Άγιος Βασίλειος Καισαρείας, ο Μέγας. Ομιλία Ι’, Κατά οργιζομένων. (PG 31, σελ. 353 – 372).

 

Άγιος Βασίλειος Καισαρείας, ο Μέγας.

Ομιλία Ι’, Κατά οργιζομένων.  (PG 31, σελ. 353 – 372).

1. Ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ τὸν λόγον τῆς τέχνης γίγνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ’ αὐτῶν ὠφέλιμον διαδείκνυται· οὕτως ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν μαρτυροῦσαν λάβῃ τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται.

Ἀκούοντες μὲν γὰρ τῶν Παροιμιῶν διαῤῥήδην ἀποφαινομένων, ὅτι Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους · ἀκούοντες δὲ καὶ ἀποστολικῶν παραινέσεων· Πᾶσα ὀργὴ καὶ θυμός καὶ κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ· καὶ τοῦ Κυρίου λέγοντος τὸν ὀργιζόμενον εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ ἔνοχον εἶναι τῇ κρίσει· νῦν ὅτε εἰς πεῖραν ἤλθομεν τοῦ πάθους, οὐκ ἐν ἡμῖν γενομένου, ἀλλ’ ἔξωθεν ἡμῖν προσπεσόντος ὥσπερ καταιγίδος τινὸς ἀδοκήτου, τότε μάλιστα τὸ θαυμαστὸν τῶν θείων παραγγελμάτων ἐπέγνωμεν.

Δόντες μὲν αὐτοὶ τῇ ὀργῇ τόπον, ὥσπερ ῥεύματι βιαίῳ διέξοδον, καταμανθάνοντες δὲ ἐν ἡσυχίᾳ τὴν ἀσχήμονα ταραχὴν τῶν ὑπὸ τοῦ πάθους κατεχομένων, ἐπέγνωμεν ἐπὶ τῶν ἔργων τὴν εὐστοχίαν τοῦ ῥήματος· ὅτι Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Ἐπειδὰν γὰρ ἅπαξ παρωσάμενον τοὺς λογισμούς τὸ πάθος αὐτὸ τὴν δυναστείαν τὴν ψυχῆς παραλάβῃ, ἀποθηριοῖ παντελῶς τὸν ἄνθρωπον, καὶ οὐδὲ ἄνθρωπον εἶναι συγχωρεῖ, οὐκέτι ἔχοντα τὴν ἐκ τοῦ λόγου βοήθειαν. Ὅπερ γὰρ τοῖς ἰοβόλοις ἐστὶν ὁ ἰὸς, τοῦτο τοῖς παροξυνθεῖσιν ὁ θυμὸς γίνεται.

Λυσσῶσιν ὥσπερ οἱ κύνες, ᾄττουσιν ὥσπερ οἱ σκορπίοι, δάκνουσιν ὥσπερ οἱ ὄφεις. Οἶδε καὶ ἡ Γραφὴ τοὺς ὑπὸ τοῦ πάθους κεκρατημένους ταῖς τῶν θηρίων προσηγορίαις ἀποκαλεῖν, οἷς ἑαυτοὺς διὰ τῆς πονηρίας ᾠκείωσαν. Κύνας γὰρ ἐννεοὺς, καὶ ὄφεις, γεννήματα ἐχιδνῶν, καὶ τὰ τοιαῦτα προσαγορεύει. Οἱ γὰρ ἕτοιμοι πρὸς τὴν κατ’ ἀλλήλων φθορὰν, καὶ τὴν κατὰ τῶν ὁμοφύλων βλάβην, εἰκότως ἂν θηρίοις καὶ ἰοβόλοις συναριθμοῖντο, οἷς ἀδιάλλακτον ἐκ φύσεως ἐνυπάρχει πρὸς ἀνθρώπους τὸ μῖσος.

Διὰ θυμὸν ἀχάλινοι γλῶσσαι, καὶ ἀπύλωτα στόματα· χεῖρες ἀκρατεῖς, ὕβρεις, ὀνείδη, κακηγορίαι, πληγαὶ, τὰ ἄλλα ὅσα οὐδ’ ἂν ἐξαριθμήσαιτό τις, ὀργῆς καὶ θυμοῦ ἔκγονά ἐστι πάθη. Διὰ θυμὸν καὶ ξίφος ἀκονᾶται· θάνατος ἀνθρώπου ἐκ χειρὸς ἀνθρωπείας τολμᾶται. Διὰ τοῦτον ἀδελφοὶ μὲν ἀλλήλους ἠγνόησαν, γονεῖς δὲ καὶ τέκνα τῆς φύσεως ἐπελάθοντο. Ἀγνοοῦσι μὲν γὰρ ἑαυτοὺς πρῶτον οἱ ὀργιζόμενοι, ἔπειτα καὶ πάντας ὁμοῦ τοὺς ἐπιτηδείους.

Ὥσπερ γὰρ αἱ χαράδραι, πρὸς τὰ κοῖλα συῤῥέουσαι, τὸ προστυχὸν παρασύρουσιν· οὕτως αἱ τῶν ὀργιζομένων ὁρμαὶ βίαιοι καὶ ἀκάθεκτοι διὰ πάντων ὁμοίως χωροῦσιν. Οὐ πολιὰ τοῖς θυμουμένοις αἰδέσιμος, οὐκ ἀρετὴ βίου, οὐκ οἰκειότης γένους, οὐ προλαβοῦσαι χάριτες, οὐκ ἄλλο τι τῶν τιμίων. Μανία τίς ἐστιν ὀλιγοχρόνιος ὁ θυμός. Οἵ γε καὶ εἰς προὖπτον κακὸν ἑαυτοὺς πολλάκις ἐμβάλλουσι, τῇ πρὸς τὴν ἄμυναν σπουδῇ τοῦ καθ’ ἑαυτοὺς ἀμελοῦντες.

