Άγιος Συμεών ο Νέος Θεόλογος. (Symeonis Junioris, PG 120).

Μπορείτε να διαβάσετε ή να αποθηκεύσετε τα έργα του Αγίου Συμεών του νέου Θεολόγου, (σε μορφή .pdf), στους παρακάτω συνδέσμους. Η ψηφιακή παραγωγή των έργων, είναι τμήμα του ερευνητικού προγράμματος “Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία” που επιμελήθηκε το Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς του Tμήματος Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας του Πανεπιστημίου Αιγαίου.

Άγιος Συμεών ο Νέος Θεόλογος. (Symeonis Junioris, PG 120).

ΠΕΡΙΕΧΟΜΕΝΑ ΤΟΜΩΝ

ΤΟΜΟΣ ΠΡΩΤΟΣ (Α’) : ΑΙ ΚΑΤΗΧΗΣΕΙΣ ΚΑΙ ΑΙ ΕΥΧΑΡΙΣΤΙΑΙ

  • Περί ἀγάπης. Καί ποῖαί εἰσι τῶν πνευματικῶν ἀνδρῶν αἱ ὁδοί καί αἱ πράξεις. Καί μακαρισμός πρός τούς ἔχοντας τήν ἀγάπην ἐγκάρδιον. Λόγος Α΄. (21)
  • Περί τοῦ φεύγειν τούς λοιμούς καί φθοροποιούς τῶν ἀνθρώπων καί τους λόγους αὐτῶν ἀποπέμπεσθαι καί πρός τήν ἐργασίαν τῆς ἀρετῆς ἀναστῆναι. Ἔτι δε καί περί τοῦ δεῖν σκοπεῖν εἰ τά τῶν μακαρισμῶν τοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἔχομεν. Καί περί δακρύων καί κατανύξεως. Λόγος΄.Β΄. (28)
  • Περί τοῦ ὅτι χρή καλῶς ὑποτάσσεσθαι καί μή ἐπιλανθάνεσθαι τῶν συνθηκῶν, ὧν πρός Θεόν συνεθέμεθα. Καί ὅτι οὐ δεῖ γογγίζειν ἐπί ταῖς παννύχοις ἀγρυπνίαις τῶν ὄρθρων. Λόγος Γ΄. (45)
  • Περί μετανοίας καί κατανύξεως. Καί ἐκ ποίων ταύτην ἔργων κτήσασθαι δυνατόν. Καί ὅτι ἄνευ δακρύων ἀδύνατον εἰς καθαρότητα καί ἀπάθειαν ἐλάσαι τινά. Λόγος Δ΄. (59)
  • Περί μετανοίας. Καί ὅτι οὐκ ἀρκεῖ ἡμῖν ἡ τῶν ἐνόντων μόνον διάδοσις καί ἡ ἀπογύμνωσις αὐτή τῶν πραγμάτων εἰς κάθαρσιν ψυχῆς, ἐάν μή καί τό πένθος κτησώμεθα. Καί περί τῆς τοῦ Ἀδάμ ἐξορίας. Καί ὅτι εἰ μετενόησε παραβάς, οὐκ ἄν τοῦ παραδείσου ἐξέπεσε. Καί οἷον ἀγαθόν εἰργάσατο αὐτοῦ ἡ μετά τήν ἔκπτωσιν μετάνοια. Καί περί τῆς δευτέρας τοῦ Κυρίου παρουσίας καί τῆς τῶν ἁμαρτωλῶν κατακρίσεως. Καί πρός τό τέλος, ἔλεγχος τῶν ἐν κακίᾳ καί ὑποκρίσει ζώντων. Λόγος Ε΄. (86)
  • Περί ἐργασίας πνευματικῆς. Καί τίς ἦν ἡ ἐργασία τῶν παλαιῶν ἁγίων. Καί πῶς ταύτην κατορθῶσαι δυνάμεθα, ἵνα καί μέτοχοι, ὥσπερ ἐκεῖνοι, τοῦ Παναγίου γενώμεθα Πνεύματος. Λόγος ς΄. (126)
  • Περί προσπαθείας τῆς εἰς τούς συγγενεῖς. Καί τίς ἡ ἀπάτη αὐτῆς καί εἰς οἷον βόθρον καί δεσμόν κατάγει τούς κρατουμένους ὑπ᾿ αὐτῆς. Καί περί ἀπογνώσεως καί τῆς ἐν ταύτῃ διαφορᾶς. Καί τί ἐστι τό “Ὁ πιστεύσας καί βαπτισθείς σωθήσεται, ὁ δέ ἀπιστήσας κατακριθήσεται”. Λόγος Ζ΄. (141)
  • Περί τελείας ἀγάπης καί τίς ἡ ταύτης ἐνέργεια. Καί ὅτι ἐάν μή διά σπουδῆς ἐντεῦθεν ἤδη τῆς τοῦ Πνεύματος μεθέξεως γενώμεθα μέτοχοι, οὐδέ πιστοί και Χριστιανοί δυνάμεθα εἶναι, ἀλλ᾿ οὐδέ υἱοί καί τέκνα Θεοῦ χρηματίσωμεν. Λόγος Η΄. (159)
  • Περί ἐλεημοσύνης. Καί τίς ἐστιν ὁ πεινῶντα τόν Θεόν τρέφων καί διψῶντα ποτίζων καί καθεξῆς. Καί πῶς τοῦτό τινι κατορθωθήσεται. Καί ὅτι εἰ μή τις καί ἐν ἑαυτῷ ταῦτα πάντα ποιήσει καί θρέψει καί ποτίσει Χριστόν, οὐδέν ὠφεληθήσεται ἐκ τοῦ ταῦτα μόνον ποιεῖν εἰς τούς πένητας, ἑαυτόν δέ ἄτροφον παρορᾶν και γυμνόν τῆς δικαιοσύνης τοῦ Θεοῦ. Λόγος Θ΄. (168)
  • Περί μετοχῆς Πνεύματος Ἁγίου καί ἁγιωσύνης καί τελείας ἀπαθείας. Καί ὅτι ὁ ἀγαπῶν τήν ἐξ ἀνθρώπων δόξαν οὐδέν ἐκ τῶν λοιπῶν ἀρετῶν ὠφελεῖται, κἄν πάσας κατώρθωσε. Λόγος Ι΄. (184)
  • Περί νηστείας. Καί ὅτι οὐ χρή τό τῆς νηστείας ὠφέλιμον ἐν τῇ πρώτῃ καί μόνῃ τῶν νηστειῶν ἑβδομάδι σπουδαίως τηρεῖν καί ἀσπάζεσθαι, ἀλλά τήν ἴσην καί την αὐτήν σπουδήν ἐν πάσαις ταῖς ἑβδομάσι τῶν νηστειῶν ἀναγκαῖον τοῖς σπουδαίοις διατηρεῖν. Λόγος ΙΑ΄. (191)
  • Περί ἐγκρατείας καί ὑπομονῆς εἰς τήν ἐργασίαν τῶν ἀρετῶν ἐν τῷ καιρῷ τῆς
  • νηστείας. Καί περί σιωπῆς. Καί ὅπως δεῖ ἐν πάσῃ τῇ νηστείᾳ διάγειν τους ἀγωνιζομένους ἐν ἀληθείᾳ. Λόγος ΙΒ΄. (199)
  • Περί τῆς τοῦ Χριστοῦ ἀναστάσεως. Καί ὁποία τίς ἐστιν ἤ πῶς ἐν ἡμῖν γίνεται ἡ
  • ἀνάστασις τοῦ Χριστοῦ καί ἐν αὐτῇ ἡ ἀνάστασις τῆς ψυχῆς. Καί τί τό μυστήριον
  • ταύτης τῆς ἀναστάσεως. Ἐλέχθη μετά τό Πάσχα τῇ δευτέρᾳ τῆς δευτέρας ἑβδομάδος τοῦ Πάσχα. Λόγος ΙΓ ΄. (209)
  • Περί μετανοίας καί ἀρχῆς βίου μοναδικοῦ. Καί πῶς τις ὁδῷ καί τάξει προβαίνων εἰς ἀρετήν ἐν τῇ τῶν ἐντολῶν ἐργασίᾳ εἰς τελειότητα ἔρχεται. Λόγος ΙΔ΄. (216
  • Περί ἐμπαθοῦς καί ἀπίστου καί πονηρᾶς διαθέσεως. Καί τίς ἡ ἕνωσις τοῦ Θεοῦ πρός τούς υἱούς τοῦ φωτός καί τίνα τρόπον ἐν αὐτοῖς αὕτη γίνεται. Καί πρός το τέλος, καταδρομή τῶν ἀναξίως κατατολμώντων τῆς ἀρχιερωσύνης. Λόγος ΙΕ΄. (224)
  • Περί τῶν ἐνεργειῶν τοῦ Πνεύματος τοῦ Ἁγίου. Καί τίς ἡ θεωρία τῶν μυστηρίων αὐτοῦ. Καί ὅπως τοῖς καθαροῖς τήν καρδίαν ἀποκαλύπτονται. Καί διήγησις ἐκ προοιμίων ἐπωφελής περί τινος ὑποτακτικοῦ, λαβόντος Πνεῦμα Ἅγιον ταῖς εὐχαῖς τοῦ πνευματικοῦ αὐτοῦ πατρός. Λόγος Ις΄. (231)
  • Περί θεωρίας καί ἀποκαλύψεως και πεφωτισμένης εὐχῆς. Καί ὅπως ὁ ὑπό τῆς ἀγάπης κατασχεθείς τοῦ Θεοῦ καί εἰς βάθος ταπεινοφροσύνης ἐλάσας, ἐνεργεῖται ὑπό τοῦ Πνεύματος τοῦ Ἁγίου. Λόγος ΙΖ΄. (238)
  • Περί μεθόδων τοῦ πονηροῦ, ὧν ὑποβάλλει τοῖς κουφοτέροις και φιλοπρωτεύουσιν, ὁπόταν ὁ ποιμήν ἐξ ἀνθρώπων γένηται. Καί ὅτι χρή τούς μέν ἀναξίως ἐπιπηδῶντας τῇ ἀρχῇ πάσῃ κωλύειν συνωθεῖν ἐπί τοῦτο καί συνεργεῖν. Καί πρός τῷ τέλει, πρός τόν ποιμένα. Λόγος ΙΗ΄. (243)
  • Ὅτι οὐ χρή ἐπί μόνοις τοῖς λόγοις καί ταῖς ὑποσχέσεσι θαρρεῖν τῶν ἀνθρώπων, ἀλλ᾿ ἐκ τῶν ἔργων τό πιστόν βεβαιοῦσθαι τῶν λόγων αὐτῶν. Καί οἵα τίς ἐστιν ἡ τῶν ἀληθινῶν διδασκάλων διάθεσις καί ἀγάπη πρός τους μαθητευομένους αὐτοῖς. Καί ὁποῖα τά σπλάγχνα καί ἡ φροντίς αὐτῶν. Καί ὅπως ὑπέρ αὐτῶν ἐντυγχάνουσι τῷ Θεῷ. Λόγος ΙΘ΄. (266)
  • Περί ἀποταγῆς καί ἐκκοπῆς θελήματος, πρός τούς αἰτήσαντας γράψαι αὐτοῖς πῶς ὀφείλει τις τόν ἀσκητικόν διανύσαι βίον. Καί ὅτι καλόν ἐπί τούτῳ και ἐπωφελές ἐμπείρῳ χρήσασθαι ὁδηγῷ ἤγουν πνευματικῷ πατρί εἰς τό αμαθεῖν τά τῆς ἀρετῆς καί τῆς ἀσκητικῆς τέχνης τήν δυσκατόρθωτον ἐργασίαν. Καί περί πίστεως τῆς εἰς τούς πνευματικούς πατέρας καί θεωρίας φωτός, ὑφ᾿ οὗ πᾶσα φωτιζομένη ψυχή προκόπτει εἰς ἀγάπην Θεοῦ. Λόγος Κ΄. (273)
  • Περί μνήμης θανάτου. Καί οἷον ἀγαθόν τέλος δέδωκεν ὁ τρισόλβιος αὐτοῦ ἀδελφός Ἀντώνιος. Καί πρός τῷ τέλει, ἐπιτάφιος πρός αὐτόν. Λόγος ΚΑ΄. (283)
  • Περί πίστεως. Καί διδασκαλία περί τῶν λεγόντων μή εἶναι δυνατόν ἐν μέσῳ τῶν βιωτικῶν τό τέλειον φθάσαι τῶν ἀρετῶν. Καί διήγησις ἐκ προοιμίων ἐπωφελής. Λόγος ΚΒ΄. (289)
  • Περί μετανοίας καί φόβου Θεοῦ. Καί ὁποῖον ἀγῶνα ἔχει ψυχῆς καί πόνον καρδίας ὁ μετά συντετριμμένου τοῦ πνεύματος μετανοῶν. Καί τίνα εἰσίν ἅ λέγει καί πρός τόν φιλάνθρωπον Κύριον εὔχεται. Λόγος ΚΓ΄. (302)
  • Περί γνώσεως πνευματικῆς. Καί ὅτι ὁ ἐγκεκρυμμένος τοῦ Πνεύματος θησαυρός ἐν τῷ γράμματι τῆς θείας Γραφῆς οὐ πᾶσιν εὔδηλός ἐστι καί τοῖς βουλομένοις, ἀλλά μόνοις τοῖς τόν διανοίγοντα τόν νοῦν κτησαμένοις εἰς το συνιέναι τάς Γραφάς. Λόγος ΚΔ΄. (311)
  • Περί ἀλλοιώσεως ψυχῆς τε καί σώματος, τῶν ἐξ ἀέρος, τῶν ἐκ στοιχείων, τῶν
  • ἐκ βρωμάτων καί τῶν δαιμόνων ἐπιγινομένων ἡμῖν. Λόγος ΚΕ΄. (319)
  • Περί ἀρχῆς βίου λίαν ἐπωφελοῦς καί σωτηρίου, ἁρμοζούσης τοῖς ἄρτι τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἀποτασσομένοις καί πρός τόν μοναδικόν ἀποτρέχουσι βίον. Καί διδασκαλίας εἰς ἀρχαρίους λυσιτελεστάτη. Λόγος Κς΄. (328)
  • Περί τοῦ μή ἀμελῶς ἔχειν περί τήν ἐργασίαν τῶν τοῦ Θεοῦ ἐντολῶν, μηδέ καταφρονεῖν μιᾶς καί μόνης αὐτῶν, ἀλλ᾿ ἀγωνίζεσθαι τηρεῖν ὁμοῦ πάσας, ἵνα μη ὡς καταφρονηταί ἔξω τοῦ νυμφῶνος ἀποκλεισθῶμεν. Καί περί τοῦ ὑπομένειν γενναίως τούς πειρασμούς. Λόγος ΚΖ΄. (340)
  • Περί τῆς ἐκ τοῦ Πνεύματος ἐγγινομένης τοῖς ἀγωνιζομένοις καί πρό τοῦ θανάτου ζωοποιοῦ νεκρώσεως. Καί ὅτι οἱ ἐν τῇ χάριτι ὑπέρ τόν νόμον γενόμενοι τήν τοῦ θείου φωτός χάριν γνωστῶς ἐν ἑαυτοῖς λαμβάνουσιν· οἱ γάρ μή λαβόντες ἤδη τοῦτο τό φῶς κατά τήν παροῦσαν ζωήν, μηδέ καθορῶντες αὐτό, ἔτι ὑπό την σκιάν τοῦ νόμου εἰσί καί κριθήσονται ὑπ᾿ αὐτοῦ. Καί ὁποῖον δεῖ εἶναι τόν τε προηγούμενον καί τόν ἱερέα, τόν δεσμεῖν καί λύειν ἄνωθεν λαβόντα την ἐξουσίαν. Καί ὅτι τῷ ἀληθῶς ἱερουργοῦντι καί ὑπό τοῦ θείου καταλαμπομένῳ φωτός πάντες κατάδηλοι, αὐτοί τε οἱ Πνεύματι περιπατοῦντες Θεοῦ καί οἱ μήπω τόν χοϊκόν ἐκδυσάμενοι ἄνθρωπον. Λόγος ΚΗ΄. (355)
  • Περί τοῦ μή δεῖν λέγειν, ὅτι ἀδύνατον νῦν εἰς ἄκρον ἐλθεῖν ἀρετῆς τον βουλόμενον καί τοῖς πάλαι ἁμιλληθῆναι ἁγίοις. Καί ὅτι πᾶς ὁ τά ἐναντία διδάσκων τῶν θείων Γραφῶν νέαν αἵρεσιν τοῖς πειθομένοις αὐτῷ δογματίζει. Και περί δακρύων, ὅτι ἐκ φύσεως ἡμῖν τά δάκρυα πρόσεστι. Λόγος ΚΘ΄. (372)
  • Περί μετανοίας καί ἀρχῆς ἐπαινετοῦ βίου, ὅπως δεῖ τόν μετανοῦντα καθ᾿ ἑκάστην ποιεῖν. Ἐν ᾧ καί περί δακρύων ἅμα καί κατανύξεως. Λόγος Λ΄. (385)
  • Περί τοῦ πῶς δεῖ ἕκαστον ἐπισκέπτεσθαι καί τά καθ᾿ ἑαυτόν ἐπιμελῶς ἐρευνᾷν. Καί πῶς τά ἑαυτοῦ ἀντιπαρατιθέναι χρή ταῖς ἐντολαῖς τοῦ Χριστοῦ. Λόγος ΛΑ΄. (399)
  • Περί βλασφημίας. Καί ὅτι ὁ λέγων μή δύνασθαί τινα τήν παροῦσαν γενεάν ἐν μετοχῇ τοῦ Ἁγίου γενέσθαι Πνεύματος, ἀλλά καί ὁ διαβάλλων τάς ἐνεργείας τοῦ Πνεύματος καί τῷ ἐναντίῳ ταύτας ἐπιφημίζων, αἵρεσιν νέαν εἰς τήν τοῦ Θεοῦ ἐκκλησίαν ἀνακαινίζει. Λόγος ΛΒ΄. (406)
  • Περί μετοχῆς Πνεύματος Ἁγίου. Καί ὅτι ἀδύνατον ἄλλως βεβαιωθῆναι τά ἔργα τῆς ἀρετῆς, εἰ μή δι᾿ ἐπιδημίας τοῦ Πνεύματος, οὗ χωρίς οὐδείς πρός ἀρετήν κατευθύνεται, οὐδέ ἄλλους ὠφελεῖν δύναται ἤ ἀλλοτρίους δέχεσθαι λογισμούς. Καί περί τό ἴσον κατά πάντα καί ὡσαύτως ὄν τῆς Τρισυποστάτου Θεότητος. Λόγος ΛΓ΄. (411)
  • Ὅτι οὐκ ἀκίνδυνον τό διδόμενον ἡμῖν παρά Θεοῦ τάλαντον κατορύττειν· χρή γάρ δημοσιεύειν αὐτό καί τοῖς πᾶσιν ὑποδεικνύειν καί τάς εὐεργεσίας Θεοῦ εὐγνωμόνως ἀνακηρύττειν εἰς τήν τῶν ἀκουόντων ὠφέλειαν, κἄν τινες ἀπαρέσκωνται. Λόγος ΛΔ΄. (421)
  • Τοῦ αὐτοῦ. Εὐχαριστία πρός Θεόν ὑπέρ ὧν ἠξίωται δωρεῶν. Καί εἰσήγησις ὅπως τοῖς κεκαθαρμένοις τῇ καρδίᾳ Θεός ἀεί ἐπιφαίνεται, καί ἐν ποίοις τοῖς πράγμασι καί γνωρίσμασι. Λόγος ΛΕ΄. (437)
  • Τοῦ ἁγίου καί μεγάλου πατρός ἡμῶν Συμεών τοῦ Νέου. Εὐχαριστία πρός Θεόν περί τῶν γεγονότων εὐεργεσιῶν εἰς αὐτόν παρ᾿ αὐτοῦ. Ἐν ᾗ καί περί εὐχῆς πνευματικῆς καί τῆς ἐν ταύτῃ προκοπῆς. Καί περί ἐλλάμψεως θείας θεωρίας τε ἀπλανοῦς καί ἀγάπης τῆς πρός Θεόν. Λόγος Λς΄. (448)

——————————————————————————————————

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ (Β’)

  • ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ.
    • ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ (13). Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.
    • ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ (29). Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.
    • ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ. Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.
  • ΒΙΒΛΟΣ ΤΩΝ ΗΘΙΚΩΝ.
    • ΛΟΓΟΣ Α΄. (49). Κεφάλαια τοῦ λόγου.
      • α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.
      • β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.
      • γ΄. Περί τῆς τοῦ Λόγου σαρκώσεως καί κατά τίνα τρόπον δι᾿ ἡμᾶς ἐσαρκώθη.
      • δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.
      • ε΄. Ὁποία ἔσται ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως· ἐν ᾧ καί περί ἀγγέλων καί περί ψυχῆς.
      • ς΄. Πῶς ἑνοῦνται τῷ Χριστῷ καί Θεῷ καί ἕν γίνονται μετ᾿ αὐτοῦ πάντες οἱ ἅγιοι.
      • ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί κατά τίνα τρόπον πληρωθήσεται.
      • η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.
      • θ΄. Εἰς τόν ῥητόν τοῦ Εὐαγγελίου· “Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ”. Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.
      • ι΄.Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννώνται ὑπ᾿ αὐτοῦ· καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.
      • ια΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· “Καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν”.
      • ιβ΄. (50) Ὅτι οὐ χρή πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς εἰς ἀρετήν προκοπῆς τε καί τελειώσεως τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καί ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες αλλήλους γνωρίζουσιν οἱ ἅγιοι.
    • ΛΟΓΟΣ Β΄. Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου. (113)
      • α΄. Προτρεπτικός ἐκ προοιμίων εἰς μετάνοιαν καί εἰς τό ῥητόν τοῦ Ἀποστόλου· “Οὕς προέγνω, τούτους και προώρισε” καί εἰς τά ἑξῆς· καί κατά τῶν στρεβλούντων αὐτό τε καί πᾶσαν τήν θείαν Γραφήν. β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν βαπτισθέντες καί πιστεύσαντες εἰς αὐτόν προεγνωσμένοι καί προωρισμένοι εἰσί τῷ Θεῷ εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ αὐτοῦ καί εἰς τό ῥητόν τοῦ Μωσέως· “Ὅτε διεμέριζεν ἔθνη ὁ Ὕψιστος” καί εἰς τά ἑξῆς· ἐν ᾧ καί περί τῆς κλήσεως καί ἀποβολῆς τοῦ Ἰσραήλ καί τῆς μετά τῶν ἐθνῶν αὖθις τούτου ἑνώσεως.
      • γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί τῆς τοῦ Ἀδάμ και τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας. δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ, καί περί τοῦ Ἀβραάμ καί τοῦ κατ᾿ ἐκλογήν λήμματος, καί τί ἐστι τό λῆμμα τοῦτο, καί περί Ἰσραήλ καί τῆς περιτομῆς.
      • ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ᾿ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὥν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὥν τῶν ἀρχαίων καί τῶν ἐς ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ, τίνος δέ ἡ κιβωτός, τίνος ὁ νόμος, τίνος ἡ στάμνος, τίνος ὁ Μωϋσῆς· τίνων τύπους ἔφερον τά ἐν τῷ παραδείσῳ γεγονότα καί τά ἐν αὐτῷ τῷ Ἀδάμ.
      • στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· “Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε” καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι και τοῦ Ἰσραήλ.
      • (114) ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησια καί νέος παράδεισος ἡ προς αὐτόν πίστις· καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησιᾳ διά Χριστοῦ τελεσθέντων· καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· “Οὕς προέγνω, τούτους καί προώρισε….”.
