Άγιος Αθανάσιος Αλεξανδρείας ο Μέγας – Λόγος κατά ειδώλων (νεοελληνική απόδοση)

Άγιος Αθανάσιος ο Μέγας – Λόγος κατά ειδώλων (νεοελληνική απόδοση)

Η γνώση της αλήθειας για τον Θεό και τον κόσμο
δεν είναι τόσο ανάγκη να έχει ως δασκάλους ανθρώπους.
Μπορεί από μόνη της να γίνει γνωστή. Την καθιστούν γνωστή
τα έργα της και κυρίως η διδασκαλία του Χριστού που την παρουσιάζει πιο
λαμπρή κι από τον ήλιο.

Επειδή όμως ποθείς ν’ ακούσεις τα σχετικά μ’ αυτή τη
γνώση, έλα, αγαπητέ μου, να σου πω λίγα, απ’ όσα γνωρίζω, για τη
χριστιανική πίστη. Μπορείς βέβαια να τα μάθεις κι από την Αγία Γραφή, αλλά
κι απ’ άλλους, αφού αγαπάς τη γνώση. Η Αγία Γραφή,
όντας θεόπνευστη, αρκεί από μόνη της να σου γνωρίσει την αλήθεια
Υπάρχουν ακόμη γι’ αυτό το σκοπό και πολλά συγγράμματα των αγίων
Πατέρων. Όποιος τα μελετά, θα μάθει την ορθή ερμηνεία της Γραφής
Και θα πάρει τη γνώση που επιθυμεί.

(περισσότερα…)

Advertisements

Άγιος Αθανάσιος Αλεξανδρείας ο Μέγας – Λόγος κατά ειδώλων

Άγιος Αθανάσιος ο Μέγας – Λόγος κατά ειδώλων

1. Ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις οὐ
τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ᾿
ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ᾿ ἡμέραν τοῖς ἔργοις
κέκραγε, καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς Χριστοῦ διδασκαλίας
ἐπιδείκνυται·

ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε, ὦ
μακάριε, ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ Χριστὸν πίστεως
ἐκθώμεθα, δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν,
φιλοκάλως δὲ ὅμως καὶ παρ᾿ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσιν
αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν·
εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα
συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν
γραφῶν ἑρμηνείαν, ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται. ἀλλ᾿
ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν,
ἀναγκαῖόν ἐστιν ἃ παρ᾿ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ
γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν Σωτῆρα Χριστὸν πίστιν· ἵνα μήτε
εὐτελῆ τις τὴν τοῦ καθ᾿ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε
ἄλογον τὴν εἰς Χριστὸν πίστιν ὑπολάβῃ·

(περισσότερα…)

Άγιος Αθανάσιος Αλεξανδρείας ο Μέγας – Εις τον Μέγαν Αθανάσιον επίσκοπον Αλεξανδρείας (Λόγος κα΄του Αγίου Γρηγορίου Ναζιανζηνού).

1. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέσαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλαγῶσι. Καθ᾿ ὃ καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσομαι, παρ᾿ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢ πολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις.

(περισσότερα…)

Άγιος Αθανάσιος Αλεξανδρείας ο Μέγας – Εγκώμιον εις τον Άγιον Ανδρέαν τον Απόστολον.

Α’ . Ὁρῶν τὴν λαμπρὰν ταύτην ἀγέλην τοῦ Πνεύματος καὶ εἰς τὸ γαληνὸν ἀληθῶς καὶ ἀκύμαντον πέλαγος, ἀποστολικὴν ὑπερβεβλημένην σαγήνην, τῆς δεσποτικῆς φωνῆς ὑπομιμνήσκομαι βοώσης• «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». Ὢ φωνῆς ἐνεργοῦς! Ὢ ρημάτων διὰ πραγμάτων γνωριζομένων! Ὢ τῆς ἀληθοῦς ὑποσχέσεως καθ’ ἡμέραν αὐξανομένης! Τίνος γὰρ ἡ πολυάνθρωπος αὕτη θήρα; Τὶς ὁ τὴν περιφανῆ ταύτην ἀθροίσας πανήγυριν, ἢ δῆλον, ὡς ὁ περιφανὴς τῶν ἀποστόλων Ἀνδρέας; ὁ ἁπλώσας τῆς γλώττης καὶ τῆς μνήμης τὰ θήρατρα• ἵνα, τὴν ἱεράν ταύτην ἐμπλήσας ὁλκάδα τοῖς οἴαξι τῆς ἀποστολῆς, πρὸς οὐρανὸν ἰθύνη τὸ σκάφος. Καὶ ποῖα τὰ τῆς ἄγρας πρωτεῖα; Ποῖα δὲ τῶν καμάτων τὰ ἀκροθίνια; Οἱ τὸν τῆς ἱερωσύνης περίβολον ταῖς ἀρεταῖς περιφαιδρύνοντες. Οἱ πρῶτοι τὰς ἀποστολικὰς ταύτας ὑπερθέντες ἀγκάλας, καὶ τοὺς ἔξω πλανωμένους πρὸς σωτηρίαν ἀγρεύσαντες. Ἀλλ’ ἢ καὶ τῆς παρούσης ἡμῖν πανηγύρεως ὁ μέγας οὗτος Ἀνδρέας τὰς προφάσεις δέδωκεν• ἀλλ’ ὅ γε πᾶς τῶν ἀποστόλων συνεκτιμᾶται χορός. Οὕς γὰρ ἡ χάρις συνῆψεν, οὐ διίστησι τόπος. Καὶ καθάπερ εἴ τις τῶν ἐκ πολυτελείας διηνθισμένων λίθων ἐπαινεῖν ἐθελήσειε στέφανον, ὅτου ἂν τοῖς ἐπαίνοις περιδράξηται μέρους, τὸν ὅλον συνθαυμάζει τοῖς μέρεσι• ἢ καθάπερ, χρυσῆν τινα σειρὰν ὁρῶν τις, ὅπη ἂν ἅψαιτο, τὸ πᾶν συνεκίνησεν• οὕτω καὶ ὁ πρὸς ἕνα τῶν ἀποστόλων λόγος βαδίζων δι’ αὐτοῦ συνέχει τοὺς ἅπαντας κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν• «Εἰ χαίρει ἕν μέλος, συγχαίρει πάντα τὰ μέλη». Ποίαν γὰρ ἂν μελῶν ἁρμονίαν οὕτως ἡ φύσις ἐξύφηνεν, ὡς τὴν τῶν ἀποστόλων χορείαν ἡ τοῦ Πνεύματος χάρις συνήρμοσε; Μία γὰρ ὄντως χάρις, ἡ τοὺς ἀποστόλους τῷ Δεσπότῃ στρατολογήσασα.

(περισσότερα…)

Άγιος Αθανάσιος Αλεξανδρείας ο Μέγας – Βίος και πολιτεία του Αγίου Αντωνίου.

Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὤν, ἐτρέφετο παρὰ τοῖς γονεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προέκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακώβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσέχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει.

(περισσότερα…)

Άγιος Αθανάσιος Αλεξανδρείας ο Μέγας – Έργα του.

Ο Άγιος Αθανάσιος Αλεξανδρείας ή Μέγας Αθανάσιος (περ. 298– 2 Μαΐου 373 μ.Χ.), ήταν Χριστιανός επίσκοπος και Πατριάρχης Αλεξανδρείας της Αιγύπτου κατά τον 4ο μ.Χ. αιώνα. Αποτελεί έναν από τους τέσσερις μεγάλους Πατέρες της Ορθοδόξου Εκκλησίας.

Πηγή : el.wikisource.org