Οἱονεὶ γὰρ οἴστρῳ τῇ μνήμῃ τῶν λελυπηκότων περικεντούμενοι, σφαδάζοντος αὐτοῖς τοῦ θυμοῦ καὶ πηδῶντος, οὐ πρότερον ἀπολήγουσι, πρὶν ἢ κακόν τι δοῦναι τῷ παροξύναντι, ἤ πού τι καὶ προσλαβεῖν, ἐὰν τύχῃ· ὥσπερ που πολλάκις τὰ βιαίως καταῤῥηγνύμενα ἔπαθέ τι πλέον ἢ ἔδρασε τοῖς, ἀντιτύποις περιθραυσθέντα.

2. Τίς ἂν ἐφίκοιτο τοῦ κακοῦ; ὅπως οἱ ὀξύῤῥοποι πρὸς θυμὸν ὑπὸ τῆς τυχούσης προφάσεως ἐξαπτόμενον, βοῶντες καὶ ἀγριαίνοντες, καὶ τίνος οὐχὶ ἰοβόλων ἀναιδέστερον ἐφορμῶντες, οὐ πρότερον ἵστανται πρὶν ἢ διὰ μεγάλου καὶ ἀνηκέστου κακοῦ, οἷον πομφόλυγος, αὐτοῖς τῆς ὀργῆς ἐκραγείσης, διαπνευσθῇ τὸ φλεγμαῖνον.

Οὔτε γὰρ ξίφους ἀκμὴ, οὔτε πῦρ, οὔτε ἄλλο τι τῶν φοβερῶν, ἱκανὸν τὴν ὑπὸ τῆς ὀργῆς ἐκμανεῖσαν ψυχὴν ἐπισχεῖν· οὐ μᾶλλόν γε ἢ τοὺς ὑπὸ δαιμόνων κατασχεθέντας, ὧν οὐδὲν, οὔτε κατὰ τὸ σχῆμα, οὔτε κατὰ τὴν τῆς ψυχῆς διάθεσιν, οἱ ὀργιζόμενοι διαφέρουσιν.

Ὀρεγομένοις γὰρ τῆς ἀντιλυπήσεως περιζεῖ μὲν τῇ καρδίᾳ τὸ αἷμα, ὥσπερ βίᾳ πυρὸς κυκώμενον καὶ παφλάζον· πρὸς δὲ τὴν ἐπιφάνειαν ἐξανθῆσαν, ἐν ἄλλῃ μορφῇ τὸν ὀργιζόμενον ἔδειξε, τὴν συνήθη πᾶσι καὶ γνωρίμην ὥσπερ τι προσωπεῖον ἐπὶ σκηνῆς ὑπαλλάξαν. Ὀφθαλμοὶ μὲν γὰρ ἐκείνοις οἱ οἰκεῖοί τε καὶ συνήθεις ἠγνόηνται· παράφορον δὲ τὸ ὄμμα, καὶ πῦρ ἤδη βλέπει. Καὶ παραθήγει τὸν ὀδόντα, κατὰ τῶν συῶν τοὺς ὁμόσε χωροῦντας. Πρόσωπον πελιδνὸν καὶ ὕφαιμον· ὄγκος τοῦ σώματος ἐξοιδαίνων· φλέβες διαῤῥηγνύμεναι, ὑπὸ τῆς ἔνδοθεν ζάλης κλονουμένου τοῦ πνεύματος. Φωνὴ τραχεῖα, καὶ ὑπερτεινομένη, καὶ ὁ λόγος ἄναρθρος καὶ εἰκῆ προεκπίπτων, οὐ κατὰ μέρος, οὐδὲ εὐτάκτως, οὐδὲ εὐσήμως προϊών.

Ἐπειδὰν δὲ εἰς τὸ ἀνήκεστον, ὥσπερ φλὸξ ὕλης ἀφθονίᾳ, τοῖς παροξύνουσιν ἐξαφθῇ, τότε δὴ τότε τὰ οὔτε λόγῳ ῥητὰ οὔτε ἔργῳ φορητὰ ἐπιδεῖν ἐστι θεάματα· χεῖρας μὲν διηρμένας κατὰ τῶν ὁμοφύλων, καὶ πᾶσι μέρεσι τοῦ σώματος ἐπιφερομένας, πόδας δὲ ἀφειδῶς τοῖς καιριωτάτοις ἐναλλομένους, πᾶν δὲ τὸ φανὲν ὅπλον τῇ μανία γινόμενον.

Ἐὰν δὲ καὶ ἐκ τοῦ ἐναντίου τὸ ἴσον κακὸν ἀντιστρατευόμενον εὕρωσιν, ὀργὴν ἄλλην καὶ μανίαν ὁμότιμον· οὕτω δὴ συμπεσόντες ἔδρασαν ἀλλήλους καὶ ἔπαθον, ὅσα εἰκὸς τοὺς ὑπὸ τοιούτῳ δαίμονι στρατηγουμένους παθεῖν. Πηρώσεις γὰρ μελῶν ἢ καὶ θανάτους πολλάκις ἆθλα τῆς ὀργῆς οἱ μαχόμενοι ἀπηνέγκαντο. Ἦρξε χειρῶν ἀδίκων, ὁ δὲ ἠμύνατο· ὁ δὲ ἀντεπήνεγκεν, ὁ δὲ οὐχ ὑφίεται. Καὶ τὸ μὲν σῶμα ταῖς πληγαῖς διακόπτεται, ὁ δὲ θυμὸς τοῦ ἀλγεινοῦ τὴν αἴσθησιν παραιρεῖται. Οὐ γὰρ ἄγουσι σχολὴν πρὸς τὴν ὧν πεπόνθασιν αἴσθησιν, ὅλης αὐτοῖς τῆς ψυχῆς πρὸς τὴν ἄμυναν τοῦ λελυπηκότος κεκινημένης.

3. Μὴ δὴ κακῷ τὸ κακὸν ἰᾶσθε, μηδὲ ἐπιχειρεῖτε ἀλλήλους ὑπερβαίνειν ταῖς συμφοραῖς. Ἐν γὰρ ἁμίλλαις πονηραῖς ἀθλιώτερος ὁ νικήσας, διότι ἀπέρχεται τὸ πλεῖον ἔχων τῆς ἁμαρτίας. Μὴ τοίνυν γένῃ κακοῦ πληρωτὴς ἐράνου, μηδὲ πονηροῦ δανείου πονηρότερος ἐκτιστής. Ὕβρισεν ὀργισθείς; στῆσον τῇ σιωπῇ τὸ κακόν. Σὺ δὲ ὥσπερ ῥεῦμα τὴν ἐκείνου ὀργὴν εἰς τὴν ἰδίαν καρδίαν ὑποδεξάμενος, τοὺς ἀνέμους μιμῇ, διὰ τῆς ἀντιπνοίας ἀντιδιδόντας τὸ ἐνεχθέν. Μὴ διδασκάλῳ χρήσῃ τῷ ἐχθρῷ, μηδὲ ὃ μισεῖς, τοῦτο ζηλώσῃς. Μηδὲ γένῃ ὥσπερ κάτοπτρον τοῦ ὀργίλου, τὴν ἐκείνου μορφὴν ἐν σεαυτῷ δεικνύς.

Ἐρυθρὸς ἐκεῖνος· σὺ δὲ οὐκ ἐφοινίχθης; Ὀφθαλμοὶ ὕφαιμοι· οἱ δὲ σοὶ, εἰπέ μοι, γαλήνην βλέπουσι; Φωνὴ τραχεῖα· ἡ δὲ σὴ ἠπία; Οὐδὲ ἡ ἐν ταῖς ἐρημίαις ἠχὼ οὕτως ἀνεκλάσθη ἀκεραία πρὸς τὸν φθεγξάμενον, ὡς ἐπὶ τὸν λοίδορον αἱ ὕβρεις ἐπαναστρέφουσι. Μᾶλλον δὲ ὁ μὲν ἦχος ὁ αὐτὸς ἀπεδόθη· ἡ δὲ λοιδορία μετὰ προσθήκης ἐπάνεισιν. Οἷα γὰρ ἀλλήλους ἐφυβρίζοντες ἀντιφθέγγονται; Ὁ μὲν εἶπεν ἀφανῆ, καὶ ἐξ ἀφανῶν ὁ δὲ ἀπεκάλεσεν οἰκοτρίβων οἰκότριβα· οὗτος πένητα, ἐκεῖνος ἀλήτην· οὗτος ἀμαθῆ, ἐκεῖνος παραπλῆγα· ἕως ἂν αὐτοῖς αἱ ὕβρεις, ὥσπερ τοξεύματα, ἐπιλείπωσιν. Εἶτα, ἐπειδὰν πᾶσαν λοιδορίαν διὰ τῆς γλώττης ἐκσφενδονήσωσιν, οὕτω λοιπὸν πρὸς τὴν διὰ τῶν ἔργων χωροῦσιν ἄμυναν.

Θυμὸς μὲν γὰρ ἐγείρει μάχην, μάχη δὲ γεννᾷ λοιδορίας, αἱ δὲ λοιδορίαι πληγὰς, αἱ δὲ πληγαὶ τραύματα, ἐκ δὲ τραυμάτων πολλάκις θάνατοι. Ἀπὸ τῆς πρώτης ἀρχῆς τὸ κακὸν ἐπίσχωμεν, τὴν ὀργὴν πάσῃ μηχανῇ τῶν ψυχῶν ἐξελόντες. Οὕτω γὰρ ἂν δυνηθείημεν τὰ πλεῖστα τῶν κακῶν, ὥσπερ ῥίζῃ τινὶ καὶ ἀρχῇ, τῷ πάθει τούτῳ συνεκτεμεῖν.

Ἐλοιδόρησε; σὺ δὲ εὐλόγησον. Ἐτύπτησε; σὺ δὲ ὑπόμεινον. Διαπτύει καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ δὲ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑφέστηκας, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ὁ γὰρ τούτοις τοῖς λόγοις ἑαυτὸν προκατασχὼν πᾶσαν ἀτιμίαν ἐλάττονα εὑρήσει τῆς ἀληθείας.

Οὕτω γὰρ καὶ τῷ ἐχθρῷ ἀμήχανον κατασκευάσεις τὴν ἄμυναν, ἄτρωτον σεαυτὸν ταῖς λοιδορίαις δεικνύς· καὶ σεαυτῷ μέγαν τῆς ὑπομονῆς προξενήσεις τὸν στέφανον, τὴν ἑτέρου μανίαν ἀφορμὴν οἰκείας φιλοσοφίας ποιούμενος. Ὥστε, ἂν ἐμοὶ πείθῃ, καὶ ἐπιδαψιλεύσῃ τῶν ὕβρεων.

Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ δὲ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ἑαυτὸν ταῦτα ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχὸν καὶ τοῦ μηδενὸς ἄξιον; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γένεσιν, τὰ τοῦ Δαβὶδ λέγων ῥήματα.

Τούτοις πρόσθες καὶ τὸ τοῦ Μωϋσέως καλόν. Ἐκεῖνος, ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατενέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν. Τίνων βούλει μαθητὴς εἶναι μᾶλλον, τῶν θεοφιλῶν καὶ μακαρίων ἀνδρῶν, ἢ τῶν ὑπὸ τοῦ πνεύματος τῆς πονηρίας πεπληρωμένων;

Ὅταν σοι κινηθῇ τῆς λοιδορίας πειρασμὸς, νόμιζε κρίνεσθαι σεαυτὸν, πότερον διὰ τῆς μακροθυμίας προσχωρεῖς τῷ Θεῷ, ἢ διὰ τῆς ὀργῆς ἀποτρέχεις πρὸς τὸν ἀντίδικον. Δὸς καιρὸν τοῖς λογισμοῖς σεαυτοῦ τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα. Ἢ γὰρ ὠφέλησάς τι κἀκεῖνον τῷ ὑποδείγματι τῆς πραότητος, ἢ χαλεπώτερον ἠμύνω διὰ τῆς ὑπεροψίας.

Τί γὰρ ἂν γένοιτο ὀδυνηρότερον τῷ ἐχθρῷ, ἢ τὸν ἐχθρὸν ἑαυτοῦ ὁρᾷν ὕβρεων ὑψηλότερον; Μὴ καταβάλῃς σεαυτοῦ τὴν γνώμην, μηδὲ ἀνάσχῃ γενέσθαι ἐφικτὸς τοῖς ὑβρίζουσιν. Ἔασον αὐτὸν ἄπρακτά σου καθυλακτεῖν· ἐφ’ ἑαυτῷ διαῤῥηγνύσθω. Ὥσπερ γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀν έπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων παραμυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται.

Τοὐναντίον μὲν οὖν, ὅπερ ἔφην, καὶ διαπρίεται. Εὐθὺς γὰρ ἐκ τῶν παρόντων οἷα ἑκάτερος ὑμῶν προσαγορεύεται; Ὁ μὲν λοίδορος, σὺ δὲ μεγαλόψυχος· ὁ μὲν ὀργίλος καὶ χαλεπὸς, σὺ δὲ μακρόθυμος καὶ πρᾶος· ὁ μὲν μεταγνώσεται ἐφ’ οἷς ἐφθέγξατο, σὺ δὲ οὐδέποτε μεταμελήσῃ τῆς ἀρετῆς.

4. Τί δεῖ τὰ πολλὰ λέγειν; Τῷ μὲν ἀπέκλεισε τὴν τῶν οὐρανῶν βασιλείαν ἡ λοιδορία· Λοίδοροι γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· σοὶ δὲ ἡτοίμασε τὴν βασιλείαν ἡ σιωπή. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἀμυνόμενος δὲ καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολογήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος, ἐπὶ τὴν ἑταίραν τὴν αἰτίαν μετατιθεὶς ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Οὔτε στέφανοι χωρὶς ἀνταγωνιστῶν, οὔτε πτώματα χωρὶς ἀντιπάλων.

Ἄκουε τοῦ Δαβὶδ λέγοντος· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, οὐχὶ παρωξύνθην, οὐδὲ ἠμυνάμην, ἀλλ’ Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Σὺ δὲ παροξύνῃ μὲν ὡς ἐπὶ φαύλῃ τῇ λοιδορίᾳ· μιμῇ δὲ πάλιν ὡς ἀγαθόν. Ἰδοὺ γὰρ ἔπαθες ἃ ἐγκαλεῖς. Ἢ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς καταβλέπεις; τὸ δὲ σεαυτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρξαι ἱκανὸν εἰς παραίτησιν.

Δικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν, διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ, βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυλάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ’ ἀγανακτεῖς καὶ χαλεπαίνεις καὶ ἀντοργίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προλαβόντος. Αὐτοῖς γὰρ οἷς ποιεῖς, κἀκεῖνον αἰτίας ἀφίης, καὶ σεαυτὸν κατακρίνεις. Εἰ μὲν γὰρ πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας τὸ κακόν; εἰ δὲ συγγνώμης ἄξιον, τί χαλεπαίνεις τῷ θυμουμένῳ; Ὥστε, εἰ δεύτερος ἦλθες πρὸς τὴν ἀντίδοσιν, οὐδέν σε τοῦτο ὀνήσει.

Οὐδὲ γὰρ ἐν τοῖς στεφανίταις ἀγῶσιν ὁ κατάρξας τῶν παλαισμάτων, ἀλλ’ ὁ ὑπερβαλλόμενος στεφανοῦται. Καὶ κατακρίνεται τοίνυν οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλ’ ὁ καὶ πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἐξακολουθήσας. Ἐὰν πένητά σε προσείπῃ, εἰ μὲν ἀληθῆ λέγει, κατάδεξαι τὴν ἀλήθειαν· εἰ δὲ ψεύδεται, τί πρὸς σὲ τὸ λεγόμενον; Μήτε πρὸς ἐπαίνους χαυνωθῇς τοὺς ὑπὲρ τὴν ἀλήθειαν· μήτε πρὸς ὕβρεις ἀγριανῇς τὰς οὐχ ἁπτομένας σου. Οὐχ ὁρᾷς τὰ τοξεύματα, πῶς τῶν μὲν στεῤῥῶν καὶ ἀντιτύπων πέφυκε διεκπίπτειν, ἐν δὲ τοῖς ἁπαλοῖς καὶ ὑπείκουσι τὴν ὁρμὴν ὑπεκλύειν; Τοιοῦτον δή τι νόμιζε εἶναι καὶ τὸ τῆς λοιδορίας.

Ὁ μὲν ἀντιβαίνων εἰς ἑαυτὸν καταδέχεται· ὁ δὲ ἐνδιδοὺς καὶ ὑπείκων ἐν τῇ ἁπαλότητι τοῦ τρόπου τὴν ἐπαὐτὸν φερομένην πονηρίαν διέλυσε. Τί δέ σε ταράσσει ἡ προσηγορία τοῦ πένητος; Μνήσθητι τῆς φύσεως σεαυτοῦ· ὅτι γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, γυμνὸς καὶ ἀπελεύσῃ. Τί δὲ γυμνοῦ πενιχρότερον; Οὐδὲν ἤκουσας δεινὸν, ἐὰν μὴ σεαυτῷ οἰκειώσῃς τὰ εἰρημένα. Τίς ποτε ἀπήχθη διὰ πενίαν εἰς δεσμωτήριον; Οὐ τὸ πένεσθαι ἐπονείδιστον, ἀλλὰ τὸ μὴ φέρειν εὐγενῶς τὴν πενίαν.

Μνήσθητι τοῦ Δεσπότου· ὅτι Πλούσιος ὢν, ἐπτώχευσε δι’ ἡμᾶς. Ἐὰν ἄφρονά σε καὶ ἀμαθῆ προσαγορεύσῃ, ὑπομνήσθητι τῶν Ἰουδαϊκῶν ὕβρεων, αἷς τὴν ἀληθινὴν σοφίαν ἐλοιδορήσαντο· Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις. Ἐὰν μὲν οὖν ὀργισθῇς, ἐβεβαίωσας τὰ ὀνείδη· τι γὰρ ὀργῆς ἀφρονέστερον; ἐὰν δὲ μείνῃς ἀόργητος, ᾔσχυνας τὸν ὑβρίσαντα, ἔργῳ τὴν σωφροσύνην ἐπιδειξάμενος. Ἐῤῥαπίσθης; καὶ γὰρ καὶ ὁ Κύριος. Ἐνεπτύσθης; καὶ γὰρ ὁ Δεσπότης ἡμῶν. Οὐ γὰρ ἀπέστρεψε τὸ πρόσωπον ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐσυκοφαντήθης; καὶ γὰρ καὶ ὁ κριτής. Περιέῤῥηξάν σου τὸν χιτωνίσκον; Ἀπέδυσάν μου καὶ τὸν Κύριον, καὶ διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς. Οὔπω κατεκρίθης, οὔπω ἐσταυρώθης. Πολλά σοι λείπει, ἵνα φθάσῃς αὐτοῦ πρὸς τὴν μίμησιν.

5. Τούτων ἕκαστον ὑποτρεχέτω σου τὴν διάνοιαν, καὶ καταστελλέτω τὴν φλεγμονήν. Αἱ γὰρ τοιαῦται προπαρασκευαὶ καὶ διαθέσεις, οἷον πηδήματα τῆς καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσαι, εἰς εὐστάθειαν καὶ γαλήνην τοὺς λογισμοὺς ἐπανάγουσι. Καὶ τοῦτό ἐστιν ἄρα τὸ ὑπὸ τοῦ Δαβὶδ εἰρημένον· ὅτι Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Δεῖ τοίνυν τὸ μανικὸν καὶ ἔκπληκτον κίνημα τῆς ψυχῆς καταστέλλειν τῇ μνήμῃ τῶν μακαρίων ἀνδρῶν ὑπο δειγμάτων· πῶς ὁ μέγας Δαβὶδ πράως ἠνείχετο τῆς παροινίας τοῦ Σεμεεί. Οὐ γὰρ ἐδίδου καιρὸν τῇ ὀργῇ κινηθῆναι, πρὸς τὸν Θεὸν μεταφέρων τὴν ἔννοιαν· ὅτι Κύριος εἶπε, φησὶ, τῷ Σεμεεὶ καταρᾶσθαι τὸν Δαβίδ.

Διόπερ ἀκούων αἱμάτων ἀνὴρ, καὶ ἀνὴρ παράνομος, οὐκ ἐκείνῳ ἐχαλέπαινεν, ἀλλ’ ἑαυτὸν ἐταπείνου, ὡς κατὰ τὴν ἀξίαν αὐτῷ τῆς ὕβρεως ἀπαντώσης. Δύο δὴ ταῦτα περίελε σεαυτοῦ, μήτε σεαυτὸν μεγάλων ἄξιον κρίνῃς, μήτε ἀνθρώπων τινὰ παρὰ πολὺ ἐλαττοῦσθαί σου κατὰ τὴν ἀξίαν νομίσῃς. Οὕτω γὰρ οὐδέποτε ὁ θυμὸς ἐν ταῖς ἐπαγομέναις ἡμῖν ἀτιμίαις ἐπαναστήσεται. Δεινὸν μὲν τὸν εὐεργετηθέντα, καὶ ταῖς μεγίσταις ὑπόχρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ ἔτι καὶ ὕβρεως καὶ ἀτιμίας κατάρξαι. Δεινὸν μὲν, ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν ἢ τῷ πάσχοντι.

Ἐκεῖνος ὑβριζέτω· σὺ δὲ μὴ ὑβρίζου. Γυμνάσιόν σοι πρὸς φιλοσοφίαν ἔστω τὰ ῥήματα. Ἐὰν μὴ δηχθῇς, ἄτρωτος εἶ. Ἐὰν δὲ καὶ πάθῃς τι τὴν ψυχὴν, ἐν σεαυτῷ κάτασχε τὸ λυπηρόν. Ἐν ἐμοὶ γὰρ, φησὶν, ἐταράχθη ἡ καρδία μου· τουτέστιν, οὐ διεδόθη πρὸς τὸ ἔξω τὸ πάθος, ἀλλ’ οἷόν τι κῦμα εἴσω τῶν αἰγιαλῶν κατακλασθὲν ἐστορέσθη.

Καθησύχασόν μοι τὴν καρδίαν ὑλακτοῦσαν καὶ ἀγριαίνουσαν. Αἰδείσθω τὰ πάθη τοῦ ἐν σοὶ λόγου τὴν ἐπιφάνειαν, ὥσπερ τὸ ἐν παισὶν ἄτακτον ἀνδρὸς αἰδεσίμου παρουσίαν. Πῶς ἂν οὖν ἐκφύγοιμεν τὴν ἐκ τοῦ ὀργίζεσθαι βλάβην; Ἐὰν πείσωμεν τὸν θυμὸν μὴ προλαμβάνειν τοὺς λογισμοὺς, ἀλλὰ τούτου πρῶτον ἐπιμελώμεθα, ὡς μηδέποτε αὐτὸν προεκτρέχειν τῆς διανοίας· ἔχωμεν δὲ ὥσπερ ἵππον ὑπεζευγμένον ἡμῖν, καὶ οἷον χαλινῷ τινι τῷ λόγῳ καταπειθῆ, μηδαμοῦ τῆς τάξεως ἐκβαίνοντα τῆς οἰκείας, ἀγόμενον δὲ ὑπὸ τοῦ λόγου, ἐφ’ ὅπερ ἂν καθηγῆται.

Ἔτι γὰρ πρὸς πολλὰ τῶν τῆς ἀρετῆς ἔργων ἐπιτήδειον ἡμῶν τῆς ψυχῆς τὸ θυμοειδὲς, ὅταν, ὥσπερ τις στρατιώτης, παρὰ τῷ στρατηγῷ τὰ ὅπλα θέμενος, ἑτοίμως ἐπὶ τὰ παραγγελλόμενα τὰς βοηθείας παρέχηται, καὶ σύμμαχος ᾖ τῷ λόγῳ κατὰ τῆς ἁμαρτίας. Νεῦρον γάρ ἐστι τῆς ψυχῆς ὁ θυμὸς, τόνον αὐτῇ πρὸς τὴν τῶν καλῶν ἔνστασιν ἐμποιῶν.

Εἰ γάρ ποτε λάβοι αὐ τὴν ὑφ’ ἡδονῆς ἐκλυθεῖσαν, οἱονεὶ βαφῇ σιδήρου στομώσας, αὐστηρὰν αὐτὴν καὶ ἀνδρείαν ἐκ μαλακῆς ἄγαν καὶ ἀνειμένης ἐποίησεν. Οὐ γὰρ, εἰ μὴ θυμωθείης κατὰ τοῦ πονηροῦ, δυνατόν σοι μισῆσαι αὐτὸν ὅσον ἄξιον. Δεῖ γὰρ, οἶμαι, τὴν ἴσην σπουδὴν ἔχειν περί τε τὴν ἀγάπην τῆς ἀρετῆς καὶ περὶ τὸ μῖσος τῆς ἁμαρτίας.

Πρὸς ὅπερ μάλιστα χρήσιμος ὁ θυμός· ἐπειδὰν οἷον κύων ποιμένι, οὕτως ὁ θυμὸς τῷ λογισμῷ παρεπόμενος, πρᾶος μένῃ καὶ χειροήθης τοῖς ὠφελοῦσι, καὶ εὐανάκλητος τῷ λογισμῷ, πρὸς μὲν τὴν ἀλλοτρίαν καὶ φωνὴν καὶ ὄψιν ἐξ αγριούμενος, κἂν θεραπείαν ἔχειν δοκῇ, τοῦ δὲ συνήθους αὐτῷ καὶ φίλου ἐμβοήσαντος, ὑποπτήσσων. Αὕτη ἀρίστη ἐστὶ καὶ ἔμμετρος τῷ φρονίμῳ τῆς ψυχῆς μέρει παρὰ τοῦ θυμοειδοῦς ἡ συνεργία.

Ὁ γὰρ τοιοῦτος ἀδιάλλακτος ἔσται τοῖς ἐπιβούλοις καὶ ἄσπονδος· μηδέποτε τὴν πρὸς τὸ βλάπτον φιλίαν καταδεχόμενος, ἀλλὰ τὴν ἐπίβουλον ἡδονὴν ὥσπερ τινὰ λύκον ὑλακτῶν ἀεὶ καὶ σπαράσσων. Τοιοῦτον μὲν δὴ τὸ ἀπὸ θυμοῦ ὠφέλιμον τοῖς εἰδόσι μεταχειρίζεσθαι. Ἐπεὶ καὶ τῶν ἄλλων δυνάμεων ἑκάστη παρὰ τὸν τρόπον τῆς χρήσεως ἢ κακὸν ἢ ἀγαθὸν τῷ κεκτημένῳ γίνεται.

Οἷον, τῷ ἐπιθυμητικῷ τῆς ψυχῆς ὁ μὲν εἰς ἀπόλαυσιν σαρκὸς καὶ τῶν ἀκαθάρτων ἡδονῶν ἀποχρησάμενος βδελυκτὸς καὶ ἀκόλαστος, ὁ δὲ ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ τρέψας, καὶ τὴν ὄρεξιν τῶν αἰωνίων ἀγαθῶν, ζηλωτὸς καὶ μακάριος.

Καὶ πάλιν τὸ λογιστικὸν ὁ μὲν καλῶς μεταχειριζόμενος φρόνιμός ἐστι καὶ συνετός· ὁ δὲ ἐπὶ βλάβῃ τῶν πλησίον ἠκονημένος τὸν νοῦν, κακεντρεχής ἐστι καὶ κακούργος.

6. Μὴ δὴ οὖν τὰ πρὸς σωτηρίαν ἡμῖν δεδομένα παρὰ τοῦ κτίσαντος ἀφορμὴν ἑαυτοῖς ἁμαρτίας ποιήσωμεν. Οὕτω δὴ καὶ ὁ θυμὸς, ὅτε δεῖ, καὶ ὡς δεῖ κινούμενος, ἀνδρίαν ποιεῖ καὶ ὑπομονὴν καὶ ἐγκράτειαν· παρὰ δὲ τὸν ὀρθὸν λόγον ἐνεργῶν, μανία γίνεται. Διὰ τοῦτο καὶ ἡμᾶς ὁ Ψαλμὸς νουθετεῖ· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε.

Καὶ ὁ Κύριος τῷ μὲν ὀργιζομένῳ εἰκῆ τὴν κρίσιν ἐπανατείνεται· τὸ δὲ ἐφ’ ἃ δεῖ κεχρῆσθαι τῇ ὀργῇ, ὡς ἐν φαρμάκου εἴδει οὐ παραιτεῖται. Τὸ γὰρ, Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως· καὶ τὸ, Ἐχθραίνετε τοῖς Μαδιηναίοις, διδάσκοντός ἐστι κεχρῆσθαι τῷ θυμῷ ὥσπερ ὅπλῳ.

Διὰ τοῦτο Μωϋσῆς ὁ πάντων ἀνθρώπων πραότατος, ἐκδικῶν τὴν εἰδωλολατρείαν, τὰς τῶν Λευϊτῶν χεῖρας πρὸς τὸν τῶν ἀδελφῶν φόνον ἐξώπλισε. Θέσθω, φησὶ, τὴν ῥομφαίαν ἕκαστος ἐπὶ τὸν μηρὸν αὐτοῦ, καὶ διέλθετε ἀπὸ πύλης εἰς πύλην, καὶ ἀνακάμψατε διὰ τῆς παρεμβολῆς· καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. Καὶ μετ’ ὀλίγα· Καὶ εἶπε, φησὶ, Μωϋσῆς· Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ αὐτοῦ, καὶ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν.

Τί δὲ τὸν Φινεὲς ἐδικαίωσεν; Οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς, τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πρᾶος, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρὶ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐδὲ συγκαλυπτόντων αὐτῶν τῆς αἰσχύνης τὴν ἀσχήμονα θέαν, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι’ ἀμφοῖν ἐλάσας τὸν σειρομάστην.

Σαμουὴλ δὲ τὸν Ἀγὰγ τὸν βασιλέα τοῦ Ἀμαλὴκ ὑπὸ τοῦ Σαοὺλ παρὰ τὸ πρόσταγμα τοῦ Θεοῦ περισωθέντα οὐχ ὑπὸ δικαίας ὀργῆς εἰς μέσον ἀγαγὼν κατεφόνευσεν;

Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἠλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἀλσῶν, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσε.

Σὺ δὲ ὀργίζῃ τῷ ἀδελφῷ σου εἰκῆ. Πῶς γὰρ οὐκ εἰκῆ, ἄλλου ἐνεργοῦντος, ἄλλῳ χαλεπαίνων αὐτός; Καὶ ποιεῖς τὸ τῶν κυνῶν· οἳ τοὺς λίθους δάκνουσι, τοῦ βάλλοντος οὐ προσαπτόμενοι. Ὁ ἐνεργούμενος ἐλεεινός· ὁ δὲ ἐνεργῶν μισητός. Ἐκεῖ τὸν θυμὸν μετάθες ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην τῆς ἁμαρτίας· τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι, ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου παραδοθήσεται τῷ αἰωνίῳ πυρί.

Ὥσπερ δὲ τὰ ὀνόματα διάφορα θυμοῦ καὶ ὀργῆς, οὕτω καὶ τὰ ὑπ’ αὐτῶν σημαινόμενα πλεῖστον ἀλλήλων διαφέρει. Ἔστι γὰρ θυμὸς μὲν οἷον ἔξαψίς τις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους· ὀργὴ δὲ ἔμμονος λύπη καὶ ὁρμὴ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν, ὥσπερ ὀργώσης τῆς ψυχῆς πρὸς τὴν ἄμυναν. Εἰδέναι οὖν χρὴ, ὅτι κατ’ ἀμφοτέρας τὰς διαθέσεις πλημμελοῦσιν οἱ ἄνθρωποι· ἢ μανικῶς καὶ ἐμπλήκτως κατὰ τῶν παροξυνόντων κινούμενοι, ἢ δολερῶς καὶ ἐπιβούλως τοὺς λυπήσαντας ἐνεδρεύοντες· ἅπερ ἀμφότερα φυλακτέον ἡμῖν.

7. Πῶς ἂν οὖν μὴ κινοῖτο πρὸς ἃ μὴ δεῖ τὸ πάθος; Πῶς; Εἰ προπαιδευθείης τὴν ταπεινοφροσύνην, ἣν ὁ Κύριος καὶ λόγῳ διετάξατο, καὶ ἔργῳ ὑπέδειξε· νῦν μὲν λέγων· Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος· νῦν δὲ πράως καὶ ἀκινήτως τοῦ τύπτοντος ἀνεχόμενος. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς ποιητὴς καὶ δεσπότης, ὁ παρὰ πάσης τῆς νοητῆς καὶ αἰσθητῆς κτίσεως προσκυνούμενος, ὁ Φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐχὶ ζῶντα ἔπεμψεν αὐτὸν εἰς τὸν ᾅδην, τῆς γῆς ὑποῤῥαγείσης τῷ δυσσεβεῖ, ἀλλὰ νουθετεῖ καὶ διδάσκει· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;

Ἐὰν γὰρ ἐθισθῇς πάντων ἔσχατος εἶναι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, πότε ἀγανακτήσεις ὡς παρὰ τὴν ἀξίαν καθυβρισμένος; Ὅταν σε παιδίον νήπιον λοιδορήσῃ, γέλωτος ἀφορμὴν ποιῇ τὰ λοιδορήματα· καὶ ὅταν ὑπὸ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν φθέγγηται ῥήματα ἀτιμίας, ἐλεεινὸν ἡγῇ μᾶλλον ἢ μίσους ἄξιον. Οὐ τοίνυν τὰ ῥήματα πέφυκε τὰς λύπας κινεῖν, ἀλλ’ ἡ κατὰ τοῦ λοιδορήσαντος ἡμᾶς ὑπεροψία, καὶ ἡ ἑκάστου περὶ ἑαυτὸν φαντασία. Ὥστε ἂν ἀφέλῃς τῆς ἑαυτοῦ διανοίας τούτων ἑκάτερον, ψόφος ἐστὶν ἄλλως διακενῆς ἠχῶν τὰ φερόμενα.

Παῦσαι οὖν ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμὸν, ἵνα φύγῃς τῆς ὀργῆς τὴν πεῖραν, τῆς Ἀποκαλυπτομένης ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ἐὰν γὰρ λογισμῷ σώφρονι ἐκτεμεῖν δυνηθῇς τὴν πικρὰν ῥίζαν τοῦ θυμοῦ, πολλὰ τῶν παθῶν τῇ ἀρχῇ ταύτῃ συναναιρήσεις. Καὶ γὰρ τὸ δολερὸν καὶ ὕποπτον, καὶ ἄπιστον καὶ κακόηθες, καὶ ἐπίβουλον καὶ θρασὺ, καὶ πᾶν τὸ τῶν τοιούτων πονηρῶν σμῆνος, ταύτης τῆς κακίας ἐστὶν ἀποβλαστήματα.

Μὴ δὴ οὖν ἐπεισάγωμεν ἑαυτοῖς κακὸν τοσοῦτον· ἀῤῥωστίαν ψυχῆς, σκότωσιν λογισμῶν, ἀπὸ Θεοῦ ἀλλοτρίωσιν, οἰκειότητος ἄγνοιαν, ἀρχὴν πολέμου, συμφορῶν πλήρωμα, δαίμονα πονηρὸν αὐταῖς ἡμῶν ταῖς ψυχαῖς ἐντικτόμενον, καὶ ὥσπερ τινὰ ἔνοικον ἀναιδῆ προκατέχοντα ἡμῶν τὰ ἔνδον, καὶ τῷ ἁγίῳ Πνεύματι τὴν πάροδον ἀποκλείοντα. Ὅπου γὰρ ἔχθραι, ἔρεις, θυμοὶ, ἐριθεῖαι, φιλονεικίαι, θορύβους ἀσιγήτους ταῖς ψυχαῖς ἐμποιοῦντα· ἐκεῖ τὸ πνεῦμα τῆς πραΰτητος οὐκ ἀναπαύεται.

Πεισθέντες δὲ τῇ παραινέσει τοῦ μακαρίου Παύλου, πᾶσαν ὀργὴν καὶ θυμὸν καὶ κραυγὴν ἄρωμεν ἀφ’ ἡμῶν σὺν πάσῃ κακίᾳ, καὶ γενώμεθα εἰς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι, ἀναμένοντες τὴν μακαρίαν ἐλπίδα τὴν τοῖς πραέσιν ἐπηγγελμένην (Μακάριοι γὰρ οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν), ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: