Κλειδί Πατρολογίας Migne, Τόμος 73ος (PG 73).

ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ, ΤΟΜΟΣ 73ος (PG 73).

————————————————————–———————

Άγιος Κύριλλος Αλεξανδρείας.

———————————————————————————-

Ερμηνεία ή Υπόμνημα, εις το κατά Ιωάννην Ευαγγέλιον. (PG 73, σελ. 9-1.056). (Βιβλία Α΄- ς΄)

Προοίμιον. (PG 73, σελ. 9-16).

Εισαγωγή. (PG 73, σελ. 20-24).

Κεφάλαια, τα εν τω Α΄ Βιβλίω.

  • α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής· προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
  • β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ Πατρὶ ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ· προκειμένου ῥητοῦ Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
  • γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, κατ’ οὐδένα τρόπον, ἢ ἐλάττων, ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, προκειμένου ῥητοῦ Καὶ Θεὸς ἦν ὁ Λόγος.
  • δ. Πρὸς τοὺς τολμώντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμενος Υἱός· ἔστι δὲ τῶν περὶ τὸν Εὐνόμιον ἡ τοιαύτη κακοδοξία· πρόκειται δὲ ῥητόν Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
  • ε. Ὅτι κατὰφύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ τοῦ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος· προκειμένου ῥητοῦ Πάντα δι’ αὐτοῦ ἐγένετο.
  • ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰτοῦτο οὐ γενητὸς, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός· προκειμένου ῥητοῦ Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν.
  • ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ, προκειμένου ῥητοῦ Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
  • η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστὶν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος ὡς γενητή· προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινόν.
  • θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας· προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχό μενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν. ι. Ὅτι μόνος κατὰ φύσιν ὁ Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ· προκειμένου ῥητοῦ Θεὸν οὐδεὶς ἑώρακε πώποτε.

Κεφάλαια, τα εν τω Β΄ Βιβλίω.

  • α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλοὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ, προκειμένου ῥητοῦ Καὶ ἐμαρτύρησεν Ἰωάννης Ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπαὐτόν.
  • β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλἐπάνω πάντων, ὡς Θεὸς καὶ ἐκ Θεοῦ, προκειμένου ῥητοῦ Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.
  • γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, προκειμένου ῥητοῦ Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθὴς ἐστίν.
  • δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλοὐσιωδῶς καὶ κατὰ φύσιν, προκειμένου ῥητοῦ Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
  • ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρὸς, προκειμένου ῥητοῦ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. Ὅτι οὐκ ἐλάττων ἢ κατὰ δύναμιν ἢ κατἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν· προκειμένου ῥητοῦ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.
  • ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων, οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν τῷ Υἱῷ, προκειμένου ῥητοῦ Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ.
  • η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει τὴν πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν, προκειμένου ῥητοῦ Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι τὸν Πατέρα.
  • θ. Ὅτι κατοὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλἰσοσθενὴς κατἐνέργειαν τὴν ἐπὶ πᾶσίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ, προκειμένου ῥητοῦ Οὐ δύναμαι ἐγὼ ἀπἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω.

Κεφάλαια τα εν τω Γ΄ Βιβλίω.

  • α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται παρὰ Χριστοῦ, προκειμένου ῥητοῦ Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος.
  • β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα, προκειμένου ῥητοῦ Οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, καὶ τὰ ἑξῆς.
  • γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς, λέγων Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ὡς ἐμέ.
  • δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν, ἐν ταὐτῷ δὲ καὶ ὁ λόγος περὶ τῶν πέντε ἄρτων τῶν κριθίνων καὶ τῶν δύο ὀψαρίων, προκειμένου ῥητοῦ Καὶ μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Τιβεριάδος.
  • ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονο γενὴς, καὶ οὐχ ἕτερος παραὐτὸν ἢ ἔστιν ἢ νοεῖται χαρακτὴρ, προκειμένου ῥητοῦ Ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, καὶ τὰ ἑξῆς.
  • ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν διαὐτοῦ χαρισμάτων πνευματικῶν, προκειμένου ῥητοῦ Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωυσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ.

Κεφάλαια τα εν τω Δ΄ Βιβλίω.

  • α. Ὅτι κατοὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγηται παρὰ τινῶν, προκειμένου ῥητοῦ Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. ἐν αὐτῷ δὲ τούτῳ καὶ λόγος χρησιμώτατος περὶ τοῦ τιμίου σταυροῦ τοῦ Χριστοῦ.
  • β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, προκειμένου ῥητοῦ Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ τῶν ἐφεξῆς, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος.
  • γ. Ὅτι οὐ ζωῆς τῆς παρἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρὸς, προκειμένου ῥητοῦ Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰτὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει διἐμέ.
  • δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ καὶ ἡ κιβωτός δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τότε τοῦ θυμιάματος καὶ τὸ τῶν καρπωμάτων, αὐτὸν ἐσήμαινε τὸν Χριστόν· προκειμένου ῥητοῦ Ποῦἔχομεν ἀπελθεῖν; ῥήματα ζωῆς αἰωνίου ἔχεις.
  • ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν· προκειμένου ῥητοῦ Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία
  • ς . Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ σάββατον, τίνος ἐστὶ σημαντικὴπ ολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
  • ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνὺς, προκειμένου ῥητοῦ Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, καὶ τῶν ἐφεξῆς.

Κεφάλαια τα εν τω Ε΄ Βιβλίω

  • α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθἡμᾶς, ἀλλἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα, καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα· προκειμένου ῥητοῦ Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπαὐτὸν τὰς χεῖρας ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
  • β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα· προκειμένου ῥητοῦ Οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ τῷ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλαὐτὸς ἑκὼν τοῦτο ὑπὲρ ἡμῶν πέπονθεν, ἵνα πάντας διασώσῃ· προκειμένου ῥητοῦ Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτὸν ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ.
  • δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον· προκειμένου ῥητοῦ Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ· ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί.
  • ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ [αὐτο]σοφία καὶ δύναμις αὐτοῦ· προκειμένου ῥητοῦ Ἀπἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ.

Κεφάλαιον τω εν τω ς΄ Βιβλίω.

  • Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλοὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἢ τίνων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδὲν ἡμαρτηκότας κολάζων, ἀλλὰ δίκαιον ἐφἅπασιν ἐκφέρει τὸ κρῖμα, προσκειμένου ῥητοῦ Ῥαββὶ, τις ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸςγεννηθῇ; Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ.

*Πίναξ των περιεχομένων εν τω εβδομηκοστώ τρίτω τόμω. λατινιστί. (σελ. 1.055)

Ερμηνεία ή Υπόμνημα εις το κατά Ιωάννην Ευαγγέλιον, (προσθήκες).

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: