς την ομόζυγον Αρινθαίου.

Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει αὐτοὺς ἡμᾶς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. Οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραΰναμεν καὶ τῇ σῇ σεμνότητι τὸ τῆς παρακλήσεως εἰκὸς ἀπεπληρώσαμεν. Ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σῶμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἦλθον ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα.

Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; Τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπ᾿ αὐτῷ ἀφεῖναι δάκρυον; Ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. Ἀλλ᾿ ὅμως ἐλογισάμεθα ὅτι ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα τοῖς καθήκουσι χρόνοις πάλιν ὑπὸ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. Ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν τὸ συμβὰν παρακαλοῦμεν καί, ὡς οἷόντε, μετρίως φέρειν τὴν συμφοράν. Ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν καὶ τὴν πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλ᾿ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει δι᾿ ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης.

(περισσότερα…)

Άγιος Βασίλειος Καισαρείας ο Μέγας – Επιστολή παραμυθητική προς την ομόζυγον Νεκταρίου.

Ἔμελλον ἀποσιωπᾶν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. Ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. Οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα, καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. Ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. Ὦ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;

(περισσότερα…)

Άγιος Βασίλειος Καισαρείας ο Μέγας. Έργα του.

Ο Άγιος Βασίλειος Καισαρείας, γνωστότερος ως Μέγας Βασίλειος (330–379 μ.Χ.), υπήρξε Πατέρας της Εκκλησίας, Αρχιεπίσκοπος Καισαρείας, κορυφαίος θεολόγος του 4ου αιώνα και ένας από τους Τρεις Ιεράρχες, που θεωρούνται προστάτες της παιδείας.

Πηγή : el.wikisource.org