Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Ι΄

ΒΙΒΛΙΟΝ Ι´

Τάδε καὶ ἡ δεκάτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς
ἱστορίας
Α Περὶ τῆς ἐκ θεοῦ πρυτανευθείσης ἡμῖν εἰρήνης.
Β Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως.
Γ Περὶ τῶν κατὰ πάντα τόπον ἐγκαινίων.
Δ Πανηγυρικὸς ἐπὶ τῇ τῶν πραγμάτων φαιδρότητι.
Ε Ἀντίγραφα βασιλικῶν νόμων περὶ τῶν Χριστιανῶν
προσηκόντων.
Ϛ Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς δι᾿ ἧς χρήματα ταῖς
ἐκκλησίαις δωρεῖται.
Ζ Ἀντίγραφον βασιλικῆς ἐπιστολῆς δι᾿ ἧς τοὺς προεστῶ-
τας τῶν ἐκκλησιῶν πάσης ἀπολελύσθαι τῆς περὶ τὰ
πολιτικὰ λειτουργίας προστάττει.
Η Περὶ τῆς Λικιννίου εἰς ὕστερον κακοτροπίας καὶ τῆς
καταστροφῆς αὐτοῦ.
Θ Περὶ τῆς νίκης Κωνσταντίνου καὶ τῶν ὑπ᾿ αὐτοῦ τοῖς
ὑπὸ τὴν Ῥωμαίων ἐξουσίαν ὑπαρξάντων.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Θ΄

ΒΙΒΛΙΟΝ Θ´

Τάδε καὶ ἡ ἐνάτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς
ἱστορίας
Α Περὶ τῆς ἐπιπλάστου ἀνέσεως.
Β Περὶ τῆς μετέπειτα διαστροφῆς.
Γ Περὶ τοῦ κατὰ Ἀντιόχειαν νεοπαγοῦς ξοάνου.
Δ Περὶ τῶν καθ᾿ ἡμῶν ψηφισμάτων.
Ε Περὶ τῶν ἐπιπλάστων ὑπομνημάτων.
Ϛ Περὶ τῶν ἐν τῷδε τῷ χρόνῳ μεμαρτυρηκότων.
Ζ Περὶ τῆς καθ᾿ ἡμῶν ἐν στήλαις ἀνατεθείσης γραφῆς.
Η Περὶ τῶν μετὰ ταῦτα συμβεβηκότων ἐν λιμῷ καὶ
λοιμῷ καὶ πολέμοις.
Θ Περὶ τῆς τῶν τυράννων καταστροφῆς τοῦ βίου, καὶ
οἵαις ἐχρήσαντο πρὸ τῆς τελευτῆς φωναῖς.
Θa Ἀντίγραφον ἑρμηνείας ἐπιστολῆς τοῦ τυράννου.
Ι Περὶ τῆς τῶν θεοφιλῶν βασιλέων νίκης.
ΙΑ Περὶ τῆς ὑστάτης ἀπωλείας τῶν τῆς θεοσεβείας
ἐχθρῶν.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Η΄

ΒΙΒΛΙΟΝ Η´

Τάδε καὶ ἡ ὀγδόη περιέχει βίβλος
τῆς ἐκκλησιαστικῆς ἱστορίας
Α Περὶ τῶν πρὸ τοῦ καθ᾿ ἡμᾶς διωγμοῦ.
Β Περὶ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως.
Γ Περὶ τοῦ τρόπου τῶν κατὰ τὸν διωγμὸν ἠγωνισμένων.
Δ Περὶ τῶν ἀοιδίμων τοῦ θεοῦ μαρτύρων, ὡς πάντα τόπον
ἔπλησαν τῆς ἑαυτῶν μνήμης, ποικίλους τοὺς ὑπὲρ
εὐσεβείας ἀναδησάμενοι στεφάνους.
Ε Περὶ τῶν κατὰ Νικομήδειαν.
Ϛ Περὶ τῶν κατὰ τοὺς βασιλικοὺς οἴκους.
Ζ Περὶ τῶν κατὰ Φοινίκην Αἰγυπτίων.
Η Περὶ τῶν κατὰ τὴν Αἴγυπτον.
Θ Περὶ τῶν κατὰ Θηβαΐδα.
Ι Φιλέου μάρτυρος περὶ τῶν κατ᾿ Ἀλεξάνδρειαν πεπραγ-
μένων ἔγγραφοι διδασκαλίαι.
ΙΑ Περὶ τῶν κατὰ Φρυγίαν.
ΙΒ Περὶ πλείστων ἑτέρων ἀνδρῶν τε καὶ γυναικῶν δια-
φόρως ἠγωνισμένων.
ΙΓ Περὶ τῶν τῆς ἐκκλησίας προέδρων τῶν τὸ γνήσιον ἧς
ἐπρέσβευον εὐσεβείας διὰ τοῦ σφῶν αἵματος ἐπιδε-
δειγμένων.
ΙΔ Περὶ τοῦ τρόπου τῶν τῆς εὐσεβείας ἐχθρῶν.
ΙΕ Περὶ τῶν τοῖς ἐκτὸς συμβεβηκότων.
ΙϚ Περὶ τῆς ἐπὶ τὸ κρεῖττον τῶν πραγμάτων μεταβολῆς.
ΙΖ Περὶ τῆς τῶν κρατούντων παλινῳδίας.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Ζ΄

ΒΙΒΛΙΟΝ Ζ´

Ζ
Τάδε καὶ ἡ ἑβδόμη περιέχει βίβλος
τῆς ἐκκλησιαστικῆς ἱστορίας
Α Περὶ τῆς Δεκίου καὶ Γάλλου κακοτροπίας.
Β Οἱ κατὰ τούσδε Ῥωμαίων ἐπίσκοποι.
Γ Ὅπως Κυπριανὸς ἅμα τοῖς κατ᾿ αὐτὸν ἐπισκόποις τοὺς
ἐξ αἱρετικῆς πλάνης ἐπιστρέφοντας λουτρῷ δεῖν
καθαίρειν πρῶτος ἐδογμάτισεν.
Δ Ὁπόσας περὶ τούτου Διονύσιος συνέταξεν ἐπιστολάς.
Ε Περὶ τῆς μετὰ τὸν διωγμὸν εἰρήνης.
Ϛ Περὶ τῆς κατὰ Σαβέλλιον αἱρέσεως.
Ζ Περὶ τῆς τῶν αἱρετικῶν παμμιάρου πλάνης καὶ τῆς
θεοπόμπου ὁράσεως Διονυσίου οὗ τε παρείληφεν
ἐκκλησιαστικοῦ κανόνος.
Η Περὶ τῆς κατὰ Νοουάτον ἑτεροδοξίας.
Θ Περὶ τοῦ τῶν αἱρετικῶν ἀθέου βαπτίσματος.
Ι Περὶ Οὐαλεριανοῦ καὶ τοῦ κατ᾿ αὐτὸν διωγμοῦ.
ΙΑ Περὶ τῶν τότε Διονυσίῳ καὶ τοῖς κατ᾿ Αἴγυπτον
συμβάντων.
ΙΒ Περὶ τῶν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης μαρτυρη-
σάντων.
ΙΓ Περὶ τῆς κατὰ Γαλλιῆνον εἰρήνης.
ΙΔ Οἱ κατ᾿ ἐκεῖνο συνηκμακότες ἐπίσκοποι.
ΙΕ Ὅπως κατὰ Καισάρειαν Μαρῖνος ἐμαρτύρησεν.
ΙϚ Ἡ κατὰ Ἀστύριον ἱστορία.
ΙΖ Περὶ τῶν κατὰ Πανεάδα σημείων τῆς τοῦ σωτῆρος
ἡμῶν μεγαλουργίας.
ΙΗ Περὶ τοῦ θρόνου Ἰακώβου.
ΙΘ Περὶ τῶν ἑορταστικῶν Διονυσίου ἐπιστολῶν, ἔνθα
καὶ περὶ τοῦ πάσχα κανονίζει.
Κ Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβάντων.
ΚΑ Περὶ τῆς ἐπισκηψάσης νόσου.
ΚΒ Περὶ τῆς Γαλλιήνου βασιλείας.
ΚΓ Περὶ Νέπωτος καὶ τοῦ κατ᾿ αὐτὸν σχίσματος.
ΚΔ Περὶ τῆς Ἰωάννου ἀποκαλύψεως.
ΚΕ Περὶ τῶν ἐπιστολῶν Διονυσίου.
ΚϚ Περὶ Παύλου τοῦ Σαμοσατέως καὶ τῆς ἐν Ἀντιοχείᾳ
συστάσης ὑπ᾿ αὐτοῦ αἱρέσεως.
ΚΖ Περὶ τῶν τότε γνωριζομένων διαφανῶν ἐπισκόπων.
ΚΗ Ὅπως ὁ Παῦλος ἀπελεγχθεὶς ἐξεκηρύχθη.
ΚΘ Περὶ τῆς τῶν Μανιχαίων ἑτεροδόξου διαστροφῆς ἄρτι
τότε ἀρξαμένης.
Λ Περὶ τῶν καθ᾿ ἡμᾶς αὐτοὺς διαπρεψάντων ἐκκλησιασ-
τικῶν ἀνδρῶν τίνες τε αὐτῶν μέχρι τῆς τῶν
ἐκκλησιῶν πολιορκίας διέμειναν.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον ς΄

ΒΙΒΛΙΟΝ Ϛ´

Τάδε καὶ ἡ Ϛ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας
Α Περὶ τοῦ κατὰ Σευῆρον διωγμοῦ.
Β Περὶ τῆς Ὠριγένους ἐκ παιδὸς ἀσκήσεως.
Γ Ὡς κομιδῇ νέος ὢν τὸν Χριστοῦ λόγον ἐπρέσβευεν.
Δ Ὅσοι δι᾿ αὐτοῦ κατηχηθέντες προήχθησαν μάρτυρες.
Ε Περὶ Ποταμιαίνης.
Ϛ Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως.
Ζ Περὶ Ἰούδα συγγραφέως.
Η Περὶ τοῦ τολμηθέντος Ὠριγένει.
Θ Περὶ τῶν κατὰ Νάρκισσον παραδόξων.
Ι Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων.
ΙΑ Περὶ Ἀλεξάνδρου.
ΙΒ Περὶ Σεραπίωνος καὶ τῶν φερομένων αὐτοῦ λόγων.
ΙΓ Περὶ τῶν Κλήμεντος συγγραμμάτων.
ΙΔ Ὁπόσων ἐμνημόνευσε γραφῶν.
ΙΕ Περὶ Ἡρακλᾶ.
ΙϚ Ὅπως Ὠριγένης περὶ τὰς θείας γραφὰς ἐσπουδάκει.
ΙΖ Περὶ Συμμάχου τοῦ ἑρμηνέως.
ΙΗ Περὶ Ἀμβροσίου.
ΙΘ Ὅσα περὶ Ὠριγένους μνημονεύεται.
Κ Ὅσοι τῶν τηνικάδε φέρονται λόγοι.
ΚΑ Ὅσοι κατὰ τούσδε ἐπίσκοποι ἐγνωρίζοντο.
ΚΒ Ὅσα τῶν Ἱππολύτου εἰς ἡμᾶς ἦλθεν.
ΚΓ Περὶ τῆς Ὠριγένους σπουδῆς καὶ ὡς τοῦ ἐκκλησιαστικοῦ
πρεσβείου ἠξιώθη.
ΚΔ Τίνα ἐπὶ τῆς Ἀλεξανδρείας ἐξηγήσατο.
ΚΕ Ὅπως τῶν ἐνδιαθήκων γραφῶν ἐμνημόνευσεν.
ΚϚ Ὅπως αὐτὸν ἑώρων οἱ ἐπίσκοποι.
ΚΖ Ὡς Ἡρακλᾶς τὴν Ἀλεξανδρέων ἐπισκοπὴν διεδέξατο.
ΚΗ Περὶ τοῦ κατὰ Μαξιμῖνον διωγμοῦ.
ΚΘ Περὶ Φαβιανοῦ ὡς Ῥωμαίων ἐπίσκοπος ἐκ θεοῦ
παραδόξως ἀνεδείχθη.
Λ Ὅσοι γεγόνασιν Ὠριγένους φοιτηταί.
ΛΑ Περὶ Ἀφρικανοῦ.
ΛΒ Τίνα Ὠριγένης ἐν Καισαρείᾳ τῆς Παλαιστίνης
ἐξηγήσατο.
ΛΓ Περὶ τῆς Βηρύλλου παρατροπῆς.
ΛΔ Τὰ κατὰ Φίλιππον.
ΛΕ Ὡς Διονύσιος Ἡρακλᾶ τὴν ἐπισκοπὴν διεδέξατο.
ΛϚ Ὅσα ἄλλα ἐσπούδαστο τῷ Ὠριγένει.
ΛΖ Περὶ τῆς τῶν Ἀράβων διαστάσεως.
ΛΗ Περὶ τῆς Ἑλκεσαιτῶν αἱρέσεως.
ΛΘ Περὶ τῶν κατὰ Δέκιον.
Μ Περὶ τῶν Διονυσίῳ συμβάντων.
ΜΑ Περὶ τῶν ἐπ᾿ αὐτῆς Ἀλεξανδρείας μαρτυρησάντων.
ΜΒ Περὶ ὧν ἄλλων ὁ Διονύσιος ἱστορεῖ.
ΜΓ Περὶ Νοουάτου, οἷός τις ἦν τὸν τρόπον, καὶ περὶ τῆς
κατ᾿ αὐτὸν αἱρέσεως.
ΜΔ Περὶ Σεραπίωνος ἱστορία Διονυσίου.
ΜΕ Ἐπιστολὴ πρὸς Νοουᾶτον Διονυσίου.
ΜϚ Περὶ τῶν ἄλλων Διονυσίου ἐπιστολῶν.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Ε΄

ΒΙΒΛΙΟΝ Ε´

Τάδε καὶ ἡ πέμπτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας
Α Ὅσοι καὶ ὅπως κατὰ Οὐῆρον ἐπὶ τῆς Γαλλίας τὸν ὑπὲρ τῆς εὐσεβείας διεξῆλθον ἀγῶνα.
Β Ὡς οἱ θεοφιλεῖς μάρτυρες τοὺς ἐν τῷ διωγμῷ διαπεπτωκότας ἐθεράπευον δεξιούμενοι.
Γ Ὁποῖα τῷ μάρτυρι Ἀττάλῳ δι᾿ ὀνείρου γέγονεν ἐπιφάνεια.
Δ Ὅπως οἱ μάρτυρες τὸν Εἰρηναῖον δι᾿ ἐπιστολῆς παρετίθεντο.
Ε Ὡς Μάρκῳ Αὐρηλίῳ Καίσαρι ταῖς τῶν ἡμετέρων εὐχαῖς οὐρανόθεν ὁ θεὸς ἐπακούσας ὗσεν.
ΣΤ Τῶν ἐπὶ Ῥώμης ἐπισκοπευσάντων κατάλογος.
Ζ Ὡς καὶ μέχρι τῶν τότε καιρῶν διὰ τῶν πιστῶν δυνάμεις ἐνηργοῦντο παράδοξοι.
Η Ὅπως ὁ Εἰρηναῖος τῶν θείων μνημονεύει γραφῶν.
Θ Οἱ κατὰ Κόμοδον ἐπισκοπεύσαντες.
Ι Περὶ Πανταίνου τοῦ φιλοσόφου.
ΙΑ Περὶ Κλήμεντος τοῦ Ἀλεξανδρέως.
ΙΒ Περὶ τῶν ἐν Ἱεροσολύμοις ἐπισκόπων.
ΙΓ Περὶ Ῥόδωνος καὶ ἧς ἐμνημόνευσεν κατὰ Μαρκίωνα διαφωνίας.
ΙΔ Περὶ τῶν κατὰ Φρύγας ψευδοπροφητῶν.
ΙΕ Περὶ τοῦ κατὰ Βλάστον ἐπὶ Ῥώμης γενομένου σχίσματος.
ΙΣΤ Ὅσα περὶ Μοντανοῦ καὶ τῶν μετ᾿ αὐτοῦ ψευδοπροφητῶν μνημονεύεται.
ΙΖ Περὶ Μιλτιάδου καὶ ὧν συνέταξε λόγων.
ΙΗ Ὅσα καὶ Ἀπολλώνιος τοὺς κατὰ Φρύγας ἀπήλεγξεν καὶ τίνων ἐμνημόνευσεν.
ΙΘ Σεραπίωνος περὶ τῆς τῶν Φρυγῶν αἱρέσεως.
Κ Ὅσα Εἰρηναῖος τοῖς ἐπὶ Ῥώμης σχισματικοῖς ἐγγράφως διείλεκται.
ΚΑ Ὅπως ἐπὶ Ῥώμης Ἀπολλώνιος ἐμαρτύρησεν.
ΚΒ Τίνες κατὰ τούτους ἐπίσκοποι ἐγνωρίζοντο.
ΚΓ Περὶ τοῦ τότε κινηθέντος ἀμφὶ τοῦ πάσχα ζητήματος.
ΚΔ Περὶ τῆς κατὰ τὴν Ἀσίαν διαφωνίας.
ΚΕ Ὅπως τοῖς πᾶσι μία ψῆφος περὶ τοῦ πάσχα συνεφωνήθη.
ΚΣΤ Ὅσα τῆς Εἰρηναίου φιλοκαλίας καὶ εἰς ἡμᾶς κατῆλθεν.
ΚΖ Ὅσα καὶ τῶν λοιπῶν τῶν τηνικάδε συνηκμακότων.
ΚΗ Περὶ τῶν τὴν Ἀρτέμωνος αἵρεσιν ἐξ ἀρχῆς προβεβλημένων οἷοί τε τὸν τρόπον γεγόνασιν καὶ ὅπως τὰς ἁγίας γραφὰς διαφθεῖραι τετολμήκασιν.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Δ΄

ΒΙΒΛΙΟΝ Δ´

Τάδε καὶ ἡ τετάρτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας
Α Τίνες ἐπὶ τῆς Τραϊανοῦ βασιλείας Ῥωμαίων γεγόνασι καὶ Ἀλεξανδρέων ἐπίσκοποι.
Β Ὁποῖα Ἰουδαῖοι κατ᾿ αὐτὸν πεπόνθασιν.
Γ Οἱ κατὰ Ἁδριανὸν ὑπὲρ τῆς πίστεως ἀπολογησάμενοι.
Δ Οἱ κατ᾿ αὐτὸν Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐπίσκοποι.
Ε Οἱ ἀνέκαθεν ἀπὸ τοῦ σωτῆρος καὶ ἐπὶ τοὺς δηλουμένους Ἱεροσολύμων ἐπίσκοποι.
ΣΤ. Ἡ κατὰ Ἁδριανὸν ὑστάτη Ἰουδαίων πολιορκία.
Ζ Τίνες κατ᾿ ἐκεῖνο καιροῦ γεγόνασιν ψευδωνύμου γνώσεως ἀρχηγοί.
Η Τίνες ἐκκλησιαστικοὶ συγγραφεῖς.
Θ Ἐπιστολὴ Ἁδριανοῦ ὑπὲρ τοῦ μὴ δεῖν ἀκρίτως ἡμᾶς ἐλαύνειν.
Ι Τίνες ἐπὶ τῆς Ἀντωνίνου βασιλείας ἐπίσκοποι Ῥωμαίων καὶ Ἀλεξανδρέων γεγόνασιν.
ΙΑ Περὶ τῶν κατ᾿ αὐτοὺς αἱρεσιαρχῶν.
ΙΒ Περὶ τῆς Ἰουστίνου πρὸς Ἀντωνῖνον ἀπολογίας.
ΙΓ Ἀντωνίνου πρὸς τὸ κοινὸν τῆς Ἀσίας ἐπιστολὴ περὶ τοῦ καθ᾿ ἡμᾶς λόγου.
ΙΔ Τὰ περὶ Πολυκάρπου τοῦ τῶν ἀποστόλων γνωρίμου μνημονευόμενα.
ΙΕ Ὅπως κατὰ Οὐῆρον ὁ Πολύκαρπος ἁμ᾿ ἑτέροις ἐμαρτύρησεν ἐπὶ τῆς Σμυρναίων πόλεως.
ΙΣΤ Ὅπως Ἰουστῖνος ἐν ἰδίῳ συγγράμματι μνημονεύει μαρτύρων.
ΙΗ Τίνες εἰς ἡμᾶς ἦλθον τῶν Ἰουστίνου λόγων.
ΙΘ Τίνες ἐπὶ τῆς Οὐήρου βασιλείας τῆς Ῥωμαίων καὶ Ἀλεξανδρέων ἐκκλησίας προέστησαν.
Κ Τίνες οἱ τῆς Ἀντιοχέων.
ΚΑ Περὶ τῶν κατὰ τούτους διαλαμψάντων ἐκκλησιαστικῶν συγγραφέων.
ΚΒ Περὶ Ἡγησίππου καὶ ὧν αὐτὸς μνημονεύει.
ΚΓ Περὶ Διονυσίου Κορινθίων ἐπισκόπου καὶ ὧν ἔγραψεν ἐπιστολῶν.
ΚΔ Περὶ Θεοφίλου Ἀντιοχέων ἐπισκόπου.
ΚΕ Περὶ Φιλίππου καὶ Μοδέστου.
ΚΣΤ Περὶ Μελίτωνος καὶ ὧν αὐτὸς ἐμνημόνευσεν.
ΚΖ Περὶ Ἀπολιναρίου.
ΚΗ Περὶ Μουσανοῦ.
ΚΘ Περὶ τῆς κατὰ Τατιανὸν αἱρέσεως.
Λ Περὶ Βαρδησάνου τοῦ Σύρου καὶ τῶν φερομένων αὐτοῦ λόγων.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Γ΄

ΒΙΒΛΙΟΝ Γ´

Τάδε καὶ ἡ γ περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας
Α. Ὅποι γῆς ἐκήρυξαν τὸν Χριστὸν οἱ ἀπόστολοι.
Β. Τίς πρῶτος τῆς Ῥωμαίων ἐκκλησίας προέστη.
Γ. Περὶ τῶν ἐπιστολῶν τῶν ἀποστόλων.
Δ. Περὶ τῆς πρώτης τῶν ἀποστόλων διαδοχῆς.
Ε. Περὶ τῆς μετὰ τὸν Χριστὸν ὑστάτης Ἰουδαίων πολιορκίας.
Ϛ. Περὶ τοῦ πιέσαντος λιμοῦ.
Ζ. Περὶ τῶν τοῦ Χριστοῦ προρρήσεων.
Η. Περὶ τῶν πρὸ τοῦ πολέμου σημείων.
Θ. Περὶ Ἰωσήπου καὶ ὧν κατέλιπεν συγγραμμάτων.
Ι. Ὅπως τῶν θείων μνημονεύει βιβλίων.
ΙΑ. Ὡς μετὰ Ἰάκωβον ἡγεῖται Συμεὼν τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας.
ΙΒ. Ὡς Οὐεσπασιανὸς τοὺς ἐκ Δαυὶδ ἀναζητεῖσθαι προστάττει.
ΙΓ. Ὡς δεύτερος Ἀλεξανδρέων ἡγεῖται Ἀβίλιος.
ΙΔ. Ὡς καὶ Ῥωμαίων δεύτερος Ἀνέγκλητος ἐπισκοπεῖ.
ΙΕ. Ὡς τρίτος μετ᾿ αὐτὸν Κλήμης.
ΙϚ. Περὶ τῆς Κλήμεντος ἐπιστολῆς.
ΙΖ. Περὶ τοῦ κατὰ Δομετιανὸν διωγμοῦ.
ΙΗ. Περὶ Ἰωάννου τοῦ ἀποστόλου καὶ τῆς Ἀποκαλύψεως.
ΙΘ. Ὡς Δομετιανὸς τοὺς ἀπὸ γένους Δαυὶδ ἀναιρεῖσθαι προστάττει.
Κ. Περὶ τῶν πρὸς γένους τοῦ σωτῆρος ἡμῶν.
ΚΑ. Ὡς τῆς Ἀλεξανδρέων ἐκκλησίας τρίτος ἡγεῖται Κέρδων.
ΚΒ. Ὡς τῆς Ἀντιοχέων δεύτερος Ἰγνάτιος.
ΚΓ. Ἱστορία περὶ Ἰωάννου τοῦ ἀποστόλου.
ΚΔ. Περὶ τῆς τάξεως τῶν εὐαγγελίων.
ΚΕ. Περὶ τῶν ὁμολογουμένων θείων γραφῶν καὶ τῶν μὴ τοιούτων.
ΚϚ. Περὶ Μενάνδρου τοῦ γόητος.
ΚΖ. Περὶ τῆς τῶν Ἐβιωναίων αἱρέσεως.
ΚΗ. Περὶ Κηρίνθου αἱρεσιάρχου.
ΚΘ. Περὶ Νικολάου καὶ τῶν ἐξ αὐτοῦ κεκλημένων.
Λ. Περὶ τῶν ἐν συζυγίαις ἑξετασθέντων ἀποστόλων.
ΛΑ. Περὶ τῆς Ἰωάννου καὶ Φιλίππου τελευτῆς.
ΛΒ. Ὅπως Συμεὼν ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐμαρτύρησεν.
ΛΓ. Ὅπως Τραϊανὸς ζητεῖσθαι Χριστιανοὺς ἐκώλυσεν.
ΛΔ. Ὡς τῆς Ῥωμαίων ἐκκλησίας τέταρτος Εὐάρεστος ἡγεῖται.
ΛΕ. Ὡς τρίτος τῆς ἐν Ἱεροσολύμοις Ἰοῦστος.
ΛϚ. Περὶ Ἰγνατίου καὶ τῶν ἐπιστολῶν αὐτοῦ.
ΛΖ. Περὶ τῶν εἰς ἔτι τότε διαπρεπόντων εὐαγγελιστῶν.
ΛΗ. Περὶ τῆς Κλήμεντος ἐπιστολῆς καὶ τῶν ψευδῶς εἰς αὐτὸν ἀναφερομένων.
ΛΘ. Περὶ τῶν Παπία συγγραμμάτων.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Β΄

ΒΙΒΛΙΟΝ Β´

Τάδε καὶ ἡ β περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας
Α. Περὶ τῆς μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ διαγωγῆς τῶν ἀποστόλων.
Β. Ὅπως Τιβέριος ὑπὸ Πιλάτου τὰ περὶ τοῦ Χριστοῦ διδαχθεὶς ἐκινήθη.
Γ. Ὅπως εἰς πάντα τὸν κόσμον ἐν βραχεῖ χρόνῳ διέδραμεν ὁ περὶ τοῦ Χριστοῦ λόγος.
Δ. Ὡς μετὰ Τιβέριον Γάϊος Ἰουδαίων βασιλέα καθίστησιν Ἀγρίππαν, τὸν Ἡρῴδην ἀϊδίῳ ζημιώσας φυγῇ.
Ε. Ὡς Φίλων ὑπὲρ Ἰουδαίων πρεσβείαν ἐστείλατο πρὸς Γάϊον.
Ϛ. Ὅσα Ἰουδαίοις συνερρύη κακὰ μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν.
Ζ. Ὡς καὶ Πιλᾶτος ἑαυτὸν διεχρήσατο.
Η. Περὶ τοῦ κατὰ Κλαύδιον λιμοῦ.
Θ. Μαρτύριον Ἰακώβου τοῦ ἀποστόλου.
Ι. Ὡς Ἀγρίππας ὁ καὶ Ἡρῴδης τοὺς ἀποστόλους διώξας τῆς θείας παραυτίκα δίκης ᾔσθετο.
ΙΑ. Περὶ Θευδᾶ τοῦ γόητος.
ΙΒ. Περὶ Ἑλένης τῆς τῶν Ἀδιαβηνῶν βασιλίδος.
ΙΓ. Περὶ Σίμωνος τοῦ μάγου.
ΙΔ. Περὶ τοῦ κατὰ Ῥώμην κηρύγματος Πέτρου τοῦ ἀποστόλου.
ΙΕ. Περὶ τοῦ κατὰ Μάρκον εὐαγγελίου.
ΙϚ. Ὡς πρῶτος Μάρκος τοῖς κατ᾿ Αἴγυπτον τὴν εἰς τὸν Χριστὸν γνῶσιν ἐκήρυξεν.
ΙΖ. Οἵα περὶ τῶν κατ᾿ Αἴγυπτον ἀσκητῶν ὁ Φίλων ἱστορεῖ.
ΙΗ. Ὅσα τοῦ Φίλωνος εἰς ἡμᾶς περιῆλθεν συγγράμματα.
ΙΘ. Οἵα τοὺς ἐν Ἱεροσολύμοις Ἰουδαίους συμφορὰ μετῆλθεν ἐν τῇ τοῦ πάσχα ἡμέρᾳ.
Κ. Οἵα καὶ κατὰ Νέρωνα ἐν τοῖς Ἱεροσολύμοις ἐπράχθη.
ΚΑ. Περὶ τοῦ Αἰγυπτίου, οὗ καὶ τῶν ἀποστόλων αἱ Πράξεις ἐμνημόνευσαν.
ΚΒ. Ὡς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Ῥώμην δέσμιος ἀναπεμφθεὶς Παῦλος ἀπολογησάμενος πάσης ἀπελύθη αἰτίας.
ΚΓ. Ὡς ἐμαρτύρησεν Ἰάκωβος ὁ τοῦ κυρίου χρηματίσας ἀδελφός.
ΚΔ. Ὡς μετὰ Μάρκον πρῶτος ἐπίσκοπος τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀννιανὸς κατέστη.
ΚΕ. Περὶ τοῦ κατὰ Νέρωνα διωγμοῦ, kaq᾿ ὃν ἐπὶ Ῥώμης Παῦλος καὶ Πέτρος τοῖς ὑπὲρ εὐσεβείας μαρτυρίοις κατεκοσμήθησαν.
ΚϚ. Ὡς μυρίοις κακοῖς περιηλάθησαν Ἰουδαῖοι, καὶ ὡς τὸν ὕστατον πρὸς Ῥωμαίους ἤραντο πόλεμον.
Συνῆκται ἡμῖν ἡ βίβλος ἀπὸ τῶν Κλήμεντος Τερτυλλιανοῦ Ἰωσήπου Φίλωνος.

(περισσότερα…)

Ευσέβιος Καισαρείας – Εκκλησιαστική Ιστορία, Βιβλίον Α’

ΒΙΒΛΙΟΝ Α´

A. Τάδε ἡ πρώτη περιέχει βίβλος τῆς Ἐκκλησιαστικῆς ἱστορίας.
Β. Ἐπιτομὴ κεφαλαιώδης περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν Χριστὸν τοῦ θεοῦ προϋπάρξεώς τε καὶ θεολογίας.
Γ. Ὡς καὶ τὸ Ἰησοῦ ὄνομα καὶ αὐτὸ δὴ τὸ τοῦ Χριστοῦ ἔγνωστό τε ἀνέκαθεν καὶ τετίμητο παρὰ τοῖς θεσπεσίοις προφήταις.
Δ. Ὡς οὐ νεώτερος οὐδὲ ξενίζων ἦν ὁ τρόπος τῆς πρὸς αὐτοῦ καταγγελθείσης πᾶσι τοῖς ἔθνεσιν εὐσεβείας.
Ε. Περὶ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ τῆς εἰς ἀνθρώπους.
Ϛ. Ὡς κατὰ τοὺς χρόνους αὐτοῦ ἀκολούθως ταῖς προφητείαις ἐξέλιπον ἄρχοντες οἱ τὸ πρὶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἡγούμενοι πρῶτός τε ἀλλόφυλος βασιλεύει αὐτῶν Ἡρῴδης.
Ζ. Περὶ τῆς ἐν τοῖς εὐαγγελίοις νομιζομένης διαφωνίας τῆς περὶ τοῦ Χριστοῦ γενεαλογίας.
Η. Περὶ τῆς Ἡρῴδου κατὰ τῶν παίδων ἐπιβουλῆς καὶ οἵα μετῆλθεν αὐτὸν καταστροφὴ βίου.
Θ. Περὶ τῶν κατὰ Πιλᾶτον χρόνων.
Ι. Περὶ τῶν παρὰ Ἰουδαίοις ἀρχιερέων καθ᾿ οὓς ὁ Χριστὸς τὴν διδασκαλίαν ἐποιήσατο.
ΙΑ. Τὰ περὶ Ἰωάννου τοῦ βαπτιστοῦ καὶ τοῦ Χριστοῦ μεμαρτυρημένα.
ΙΒ. Περὶ τῶν μαθητῶν τοῦ σωτῆρος ἡμῶν.
ΙΓ. Ἱστορία περὶ τοῦ τῶν Ἐδεσσηνῶν δυνάστου.

ΑΝΤΙΓΡΑΦΟΝ ΕΠΙΣΤΟΛΗΣ ΓΡΑΦΕΙΣΗΣ ΥΠΟ ΑΒΓΑΡΟΥ ΤΟΠΑΡΧΟΥ ΤΩ ΙΗΣΟΥ ΚΑΙ ΠΕΜΦΘΕΙΣΗΣ ΑΥΤΩ ΔΙ᾿ ΑΝΑΝΙΟΥ ΤΑΧΥΔΡΟΜΟΥ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ

ΤΑ ΑΝΤΙΓΡΑΦΕΝΤΑ ΥΠΟ ΙΗΣΟΥ ΔΙΑ ΑΝΑΝΙΟΥ ΤΑΧΥΔΡΟΜΟΥ ΤΟΠΑΡΧΗ ΑΒΓΑΡΩ

(περισσότερα…)