Ἀποστολικοὶ Κανόνες – Ἱεροὶ Κανόνες τῶν Ἁγίων καὶ Πανσέπτων Ἀποστόλων

Ἀποστολικοὶ Κανόνες

Ἱεροὶ Κανόνες τῶν Ἁγίων καὶ Πανσέπτων Ἀποστόλων

Κανὼν Α´

Ἐπίσκοπος χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν.

Κανὼν B´

Πρεσβύτερος ὑπὸ ἑνὸς ἐπισκόπου χειροτονείσθω, καὶ διάκονος, καὶ οἱ λοιποὶ κληρικοί.

Κανὼν Γ´

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, παρὰ τὴν τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ, προσενέγκῃ ἕτερά τινα ἐπὶ τὸ θυσιαστήριον, ἢ μέλι, ἢ γάλα, ἢ ἀντὶ οἴνου σίκερα ἐπιτηδευτά, ἢ ὄρνεις ἢ ζῶά τινα, ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω· πλὴν νέων χίδρων, ἢ σταφυλῆς, τῷ καιρῷ τῷ δέοντι. Μὴ ἐξὸν δὲ ἔστω προσάγεσθαί τι ἕτερον πρὸς τὸ θυσιαστήριον, ἢ ἔλαιον εἰς τὴν λυχνίαν, καὶ θυμίαμα τῷ καιρῷ τῆς ἁγίας προσφορᾶς.

(περισσότερα…)