    • ΛΟΓΟΣ Γ΄ (151). Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· “Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι”. Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά “ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη”; Τις δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;
    • ΛΟΓΟΣ Δ΄. Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· και τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας. (175)
    • ΛΟΓΟΣ Ε΄ (207). Περί τῶν οἰομένων ἀγνώστως ἔχειν ἐν ἑαυτοῖς τό Πνεῦμα τό Ἅγιον, μη ἐπαισθανομένων δέ καθόλου τῆς ἐνεργείας αὐτοῦ· καί περί τῶν λεγόντων μη δύνασθαί τινα τῶν ἀνθρώπων κατά τήν παροῦσαν ζωήν ὁρᾶν τήν δόξαν αὐτοῦ, καί ἀπόδειξις διά χρήσεων περί τούτου. Καί ὅτι φθόνος οὐδείς ἐν τοῖς ἁγίοις, ὅταν διά πάσης σπουδῆς ἐναρέτου τούτοις συνεξισώμεθα. Καί ποίῳ τρόπῳ ὁρᾷ τις τον Θεόν καί ὅτι ὁ εἰς τοιαῦτα μέτρα πεφθακώς, ὥστε ὁρᾷν κατά τό ἐφικτόν τόν Θεόν, ἔνθεν ἤδη μυεῖται καί τήν μέλλουσαν δοθῆναι ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπόλαυσιν. Καί ὅτι ὅσα ἄν ὁ τοιοῦτος λέγῃ ἤ ποιῇ ἤ γράφῃ, οὐκ αὐτός, ἀλλά το Πνεῦμα τό Ἅγιον τό λαλοῦν ἐν αὐτῷ ταῦτα λέγει καί γράφει· καί ὁ τούς λόγους αὐτοῦ ἀθετῶν ἤ παραλογιζόμενος, εἰς τό Πνεῦμα τοῦ Θεοῦ, τό ἐνεργοῦν και λαλοῦν ἐν αὐτῷ, ἁμαρτάνει καί βλασφημεῖ.
    • ΛΟΓΟΣ ς΄. (226). Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν και ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.
    • ΛΟΓΟΣ Ζ΄. (243). Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος και ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.
    • ΛΟΓΟΣ Η΄. (264). Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός και μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.
    • ΛΟΓΟΣ Θ΄. (272). Περί γνώσεως ἀληθινῆς καί ὅτι ἡ τοῦ Θεοῦ γνῶσις οὐκ ἐκ μαθημάτων, ἀλλ᾿ ἐκ καθαρότητος καί τῆς ἄνωθεν χάριτος ἐπιγίνεται τῷ σπουδαίῳ· καί ὅτι χαλεπόν το κρίνειν· καί ἔλεγχος τῶν οἰομένων εἰδέναι τά τοῦ Πνεύματος χωρίς Πνεύματος· ἐν ᾧ καί περί τῆς τοῦ Πατρός ἁγιωσύνης· καί οἷον ἀγαθόν ἐστιν ἡ πίστις καί τίς ὁ ταύτης καρπός καί ὅπως αὐξάνεται· καί ὅτι οἱ τόν θησαυρόν ἐν ἑαυτοῖς ἐσχηκότες τοῦ Πνεύματος καί ἐν ἄλλοις ὄντα γνωρίζουσι· καί τίνα τῶν ἁγίων τά σημεῖα και πῶς καί τίσι γνωρίζονται· καί ὅτι ὁ μή γεννηθείς ἄνωθεν οὐ δύναται ἰδεῖν τον γεγεννηκότα Θεόν οὐδέ γνωρίσαι τόν εἰς τοῦτο πεφθακότα διά τοῦ Πνεύματος.
    • ΛΟΓΟΣ Ι ΄. (290). Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τις ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τον Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.
    • ΛΟΓΟΣ ΙΑ ‘. (322). Περί τῆς ζωοποιοῦ νεκρώσεως τοῦ Ἰησοῦ καί Θεοῦ τῆς ἀεί γινομένης εὐαισθήτως ἐν τοῖς τελείοις. Καί ὅτι ἡ κτῆσις τῶν ἀρετῶν αἵματι ἀγοράζεται· και τίνα τῶν ἀρετῶν τά καταγώγια καί ὅτι ὁ μή διά τῆς πρώτης βαθμίδος κατά τάξιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν ἀνερχόμενος οὐδαμῶς εἰσελεύσεται εἰς αυτήν. Ὅτι ἐν τοῖς τελείοις χαρά καί ἀγαλλίασίς ἐστι, καί οὐ δάκρυον, καί βρύουσι τῆς θεολογίας τά ῥεῖθρα. Καί πρός τό τέλος, ὅτι δεῖ ἐπιπηδᾶν ταῖς ἀρχαῖς ἄνευ τῆς πληροφούσης τάς καρδίας ἡμῶν χάριτος, τῆς ἐπί τό ποιμαίνειν καλούσης τον λαόν τοῦ Θεοῦ· καί τί τό ἔργον τῶν προϊσταμένων, τίς δέ ἡ περί τά λογικά πρόβατα φροντίς, καί πῶς ὀφείλουσι ταῦτα παρά τῶν ποιμένων ποιμαίνεσθαι.
    • ΛΟΓΟΣ ΙΒ΄ (347). Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.
    • ΛΟΓΟΣ ΙΓ΄(355). Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερον ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ». Καί πῶς τόν χοϊκόν ἀποτιθέμεθα ἄνθρωπον και τόν Χριστόν ἐνδυόμεθα, συγγενεῖς αὐτοῦ καί ἀδελφοί χρηματίσαντες.
    • ΛΟΓΟΣ ΙΔ΄ (365). Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα τά τελούμενα ἐν ταῖς ἑορταῖς καί κατά τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καί περί τῶν ἀξίως ἤ ἀναξίως κοινωνούντων καί τίς ἡ ἐν τούτοις διαφορά· καί πρός τό τέλος, πῶς συνάπτεται τις διά τῆς κοινωνίας Θεῷ καί πῶς οὐ συνάπτεται.
    • ΛΟΓΟΣ ΙΕ΄ (375). Περί ἡσυχίας καί ὁποίας ἐργασίας ὀφείλει ἔχεσθαι ὁ ἐν ταύτῃ ανδρείως προσκαρτερῶν.
  • ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ ρ΄.
  • ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΓΝΩΣΤΙΚΑ ΤΕ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ κε’.
  • ΔΙΑΛΟΓΟΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΡΟΣ ΣΥΜΕΩΝ ΤΟΝ ΝΕΟΝ ΘΕΟΛΟΓΟΝ. (454).

——————————————————————————————————

ΤΟΜΟΣ ΤΡΙΤΟΣ (Γ’)

  • Νικήτα μονάζοντος καί πρεσβυτέρου μονῆς τῶν Στουδίου τοῦ Στηθάτου εἰς τήν βίβλον τῶν θείων ὕμνων τοῦ ὁσίου πατρός ἡμῶν Συμεών. (11)
  • Ο ΠΙΝΑΞ ΤΩΝ ΘΕΙΩΝ ΕΡΩΤΩΝ.
  • ΕΥΧΗ ΜΥΣΤΙΚΗ. Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Συμεών εὐχή μυστική, δι᾿ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτόπροορῶν. (33)
  • Α’. Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου˙ καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι˙ καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ. (37)
  • Β΄. Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα˙ ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων. (45)
  • Γ’. Τίς ὁ μοναχός καί καί τίς ἡ αὐτοῦ ἐργασία˙ καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.
  • Δ’.  Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ˙ και περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα. (51)
  • Ε’. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα. (55)
  • ΣΤ’. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα. (57)
  • Ζ’. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν˙ καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο. (59)
  • Η’.  Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας. (61)
  • Θ’. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μη βλαπτόμενος τῷ πλησιασμῷ ὑπ᾿ αὐτῶν. (65)
  • Ι’. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται. (67)
  • ΙΑ’. Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται. (68
  • ΙΒ’. Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία˙ καί δι᾿ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων την οἴησιν. (72)
  • ΙΔ’. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ᾿ αὐτοῦ ἠξιώθη˙ καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα. (81)
  • ΙΕ’. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν, καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός καί μένων ἀμέριστος. (85)
  • ΙΣΤ’. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν (94)
  • ΙΖ’. Ὅτι ὁ φόβος γεννᾷ τήν ἀγάπην, ἡ δέ ἀγάπη ἐκριζοῖ τόν φόβον ἀπό τῆς ψυχῆς καί μένει μόνη ἐν αὐτῇ, Πνεῦμα Θεῖον οὖσα καί Ἅγιον. (96)
  • ΙΗ’. Διδασκαλία σύν θεολογίᾳ περί τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτός τοῦ Ἁγίου Πνεύματος. (124)
  • ΙΘ’. Διδασκαλία σύν θεολογίᾳ, ἐν ᾗ καί περί ἱερωσύνης ἅμα καί ἀπαθοῦς θεωρίας. (132
  • Κ’. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ˙ καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου. (138)
  • ΚΑ’. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα˙ Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν. (147)
  • ΚΒ’. Εὐχαριστία σύν θεολογίᾳ˙ καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται. (164)
  • ΚΓ’. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία˙ καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά και ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία˙ καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες. (171)
  • ΚΔ’. Δι᾿ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον. (188)
  • ΚΕ’. Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους˙ ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει. (201)
  • ΚΣΤ’. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται. (207)
  • ΚΖ’. Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή και ἀνάβασις. (211)
  • ΚΗ’. Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς. (217)
  • ΚΘ’. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός. (225)
  • Λ’. Πρός ἕνα τῶν μαθητῶν, ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διά δακρύων και μετανοίας προσψαῦσαν τό θεῖον τοῦ Πνεύματος πῦρ δράσσεται αὐτῶν καί πλεον καθαίρει, φωτίζον τά ὑπό τῆς ἁμαρτίας ἐσκοτισμένα μέρη αὐτῶν καί τά τραύματα ἐξιώμενον εἰς τελεῖαν φέρει συνούλωσιν, ὡς τῷ θείῳ κάλλει ὑπεραστράπτειν αὐτάς. (237)
  • ΛΑ’. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος. (257)
  • ΛΒ’. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῷ πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος. (264
  • ΛΓ’. Περί θεολογίας˙ καί ὅτι οἱ τό κατ᾿ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ᾿ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ᾿ αὐτοῦ κρατοῦνται καί βασιλεύονται. (268)
  • ΛΔ’. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται. (273)
  • ΛΕ’. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν. (278)
  • ΛΣΤ’. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ᾿ αὐτόν διωγμῷ. (283)
  • ΛΖ’. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας (286)
  • ΛΗ’. Περί θεολογίας˙ καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τον ἄϋλον καί ἀόρατον καθορᾷ. (289)
  • ΛΘ’. Ὅτι ὁ πόθος καί ἡ πρός Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον˙ βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ. (293
  • Μ’. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν˙ καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος˙ καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν. (296)
  • ΜΑ’. Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ᾿ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αίτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωρούνται πειράζεσθαι˙ καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ. (300)
  • ΜΒ’. Ὅτι οἱ τῷ Θεῷ ἀπ᾿ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται˙ εἰ δ᾿ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται. (310)
  • ΜΓ’. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν˙ οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας. (318)
  • ΜΔ’. Τί ἐστι τό κατ᾿ εἰκόνα, καί πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκών ὁ ἄνθρωπος˙ καί ὅτι ὁ τούς ἐχθρούς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ Θεοῦ, Πνεύματος δέ Ἁγίου ἐντεῦθεν μέτοχος γεγονώς θέσει θεός καί χάριτι γίνεται, μόνοις ἐκείνοις γνωριζόμενος, τοῖς ὑπό τοῦ Ἁγίου Πνεύματος ἐνεργουμένοις. (324
  • ΜΕ’. Περί θεολογίας ἀκριβεστάτης˙ καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν. (338)
  • ΜΣΤ’. Ἐξομολόγησις εὐχῇ συνημμένη˙ καί περί συναφείας Πνεύματος Ἁγίου και ἀπαθείας. (343)
  • ΜΖ’.  Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία˙ καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς. (345)
  • ΜΗ’. Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία˙ καί διάλογος πρός την ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος. (348)
  • ΜΘ’. Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἑνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν. (354)
  • Ν’. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας˙ καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος˙ καί ὅτι ὁ μη φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδου κολάσεων. (358)
  • ΝΑ’. Ὅτι τοῦ Πνεύματος λάμποντος ἐν ἡμῖν τοῦ Ἁγίου πάντα τά τῶν παθῶν φυγαδεύονται ὡς ὑπό τοῦ φωτός τό σκότος˙ συστέλλοντος δέ αὐτοῦ τάς ἀκτῖνας, ὑπό τούτων καί τῶν πονηρῶν βαλλόμεθα λογισμῶν. (370)
  • ΝΒ’. Περί θεολογίας˙ καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστι.(376)
  • ΝΓ’. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος˙ καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ᾿ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα. (382)
  • ΝΔ’. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ᾿ ὡς ὑπ᾿ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ. (393)
  • ΝΕ’. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα το Ἅγιον˙ ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται. (399)
  • ΝΣΤ’.  Εὐχή πρός Θεόν ἐπί τοῖς γεγονόσιν εἰς αὐτόν, ἱκετήριός τε ὁμοῦ και εὐχαριστήριος. (406)
  • ΝΖ’. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον. (408)
  • ΝΗ’.  Διδασκαλία κοινήν σύν ἐλέγχῳ πρός πάντας˙ βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, μονάζοντας, λαϊκούς, ὑπό στόματος λαληθεῖσα καί λεγομένη Θεοῦ. (409)
  • ΕΠΙΣΤΟΛΕΣ.
  • ΕΠΙΣΤΟΛΗ Α’. Περί ἐξομολογήσεως. (423)
  • ΕΠΙΣΤΟΛΗ Β’. Πρός Στέφανον Νικομηδείας (440)
  • ΕΠΙΣΤΟΛΗ Γ’. Ἑτέρα πρός Στέφανον Νικομηδείας. (441)
  • ΕΠΙΣΤΟΛΗ Δ’. Πρός Νικήτα Σταθᾶτον. (442)
Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: