Νικόλαος ο Καβάσιλας – Περὶ τῆς ἐν Χριστῷ ζωῆς. Λόγος δεύτερος (Β΄).

Τοῦ σοφωτάτου καὶ λογιωτάτου καὶ τοῖς ὅλοις ἁγιωτάτου
κυροῦ Νικολάου Καβάσιλα τοῦ καὶ Χαμαετοῦ

Περὶ τῆς ἐν Χριστῷ ζωῆς, (Β΄)

Λόγος δεύτερος· τίνα συντέλειαν τὸ θεῖον αὐτῇ παρέχεται βάπτισμα.

1. Τὸ μὲν οὖν ἐν τοῖς ἱεροῖς μυστηρίοις τὴν ἱερὰν ζωὴν συνεστάναι ἀπὸ τῶν προτέρων δέδεικται· ἕκαστον δὲ τῶν μυστηρίων ὅπως εἰς τουτονὶ φέρει τὸν βίον, νυνὶ σκοπῶμεν.Ἔστι μὲν γὰρ ἡ ἐν τῷ Χριστῷ ζωὴ αὐτὸ τὸ συναφθῆναι Χριστῷ· ὃν δ’ ἄρα τρόπον ἑκάστη τελετὴ τοὺς τετελεσμένους τῷ Χριστῷ συνάπτει, λέγωμεν ἤδη.

2. Τίνα τρόπον διὰ τῶν μυστηρίων τῷ Χριστῷ συναπτόμεθα. Ἔστι δὴ Χριστῷ συναφθῆναι διὰ πάντων ἐλθοῦσι δι’ ὧν ὁ Σωτὴρ ἦλθε καὶ πάντα παθοῦσι καὶ γενομένοις ὅσα ἐκεῖνος. Ἐκεῖνος τοίνυν ἡνώθη μὲν αἵματι καὶ σαρκὶ πάσης καθαροῖς ἁμαρτίας· φύσει δὲ ὢν Θεὸς αὐτὸς ἐξ ἀρχῆς, καὶ τοῦτο τεθέωκεν ὃ γέγονεν ὕστερον, τὴν ἀνθρωπείαν φύσιν· τελευτῶν δὲ καὶ ἀπέθανε τῆς σαρκὸς ἕνεκα καὶ ἀνέστη. Δεῖ τοίνυν καὶ τῆς σαρκὸς αὐτῷ μεταλαβεῖν καὶ τῆς θεώσεως μετασχεῖν καὶ τοῦ τάφου καὶ τῆς ἀναστάσεως κοινωνῆσαι τὸν συναφθῆναι ζητοῦντα.

3. Καὶ δὴ βαπτιζόμεθα μέν, ἵνα τὸν θάνατον ἀποθάνωμεν ἐκεῖνον καὶ τὴν ἀνάστασιν ἀναστῶμεν· χριόμεθα δέ, ἵνα τοῦ χρίσματος τοῦ βασιλικοῦ τῆς θεώσεως αὐτῷ γενώμεθα κοινωνοί· σιτούμενοι δὲ τὸν ἱερώτατον ἄρτον καὶ τοῦ θειοτάτου πίνοντες ποτηρίου, αὐτῆς μετέχομεν τῆς σαρκός, αὐτοῦ τοῦ αἵματος, τῶν τῷ Σωτῆρι προσειλημμένων· καὶ τοῦτον τὸν τρόπον συναπτόμεθα τῷ ὑπὲρ ἡμῶν σαρκωθέντι καὶ θεωθέντι καὶ ἀποθανόντι καὶ ἀναστάντι.

4. Περὶ τῆς τάξεως τῶν μυστηρίων. ὅθεν ἔληξεν ἀρχόμενοι ἐν οἷς ἐκεῖνος ἤρξατο τελευτῶμεν; Ὅτι κατῆλθεν ἵν’ ἡμεῖς ἀνέλθωμεν, καὶ τῆς αὐτῆς ὑποκειμένης ὁδοῦ, τὸ μὲν ἐκείνου πρᾶγμα κάθοδος ἦν, ἡμεῖς δὲ ἀνερχόμεθα· οὐκοῦν ὥσπερ ἐπὶ κλίμακος, ὅπερ ἔσχατον ἦν ἐκείνῳ κατερχομένῳ, τοῦτο ἡμῖν ἀνιοῦσι γίνεται πρῶτον.

5. Ἄλλως τε οὐδ’ ἐξῆν ἑτέρως, αὐτῶν ἕνεκα τῶν πραγμάτων. Τὸ μὲν γὰρ βάπτισμα γέννησις· τὸ δὲ μύρον ἐνεργείας καὶ κινήσεως ἐν ἡμῖν ἔχει λόγον· ὁ δὲ τῆς ζωῆς ἄρτος καὶ τὸ ποτήριον τῆς εὐχαριστίας βρῶσίς ἐστι καὶ πόσις ἀληθινή. Οὐκ ἔστι δὲ κινηθῆναι ἢ τραφῆναι πρὶν γεννηθῆναι.

6. Ἔτι δὲ τὸ μὲν βάπτισμα Θεῷ τὸν ἄνθρωπον καταλλάττει, τὸ δὲ μύρον τῶν ἐκεῖθεν ἀξιοῖ δώρων, ἡ δὲ τραπέζης δύναμις τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὸ αἷμα κοινὰ ποιεῖ τῷ τελουμένῳ. Ἀμήχανον δὲ πρὶν κατηλλάχθαι μετὰ τῶν φίλων ἑστάναι, καὶ ὧν ἐκείνοις προσῆκεν ἀξιοῦσθαι χαρίτων, καὶ τῷ Πονηρῷ καὶ ταῖς ἁμαρτίαις ὑποκειμένους αἵματος πιεῖν καὶ σαρκὸς φαγεῖν τῶν ἀναμαρτήτων. Διὰ ταῦτα λούμεθα πρῶτον, εἶτα χριόμεθα, καὶ οὕτω καθαροὺς καὶ εὐώδεις ἡ τράπεζα δέχεται.

7. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Περὶ δὲ τῶν μυστηρίων ἑκάστου σκοπῶμεν ἔτι, τίνα συντέλειαν τῷ ἱερῷ παρέχεται βίῳ, καὶ περὶ τοῦ βαπτίσματος πρώτου ὅσα γε εἰς τὴν ζωὴν ταύτην δύναται φέρειν.

8. Ὅτι τὸ βάπτισμα ἀρχὴ τοῦ εἶναι τοῖς κατὰ Θεὸν ζῶσι· καὶ σημεῖον ἡ τάξις ἣν ἔχει πρὸς τὰ ἄλλα μυστηρία. Ἔστι τοίνυν τὸ βαπτισθῆναι, αὐτὸ τὸ κατὰ Χριστὸν γεννηθῆναι καὶ λαβεῖν αὐτὸ τὸ εἶναι καὶ ὑποστῆναι μηδὲν ὄντας. Τοῦτο δὲ καταλαβεῖν ἔστι πολλαχόθεν. Πρῶτον μὲν ἀπὸ τῆς τάξεως αὐτῆς, ὅτι τοῦτο πρῶτον μυούμεθα μυστηρίων, καὶ πρὸ τῶν ἄλλων τοῦτο χριστιανοὺς εἰς τὴν καινὴν εἰσάγει ζωήν· δεύτερον τῶν ὀνομάτων ὅθεν αὐτὸ καλοῦμεν· καὶ τρίτον τῶν ἐπ’ αὐτὸ τελουμένων καὶ ᾀδομένων.

9. Ἡ μὲν οὖν τάξις ἄνωθεν αὕτη· λούσασθαι πρῶτον, εἶτα μύρῳ χρισαμένους εἰς τὴν τράπεζαν ἀφικέσθαι τὴν ἱεράν· ὃ δὴ τεκμήριόν ἐστιν ἐναργές, τοῦ γε ἀρχὴν βίου καὶ ζωῆς βάθρον καὶ τοιαύτας ὑποθέσεις τὸ λουτρὸν εἶναι· ἐπεὶ Χριστὸς αὐτὸς μεθ’ ὧν ὑπὲρ ἡμῶν ἠνέσχετο πάντων καὶ βαπτισθῆναι δεῆσαν, τοῦτο δέχεται πρὸ τῶν ἄλλων.

10. Ὅτι τὸ βάπτισμα ἀρχή ἐστι τοῦ εἶναι τοῖς κατὰ Θεὸν ζῶσι· καὶ σημεῖον τὰ ὀνόματα ὅθεν αὐτὸ καλοῦμεν. Τὰ δὲ ὀνόματα, πρὸς τί ἂν ἄλλο δύναται φέρειν; Γέννησιν καὶ Ἀναγέννησιν καὶ Ἀνάπλασιν καὶ Σφραγῖδα αὐτὸ καλοῦμεν, καὶ Χάρισμα καὶ Φώτισμα καὶ Λουτρόν· ἃ δὴ πάντα τὸν ἕνα τοῦτον δύναται λόγον, τοῖς κατὰ Θεὸν οὖσι καὶ ζῶσιν, ἀρχὴν εἶναι τοῦ εἶναι τὴν τελετήν.

11. Ἡ μὲν οὖν Γέννησις ἐπιεικῶς οὐδὲν ἄλλο ἢ τοῦτο δοκεῖ σημαίνειν, καὶ ἡ Ἀναγέννησις καὶ ἡ Ἀνάπλασις ἐκεῖνο προσσημαίνουσαι μόνον· τοὺς νῦν γεννωμένους καὶ πλαττομένους καὶ ἄλλοτε γεννηθῆναι καὶ ἀπολέσαντας τὴν μορφὴν νῦν δευτέρᾳ γεννήσει πρὸς τὸ πρῶτον εἶδος αὖθις ἐπανιέναι· καθάπερ ἀνδριάντος ὕλῃ τὸ εἶδος ἀπολωλεκότος ἀποδιδοὺς ὁ τεχνίτης ἀναγεννᾷ τὴν εἰκόνα καὶ ἀναπλάττει· ἐπεὶ καὶ αὐτὸ ὅ τι ποτέ ἐστιν ἐν ἡμῖν τὸ τοῦ βαπτίσματος ἔργον, εἶδός ἐστι καὶ μορφή. Καὶ γάρ τινα εἰκόνα ἐγγράφει καὶ μορφὴν ἐντίθησι ταῖς ψυχαῖς, συμμόρφους ἀποφαῖνον τοῦ θανάτου καὶ τῆς ἀναστάσεως τοῦ Σωτῆρος.

12. Ὑπὲρ οὗ καὶ Σφραγὶς καλεῖται, πρὸς τὴν βασίλειον πλάττον εἰκόνα καὶ τὸ μακάριον εἶδος. Ὅτι δὲ τὸ εἶδος τὴν ὕλην περιβάλλει καὶ ἀφανίζει τὴν ἀμορφίαν, καὶ Ἔνδυμα καλοῦμεν καὶ Βάπτισμα τὸ μυστήριον. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος τὸ ἔνδυμα καὶ τὴν σφραγῖδα πρὸς ταὐτὸν φέρειν, νῦν μὲν ἐγγραφῆναι καὶ μορφωθῆναί φησι τὸν Χριστόν, νῦν δὲ περιτεθῆναι χριστιανοῖς ὥσπερ ἱμάτιον, τὸ μὲν Γαλάταις γράφων· «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», καί· «Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος»· τὸ δὲ Κορινθίοις· «Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.»

13. Καὶ γὰρ χρυσὸς καὶ ἄργυρος καὶ χαλκός, ἕως μὲν τῷ πυρὶ τακεὶς διαρρεῖ, γυμνὴν παρέχει τὴν ὕλην ὁρᾶν· ὅθεν καὶ χρυσὸς μόνον ἢ χαλκὸς αὐτὸ τοῦτο καλεῖται τὸ τῆς ὕλης ὄνομα. Ἐπειδὰν δὲ ὑπὸ τῶν τυπούντων σιδήρων εἰς τὸ εἶδος συνελαθῇ, οὐκέτι μὲν ἡ ὕλη, τὸ δὲ εἶδος φθάνον, καθάπερ τὰ ἱμάτια πρὸ τῶν σωμάτων ἀπαντᾷ τοῖς ὁρῶσιν· ὅθεν καὶ ὀνόματος ἰδίου τινὸς τυγχάνει· ἀνδριὰς γὰρ ἢ δακτύλιος ἢ ὁτιοῦν τῶν τοιούτων, ἃ τὴν μὲν ὕλην οὐκέτι, τὸ εἶδος δὲ μόνον σημαίνει καὶ τὴν μορφήν.

14. Διὰ τί βαπτιζομένοις τὰ ὀνόματα τίθενται. Ἴσως δὲ διὰ ταῦτα καὶ ὀνομαστήριός ἐστιν ἡ σωτήριος τοῦ βαπτίσματος ἡμέρα χριστιανοῖς· ὅτι τηνικαῦτα πλαττόμεθα καὶ τυπούμεθα, καὶ εἶδος καὶ ὅρον ἡ ἀνείδεος ἡμῶν καὶ ἀόριστος λαμβάνει ζωή. Ἄλλως τε τῷ γινώσκοντι τὰ ἴδια τότε γινωσκόμενοι πρῶτον καί, ᾗ φησι Παῦλος, «γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ», τὴν σημαντικὴν φωνήν, τὴν ἐπωνυμίαν κατὰ ταύτην ἀκούομεν τὴν ἡμέραν, ὡσὰν τότε γινωσκόμενοι καθαρῶς· τὸ γὰρ τῷ Θεῷ γνωσθῆναι, τοῦτό ἐστιν ὡς ἀληθῶς γνώριμον εἶναι. Διὰ τοῦτο καὶ περὶ τῶν μηδὲν κοινὸν πρὸς τὴν ζωὴν ταύτην ἐχόντων ὁ Δαβὶδ εἶπεν· «Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.» Ἄγνωστοι γὰρ καὶ ἀφανεῖς οἳ τοῦ φωτὸς ἐκείνου πόρρω κατέστησαν ἑαυτούς. Οὔτε γὰρ τοῖς ὀφθαλμοῖς τοῦ φωτὸς χωρὶς τῶν ὁρᾶσθαι δυναμένων γένοιτ’ ἂν οὐδὲν φανερὸν οὔτε τῷ Θεῷ γνώριμον, ᾧ μὴ δέξασθαι συνέβη τὴν ἐκεῖθεν ἀκτῖνα. Τὸ δὲ αἴτιον ὅτι μηδὲ ἔστιν ὅλως τῇ ἀληθείᾳ, ὃ μὴ δῆλον ἐκείνῳ γίνεται τῷ φωτί· καὶ κατὰ τοῦτον τὸν λόγον, «ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ», καὶ αὖθις τῶν παρθένων τὰς μωρὰς οὐκ εἰδέναι λέγει.

15. Διὰ ταῦτα τὸ βάπτισμα φώτισμα, ὅτι τὸ ἀληθινὸν εἶναι παρέχον, γνωρίμους καθίστησι τῷ Θεῷ, καὶ πρὸς τὸ φῶς ἄγον ἐκεῖνο τῆς ἀφανοῦς ἀφίστησι πονηρίας. Διὰ τοῦτο καὶ λουτρὸν διότι φώτισμα· οὕτω γὰρ παρέχει τῷ φωτὶ καθαρῶς ὁμιλῆσαι, πάντα μολυσμὸν ὃς τὴν θείαν ἀκτῖνα τῶν ψυχῶν τῶν ἡμετέρων διείργει, καθάπερ τι μεσότοιχον ἐξελόν.

16. Χάρισμα δὲ ὅτι γέννησις· τῆς γὰρ γεννήσεως τῆς ἑαυτοῦ, τί ἄν τις προεισενέγκοι, ἐπεὶ καθάπερ ἐπὶ τῆς γεννήσεως τῆς φυσικῆς ἔχει, οὐδ’ αὐτὸ τὸ βούλεσθαι προεισάγομεν τῶν ἀπὸ τοῦ βαπτίσματος ἀγαθῶν, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν; βουλόμεθα γὰρ ἃ καὶ ἔστιν ἐνθυμηθῆναι· ταῦτα δὲ «ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», οὐδὲ λογίσασθαί τις δύναιτ’ ἄν, πρὶν εἰς πεῖραν ἐληλυθέναι. Ἐλευθερίαν γὰρ ἀκούοντες προκειμένην καὶ βασιλείαν, εὐδαίμονά τινα λογιζόμεθα ζωήν, ἣν ἔξεστιν ἀνθρωπίνους δέξασθαι λογισμούς· τὸ δέ ἐστι παντάπασιν ἄλλο, μεῖζον καὶ τῆς διανοίας καὶ τῆς ἐπιθυμίας τῆς ἡμετέρας.

17. Χρίσμα δὲ ὅτι τὸν δι’ ἡμᾶς χρισθέντα τὸν Χριστὸν ἐγγράφει τοῖς τελουμένοις, καὶ σφραγίς ἐστιν αὐτὸν ἐνσημαίνουσα τὸν Σωτῆρα. Τὸ γὰρ χρίσμα πανταχοῦ διὰ πασῆς ἀκριβῶς τῆς μορφῆς ἀφιγμένον τοῦ σώματος τοῦ δεξαμένου καὶ προσαρμόσας, αὐτὸν ἐν αὐτῷ φέρει τὸν ἀληλιμμένον ἐνσημανθέντα, καὶ τὸ εἶδος δείκνυσι καὶ σφραγίς ἐστιν ἀτεχνῶς.

18. Δέδεικται δὲ τοῖς εἰρημένοις, τῇ γεννήσει ταὐτὸν δύνασθαι τὴν σφραγῖδα, καθάπερ καὶ τῇ σφραγῖδι τὸ ἔνδυμα καὶ τὸ βάπτισμα. Ἐπεὶ δὲ καὶ τὸ χάρισμα καὶ τὸ φώτισμα καὶ τὸ λουτρὸν τῇ πλάσει καὶ γεννήσει πρὸς ταὐτὸν φέρει, δῆλον ἐγένετο πᾶσαν τοῦ βαπτίσματος ἐπωνυμίαν τὸ ἓν ἐκεῖνο σημαίνειν ὡς ἄρα γέννησις καὶ τῆς ἐν Χριστῷ ζωῆς ἡμῖν ἐστιν ἀρχὴ τὸ λουτρόν.

19. Εἰ δὲ καὶ τὰ τελούμενα καὶ λεγόμενα τοῦ μυστηρίου τοῦτον δύναται τὸν λόγον, φανερὸν ἂν εἴη κατὰ μέρος τὴν τελετὴν ἐπιοῦσι.

20. Ὅτι τὸ βάπτισμα ἀρχή ἐστι τοῦ εἶναι τοῖς κατὰ Θεὸν ζῶσι· καὶ σημεῖον τὰ ἐν αὐτῶ λεγόμενα καὶ τελούμενα. Φαίνεται γὰρ ὁ προσιὼν τῷ μυστηρίῳ, πρὶν τελεσθῆναι, μήπω Θεῷ κατηλλαγμένος, μήπω τῆς ἀρχαίας αἰσχύνης ἀπηλλαγμένος· εὔχεται γὰρ αὐτῷ προσιόντι, πρὶν ἄλλο τι τελέσῃ, τὴν τοῦ κατέχοντος δαίμονος ἀπαλλαγὴν ὁ τελῶν, καὶ οὐ τῷ Θεῷ περὶ αὐτοῦ διαλέγεται μόνον, ἀλλὰ καὶ αὐτῷ ἐπιπεσὼν ἐπιτιμᾷ τῷ τυράννῳ καὶ ἐλαύνει μαστίζων. Ἡ δὲ μάστιξ αὐτῷ «τὸ ὄνομά ἐστι τὸ ὑπὲρ πᾶν ὄνομα».

21. Τοσοῦτον ἀπέχει ζῶν εἶναι καὶ υἱὸς καὶ κληρονόμος, ὅς γε ἔτι τῷ τυράννῳ δουλεύει· συμβαίνει γὰρ τῷ Πονηρῷ συνόντα Θεοῦ παντελῶς ἀφεστάναι, τὸ δέ ἐστι παντάπασι νεκρὸν εἶναι. Διὰ τοῦτο καὶ ὡς ἂν οὔπω ζωῆς μετειληφότος, προσελθὼν ὁ τελεστὴς ἐμφυσᾷ τῷ προσώπῳ· τὸ γὰρ ἐμφύσημα ἄνωθεν ζωῆς αἴνιγμα.

22. Καὶ τὰ ἐξῆς δὲ ἀκολούθως ἔχει· πάντα γὰρ τῶν ἄρτι καθισταμένων καὶ τῶν μὲν παρόντων καὶ ἐν χερσὶν ὑπερορώντων, ἐπ’ ἄλλα δὲ μετατιθεμένων. Ἐπείγεται γὰρ κόσμων τοῦ μὲν καταφρονῆσαι, τὸν δὲ τιμῆσαι· καὶ βίον τὸν μὲν ἀπογεγονέναι, τὸν δὲ βιῶναι· καὶ ζωῆς ἡγούμενον τὸν μὲν ἐκ παντὸς τρόπου φεύγειν, τὸν δὲ πάσῃ σπουδῇ διώκειν. Οὐκοῦν δι’ ὧν μὲν ἀποτίθεται τὰ παρόντα, δῆλός ἐστιν ὧν κατεγνώκει, μήπω καὶ νῦν ἀπηλλαγμένος· δι’ ὧν δὲ τὰ δόξαντα καλλίω καὶ ἃ προὔθηκε τῶν παρόντων ἀπὸ τοῦ μυστηρίου τούτου λαμβάνει, δείκνυσι τῷ βαπτισθῆναι τῆς ἐπαινουμένης ἀρχόμενος ζωῆς.

23. Τὸν γὰρ ἱερὸν εἰσελθὼν οἶκον, τὸν χιτῶνα κατατίθεται καὶ τὰ ὑποδήματα ὑπολύει, τῷ ἱματίῳ καὶ τοῖς ὑποδήμασι, ἃ πρὸς τὴν ζωὴν βοηθεῖ, τὸν πρότερον αἰνιττόμενος βίον. Ἔτι δὲ πρὸς δυσμὰς ἀποβλέπων πνεῦμα τοῦ στόματος ἀποπνεῖ, τῆς ἐν σκότει ζωῆς σημεῖον· χείρας τὲ ἐκτείνει καὶ ὡς παρόντα καὶ ἐπικείμενον τὸν Πονηρὸν ἀπωθεῖται καὶ ὡς μιαροῦ καὶ βδελυροῦ καταπτύει καὶ τὰς ἐχθίστας καὶ ἀπίστους καὶ ὀλέθρου παντὸς αἰτίας ἀρνεῖται σπονδὰς καὶ τὴν φιλίαν τὴν πικρὰν παντάπασι διαλύει καὶ τὴν ἔχθραν ἐπαινεῖ.

24. Καὶ ἐπεὶ φύγοι τὸ σκότος, ἐπὶ τὴν ἡμέραν τρέχει· καὶ πρὸς τὴν ἔω στραφείς, ζητεῖ τὸν ἥλιον· καὶ λυθεὶς τῶν τοῦ τυράννου χειρῶν, τὸν βασιλέα προσκυνεῖ· καὶ τοῦ νόθου καταγνούς, τὸν γνήσιον ἐπιγινώσκει Δεσπότην καὶ εὔχεται ὑποταγήσεσθαι αὐτῷ καὶ δουλεύσειν ὅλῃ ψυχῇ καὶ πρό γε τούτων ὡς Θεὸν εἰς αὐτὸν πιστεύειν καὶ ἃ περὶ αὐτοῦ προσῆκε γινώσκειν. Καὶ τοῦτο γὰρ ἀρχὴ τῆς μακαρίας ζωῆς, ἡ ἀληθὴς περὶ Θεοῦ γνῶσις -«Τὸ γὰρ ἐπίστασθαί σε, φησὶ Σολομών, ῥίζα ἀθανασίας»-, ὥσπερ τὸ ἀγνοῆσαι τὸν Θεὸν τὸν θάνατον εἰσήνεγκεν ἐξ ἀρχῆς. Ἐπεὶ γὰρ ὁ Ἀδὰμ τὴν θείαν ἀγνοήσας φιλανθρωπίαν βάσκανον εἶναι ᾠήθη τὸν ἀγαθόν, καὶ τῆς σοφίας ἐπιλαθόμενος λαθεῖν ἐνόμισε τὸν σοφόν, τῷ δραπέτῃ προσετέθη, τὸν Δεσπότην περιιδών, καὶ τὴν ζωὴν ἀφῃρέθη καὶ ὠδυνήθη καὶ ἀπέθανεν· ὅθεν τῷ πρὸς τὴν ζωὴν ἐπειγομένῳ καὶ τὸν Θεόν, ἡγεῖσθαι τὴν περὶ Θεοῦ γνῶσιν πᾶσα ἀνάγκη.

25. Καὶ τῷ γυμνωθῆναι δὲ καθάπαξ καὶ τὸν τελευταῖον καταθέσθαι χιτῶνα, δείκνυμεν ἄρτι τῆς εἰς τὸν παράδεισον φερούσης ἁπτόμενοι καὶ τὴν ἐνταῦθα ζωήν. Ὁ μὲν γὰρ Ἀδὰμ ἀπὸ τῆς εὐδαίμονος ἐκείνης περιβολῆς ἐπὶ τὴν γύμνωσιν ἐλθών, ἀπὸ ταύτης ἐπὶ τὴν ἀθλίαν ταύτην ἧκε σκευήν. Ἡμεῖς δὲ ἀπὸ τῶν δερματίνων χιτώνων ἐπὶ τὴν γύμνωσιν ἰόντες, καὶ διὰ τοῦ αὐτοῦ βαδίζοντες μέσου δῆλοι καθέσταμεν τὴν αὐτὴν ἐπανιόντες ὁδὸν καὶ πρὸς τὸ ἱμάτιον ἐπειγόμενοι τὸ βασιλικόν, καὶ ὅθεν καὶ δι’ ὧν ἐκεῖνος κατῆλθεν εἰς τὸν κόσμον τοῦτον, ἡμεῖς ἐνθένδεν ἐπανιόντες.

26. Εἴη δ’ ἂν κἀκείνου σημεῖον τὸ γυμνωθῆναι, τοῦ νῦν καθαρῶς «τῷ ἀληθινῷ φωτὶ» προσιέναι, μηδὲν ἐπιφερομένους, ὅθεν «ἡ σκιὰ τοῦ θανάτου» καὶ ἃ τὴν μακαρίαν ἀκτῖνα τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἀποτειχίζει· καθάπερ τὰ ἱμάτια τειχίον τί ἐστι, μεταξὺ τοῦ φωτὸς τούτου καὶ τῶν σωμάτων.

27. Καὶ μὴν καὶ ἡ τοῦ ἐλαίου χρίσις γένοιτο μὲν ἄν, καὶ ἄλλου τινὸς οἶμαι σημεῖον, καὶ πρὸς τοῦτο δὲ δύναται φέρειν. Ἐννοῶμεν γὰρ τὴν Ἰακὼβ στήλην ἣν τῷ ἐλαίῳ χρίσας προσήνεγκε τῷ Θεῷ, καὶ τοὺς βασιλέας καὶ τοὺς ἱερέας, αὐτῷ τούτῳ, τῷ κοινῷ καὶ τῷ Θεῷ καθιερωμένους, οἳ σφίσι μὲν αὐτοῖς οὐδαμῶς, τῷ Θεῷ δὲ καὶ τῇ πολιτείᾳ ζῶσι πρὸς ἣν ἐτάχθησαν. Καὶ ἡμεῖς γὰρ τῆς οἰκείας ζωῆς καὶ ἡμῶν αὐτῶν ἐξιστάμεθα τῷ Θεῷ· τόδε ἐστὶ τὸ παλαιὸν ἀποβαλόντας εἶδος, ὁμοίους αὐτῷ γενέσθαι.

28. Καὶ τὸ σύμβολον οἰκεῖον, καὶ τῇ τῶν χριστιανῶν ἐπωνυμίᾳ πάνυ προσῆκον. Χριόμεθα γάρ, καὶ ᾧ ζητοῦμεν ἐοικέναι Χριστός ἐστι, τῇ θεότητι τὴν ἀνθρωπότητα χρίσας, ἐπεὶ καὶ αὐτοῦ τοῦ χρίσματος αὐτῷ κοινωνοῦμεν· καὶ γὰρ τοῦ χρίσματος ἐκείνου τοῦτο τὸ χρῖσμα σημεῖον, καὶ δείκνυσιν ὁ τελῶν δι’ ὧν ἐπᾴδει χριομένῳ τῷ τελουμένῳ. Ταῦτα γάρ ἐστιν ἐκεῖνα δι’ ὧν ὁ Δαβὶδ τὴν χρίσιν ἐκείνην ἐμήνυσε καὶ τὴν βασιλείαν· ὁ μὲν γὰρ ἱερεύς· «Χρίεται, φησίν, οὗτος τὸν τελούμενον λέγων ἔλαιον ἀγαλλιάσεως»· ὁ δὲ Δαβίδ· «Ἔχρισέ σε, φησίν, ὁ Θεός, πρὸς τὸν Σωτῆρα, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», μετόχους λέγων ἡμᾶς οὓς διὰ φιλανθρωπίαν κοινωνοὺς ποιεῖται τῆς βασιλείας.

29. Μέχρι μὲν δὴ τούτων οὔπω ζῶμεν· σημεῖα γάρ ἐστι ταῦτα τῷ τελουμένῳ καὶ προτέλειαί τινες καὶ προπαρασκευαὶ τῆς ζωῆς. Ἐπειδὰν δὲ τῷ ὕδατι καλυφθεὶς τρισσῶς ἀναδῇ, τῆς Τριάδος ἐπᾳδομένης, τηνικαῦτα τὸ ζητούμενον ἅπαν ὁ μεμυημένος λαμβάνει καὶ γεννᾶται καὶ πλάττεται τὴν ἡμερινὴν γέννησιν καὶ πλάσιν, ᾗ Δαβὶδ εἶπε, καὶ δέχεται τὴν καλὴν σφραγῖδα καὶ πᾶσαν ἔχει τὴν ζητουμένην εὐδαιμονίαν καὶ γίνεται φῶς, σκότος ὢν πρότερον, καὶ ὑφίσταται μηδὲν ὢν καὶ οἰκειοῦται καὶ υἱοθετεῖται Θεῷ, ἀπὸ δεσμωτηρίου καὶ δουλείας τῆς ἐσχάτης ἐπὶ τὸν βασίλειον ἀγόμενος θρόνον.

30. Τὸ γὰρ ὕδωρ τοῦτο ζωὴν τὴν μὲν ἀπόλλυσι, τὴν δὲ ἀναδείκνυσι· καὶ τὸν μὲν παλαιὸν ἄνθρωπον ἀποπνίγει, τὸν δὲ νέον ἀνίστησι. Τοῦτο δὲ μάλιστα μὲν τοῖς πεπειραμένοις ἀπ’ αὐτῶν τῶν πραγμάτων γίνεται δῆλον, ἔπειτα δὲ καὶ τὰ φαινόμενα τοῦ μυστηρίου τοῦτο δίδωσι δία πάντων εἰκάζειν. Τῷ γὰρ ὑποδύντα τὸ ὕδωρ ἑαυτὸν ἀφανίσαι δοκεῖ φεύγειν τὴν ἐν τῷ ἀέρι ζωήν· τὸ δὲ φεύγειν τὴν ζωήν, τοῦτό ἐστιν ἀποθνήσκειν· τῷ δ’ αὖθις ἀναδύντα τῷ ἀέρι καὶ τῷ φωτὶ συγγενέσθαι, ζωὴν ἔοικε διώκειν καὶ τυχόντα λαβεῖν. Διὰ τοῦτο καὶ τὸν δημιουργὸν ἐνταῦθα καλοῦμεν, ὅτι ζωῆς ἀρχὴ τὰ παρόντα καὶ δημιουργία δευτέρα πολλῷ τῆς προτέρας ἀμείνων. Γράφεται γὰρ ἀκριβέστερον ἢ πρότερον ἡ εἰκών, καὶ ὁ ἀνδριὰς εἰς σαφέστερον τὸν θεῖον πλάττεται τύπον.

31. Διὰ τί μὴ εἰς τὸ ὄνομα τοῦ Θεοῦ ἁπλῶς, ἀλλ’ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος βαπτιζόμεθα. Διὰ τοῦτο καὶ τὸ ἀρχέτυπον νῦν ἔδει καθαρώτερον προτεθῆναι. Τὸν γὰρ Θεὸν ἐπὶ τὸ λουτρὸν οἱ βαπτισταὶ καλοῦντες, οὐ τὸ Θεὸς ὄνομα τὸ κοινὸν τῇ Τριάδι βοῶσιν, ὅπερ οὐκ ἔστι σαφῶς καὶ διακεκριμένως θεολογούντων, ἀλλ’ ἀκριβέστερον καὶ τελεώτερον τὰς ἰδιότητας ἑκάστης τῶν ὑποστάσεων ἀνυμνοῦσι.

32. Καὶ μὴν καὶ δι’ ἐκεῖνον τὸν λόγον. Εἰ γὰρ καὶ μιᾷ φιλανθρωπίᾳ τὸ γένος ἔσωσεν ἡ Τριάς, ἀλλ’ ὅμως τῶν ὑποστάσεων ἑκάστῃ τῶν μακαρίων ἰδίαν τινὰ λέγεται συντέλειαν εἰσενέγκαι. Ὁ μὲν γὰρ Πατὴρ διήλλακται· ὁ δὲ Υἱὸς διήλλαξε· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον φίλοις ἤδη καταστᾶσι δῶρον ἐγένετο. Καὶ ὁ μὲν ἔλυσεν· ὁ δὲ τὸ λύτρον ἦν ᾧ λελύμεθα· τὸ δὲ Πνεῦμα ἐλευθερία· «Οὗ γὰρ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία», Παύλου φωνή. Καὶ ὁ μὲν ἀνέπλασε· τῷ δὲ ἀνεπλάσθημεν· τὸ δὲ Πνεῦμα ἐστὶ τὸ ζωοποιοῦν. Ἐπεὶ καὶ κατὰ τὴν πρώτην δημιουργίαν ἡ Τριὰς ὡς ἐν σκιαῖς ἐγράφετο· ὁ μὲν γὰρ ἔπλασεν· ὁ δὲ χεὶρ ἦν τῷ πλάττοντι· ὁ δὲ Παράκλητος πνεῦμα τὴν ζωὴν ἐμφυσῶντι.

33. Καὶ τί ταῦτα λέγω; Μόνῳ γὰρ ἐν τούτῳ τῶν θείων ἔργων ὁ Θεὸς ἐκρίθη. Πολλῶν γὰρ ὄντων οἷς ἐκ τοῦ παντὸς αἰῶνος τὴν κτίσιν εὖ πεποίηκεν ὁ Θεός, οὐκ ἂν εὕροις οὐδέν, ὃ πρὸς τὸν Πατέρα ἀναφέρεται μόνον ἢ πρὸς τὸν Υἱὸν ἢ πρὸς τὸ Πνεῦμα, ἀλλὰ πάντα κοινὰ τῆς Τριάδος, ὅτι μιᾷ δυνάμει καὶ προνοίᾳ καὶ δημιουργίᾳ πάντα ποιεῖ. Ἐπὶ δὲ τῆς οἰκονομίας ᾗ τὸ ἡμέτερον ἀνώρθωσε γένος, καὶ τοῦτο τὸ καινὸν ἐγένετο· καὶ τὴν ἐμὴν σωτηρίαν ἐβουλήθη μὲν ἡ Τριὰς κοινῇ καὶ ὅπως ἂν γένοιτο προὐνοήθη· ἐνεργεῖ δὲ οὐκέτι κοινῇ. Αὐτουργὸς γὰρ οὔτε ὁ Πατὴρ οὔτε τὸ Πνεῦμα, ἀλλὰ μόνος ὁ Λόγος, καὶ μόνος ὁ Μονογενὴς αἵματος ἠνέσχετο καὶ σαρκὸς καὶ ἐπλήγη καὶ ὠδυνήθη καὶ ἀπέθανε καὶ ἀνέστη, δι’ ὧν ἡ φύσις ἀνεβίω καὶ οἷς τὸ βάπτισμα συνέστη, ἡ καινὴ γέννησις καὶ ἀνάπλασις. Οὐκοῦν ταῖς ὑποστάσεσι διαιροῦντας ἐπὶ τοῦ θείου λουτροῦ τὸν Θεὸν ἔδει καλεῖν, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τὴν ἱερὰν πλάσιν κομιζομένους, ἣ διακεκριμένον τὸν Θεὸν ἀπέδειξε μόνη.

34. Διὰ τί ἐν τῇ ἐπὶ τοῦ βαπτίσματος ἐπικλήσει οὐ μεμνήμεθα τῆς τοῦ Χριστοῦ οἰκονομίας. Τί οὖν μὴ καὶ τὴν οἰκονομίαν καὶ μάλιστα ταύτην ἐπὶ τοῦ βαπτίσματος ἀνυμνοῦμεν; Πάνυ μὲν οὖν οὐ δι’ ὧν λέγομεν, ἀλλὰ δι’ ὧν πράττομεν. Τὸ γὰρ καταδύντα τρισσῶς ἀναδῦναι, τίς οὐκ οἶδεν ὅτι τὸν τριήμερον θάνατον τοῦ Σωτῆρος εἰσάγει καὶ τὴν ἀνάστασιν, ἃ τέλος ἐστὶ τῆς ὅλης οἰκονομίας; Καὶ οὐ μάτην οἶμαι τὴν μὲν θεολογίαν βοῶμεν, τὴν δὲ οἰκονομίαν ἐπιδεικνύμεθα σιωπῇ. Τὸ μὲν γὰρ ἦν ἀπ’ ἀρχῆς καὶ εἰς γνῶσιν ἀνθρώποις διὰ τῆς φωνῆς ἀφίκετο μόνης· τὸ δὲ ἐγένετο καὶ ὡράθη τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς καὶ ἀφῆς ἠνέσχετο καὶ χειρῶν· ὅθεν ὁ μακάριος Ἰωάννης, καὶ ἄμφω ταῦτα καὶ τοῦτο κἀκεῖνο περὶ τοῦ διπλοῦ Σωτῆρος γινώσκων, εἶπε μέν· «Ὃ ἦν ἀπαρχῆς, ὃ ἀκηκόαμεν»· ἐπήγαγε δέ· «ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς». Ἔτι δὲ τὴν μὲν θεολογίαν πιστεῦσαι δεῖ μόνον, καὶ ἡ ἐπίδειξις τῆς πίστεως ἐπὶ τῆς φωνῆς -«ἃ γὰρ εἰς δικαιοσύνην, φησί, πιστεύομεν τῇ καρδίᾳ, ταῦτα τῷ στόματι ὁμολογοῦμεν εἰς σωτηρίαν»-, τὴν δὲ οἰκονομίαν καὶ μιμήσασθαι καὶ ἐπὶ τῶν ἔργων δεῖξαι πᾶσα ἀνάγκη· δεῖ γάρ, φησίν, «ἐξακολουθῆσαι τοῖς ἴχνεσι» τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἀναστάντος. Διὰ ταῦτα τοίνυν ἡ μὲν Τριὰς ἐπὶ τῆς φωνῆς ἐστί, τὸ δὲ πάθος καὶ τὸν θάνατον διὰ τοῦ ὕδατος ἐν τῷ σώματι γράφομεν, τυποῦντες ἡμᾶς αὐτοὺς εἰς τὸ μακάριον εἶδος ἐκεῖνο καὶ τὴν μορφήν.

35. Οὐκ ἄδηλον μὲν οὖν ἐκ τῶν εἰρημένων ὅτι πανταχόθεν τῶν περὶ τὸ βάπτισμα θεωρουμένων, ἀπό τε τῆς τάξεως αὐτῆς, τῶν τε ὀνομάτων ὅθεν αὐτὸ καλοῦμεν, ἀπό τε τῶν ἐν αὐτῷ τελουμένων καὶ ᾀδομένων, ἐκεῖνο γινώσκομεν τὴν ἐν Χριστῷ ζωὴν ἀπὸ τοῦ λουτροῦ τὴν ἀρχὴν τοῦ εἶναι λαμβάνειν. Τί δέ ἐστιν αὐτὸ τὸ εἶναι τὴν ζωήν, λοιπὸν ἂν εἴη σκοπεῖν.

36. Τί ἐστι τὸ κατὰ Χριστὸν γεννηθῆναι καὶ ὑποστῆναι. Ἐπεὶ γὰρ τὰ μὲν ἀπολλύμεθα, τὰ δὲ γινόμεθα, καὶ τὰ μὲν ῥίπτομεν, τὰ δὲ σῴζομεν, εἰ τί ἐστιν ἑκάτερον τούτων γένοιτο δῆλον, δῆλον ἂν εἴη τί ἐστιν αὐτὸ τὸ κατὰ Χριστὸν ὑποστῆναι· ἔστι τοίνυν, τὸ μὲν ἁμαρτία, τὸ δὲ δικαιοσύνη, καὶ τὸ μὲν ὁ παλαιὸς ἄνθρωπος, τὸ δὲ ὁ καινός· μᾶλλον δὲ ἀκριβέστερον ἔτι περὶ τούτων σκοπῶμεν.

37. Τῆς ἁμαρτίας διττῆς οὔσης καὶ εἰς ἄμφω χωρούσης, καὶ τῆς μὲν ἐν ταῖς ἐνεργείαις γινομένης, τῆς δὲ ἐν τῇ ἕξει συνισταμένης, ἡ ἐνέργεια αὐτὴ μὲν οὐ πάρεστιν ἐνίοτε οὐδὲ μένει, ἀλλ’ εὐθύς τε ἐγένετο, καὶ οὐκ ἔστι, καθάπερ βέλος ἄμα τῷ πλῆξαι παρελθόν· καταλείπει δὲ τὸ τραῦμα τοῖς εἰργασμένοις, τοὺς τύπους τῆς κακίας καὶ τὴν αἰσχύνην καὶ τὸ ὑπόχρεως εἶναι δίκης. Ἡ δὲ ἕξις ἀπὸ τῶν πονηρῶν ἐνεργειῶν, καθάπερ νόσος ἐκ διεφθαρμένης διαίτης, ταῖς ψυχαῖς ἐντεθεῖσα, μόνιμός ἐστι καὶ δεσμοῖς ἀλύτοις αὐτὴν καταδεῖ καὶ δουλοῦται τὸ φρόνημα καὶ τὰ πάντων κάκιστα ἐργάζεται τοὺς ἁλόντας, εἰς τὰς πονηροτάτας ἐνεργείας ἐνάγουσα δι’ ὧν συνέστη καὶ ἃς ἑκάστοτε τίκτει, γεννωμένη καὶ γεννῶσα κατὰ ταὐτὸν ὥσπερ ἐν κύκλῳ.

38. Ὅθεν συνέβαινε τὴν ἁμαρτίαν ἀτελεύτητον εἶναι, τῆς ἕξεως μὲν τὰς ἐνεργείας ἀπογεννώσης, τῇ προσθήκῃ δὲ τῶν ἐνεργειῶν τῆς ἕξεως ἐπιδιδούσης, καὶ οὕτω δι’ ἀλλήλων τῶν κακῶν ἀμφοτέρων ἀεὶ προχωρούντων, «ἡ μὲν ἁμαρτία ἔζησεν, ἐγὼ δὲ ἀπέθανον»· ἐπεὶ μηδὲ χθὲς καὶ πρώην ἤρξατο τὸ κακόν, ἀλλ’ ἐξ οὗ γεγόναμεν. Ἀφ’ οὗ γὰρ τῷ Πονηρῷ πιστεύσας ὁ Ἀδὰμ τὰ ἑαυτοῦ, τὸν Δεσπότην περιεῖδε τὸν ἀγαθὸν καὶ τὴν γνώμην διεστράφη, καὶ ἡ ψυχὴ τὴν ὑγείαν ἐκείνην ἀπώλεσε καὶ τὴν εὐεξίαν, ἐξ ἐκείνου καὶ τὸ σῶμα συνέβη τῇ ψυχῇ καὶ ἥρμοσε καὶ συνδιεστράφη καθάπερ ὄργανον τῇ τοῦ τεχνίτου χειρί. Κοινωνεῖ γὰρ ἡ ψυχὴ τῷ σώματι τῶν παθῶν, τῷ ἄκρως ἡνῶσθαι· σημεῖον δέ· καὶ γὰρ ἐρυθριᾷ μὲν αἰσχυνομένης τὸ σῶμα, τήκεται δὲ φροντίσι τῆς ψυχῆς πολιορκουμένης. Ἐπεὶ δὲ ἡ φύσις ἐχώρει καὶ προῄει τὸ γένος ἀπὸ τοῦ πρώτου σώματος ἐκείνου προβαῖνον, διεδόθη καθάπερ ἄλλα τι τῶν φυσικῶν καὶ ἡ πονηρία.

39. Ἐπεὶ δὲ οὐ παραπολαύει μόνον τὸ σῶμα τῶν τῆς ψυχῆς παθῶν, ἀλλὰ καὶ μεταδίδωσι τῶν αὑτοῦ· καὶ χαίρει γὰρ ἡ ψυχὴ καὶ ἄχθεται, καὶ σωφρονικοί τινές εἰσι καὶ ἐλεύθεροι τῷ διακεῖσθαι ὡδὶ τὸ σῶμα· διὰ τοῦτο ἀκόλουθον ἦν καὶ τὴν ἑκάστου ψυχὴν τῆς τοῦ πρώτου Ἀδὰμ κληρονομῆσαι κακίας, ἀπὸ μὲν τῆς ψυχῆς ἐκείνου πρὸς τὸ σῶμα δοθείσης, ἀπὸ δὲ τοῦ σώματος τοῖς ἐξ ἐκείνου σώμασιν, ἀπὸ δ’ αὖ τῶν σωμάτων ἐπὶ τὰς ψυχὰς ἐρχομένης.

40. Καὶ τοῦτό ἐστιν ὁ παλαιὸς ἄνθρωπος, ὃν σπέρμα κακίας ἀπὸ τῶν προγόνων λαβόντες ἅμα τῷ φῦναι, οὐδεμίαν ἡμέραν καθαρὰν εἴδομεν ἁμαρτίας, οὐδ’ ἀνεπνεύσαμεν ἐλεύθεροι πονηρίας, ἀλλ’ ὅ φησιν ὁ προφήτης· «Ἀπηλλοτριώθημεν ἀπὸ μήτρας, ἐπλανήθημεν ἀπὸ γαστρός.»

41. Οὐ μέχρι τοῦ δυστυχοῦς ἐκείνου στάντες κλήρου τῆς προγονικῆς ἁμαρτίας, οὐδ’ οἷς ἐκληρονομήσαμεν ἀγαπήσαντες κακοῖς, ἀλλ’ οὕτω σφόδρα τῇ κακίᾳ προσθέντες καὶ τὸν πονηρὸν αὐξήσαντες πλοῦτον, ὥστε τοῖς δευτέροις ἀποκρύψαι τὰ πρότερα καὶ τῶν παραδειγμάτων πολλῷ χείρους τοὺς μιμησαμένους ἀναδειχθῆναι. Καὶ τὸ μέγιστον ἁπάντων· οὐ γάρ τις ἐγένετο μεταξὺ διακωχὴ τοῦ κακοῦ, ἀλλὰ συνεχῶς ἡ νόσος ἐχώρει· ἴσως δὲ καὶ διὰ τοῦτον τὸν λόγον ἀμήχανον ἦν τὸ γένος τῶν ἀνθρώπων αὐτὸ ἑαυτῷ πρὸς θεραπείαν ἀρκέσαι, μήτε γεγευμένον σχεδὸν οὐδὲ πώποτε τῆς ἐλευθερίας, μήτε ἐπεὶ μὴ πεπείρατο, δυνάμενον εἰς πόθον ἐλθεῖς καὶ τυχεῖν ἐθελῆσαι καὶ κατὰ τῆς τυραννίδος διαναστῆναι.

42. Τούτων τῶν χαλεπωτάτων δεσμῶν, ταύτης τῆς δίκης, τῆς νόσου, τοῦ θανάτου τὸ λουτρὸν ἀπαλλάττει, οὕτω μὲν ῥᾳδίως ὡς μηδὲ χρόνου δεηθῆναι, οὕτω δὲ παντάπασι καὶ τελείως ὥστε μηδὲ ἴχνος ὑπολειφθῆναι· καὶ οὐ πονηρίας ἀπαλλάττει μόνον, ἀλλὰ καὶ τὴν ἐναντίαν ἕξιν παρέχει. Αὐτὸς γὰρ ὁ Δεσπότης, δι’ ὧν ἀπέθανεν, ἔδωκεν ἡμῖν ἐξουσίαν ἀποκτεῖναι τὴν ἁμαρτίαν· δι’ ὧν δὲ ἀνεβίω, τῆς καινῆς ζωῆς ἐποίησε κληρονόμους. Ὁ γὰρ θάνατος ἐκεῖνος, καθόσον μὲν αὐτὸ τοῦτο θάνατος ἦν, τὴν πονηρὰν ζωὴν ἀποκτείνει· καθόσον δέ ἐστι δίκη, τὰς εὐθύνας λύει τῶν ἁμαρτημάτων, ὧν διὰ τὰς πονηρὰς ἐνεργείας ἕκαστος ὑπόχρεως ἦμεν.

43. Καὶ τοῦτον τὸν τρόπον τῆς ἕξεως καὶ τῆς ἐνεργείας συμπάσης ἁμαρτίας τὸ λουτρὸν καθαροὺς ἀποφαίνει, καθόσον κοινωνοὺς ποιεῖ τοῦ ζωοποιοῦ τούτου θανάτου. Ἐπεὶ δὲ καὶ τῆς ἀναστάσεως μετέχομεν διὰ τὸ λουτρόν, ζωὴν ἡμῖν ὁ Χριστὸς δίδωσιν ἄλλην καὶ μέλη πλάττει καὶ δυνάμεις ἐντίθησιν, ὧν δεήσει πρὸς τὸν μέλλοντα βίον ἀφικομένοις. Διὰ τοῦτο γὰρ καὶ τῶν ἐγκλημάτων ἀθρόον λύομαι καὶ τὴν ὑγείαν αὐτίκα λαμβάνω· μάλιστα μὲν ὅτι Θεοῦ καθαρῶς ἔργον ὃν οὐκ ἔνι χρόνῳ δουλεύειν, ἔπειτα οὐδὲν νῦν εὖ ποιεῖ τὸ γένος, ἵνα καὶ χρόνου δεήσῃ, ἀλλ’ εὖ πεποίηκεν. Οὐ γὰρ νῦν δίδωσι τὴν δίκην ὧν ἥμαρτον ὁ Δεσπότης, οὐδὲ νῦν κατασκευάζει τὴν ἰατρείαν καὶ μέλη πλάττει καὶ δυνάμεις ἐντίθησιν, ἀλλ’ ἔπλασε καὶ ἐνέθηκε καὶ κατεσκεύασεν. Ἀφ’ οὗ γὰρ εἰς τὸν σταυρὸν ἀνέβη καὶ ἀπέθανε καὶ ἀνέστη, ἡ ἐλευθερία τῶν ἀνθρώπων κατέστη, καὶ τὸ εἶδος καὶ τὸ κάλλος συνέστη, καὶ ἡ καινὴ μορφὴ καὶ τὰ νέα μέλη κατεσκευάσθη.

44. Νῦν δὲ προσελθεῖν δεῖ μόνον καὶ προσαγαγεῖν ταῖς χάρισι· καὶ τοῦτο ἡμῖν δύναται τὸ λουτρόν, συνάψαι τοὺς νεκροὺς τῇ ζωῇ, τῇ ἐλευθερίᾳ τοὺς δεδεμένους, τοὺς διεφθαρμένους τῇ μακαρίᾳ μορφῆ. Τὸ λύτρον ἐδόθη, νῦν λυόμεθα μόνον· τὸ μύρον ἐχέθη καὶ ἡ εὐωδία τὸ πᾶν κατέσχε· πνεῦσαι λείπεται μόνον, μᾶλλον δὲ οὐδὲ πνεῦσαι· καὶ γὰρ καὶ τὸ δύνασθαι πνεῦσαι παρὰ τοῦ Σωτῆρος κατεσκευάσθη καὶ τὸ δύνασθαι λυθῆναι καὶ τὸ δύνασθαι φωτισθῆναι. Καὶ γὰρ οὐ φῶς ἀνέτειλε μόνον εἰς τὸν κόσμον ἐλθών, ἀλλὰ καὶ ὀφθαλμὸν κατεσκεύασε, καὶ οὐ τὸ μύρον ἐξέχεε μόνον, ἀλλὰ καὶ αἴσθησιν ἔδωκε· νῦν δὲ τὸ ἱερὸν τοῦτο λουτρὸν ταύταις ταῖς αἰσθήσεσι καὶ ταῖς δυνάμεσι τοὺς λελουμένους συνάπτει. Καθάπερ γὰρ ὕλη ἀνείδεος καὶ ἄμορφος εἰς τὸ ὕδωρ καταδυόμενοι τοῦτο, ἐν αὐτῷ τῷ καλῷ περιτυγχάνομεν εἴδει.

45. Διὰ ταῦτα πάντα ἡμῖν ἀθρόον ἀνατέλλει τὰ ἀγαθά· προκατεσκεύασται γάρ· «Τὸ ἄριστόν μου ἡτοίμασται, οἱ ταῦροί μου καὶ τὰ σιτιστά, φησί, τεθυμένα καὶ πάντα ἔτοιμα, δεῦτε εἰς τοὺς γάμους.» Τοῦτο τῇ ἑορτῇ λείπεται μόνον, ἀπαντῆσαι τοὺς κεκλημένους. Ἀπαντήσασι δὲ τίνος ἔτι δεήσει πρὸς τὴν εὐδαιμονίαν; Οὐδενὸς ἤδη.

46. Ἐπὶ μὲν γὰρ τοῦ μέλλοντος αἰῶνος, παρασκευασάμενοι προσερχόμεθα τῷ Χριστῷ, νῦν δὲ παρασκευαζόμεθα προσελθόντες· τότε μὲν γὰρ ἀνάγκη πάντα ἔχοντας προσελθεῖν, ἐπὶ δὲ τοῦ παρόντος ἀνάγκη προσελθόντας πάντα λαβεῖν. Διὰ τοῦτο τηνικαῦτα μὲν ταῖς μωραῖς τῶν παρθένων οὐκ εἰσιτητὸς ὁ νυμφών, ἐπὶ δὲ τοῦ παρόντος αἰῶνος τοὺς ἄφρονας ἐπὶ τὴν εὐωχίαν καὶ φιλοτησίαν καλεῖ. Τότε μὲν γὰρ οὐκ ἔστι νεκρὸν ἀναβιῶναι καὶ τυφλὸν βλέψαι καὶ διεφθαρμένον ἀναπλασθῆναι, τῷ δὲ βίῳ τούτῳ θελήσεως δεῖ μόνον καὶ προθυμίας, καὶ τὰ πάντα ἀκολουθεῖ· «Ἦλθον γάρ, φησίν, εἰς τὸν κόσμον ἵνα ζωὴν ἔχωσι», καί· «φῶς εἰς τὸν κόσμον ἐλήλυθα.»

47. Καὶ τοῦτο δὲ τῆς ἀρρήτου φιλανθρωπίας, τὸ πάντα αὐτὸν εἰργασμένον δι’ ὧν ἐλύθην, καταλιπεῖν τι καὶ ἡμῖν εἰς τὴν ἐλευθερίαν εἰσενεγκεῖν, αὐτὸ τὸ πιστεῦσαι τῷ βαπτίσματι τὴν σωτηρίαν καὶ θελῆσαι προσελθεῖν, ἵνα ἀπὸ τούτων ἡμῖν τὸ πᾶν λογισθῇ καὶ ὧν αὐτὸς εὖ πεποίηκεν καὶ τούτων ὀφείλῃ χάριν. Καὶ τοίνυν ἐπειδὰν συμβῇ λελουμένους εὐθὺς ἀπελθεῖν, μηδὲν ἕτερον ἐπαγομένους ἢ τὴν σφραγῖδα, ἐπὶ τοὺς στεφάνους καλεῖ, καθάπερ ὑπὲρ τῆς βασιλείας ταύτης ἠγωνισμένους.

48. Ὧν μὲν οὖν τὸ βάπτισμα καὶ ὅπως τὰς ψυχὰς ἀπαλλάττει, ταῦτά ἐστιν· ἐπεὶ δὲ καὶ ζωήν τινα παρέχει διὰ τὸν ἀναστάντα, ζητῶμεν τί ἐστιν ἡ ζωή.

49. Ὅτι τὴν τοῦ Χριστοῦ ζωὴν ἡμῖν ἐντίθησι τὸ βάπτισμα. Ἔστι μὲν οὖν εἰκὸς μὴ ταύτην εἶναι, καθ’ ἣν πρότερον ἐζῶμεν, καλλίω δὲ τῆς προτέρας, οἰκείαν δὲ τῇ φύσει. Εἰ μὲν γὰρ τὴν προτέραν καὶ νῦν ἔχομεν, τί ἔδει καὶ ἀποθνήσκειν; εἰ δὲ ἄλλην τὰ αὐτὰ δυναμένην, τοῦτο μὲν οὖν οὐκ ἦν ἀναστῆναι· εἰ δὲ τὴν ἀγγελικήν, τί κοινὸν ἡμῖν πρὸς ἐκείνους; ἄνθρωπος γὰρ ὁ πεσών· τὸ δὲ ἀνθρώπου πεσόντος ἄγγελον εἶναι τὸν ἀνιστάμενον, τὸν ἄνθρωπον οὐκ ἦν ἀναπλάττεσθαι· παραπλήσιον γὰρ ὥσπερ εἰ συντριβέντος ἀνδριάντος, οὐκ ἀνθρώπου μορφὴ ἀλλ’ εἶδος ἕτερον ἐπετίθετο τῷ χαλκῷ· τοῦτο γὰρ ἦν ὁτιοῦν ἄλλο πλάττειν, οὐ τὸν ἀνδριάντα ἀναπλάττειν.

50. Διὰ ταῦτα ἀκόλουθόν ἐστι τὴν ζωὴν ταύτην ἀνθρωπείαν τε εἶναι καὶ νέαν καὶ τῆς προτέρας καλλίω· ταῦτα δὲ πάντα τῇ τοῦ Σωτῆρος μόνῃ συμβαίνει ζωῇ. Καινὴ μὲν γάρ, ὅτι πρὸς τὴν παλαιὰν οὐδὲν κοινὸν εἶχε, καλλίων δὲ οὐδ’ ὅσον ἐνθυμηθῆναι, Θεοῦ γάρ· τῇ φύσει δὲ οἰκεία, καὶ γὰρ ἦν ἀνθρώπου ζωή· καὶ ὁ ταύτην βιούς, καθάπερ Θεὸς οὕτω καὶ ἄνθρωπος ἀληθῶς καὶ τῆς φύσεως ἕνεκα τῆς ἀνθρωπείας καθαρὸς ἁπάσης ἦν ἁμαρτίας· τούτων ἕνεκα πᾶσα ἀνάγκη τὴν τοῦ Χριστοῦ ζωὴν ἀναγεννωμένοις ἡμῖν ἀνατέλλειν. Διὰ τοῦτο καὶ ἀναμάρτητοι τοῦ ὕδατος ἀπαλλαττόμεθα τούτου. Ἔτι δὲ καὶ ὧδε γίνεται δῆλον.

51. Ἡ γὰρ ἐν τῷ βαπτίσματι γέννησις ἀρχὴ τῆς μελλούσης ἐστὶ ζωῆς, καὶ ἡ τῶν καινῶν μελῶν καὶ τῶν αἰσθήσεων κομιδὴ τῆς ἐκεῖ διαίτης παρασκευή· παρασκευάσασθαι δὲ πρὸς τὸ μέλλον οὐκ ἔστιν ἑτέρως ἢ τὴν Χριστοῦ ζωὴν ἐνθένδεν ἤδη λαβόντας ὃς «πατὴρ ἐγένετο τοῦ μέλλοντος αἰῶνος» ὥσπερ ὁ Ἀδὰμ τοῦ παρόντος· τῆς γὰρ ἐν φθορᾷ ζωῆς αὐτὸς ἡγήσατο τοῖς ἀνθρώποις. Καθάπερ γὰρ οὐκ ἔνι βιῶναι τόνδε τὸν βίον τὸν ἀνθρώπινον, μὴ τὰς αἰσθήσεις τοῦ Ἀδὰμ καὶ τὰς περὶ τὸ ζῆν δυνάμεις, ταύτας δὴ τὰς ἀνθρωπείας, λαβόντας, τὸν ἴσον τρόπον οὐδὲ πρὸς τὸν μακάριον ἐκεῖνον κόσμον ζῶντα χωρῆσαι, μὴ τῇ τοῦ Χριστοῦ ζωῇ παρεσκευασμένον καὶ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα πλασθέντα. Καὶ ἄλλως δὲ γέννησίς ἐστι τὸ λουτρόν· καὶ γεννᾷ μὲν ἐκεῖνος, γεννώμεθα δὲ ἡμεῖς· τῷ δὲ γεννωμένῳ παντί που δῆλον ὡς ἄρα τὴν ἑαυτοῦ ζωὴν ἐντίθησιν ὁ γεννῶν.

52. Διὰ τί καὶ οἱ ἄπιστοι ἀναστήσονται ἄφθαρτοι μὴ τῷ Χριστῷ πιστεύσαντες, ὃς τῆς ἀναστάσεως ἐκείνης ἐστὶν ἡγεμὼν μόνος. Ἐνταῦθα δὲ καὶ θαυμάσαι τις ἄν. Οὐ γὰρ οἱ λελουμένοι μόνον, ἀλλ’ ἤδη καὶ οἷς οὐκ ἐξεγένετο παρασκευασθῆναι πρὸς τὸν ἀθάνατον βίον τῇ δυνάμει τῶν μυστηρίων, καὶ ἁπλῶς ἄνθρωποι πάντες ἀγήρω κομιοῦνται τὰ σώματα καὶ ἀναστήσονται ἄφθαρτοι. Θαυμαστὸν γάρ, εἰ μετέσται τῆς ἀναστάσεως, ἣν ὁ τοῦ Χριστοῦ θάνατος μόνος εἰσήνεγκεν εἰς τὸν κόσμον, τοῖς μὴ τὸ λουτρὸν δεξαμένοις, ᾧ κοινωνοῦμεν τοῦ ζωοποιοῦντος θανάτου. Εἰ γὰρ τὸν ἰατρὸν ἔφυγον καὶ τὴν βοήθειαν οὐκ ἐδέξαντο καὶ τὸ μόνον ἀπεσείσαντο φάρμακον, τί λοιπὸν ἦν, ὃ πρὸς τὴν ἀθανασίαν αὐτοῖς ἀρκέσει; Καὶ δοκεῖ δυοῖν θάτερον εἰκὸς εἶναι συμβαίνειν· ἢ πάντων ἑξῆς ἀπολαύειν ἁπάντας, ὧν ὁ Χριστὸς ἡμῖν αἴτιος ἐγένετο ἀποθνήσκων, καὶ συναναστῆναι καὶ συζῆν αὐτῷ καὶ συμβασιλεύειν καὶ τὴν ἄλλην ἔχειν εὐδαιμονίαν, εἴ γε «δεῖ τῶν παρ’ ἡμῶν οὐδενός»· ἢ εἰ πᾶσα ἀνάγκη καὶ ἡμᾶς ὁτιοῦν εἰσφέρειν τοὺς μὴ τὴν πίστιν εἰσενεγκόντας τῷ Σωτῆρι μηδὲ ἀναβιῶναι.

53. Ἔστι τοίνυν ἐκεῖνο περὶ τούτων εἰπεῖν. Ἡ ἀνάστασις φύσεώς ἐστιν ἐπανόρθωσις· τὰ δὲ τοιαῦτα προῖκα δίδωσιν ὁ Θεός -ὥσπερ γὰρ πλάττει μηδὲ βουλομένους, οὕτως ἀναπλάττει μηδὲν προεισενεγκόντας-. Ἡ δὲ βασιλεία ἐκείνη καὶ ἡ τοῦ Θεοῦ θεωρία καὶ τὸ συνεῖναι Χριστῷ τρυφή ἐστι τῆς θελήσεως· διὰ τοῦτο τοῖς θελήσασι καὶ ἠγαπηκόσι καὶ ποθήσασιν ἔξεστι μόνοις· τούτους μὲν γὰρ καὶ τρυφᾶν ἀκόλουθόν ἐστι τῶν ποθουμένων παρόντων, τὸν δὲ μὴ βουληθέντα ἀμήχανον. Πῶς γὰρ ἂν καὶ τρυφᾶν δύναιτο καὶ χαίρειν παρόντων, ὧν οὐκ ἔλαβε πόθον ἀπόντων; ἐπεὶ μηδὲ ἐπιθυμῆσαι τηνικαῦτα δύναιτ’ ἂν καὶ ζητῆσαι τυχεῖν, ὅτι οὐχ ὁρᾷ τὸ κάλλος ἐκεῖνο, καὶ ὅ φησιν ὁ Κύριος· «Οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό», τυφλὸς ἐντεῦθεν εἰς τὸν βίον ἐκπεσὼν ἐκεῖνον καὶ πάσης αἰσθήσεως καὶ δυνάμεως ἀπεστερημένος, δι’ ὧν ἔξεστι καὶ γνῶναι τὸν Σωτῆρα καὶ θελῆσαι συνεῖναι καὶ δυνηθῆναι.

54. Διὰ τοῦτο οὐ χρὴ θαυμάζειν, εἰ ζήσονται μὲν ἀθάνατα πάντες, οὐ πάντες δὲ μακαρίως· ὅτι τῆς μὲν περὶ τὴν φύσιν ἁπλῶς τοῦ Θεοῦ προνοίας ἀπολαύουσι πάντες ὁμοίως· τῶν δὲ τὴν θέλησιν κοσμούντων δώρων, μόνοι τῶν ἄλλων οἱ περὶ Θεὸν εὐσεβεῖς. Ὁ δὲ λόγος, ὅτι πᾶσι μὲν ὁ Θεὸς ἅπαντα βούλεται τἀγαθά, καὶ πάντων ὁμοίως μεταδίδωσι τῶν αὑτοῦ, καὶ ὅσα τὴν θέλησιν εὖ ποιεῖ, καὶ ἃ τὴν φύσιν ἐπανορθοῖ· ἡμεῖς δὲ τῶν μὲν εἰς τὴν φύσιν τοῦ Θεοῦ χαρίτων, ἐπεὶ μὴ δυνάμεθα φεύγειν, καὶ μὴ βουλόμενοι τυγχάνομεν πάντες -καὶ γὰρ καὶ ἄκοντας εὖ ποιεῖ καὶ βιάζεται φιλανθρώπως, ὁπόταν ἀποσείσασθαι τὴν εὐεργεσίαν βουλώμεθα μέν, οὐ δυνώμεθα δέ.

55. Τοιοῦτον δὲ τὸ τῆς ἀναστάσεως δῶρον· οὐ γὰρ ἐφ’ ἡμῖν ἐστιν οὔτε τὸ γεννηθῆναι τὴν ἀρχὴν οὔτε τὸ ἀποθανόντας ἀναβιώσκεσθαι πάλιν ἢ τοὐναντίον. Ἃ δὲ τῆς θελήσεως τῆς ἀνθρωπίνης ἐξήρτηται, λέγω δὴ τὸ ἑλέσθαι τὸ ἀγαθόν, ἁμαρτιῶν ἄφεσις, ἤθους ὀρθότης, ψυχῆς καθαρότης, Θεοῦ φίλτρον, τὸ τούτων ἆθλον ἡ ἐσχάτη μακαριότης. Ταῦτα δὲ ἐφ’ ἡμῖν ἐστι λαβεῖν ἢ φυγεῖν, ὅθεν βουλομένοις μὲν ἔξεστιν, μὴ βουλομένοις δὲ πῶς ἂν γένοιτο αὐτῶν ἀπολαύειν; Οὐ γὰρ ἔστιν ἄκοντας ἐθέλειν, οὐδὲ βιάζεσθαι βουλομένους.

56. Ἔτι δὲ δι’ ἐκεῖνον τὸν λόγον· ἐπεὶ γὰρ μόνος ἔλυσεν ὁ Κύριος τὴν μὲν φύσιν τῆς φθορᾶς, τὴν δὲ γνώμην τῆς ἁμαρτίας, τὸ μὲν «πρωτότοκος γενόμενος τῶν νεκρῶν», τὸ δὲ «πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν εἰς τὰ Ἅγια τῶν Ἁγίων», ἅτε τὴν ἁμαρτίαν ἀποκτείνας καὶ τὸν Θεὸν ἡμῖν διαλλάξας καὶ «τὸ μεσότοιχον καταλύσας» καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν αὐτὸς ἁγιάσας, ἵνα καὶ ἡμεῖς ὦμεν «ἡγιασμένοι ἐν ἀληθείᾳ»· φανερὸν ὅτι μόνοι λύοιντο ἂν εἰκότως καὶ τῆς φθορᾶς καὶ τῆς ἁμαρτίας, οἱ καὶ θελήσεως αὐτῷ καὶ φύσεως μετασχόντες· τὸ μὲν ὡς ἄνθρωποι, τὸ δὲ ὡς «ἠγαπηκότες τὴν ἐπιφάνειαν αὐτοῦ» καὶ τὸ πάθος καὶ τοῖς προστάγμασι πεισθέντες καὶ θελήσαντες ἅπερ ἐκεῖνος.

57. Οἱ δὲ τὸ μὲν εἶχον, τὸ δὲ οὐκ ἐδέξαντο, καὶ τὸ μὲν ἀνθρώποις εἶναι σφισὶ συνέβη, πιστεύειν δὲ τῷ Σωτῆρι τὴν σωτηρίαν καὶ κοινωνεῖν τῷ ἀγαθῷ τῆς γνώμης οὐκέτι, τούτους τῆς μὲν ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τῶν ἐπὶ δικαιοσύνῃ στεφάνων ἐκπίπτειν ἀκόλουθόν ἐστι, τῇ γνώμῃ διϊσταμένους· λυθῆναι δὲ τὴν ἑτέραν ἐλευθερίαν καὶ ἀναστῆναι τῆς φύσεως τῆς αὐτῆς ὡς ἀνθρώπῳ τῷ Χριστῷ γενομένους, οὐδὲν κωλύει. Τὸ γὰρ βάπτισμα τῆς ἐν Χριστῷ μακαρίας ζωῆς αἴτιόν ἐστι μόνον, οὐ τῆς ζωῆς· ἁπλῶς γὰρ τὴν ἀθάνατον ζωήν, τὸ τὸν Χριστὸν τεθνάναι καὶ ἀναβιῶναι πᾶσι παρέσχεν ὁμοίως. Διὰ τοῦτο ἡ μὲν ἀνάστασις καινόν ἐστι δῶρον πᾶσιν ἀνθρώποις, ἄφεσις δὲ ἁμαρτιῶν καὶ οἱ ἐν οὐρανοῖς στέφανοι καὶ ἡ βασιλεία, ἐκείνων γίνεται μόνων, οἷς ὑπῆρξε προεισενέγκαι τὴν ὀφειλομένην συντέλειαν, οἳ τάττουσιν ἑαυτοὺς ἐνθένδεν, ὡς ἔστιν οἰκείως ἔχειν πρὸς τὸν βίον ἐκεῖνον καὶ τὸν νυμφίον· γεννώμενοι μὲν καινῶς, ὅτι καινὸς ἐκεῖνος Ἀδάμ, κάλλει δὲ λάμποντες καὶ τὴν ὥραν σώζοντες, ἣν αὐτοῖς ἐνεποίησε τὸ λουτρόν, ὄτι «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ τὴν μὲν κεφαλὴν ἑστῶσαν ἔχοντες οἷαι τῶν ὀλυμπιονικῶν ὅτι στέφανός ἐστιν, ὦτα δὲ ὅτι Λόγος, ὀφθαλμοὺς δὲ ὅτι ἥλιος, ὄσφρησιν δὲ ὅτι καὶ μύρον ἐστὶν ὁ νυμφίος καὶ «μύρον ἐκκενωθέν», σεμνοὶ δὲ καὶ ἐπὶ τῶν ἱματίων διὰ τὸν γάμον. Εἶεν.

58. Τίνος χάριν οἱ τὸν Χριστὸν ἀρνησάμενοι μεταγνόντες οὐκ ἀναβαπτίζονται. Ταῦτα δὲ καὶ πρὸς ἕτερον φέρει ζήτημα δίκαιον ὂν μὴ περιῶφθαι. Εἰ γὰρ τὸ μὲν ἐθέλειν καὶ πιστεῦσαι καὶ προσελθεῖν τῶν τοῦ βαπτίσματος δώρων ἐπιτυχεῖς γεγενῆσθαι παρασκευάζει, τὸ δὲ ταῦτα φεύγειν, καὶ τὴν μακαριότητα πᾶσαν ἐκείνην φεύγειν ἐστί, τοὺς μετὰ τὸ λαβεῖν ῥίψαντας καὶ τῆς γνώμης τῆς προτέρας ἑαυτοὺς μεμψαμένους καὶ τὸν Χριστὸν ἠρνημένους, ἐπειδὰν εἰς τὴν Ἐκκλησίαν ἐφ’ οἷς ἠνόμησαν μεταγνόντες αὐτομολῶσιν, ὁ ἱερὸς θεσμός, ἀκόλουθον ὂν ἐπὶ τὸ λουτρὸν αὐτοὺς ἄγειν, καὶ τὰ μυστικὰ τελεῖν ἐξ ἀρχῆς ὡσὰν τὸ πᾶν ἀπολωλεκότας, ὁ δὲ τῷ θείῳ μύρῳ τὰ σώματα αὐτοῖς ἀποσημηνάμενος καὶ μηδὲν πλέον προσθείς, τοῦ κύκλου γράφεται τῶν πιστῶν, τί οὖν πρὸς ταῦτα εἴποι τις ἄν; ἢ δυοῖν τούτων ἡμῖν τὴν πρὸς Θεὸν εὐσέβειαν δυναμένων -τοῦ τε λαβεῖν ὀφθαλμὸν ἀπὸ τῶν μυστηρίων, τοῦ τε χρῆσθαι καὶ πρὸς τὴν ἀκτῖνα ἐκείνην ὁρᾶν- τοῖς προδεδωκόσι τὸν χριστιανισμὸν τὸ μὲν ἀπόλλυται τὸ δεύτερον, ἐκεῖνο δὲ μένει, λέγω δὴ τὴν πρὸς τὸ βλέπειν ἐπιτηδειότητα καὶ παρασκευήν.

59. Αἴτιον δὲ ὅτι τὸ μὲν ἀποβαλεῖν ἔξεστι βουλομένοις, ἡμέτερον γὰρ ἢ στέρξαι τὸν ἥλιον ἢ πρὸς τὴν ἀκτῖνα μῦσαι τὸν ὀφθαλμόν· τό γε μὴν αὐτὸν ἐκκόψαι τὸν ὀφθαλμὸν καὶ τὴν πλάσιν ἐκείνην παντάπασι διαφθεῖραι, τῶν ἀμηχάνων ἡμῖν. Εἰ γὰρ τῶν ἐν τῇ ψυχῇ δυνάμεων, μεθ’ ὧν ἡμᾶς ἡ φύσις ἐγέννησεν, οὐδ’ ἡντινοῦν δυνάμεθα λύειν, ἥκιστα δὴ πάντων, ἣν ἡμῖν ἀναγεννῶν αὐτὸς ἀμέσως ἐνέθηκεν ὁ Θεός· ἐπεὶ καὶ αὐτὸ τὸ ἐν ἡμῖν ἡγούμενον, ὅ τι ποτέ ἐστι πλάττει καὶ διατίθησι τὸ λουτρόν, εἴτε λόγου καὶ γνώμης αὐτονομίαν, εἰθ’ ἕτερον ὁτιοῦν χρὴ τοῦτο νομίσαι, ᾧ πᾶσα μὲν εἴκει δύναμις τῆς ψυχῆς καὶ πρὸς τὴν ἐκείνου φέρεται κίνησιν, ἐπιτάττει δὲ οὐδὲν οὐδὲ δύναται μεταβάλλειν, ἀλλ’ οὐδὲ αὐτὸ ἑαυτό -κρεῖττον γὰρ οὐδὲν γένοιτ’ ἂν ἑαυτοῦ-  καὶ οὐ μὴν οὐδὲ τὸν Θεὸν εἰκός· οὐ γὰρ ἀφέλοιτ’ ἂν ὧν ἡμῖν κατέθετο δώρων οὐδέν· «ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, φησί, τοῦ Θεοῦ»· καὶ ὅλως ἄπειρος ἀγαθότης ὢν βούλεται πᾶν ἡμῖν ἀγαθὸν καὶ δίδωσί γε, ἀλύτου τῆς τοῦ αὐτεξουσίου προεδρίας ὑποκειμένης.

60. Τοιοῦτον δὲ τὸ τοῦ βαπτίσματος ἀγαθόν. Οὐ γὰρ ἄγχει τὴν γνώμην οὐδὲ κατέχει, ἀλλὰ δύναμις οὖσα, τοὺς μὲν χρωμένους ὤνησε, τοὺς δὲ μὴ χρωμένους οὐδὲν ἐκώλυσε μεῖναι πονηρούς· καθάπερ καὶ τὸ σῶν ἔχειν τὸν ὀφθαλμὸν οὐκ ἂν προσταίη τοῖς ἐν σκότει ζῆν βουλομένοις. Καὶ δῆλον αὐτόθεν· αὐτοὶ γὰρ οὗτοι μάρτυρες σαφεῖς, οἱ μετὰ τὸ λούσασθαι καὶ τὰ ἐκεῖθεν πάντα λαβεῖν, εἰς τὴν ἐσχάτην ἀσέβειαν καὶ μοχθηρίαν ἐξενεχθέντες. Διὰ ταῦτα τοίνυν τῷ μὴ τὰς ἐντεθείσας ἀποθέσθαι δυνάμεις, πλάσεως δευτέρας οὐ δεομένους, ὁ ἱερεὺς λούει μὲν οὐδαμῶς, χρίων δὲ πνευματικὴν ἐνίησι χάριν εὐσεβείας, οἶμαι, καὶ φόβου Θεοῦ καὶ ἀγάπης καὶ τῶν τοιούτων, ἃ τὴν προτέραν αὐτοῖς ἀνακαλεῖσθαι δύναται γνώμην· τοιαῦτα γὰρ τοῖς τελουμένοις ἔχει τὸ μύρον. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐπὶ δὲ τὰ ἑξῆς τοῦ λόγου χωρῶμεν.

61. Φανερὸν μὲν οὖν ἐκ τῶν εἰρημένων, ὡς ἄρα τὴν ζωὴν τοῦ Χριστοῦ ζῶσιν οἱ διὰ τοῦ βαπτίσματος γεννηθέντες.

62. Τί ἐστιν ὃ πάσχοντες οἱ βαπτιζόμενοι τῆς ζωῆς τῷ Χριστῷ κοινωνοῦσιν. Τί δὲ ἡ τοῦ Χριστοῦ ζωή; Λέγω δή· τί ἐστιν ἐκεῖνο τὸ πάθος, ὃ τοῦ βαπτίσματος ἀπολελαυκότες οἱ λελουμένοι τοῦ βίου τῷ Χριστῷ κοινωνοῦσι; δῆλον οὔπω γέγονεν ἔτι.

63. Τούτου δὲ τὸ μὲν πλεῖστον ὑπὲρ τὸν ἀνθρώπινον λόγον· δύναμις γάρ ἐστι τοῦ μέλλοντος αἰῶνος, ᾗ φησι Παῦλος, καὶ πρὸς βίον ἄλλον παρασκευή. Καθάπερ τοίνυν οὐκ ἔστι καταμαθεῖν ὀφθαλμῶν ἀρετὴν ἢ χρώματος χάριν μὴ τῷ φωτὶ προσάγοντας, καὶ τὰ τῶν ἐγρηγορότων εἰδέναι τοὺς καθεύδοντας ἕως καθεύδουσι, τὸν ἴσον τρόπον οὐδὲ τὰ καινὰ μέλη καὶ τὰς δυνάμεις, οἷς καθαρῶς πρὸς τὸν μέλλοντα βίον ἔξεστι χρῆσθαι, δυνατὸν συνιδεῖν ἐπὶ τοῦ παρόντος, τίνα τέ ἐστιν ἀκριβῶς, καὶ οἷον αὐτοῖς σύνεστι κάλλος· δεῖ γὰρ συγγενοῦς κάλλους καὶ φωτὸς καταλλήλου.

64. Καὶ μὴν μέλη Χριστοῦ ἐσμεν, καὶ τοῦτό ἐστι τὸ τοῦ βαπτίσματος ἔργον· συνέστηκε δὲ ἡ λαμπρότης τῶν μελῶν καὶ τὸ κάλλος ἐν τῇ κεφαλῇ· φαίνοιτο γὰρ ἂν οὐ καλὰ τὰ μέλη μὴ τῇ κεφαλῇ συνημμένα· τούτων δὲ τῶν μελῶν ἡ κεφαλὴ κρύπτεται μὲν ἐπὶ τοῦ παρόντος, φανεῖται δὲ κατὰ τὸν μέλλοντα βίον· τότε δὴ καὶ τὰ μέλη λάμψει καὶ διαδειχθήσεται, ἐπειδὰν μετὰ τῆς κεφαλῆς ἀναλάμψῃ. Καὶ τοῦτο Παῦλος δεικνύς· «Ἀπεθάνετε, φησί, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Καὶ ὁ μακάριος Ἰωάννης· «Οὔπω ἐφανερώθη τί ἐσμεν· ὅταν δὲ φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.»

65. Διὰ ταῦτα νῦν τελείως μὲν τὴν δύναμιν τῆς ζωῆς ταύτης οὐκ ἔνεστι γνῶναι, οὐδὲ αὐτοὺς δήπου τοὺς μακαρίους· ἀλλὰ τὸ πλεῖστον ὁμολογοῦσιν ἀγνοεῖν, καὶ ἐν αἰνίγματι καὶ ἐν ἐσόπτρῳ καὶ ἐκ μέρους γινώσκειν, καὶ ἃ δὲ δύνανται γινώσκειν, οὐδὲ ταῦτα ἔνι λόγῳ φανῆναι. Ἀλλ’ ἔστι μὲν αἴσθησις αὐτῶν καὶ γνῶσις τοῖς γε καθαροῖς τὴν καρδίαν· ῥῆμα δὲ ἢ λόγον, ὃς ἐφαρμόσει τοῖς ἐγνωσμένοις καὶ τοῦ μακαρίου πάθους γένοιτ’ ἂν σημεῖον τοῖς ἀγνοοῦσιν, ἀμήχανον εὑρεῖν. Καὶ γάρ ἐστιν ὧν ἤκουσεν ὁ ἀπόστολος, εἰς τὸν παράδεισον καὶ τρίτον οὐρανὸν ἁρπαγείς· «ἄρρητα ῥήματα, φησίν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.»

66. Ἃ δὲ καὶ γινώσκεται καὶ ῥηθῆναι δύναται τῆς ζωῆς, καὶ τῶν ἀφανῶν ἀπόδειξιν ἔχει, τὰ τοῖς μεμυημένοις κατωρθωμένα· τὸ καινὸν ἦθος τῶν λουσαμένων οἳ τὴν τάξιν ἔσωσαν, ἡ ὑπερφυὴς ἀρετὴ καὶ τοὺς ἀνθρωπίνους νικῶσα νόμους, ἧς οὔτε σοφίαν, οὔτε γυμνασίαν, οὐ τὸ πεφυκέναι οὔτε ἄλλο ὁτιοῦν ἔστιν αἰτιᾶσθαι τῶν ἀνθρωπίνων.

67. Ἥ τε γὰρ ψυχὴ πρὸς τοιαῦτα προὐθυμήθη, οἷα μηδ’ ἀναπλάσαι ῥάδιον ἦν ἀνθρώποις· τό τε σῶμα τὴν προθυμίαν οὐκ ἔσβεσεν, ἀλλὰ πόνων ἠνέσχετο τοσούτων, ὅσων ἐπεθύμησεν ἡ ψυχή· καίτοι καὶ ψυχῆς καὶ σώματος δύναμις ὥρισται, καὶ πρὸς πάντα πόνον οὔτε ταύτην οὔτε ἐκείνην ἑστάναι δυνατόν, ἀλλ’ ἔστιν οὓς δυνηθεῖσαι νικῆσαι ἐπὶ τῶν ἄλλων, ἡ μὲν ἀπεῖπε, τὸ δὲ ἐλύθη. Τῶν δὲ μακαρίων ψυχῶν ἐκείνων οὐδὲν ἐκράτησεν, ἀλλ’ ὅσαπερ ἂν ἀλγηδόνων εἴδη καὶ πόνων οὐδ’ αὐτονομία πλάσαι λογισμῶν, τοσούτων ἠνέσχοντο καὶ πρὸς τοσαῦτα ἐκαρτέρησαν.

68. Καὶ οὔπω λέγω τὸ καινότατον. Οἵ γε οὐδὲ ἠνέσχοντο οὐδὲ ἐκαρτέρησαν· οὐ γὰρ ἐλπίδι μεγίστων ἄθλων καὶ ζωῆς ἀμείνονος τὴν παροῦσαν περιεῖδον, λέγω κρίσει τινὶ καὶ λογισμῷ πρὸς ταύτην ἀφιγμένοι τὴν τόλμαν, καὶ ἐνεγκόντες μέν, ἀηδῶς δέ, καθάπερ οἱ νοσοῦντες ἰατροῦ πῦρ καὶ μάχαιραν· ἀλλὰ τοῦτό ἐστι τὸ καινότατον· ὅτι τὰς πληγὰς αὐτὰς ἐφίλουν, αὐτῶν ὠρέγοντο τῶν πόνων, αὐτὸν ποθεινὸν ἡγοῦντο τὸν θάνατον, καὶ εἰ μηδὲν ἄλλο προὔκειτο. Οἱ μὲν γὰρ ξίφους ἐπεθύμησαν καὶ στρεβλώσεων καὶ θανάτου, καὶ γενομένοις ἐπὶ τῆς πείρας μείζων ἦν ἡ προθυμία· οἱ δὲ διὰ βίου κακοπαθεῖν καὶ πονεῖν καὶ πόρρω πάσης ἀνέσεως ζῆν, καὶ τοῦτο τρυφὴν νομίζειν τὸ καθ’ ἡμέραν ἀποθνήσκειν καὶ ἠκολούθησε τὸ σῶμα καὶ ἐβοήθησε κατὰ τῶν σωματικῶν ἀγωνιζομένοις νόμων. Καὶ ταῦτα οὐ δύο καὶ τρεῖς καὶ εἴκοσιν, οὐδὲ ἄνδρες μόνον οὐδ’ οἱ ἐν ἡλικίᾳ μόνον, ἀλλὰ μυρίοι μὲν καὶ πλῆθος ἀριθμοῦ κρεῖττον, γένος δὲ ἑκάτερον, ἡλικία δὲ πᾶσα ὁμοίως.

69. Τοῦτο δὲ μάλιστα δῆλον ἐγένετο ἐπὶ τῶν μαρτύρων. Τούτων γὰρ καὶ οἱ πρὸ τῶν διωγμῶν πιστοί, καὶ οἷς ἐπ’ αὐτῶν τῶν διωγμῶν τὴν ἀληθινὴν ζωὴν ὁ Χριστὸς ἐνέθηκεν, ἅμα τε ἐπεδείκνυντο τοῖς διώκταις τὴν εἰς Χριστὸν πίστιν καὶ ἀνεῖπον τοὔνομα καὶ ἐπεθύμουν ἀποθνήσκειν, καὶ μιᾷ βοῇ τοὺς δημίους ἐξεκαλοῦντο καθάπερ ἐπί τι φαινόμενον ἀγαθόν, ὁμοίως καὶ γυναῖκες καὶ κόραι καὶ ἄνδρες καὶ παῖδες καὶ πᾶν ἐπιτήδευμα καὶ πᾶς βίος.

70. Δεῖ γὰρ καὶ τοῦτο προσθεῖναι· ὅτι μικρὰν οὐδὲ τοῦτο διαφορὰν εἰσάγει τῷ γένει. Καὶ γὰρ οὐχ ὁμοίως ἂν πρὸς ἀγῶνας ἔχοι καὶ πόνους ὅ τε ζῶν ἐν ἱδρῶσι καὶ ᾧ βίος ἐστὶν ἀνειμένος· καὶ ξίφος καὶ θάνατον οὐ τοῖς αὐτοῖς ἂν ὀφθαλμοῖς ἴδοι στρατιώτης καὶ αὐλητής. Τούτων οὐδὲν ἐκώλυσε τὴν θαυμαστὴν ἐκείνην φοράν, οὐδὲ προσέστη τῷ μὴ πάντας ὁμοίως εἰς αὐτὴν ἀφικέσθαι τῆς φιλοσοφίας τὴν κορυφήν· ἀλλ’ ὅτι μία ἦν ἡ πάντας τίκτουσα καὶ πλάττουσα δύναμις, πάντες τὸν ἔσχατον τῆς ἀρετῆς κατειλήφεσαν ὅρον καὶ τὸ ἀγαθὸν ἐτίμησαν καὶ ἐφίλησαν ὑπὲρ τὸ εἰκὸς τῆς φύσεως, οἵ γε ὑπὲρ αὐτοῦ καὶ ψυχῶν αὐτῶν ὑπερεῖδον. Καὶ γὰρ καὶ γυναῖκες τῶν ἐπὶ σκηνῆς καὶ ἄνδρες διεφθαρμένοι καὶ τοιοῦτον πλῆθος τόν τε λόγον ἐδέχοντο τῆς κοινῆς ἡμῶν σωτηρίας καὶ μετεσκευάζοντο καὶ μετεπλάττοντο τὴν καλὴν ἁρμονίαν ἁρμοζόμενοι, καὶ οὕτως ἀθρόον καὶ οὕτω ῥαδίως, ὥσπερ προσωπεῖον ἀμείβοντες.

71. Συνέβη δὲ πολλοῖς καὶ μὴ λουσαμένοις εἰς τοῦτον τελέσαι τὸν χορόν, οὓς ὕδατι μὴ βαπτισθέντας ὑπὸ τῆς Ἐκκλησίας, αὐτὸς ἐβάπτισεν ὁ νυμφίος τῆς Ἐκκλησίας. Πολλοῖς μὲν οὖν καὶ νεφέλην ἔδωκε καὶ ὕδωρ ἐκ γῆς αὐτόματον καὶ οὕτως ἐβάπτισε· τοὺς πλείους δὲ ἀφανῶς ἀνέπλασεν. Ὥσπερ γὰρ «τὸ ὑστέρημα τοῦ Χριστοῦ» τὰ μέλη τῆς Ἐκκλησίας, Παῦλος καὶ εἴ τις κατ’ ἐκεῖνον, «ἀναπληροῖ», οὕτως οὐδὲν ἀπᾷδον, εἰ τὸ ὑστέρημα τῆς Ἐκκλησίας ἡ κεφαλὴ τῆς Ἐκκλησίας ἀναπληρώσει. Εἰ γάρ ἐστιν ἅττα μέλη τῇ κεφαλῇ δοκεῖ βοηθεῖν, πόσῳ δικαιότερον, ὧν ἐλλείπει τοῖς μέλεσιν, αὐτὴν προσθεῖναι τὴν κεφαλήν. Καὶ ταῦτα μὲν τοῦτον ἂν ἔχοι τὸν τρόπον· ἀναληπτέον δ’ ἂν εἴη τὸν λόγον.

72. Ταύτην μὲν οὖν τὴν δύναμιν, ᾗ τὴν τόλμαν ἐτόλμησαν καὶ τὴν προθυμίαν προὐθυμήθησαν, καὶ εἰς τέλος ἀγαγεῖν ἃ προὐθυμήθησαν ἐδυνήθησαν, ὡς οὐκ ἔστιν εὑρεῖν ἐν τῇ φύσει τῶν ἀνθρώπων, οὐκ ἂν οὐδὲ λόγου δέοι δεικνύναι· λοιποῦ δὲ ὄντος ἐξ ἀνάγκης αἰτίαν τούτων τιθέναι τὴν τοῦ βαπτίσματος χάριν, ζητῶμεν ἔτι τὸν τρόπον ὅπως ταῦτα αὐτοὺς εἰργάσατο τὸ λουτρόν.

73. Φανερὸν μὲν οὖν ὡς ἄρα ἐρώντων ἦσαν οἱ πόνοι καὶ οἱ ἀγῶνες ἐκεῖνοι, καὶ τὰ Χριστοῦ βέλη καὶ φίλτρα πρὸς ταύτην αὐτοὺς ἐξήγαγε τὴν καινοτομίαν· τί δὲ τῶν ἐρώντων τὸ αἴτιον, καὶ τί παθόντες οὕτως ἐφίλησαν, καὶ πόθεν τὸ πῦρ ἐδέξαντο τοῦτο, σκοπῶμεν ἤδη.

74. Ὅτι Θεοῦ αἴσθησιν ἐναργῆ τινα τοῖς βαπτιζομένοις παρέχει τὸ βάπτισμα, δι’ ἧς οἱ ἅγιοι τὰ πάντων μέγιστα κατώρθωσαν. Καὶ γάρ ἐστι μὲν τὸ εἰδέναι τοῦ φιλεῖν αἴτιον, καὶ τοῦτο ἐκεῖνο τίκτει, καὶ οὐκ ἔστι λαβεῖν ἔρωτα τῶν καλῶν οὐδενὸς μὴ καταμαθόντα ὡς ἔχει κάλλους· ἐπεὶ δὲ τὸ εἰδέναι τοῦτο συμβαίνει μὲν μάλιστα καὶ τελείως, συμβαίνει δὲ ἀτελῶς ἔχειν, εἰκὸς ἂν εἴη καὶ τὸ φίλτρον ὁμοίως ἔχειν· καὶ τῶν καλῶν καὶ ἀγαθῶν, ἃ μὲν γινώσκεται τελείως, καὶ φιλεῖται τελείως καὶ ὥσπερ τοσῷδε κάλλει προσῆκε, τῶν δὲ μὴ σφόδρα φανερῶν, τοῖς ἐρῶσι καὶ ὁ ἔρως ἀσθενῶς ἔχει. Οὐκοῦν ἐκεῖνο γίνεται δῆλον, ὡς ἐπίγνωσίν τινα Θεοῦ καὶ αἴσθησιν αὐτοῖς ἐνέθηκε τὸ λουτρόν, καὶ τὸν καλὸν σαφῶς ἔγνωσαν, καὶ τῆς ὥρας ᾔσθοντο, καὶ ἐγεύσαντο τοῦ κάλλους ἐκείνου· λέγω δὴ πείρᾳ τινὶ τελεώτερον ἢ διδασκαλία δύναται γνωρίσαι καταμαθόντες.

75. Διττῆς γὰρ ἡμῖν τῆς τῶν πραγμάτων γνώσεως οὔσης, τῆς μὲν ἣν ἄν τις ἀκοῇ τύχοι λαβών, τῆς δὲ ἣν δι’ ἑαυτοῦ καταμάθοι· ἐκείνως μὲν οὐκ αὐτοῦ τοῦ πράγματος ἁπτόμεθα, ἀλλ’ ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς λόγοις ὁρῶμεν, καὶ οὐδ’ ἀκριβῶς αὐτοῦ τοῦ εἴδους εἰκόνι· καὶ γὰρ ἀμήχανον αὐτῷ παντάπασιν ὅμοιον εὑρεῖν ἐν τοῖς οὖσι, ᾧ παραδείγματι χρησαμένοις εἰς τὴν ἐκείνου γνῶσιν ἀρκέσει· τὸ δὲ πεῖραν λαβεῖν αὐτοῖς ἐστὶ τοῖς πράγμασιν ἐντυχεῖν.

76. Ὅθεν ἐνταῦθα μὲν αὐτὸ τὸ εἶδος τῇ ψυχῇ προσβάλλει καὶ τὴν ἐπιθυμίαν ἀνίστησι καθάπερ ἴχνος τῷ κάλλει σύμμετρον· ἐκεῖ δὲ τῆς μὲν ἰδέας αὐτῆς τῆς ἰδίας τοῦ πράγματος ἀπολειφθέντες, ἐξ ὧν δὲ κοινωνεῖ τοῖς ἄλλοις ἀσαφῆ τινα καὶ ἀμυδρὰν εἰκόνα λαβόντες αὐτοῦ, ταύτῃ μετροῦμεν τὸν περὶ τὸ πρᾶγμα πόθον· ὅθεν οὐ φιλοῦμεν ὅσον ἐκεῖνο φιλητόν, οὐδὲ πάσχομεν ὅσον ἐκεῖνο δύναται δρᾶν. Καθάπερ γὰρ διάφορον εἶδος τῆς οὐσίας ἑκάστου, καὶ διάφορον ἐντίθησι τῇ ψυχῇ λόγον, οὕτω καὶ φίλτρον· οὐκοῦν ἡ τοῦ Σωτῆρος ἐν ἡμῖν ἀγάπη, ὅταν μὲν οὐδὲν ἐπιδείξηται καινὸν οὐδ’ ὑπερφυές, δῆλοι καθέσταμεν ὡς ἄρα μόναις ἐνετύχομεν ταῖς περὶ αὐτοῦ φωναῖς, ἐξ ὧν πῶς μὲν ἂν γένοιτο γνῶναι καλῶς, ᾧ μηδὲν ὅμοιόν ἐστιν εὑρεῖν, οὐδ’ ὃ κοινὸν αὐτῷ καὶ τοῖς ἄλλοις, οὐδὲ πρὸς ὃ παράδειγμα ἀναφέρεται, οὐδ’ οἷς ἐκεῖνος παράδειγμα; πῶς δὲ καταμαθεῖν μὲν τὸ κάλλος, φιλῆσαι δὲ τοῦ κάλλους ἀξίως;

77. Οἷς δὲ τοιοῦτος ἐγένετο πόθος, ὥστε τῆς φύσεως μὲν ἐκστῆναι, μείζω δὲ καὶ προθυμηθῆναι καὶ δυνηθῆναι ἢ προσῆκεν ἀνθρώποις ἐνθυμηθῆναι, τούτους αὐτοὺς αὐτὸς ἔτρωσεν ὁ νυμφίος, αὐτὸς ἐνῆκεν ἀκτῖνά τινα τοῦ κάλλους τοῖς ὀφθαλμοῖς. Τὸ γὰρ μέγεθος τοῦ τραύματος μηνύει τὸ βέλος, καὶ ὁ πόθος τὸν τρώσαντα δείκνυσιν.

78. Ὅτι ἀδύνατον ἦν λόγοις νουθετούμενον μόνον τὸν ἄνθρωπον τελειωθῆναι. Καὶ τούτῳ διήνεγκε τῆς Παλαιᾶς ἡ Καινὴ Διαθήκη καὶ τοῦτ’ ἄμεινον εἶχεν, ὅτι τότε μὲν λόγος ἦν ὁ παιδεύων, νῦν δὲ αὐτὸς παρὼν ὁ Χριστὸς ἄρρητόν τινα τρόπον διατίθησι καὶ πλάττει τὰς τῶν ἀνθρώπων ψυχάς. Λόγῳ γὰρ καὶ διδασκαλίᾳ καὶ νόμοις οὐκ ἐνῆν ἀφικέσθαι τοὺς ἀνθρώπους εἰς τὸ ζητούμενον τέλος· εἰ γὰρ ἐνῆν λόγοις, οὐκ ἂν ἐδέησεν ἔργων καὶ τούτων ὑπερφυῶν, Θεοῦ σαρκουμένου καὶ σταυρουμένου καὶ ἀποθνήσκοντος.

79. Τοῦτο δὲ δῆλον ἐγένετο ἐξ ἀρχῆς, ἐξ αὐτῶν τῶν πατέρων ἡμῖν τῆς εὐσεβείας τῶν ἀποστόλων. Πάσης γὰρ ἀπολελαυκότες διδασκαλίας, καὶ ταῦτα αὐτοῦ τοῦ Σωτῆρος, καὶ θεαταὶ γενόμενοι πάντων, καὶ ὧν κατέθετο τῇ φύσει χαρίτων καὶ ὧν ἠνέσχετο ὑπὲρ τῶν ἀνθρώπων καὶ ὡς ἀποθανὼν ἀνεβίω καὶ ὡς κατειλήφει τὸν οὐρανόν, καὶ ταῦτα πάντα καταμαθόντες, ὅμως οὐδὲν καινὸν οὐδὲ γενναῖον οὐδὲ πνευματικὸν οὐδὲ τοῦ παλαιοῦ βέλτιον ἐπεδείξαντο, ἕως ἐβαπτίσαντο. Γενομένου δὲ αὐτοῖς τοῦ βαπτίσματος καὶ τοῦ Παρακλήτου ταῖς ψυχαῖς αὐτῶν ἐμπεσόντος, αὐτοί τε ἐγένοντο καινοὶ καὶ ζωῆς ἐπελάβοντο καινῆς, καὶ τοῖς ἄλλοις ἡγήσαντο, καὶ τὸν περὶ Χριστὸν πόθον καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ἀνῆψαν. Εἰ γὰρ καὶ τῷ ἡλίῳ παρῆσαν καὶ διαίτης ἐκοινώνουν καὶ λόγων, ἀλλ’ ἦν αἴσθησις αὐτοῖς τῆς ἀκτῖνος οὔπω, μὴ δεξαμένοις τὸ πνευματικὸν ἐκεῖνο λουτρόν.

80. Τὸν ἴσον δὴ τρόπον καὶ τοὺς ἁγίους ἑξῆς ἅπαντας ἐτελείωσεν ὁ Θεός· καὶ ἐπέγνωσαν αὐτὸν καὶ ἐφίλησαν, οὐ λόγοις παρακληθέντες ψιλοῖς, ἀλλὰ τῇ τοῦ λουτροῦ δυνάμει διατεθέντες, αὐτοῦ πλάττοντος καὶ διατιθέντος τοῦ φιλουμένου· ὃς «κτίζει καρδίαν καθαράν», καὶ «ἀφαίρεται μὲν τὴν λιθίνην, δίδωσι δὲ καρδίαν σαρκίνην», τὴν ἀναισθησίαν ἐκβάλλων, καὶ γράφει μέν, ἀλλ’ ᾗ φησι Παῦλος· «οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις», καὶ οὐ νόμον ἁπλῶς, ἀλλὰ τὸν νομοθέτην αὐτὸν αὐτὸς ἑαυτόν. Τοῦτο δὲ καὶ πολλοῖς τῶν ἁγίων φανερώτατα διεδείχθη, οὓς μήτε λόγοις τἀληθὲς μαθεῖν δυνηθέντας μήτε θαύμασι τὴν τοῦ κηρυττομένου δύναμιν ἐπιγνόντας, χριστιανοὺς ἀκριβεῖς ἀθρόον ἀπέδειξε δεξάμενον τὸ λουτρόν.

81. Πορφύριος γοῦν ὁ μακάριος ἐπὶ τῶν καιρῶν γενόμενος ἐκείνων, ἐν οἷς ὁ τοῦ Χριστοῦ νόμος πάσης ἐκράτει τῆς οἰκουμένης, καὶ τῆς μὲν φωνῆς τῶν κηρύκων ἤκουσαν ἄνθρωποι πάντες, τρόπαια δὲ μαρτυρικοῖς ἀγῶσιν ἐπήγνυτο πανταχοῦ, φωνῆς λαμπρότερον τῷ Χριστῷ τὴν ἀληθῆ θεότητα μαρτυροῦντα· καὶ μυρίων μὲν ἀκούσας λόγων, τοσούτων δὲ ἀριστέων καὶ θαυμάτων γενόμενος θεατής, ὅμως ἔμενε πλανώμενος καὶ τὸ ψεῦδος τῆς ἀληθείας ἔμπροσθεν ἄγων· ἐπεὶ δὲ ἐβαπτίσθη, καὶ τοῦτο παίζων, οὐ χριστιανὸς ἦν εὐθὺς μόνον ἀλλὰ καὶ εἰς αὐτὸν τὸν τῶν μαρτύρων ἐτέλεσε χορόν. Καὶ γὰρ μῖμος ὤν, καὶ τοῦτ’ αὐτὸ ποιούμενος ἔργον, ἐτόλμησε καὶ ταύτην τὴν τόλμαν, ὡς δὴ γέλωτα κινήσων, καὶ προσέπαιξε τὸ λουτρόν, καὶ ἐβάπτισεν ἑαυτὸν εἰς ὕδωρ καθείς, ἐπὶ τοῦ θεάτρου τὴν Τριάδα ἀναβοήσας. Καὶ οἱ μὲν ἐγέλων, οἷς ἐπεδείκνυτο τὸ δρᾶμα, τῷ δὲ οὐκέτι γέλως ἦν, οὐδὲ σκηνὴ τὰ παρόντα, ἀλλ’ ὡς ἀληθῶς γέννησις καὶ ἀνάπλασις καὶ τοῦτ’ αὐτὸ ὅπερ ἐστὶ τὸ μυστήριον. Ἐξῆλθε γὰρ ἀντὶ μίμου, ψυχὴν ἔχων μαρτυρικήν, σῶμα γενναῖον, ὥσπερ εἰς φιλοσοφίαν ἠσκημένον καὶ πόνους, γλῶσσαν ἐφελκομένην ἀντὶ γέλωτος τυράννου θυμόν· καὶ οὕτως ἐσπούδασεν ὁ διὰ βίου παίζων ἐκεῖνος, καὶ οὕτω περὶ τὸν Χριστὸν προὐθυμήθη, ὥστε πολλῶν ἀνασχόμενος βασάνων, ἡδέως ἀπέθνησκεν ἵνα μηδὲ τῇ γλώττῃ προδῷ τὸ φίλτρον.

82. Οὕτω καὶ Γελάσιος τὸν Χριστὸν ἐφίλησε καὶ τοῦτον ἔγνω τὸν τρόπον. Καὶ ὡς ἔοικε, προσῆλθε μὲν ἑκάτερος ἐχθρῶς ἔχων καὶ πολεμίως· ἐπεὶ δὲ τὸν ὀφθαλμὸν αὐτῷ τῆς ψυχῆς ἀνέωξεν ὁ πολεμούμενος καὶ τὴν οἰκείαν ἔδειξεν ὥραν, ἐξέστη τε εὐθὺς ἐπὶ τῷ κάλλει καὶ τὴν ἐναντιωτάτην ἐπεδείξατο γνώμην, καὶ ἦν ἐραστὴς ἀντὶ πολεμίου. Καὶ γὰρ ἔκστασις ἦν ὁ ἔρως ἐκεῖνος, ὅτι τοὺς ἁλόντας ἐκτὸς τῶν ἀνθρωπίνων ἤγαγεν ὅρων· καὶ τοῦτο δεικνὺς ὁ προφήτης· «Ἐκστήσονται, φησί, πολλοὶ ἐπὶ σοί», ἐν οἷς περὶ τοῦ σταυροῦ καὶ τοῦ θανάτου πρὸς τὸν Χριστὸν διαλεγόμενος ἔφη· «ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ τὸ κάλλος σου ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων».

83. Ἀρδαλίων δὲ ὁ γενναῖος ἐβαπτίσθη μὲν καὶ αὐτός, ἀντὶ παιδιᾶς ἄλλης τοῦτο χαριζόμενος τοῖς θεωμένοις· καὶ γὰρ ἦν γέλωτος τεχνίτης καὶ τοιούτων τινῶν ἡδονῶν τοῖς συνοῦσι δημιουργός. Ἐβαπτίσθη δὲ οὐ συμβόλοις οὐδὲ εἰκόσι τὸ πάθος μιμησάμενος τοῦ Σωτῆρος, ἀλλ’ αὐτοῖς τοῖς πράγμασι. Καὶ γὰρ τὴν καλὴν ὁμολογίαν καὶ τὴν τῶν μαρτύρων ὑπεκρίνατο καρτερίαν· καὶ ἀνηρτήθη μὲν ἐπὶ τοῦ ξύλου γυμνός, παίζων ὑπὸ παιζόντων· ἐπεὶ δὲ ἀνεῖπε τὸν Χριστὸν καὶ ᾔσθετο τῶν πληγῶν, ἀθρόον μετέβαλε, καὶ ἡ ψυχὴ τῇ φωνῇ συνέβη, καὶ ἡ γνώμη τοῖς πλάσμασιν ἠκολούθει· καὶ ἦν ἀληθῶς ὃ παίζων ἑαυτὸν ἐκάλει, χριστιανός, καὶ γίνεται πληγῶν παιζόντων καὶ φωνῆς πεπλασμένης ἔργον τοσοῦτον· καὶ τὸν Χριστὸν ὅτι φιλεῖν εἶπεν, εὐθὺς ἐφίλει, τοῦ ἔρωτος πυρὸς δίκην ἀπὸ τοῦ στόματος ἐπ’ αὐτὴν εἰσπνεύσαντος τὴν καρδίαν. Καὶ τοῖς μὲν ἄλλοις «τὸ ἀγαθὸν ἀπὸ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας» ἐπὶ τὸ στόμα χωρεῖ, Ἀρδαλίονι δὲ ὁ θησαυρὸς ἄνω ποταμῶν ἐπὶ τὴν καρδίαν ἀπὸ τοῦ στόματος ἦλθεν.

84. Ὢ τῆς ἀρρήτου τοῦ Χριστοῦ δυνάμεως! Οὐ γὰρ εὐεργετήσας οὐδὲ μεταδοὺς στεφάνων, οὐδὲ τοῦτο γοῦν χρηστῶν αὐτὸν ἐξαρτήσας ἐλπίδων, ἀλλὰ τῶν πληγῶν καὶ τῆς ἀτιμίας λαβὼν κοινωνόν, οὕτως εἷλε καὶ ἀνηρτήσατο, ὥστε ἔπεισε μὲν ἃ πρότερον οὐδὲ ἀκούων ἀνεκτῶς εἶχεν, ἐξέστησε δὲ συνηθείας ἀθρόον, ἣν μακρὸς αὐτῷ συνέτηξε χρόνος· μετέστησε δὲ πρὸς τὴν ἐναντιωτάτην ἕξιν τὴν γνώμην, ἀπὸ τοῦ πάντων κακίστου καὶ πονηροτάτου πρὸς τὸ βέλτιστον ἁπάντων μεταγαγών· οὔτε γὰρ μίμου φαυλότερον γένοιτ’ ἂν οὐδὲν οὔτε φιλοσοφώτερον μάρτυρος. Τούτοις τί κοινὸν καὶ τῷ φυσικῷ λόγῳ; τίνα ἀκολουθίαν ἔχει, πληγὰς καὶ ἀτιμίαν ἔρωτα τίκτειν, καὶ ὑπὲρ ὧν φεύγειν τὸν χριστιανισμὸν καὶ τὸν πιστὸν ἀκόλουθον ἦν, διὰ τούτων ἑλεῖν καὶ χειρώσασθαι τὸν ἐχθρόν; καὶ οἷς ἐχθρὸς ἦν· τίς γὰρ ἂν ὀδυνώμενος χαίροι; τούτοις πεῖσαι φιλεῖν τὸν μεμελετηκότα μισεῖν, καὶ φίλον καὶ σπουδαστὴν ἀντὶ πολεμιωτάτου καὶ διώκτου παρασκευάσαι γενέσθαι;

85. Εἶεν. Πρὸς ταῦτα τοίνυν ὁ μὲν λόγος τῆς διδασκαλίας οὐδὲν φαίνεται δυνηθείς, τὸ δὲ πᾶν ἡ τοῦ βαπτίσματος εἰργάσατο δύναμις. Καὶ γὰρ καὶ τῶν λόγων ἤκουσεν Ἀρδαλίων τῆς κοινῆς ἡμῶν σωτηρίας, καὶ θαυμάτων οὐκ ἦν ἀθέατος, πολλῶν ἐπ’ αὐτοῦ παρρησιασαμένων μαρτύρων· ἀλλ’ ἦν οὐδὲν ἧττον ἔτι τυφλώττων καὶ τῷ φωτὶ πολεμῶν, ἕως ἐβαπτίσατο, τὰ στίγματα τοῦ Χριστοῦ δεξάμενος καὶ τὴν καλὴν ὁμολογίαν ὁμολογήσας. Τοῦτο γάρ ἐστιν ὁ τοῦ βαπτίσματος ὅρος, Χριστοῦ μιμήσασθαι τὴν ἐπὶ τοῦ Πιλάτου μαρτυρίαν καὶ τὴν μέχρι σταυροῦ καὶ θανάτου περὶ αὐτῆς καρτερίαν· μιμήσασθαι δὲ ἔστι μὲν διὰ τῶν εἰκόνων καὶ τῶν συμβόλων τούτων τῶν ἱερῶν, ἔστι δὲ αὐτοῖς τοῖς πράγμασι μετὰ κινδύνων τὴν θρησκείαν ἐπιδειξαμένους, καιροῦ καλοῦντος.

86. Πολλῶν γὰρ ἐκ τοῦ παντὸς αἰῶνος ἐπινοηθέντων νοσοῦντι τῷ γένει φαρμάκων, μόνος ὁ τοῦ Χριστοῦ θάνατος τὴν ἀληθινὴν ζωὴν καὶ τὴν εὐεξίαν ἐδυνήθη κομίσαι. Καὶ τούτου χάριν αὐτὸ τὸ τὴν καινὴν γέννησιν γεννηθῆναι καὶ τὸν μακάριον βίον βιῶναι καὶ πρὸς ὑγείαν διατεθῆναι, οὐδέν ἐστιν ἕτερον ἢ τὸ πιεῖν τοῦ φαρμάκου τούτου, καὶ ὡς οἷόν τέ ἐστιν ἀνθρώποις ὁμολογῆσαι τὴν ὁμολογίαν καὶ τοῦ Πάθους ἀνασχέσθαι καὶ ἀποθανεῖν τὸν θάνατον. Αὕτη ἐστὶν ἡ τοῦ καινοῦ νόμου δύναμις, οὕτω γεννᾶται χριστιανός, τοῦτον τὸν τρόπον εἰς τὴν θαυμαστὴν ἀφικνεῖται φιλοσοφίαν, ἔργων μὲν τῶν ἀρίστων ἐπειλημμένος, πίστιν δὲ ἀκίνητον ἔχων, οὐ πειθοῦς ἀνάγκῃ πιστεύων οὐδὲ νόμοις ἄγων τὸ ἦθος, ἀλλὰ δυνάμει Θεοῦ καὶ τοῦτο κἀκεῖνο δεχόμενος καὶ δι’ ἀμφοῖν εἰς τὸ μακάριον Χριστοῦ μορφούμενος εἶδος. «Οὐ γὰρ ἐν λόγοις, φησίν, ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει», καί· «Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι».

87. Διὰ ταῦτα καὶ πνευματικὸς μὲν οὗτος ὁ νόμος, ὅτι τὸ Πνεῦμα τὸ πᾶν ἐργάζεται, γραπτὸς δὲ ἐκεῖνος, ὅτι μέχρι τῶν γραμμάτων ἔστη καὶ τῶν φωνῶν· ἀνθ’ ὧν καὶ σκιὰ μὲν καὶ εἰκὼν ἐκεῖνος, πρᾶγμα δὲ καὶ ἀλήθεια τὰ παρόντα· οἱ γὰρ λόγοι καὶ τὰ γράμματα πρὸς αὐτὸ τὸ εἶναι τῶν πραγμάτων εἰκόνος ἔχουσι λόγον. Ταῦτα πρὶν εἰς ἔργον ἐκβῆναι, πολλοῖς πρότερον χρόνοις τῇ γλώττῃ τῶν προφητῶν ἐμήνυσεν ὁ Θεός· «Διαθήσομαι, φησί, διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν», ἀλλὰ τίνα ταύτην; «Αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα· τιθεὶς τοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν καὶ ἐν ταῖς καρδίαις αὐτῶν γράψω αὐτούς»· οὐ διὰ φωνῆς ῥυθμίζων, ἀλλ’ αὐτὸς ἀμέσως ὁ νομοθέτης· «Οὐ γὰρ διδάξουσιν ἔτι, φησίν, ἕκαστος τὸν πλησίον αὐτοῦ· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.» Τούτου τυχὼν τοῦ νόμου καὶ Δαβὶδ τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν, ὅτι· «Ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος»· «Ἐγὼ ἔγνωκα» φησίν, πεῖραν αὐτὸς λαβών, οὐ διδασκόντων ἄλλων ἀκούσας. Ὅθεν ἐπὶ τὰ ἴσα καὶ τοὺς ἄλλους ἐνάγων· «Γεύσασθε, φησί, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος»· καίτοι πολλοῖς τὴν χρηστότητα Θεοῦ καὶ παντοδαποῖς ὁ μακάριος ἀνύμνησε λόγοις· ὁ δέ, ὡς οὐ δυναμένων ἐνδέξασθαι τὰ ὄντα τῶν λόγων, ἐπὶ τὴν πεῖραν τῶν ὑμνουμένων αὐτοὺς καλεῖ τοὺς ἀκροωμένους.

88. Ταύτην τὴν πεῖραν τὸ λουτρὸν ἐντίθησι ταῖς τῶν βαπτιζομένων ψυχαῖς, καὶ γνωρίζει τῷ δημιουργήματι τὸν δημιουργόν, τῷ νῷ τὴν ἀλήθειαν, τῇ ἐπιθυμίᾳ τὸν μόνον ἐπιθυμητόν. Διὰ τοῦτο καὶ μέγας ὁ πόθος καὶ τὸ φίλτρον ἄρρητον καὶ ὁ ἔρως ὑπερφυής, ὅτι οὐκ ἔστιν οὗ δεῖ, καὶ πάντα συμβαίνει, καὶ οὐδὲν ἀπᾴδει, καὶ πρός γε πᾶσά ἐστιν ὑπερβολή. Σκοπῶμεν γάρ.

89. Ἐπιθυμίαν ταῖς ψυχαῖς ἐνέθηκεν ὁ Θεός, ἂν μέν του δέῃ, τυγχάνειν τοῦ ἀγαθοῦ, νοῆσαι δεῆσαν, τῆς ἀληθείας· καὶ ταῦτα ποθοῦμεν καθαρὰ δήπου, τὸ μὲν ἀγαθὸν τοῦ κακοῦ, τοῦ ψεύδους δὲ τὴν ἀλήθειαν· οὐ γάρ τις ἀπατώμενος χαίρει, οὐδ’ ἂν ἡσθείη πλανώμενος καὶ κακῷ περιτυγχάνων ἀντ’ ἀγαθοῦ. Τούτων ἐπιθυμοῦσιν οὐδὲ πώποτε ἐγένετο τυχεῖν καθαρῶς, ἀλλὰ τὸ παρ’ ἡμῖν ἀγαθὸν καὶ τὸ ἀληθές, οὐ τοῦτό ἐστιν ὃ καλεῖται μᾶλλον ἢ τοὐναντίον· ὅθεν οὐδὲ ἡ τῆς ἀγάπης ἐνταῦθα δύναμις, οὐδὲ ἡ τῆς χαρᾶς, ἐν ἡμῖν δῆλον ἦν ὁπόση τις ἦν, ἃ φιλεῖν ἔδει καὶ οἷς χαίρειν ἦν μὴ παρόντων· οὐδὲ ὁ τοῦ πόθου δεσμὸς γνώριμος οὐδὲ τὸ πῦρ ὅσον, ἦν γὰρ τὸ ποθούμενον οὐδαμοῦ.

90. Τοῖς δὲ γευσαμένοις τοῦ Σωτῆρος αὐτὸ πάρεστι τὸ ποθούμενον, πρὸς ὃν ὁ ἀνθρώπινος ἔρως ὥσπερ εἰς κανόνα τινὰ καὶ ὅρον κατεσκευάσθη τὸ ἐξ ἀρχῆς, καθάπερ θησαυρὸς οὕτω μέγας, οὕτως εὐρύς, ὡς Θεὸν ὑποδέξασθαι δυνηθῆναι. Ταῦτ’ ἄρα καὶ πάντων τυγχάνουσι τῶν ἐν τῷ βίῳ καλῶν οὐδείς ἐστι κόρος, οὐδ’ ἵστησιν οὐδὲν τὴν ἐπιθυμίαν, ἀλλ’ ἔτι διψῶμεν ὥσπερ εἰ μηδενὶ παρῆμεν ὧν ἐποθοῦμεν. Ἡ γὰρ τῶν ἀνθρωπίνων ψυχῶν δίψα ἀπείρου δεῖταί τινος ὕδατος· ὁ δὲ κόσμος οὗτος πεπερασμένος ἀρκέσαι δὴ πῶς δύναιτ’ ἄν; καὶ τοῦτό ἐστιν ὅπερ ὁ Κύριος αἰνίττεται πρὸς τὴν Σαμαρείτιδα λέγων· «Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ’ ἂν πίοι ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα». Τοῦτο γάρ ἐστι τὸ ὕδωρ ὃ τὴν ἐπιθυμίαν ἵστησι τῶν ἀνθρωπίνων ψυχῶν· «Χορτασθήσομαι γάρ, φησίν, ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου». Καὶ γὰρ ὀφθαλμὸς μὲν κατεσκευάσθη οἷος πρὸς τὸ φῶς ἀρκέσαι, καὶ ἀκοὴ πρὸς ἤχους, καὶ ἕκαστον οἷς ἁρμόττει· ψυχῆς δὲ ἐπιθυμία πρὸς τὸν Χριστὸν ἵεται μόνον· καὶ τὸ κατάλυμα τοῦτό ἐστιν αὐτῇ, ὅτι καὶ ἀγαθὸν καὶ ἀλήθεια καὶ ὁτιοῦν ὧν ἐστιν ἔρως, μόνος ἐστί.

91. Τούτων ἕνεκα καὶ κωλύει τοὺς τυχόντας οὐδὲν φιλεῖν ὅσον ἔρωτος ἐξ ἀρχῆς ταῖς ψυχαῖς ἐνετέθη, καὶ χαίρειν ὅσον δύναται χαίρειν ἡ φύσις, καὶ εἴ τι προσέθηκεν αὐτοῖς ἀρετὴ καὶ τὸ τῆς ἀναγεννήσεως ὕδωρ. Ἐπὶ μὲν γὰρ τῶν ἐν τῷ βίῳ καλῶν οὔτε τὸν ἔρωτα οὔτε τὴν χαρὰν ἐνεργὸν εἶναι δυνατόν, ψευδομένων τὴν ἐπωνυμίαν· εἰ γάρ τι καὶ δοκεῖ καλόν, φαυλόν ἐστιν εἴδωλον τοῦ ἀληθοῦς. Ἐνταῦθα δέ, οὐδενὸς ὄντος ὃ κωλύσει, θαυμαστὸν καὶ ἄρρητον διαδείκνυται τὸ φίλτρον καὶ ἡ χαρὰ οὐδ’ ὅση μηνύσαι· μάλιστα μὲν ὅτι πρὸς ἑαυτὸν ἑκάτερον τῶν παθῶν τούτων ἔταξεν ὁ Θεός, ἵνα αὐτὸν μὲν φιλῶμεν, αὐτῷ δὲ χαίρωμεν μόνῳ· καὶ ἔστιν ἀκόλουθον, οἶμαι, λόγον τινὰ πρὸς τὸ ἄπειρον ἀγαθὸν ἐκεῖνο σῴζειν, καὶ τοῦτον ὡς εἰπεῖν τὸν τρόπον σύμμετρον εἶναι.

92. Σκοπῶμεν δὴ τὸ μέγεθος ὅσον, ἔπειτα τῆς ὑπερβολῆς κἀκεῖνο σημεῖον. Πάντων γὰρ ὧν ὑπῆρξεν εἰς ἡμᾶς ἀγαθῶν, μόνην ἀμοιβὴν ἡγεῖται τὸ φίλτρον, καὶ τοῦτο παρ’ ἡμῶν εἰ λάβοι, λύει τὸ χρέος· ὃ τοίνυν ἀπείρων ἐστὶν ἀντίρροπον ἀγαθῶν παρά γε Θεῷ δικαστῇ, πῶς οὐχ ὑπερφυές; Πρόδηλον δὲ ὅτι τῇ τῆς ἀγάπης ὑπερβολῇ παντάπασιν ἐφάμιλλος ἡ χαρά, καὶ τῷ φίλτρῳ συμβαίνει διὰ πάντων τὸ γάννος καὶ ἀκολουθεῖ μεγίστῳ μέγιστον. Φαίνεται τοίνυν ταῖς ἀνθρωπίναις ψυχαῖς ἀγάπης καὶ χαρᾶς μεγάλην τινὰ καὶ θαυμαστὴν ἀποκεῖσθαι παρασκευή, καὶ παρόντος τοῦ ὡς ἀληθῶς χαρίεντος καὶ ἀγαπητοῦ τηνικαῦτα τελέως ἐνεργὸν εἶναι· καὶ τοῦτό ἐστιν ὅπερ χαρὰν ὁ Σωτὴρ πεπληρωμένην καλεῖ.

93. Διὰ ταῦτα καὶ τοῦ Πνεύματος ἐπιδημήσαντος ὁτῳοῦν καὶ τῶν αὑτοῦ μεταδόντος, τῶν ἀνασχόντων ἐκεῖθεν καρπῶν τὰ πρώτην ἔχοντα τάξιν ἀγάπη ἐστὶ καὶ χαρά· «Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, φησίν, ἀγάπη, χαρά». Τὸ δὲ αἴτιον, ὅτι τοῦτο πρῶτον αἴσθησιν ἑαυτοῦ παρέχει ταῖς ψυχαῖς ἐπιδημῶν ὁ Θεός· αἰσθανομένοις δὲ τοῦ ἀγαθοῦ, καὶ φιλεῖν καὶ χαίρειν ἀνάγκη.

94. Ἐπεὶ καὶ σωματικῶς φανεὶς τοῖς ἀνθρώποις τοῦτο πρῶτον παρ’ ἡμῶν ἀπῄτει, τὴν ἐπίγνωσιν τὴν ἑαυτοῦ, καὶ τοῦτο ἐδίδασκε, καὶ τοῦτο εἰσῆγεν εὐθύς, μᾶλλον δὲ διὰ τοῦτο μέχρις αἰσθήσεως ἦλθε καὶ ὑπὲρ τούτου τὸ πᾶν εἰργάσατο· καὶ γὰρ «εἰς τοῦτο, φησί, γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ», ἀλήθεια δὲ ἄρα αὐτὸς ἦν, μονονοὺ λέγων· «ἵνα ἐμαυτὸν ἀναδείξω». Τοῦτο καὶ νῦν ποιεῖ τοῖς βαπτιζομένοις ἐπιδημῶν, καὶ μαρτυρεῖ τῇ ἀληθείᾳ, τὸ μὲν δοκοῦν ἀγαθὸν ἐκβάλλων, τὸ δὲ ἀληθὲς εἰσάγων καὶ προδεικνὺς καί, ὅ φησιν αὐτός, «αὐτὸς ἑαυτὸν αὐτοῖς ἐμφανίζων».

95. Ταῦτα δὲ ὡς ἀληθῆ, καὶ τὸ λουτρὸν οἱ λούμενοι τοῦτο Θεοῦ τινα δέχονται πεῖραν φαίνεται μὲν ᾗπερ ἔφην ἀπὸ τῶν πραγμάτων αὐτῶν· εἰ δὲ δεῖ καὶ μαρτυριῶν, πολλῶν καὶ θεοφιλῶν ὄντων καὶ τὰ μεγάλα παρ’ αὐτῷ δυνηθέντων οἳ μαρτυροῦσι, μάλιστα πάντων ὃς ἀντὶ πάντων παρελθὼν ἀρκέσειεν ἂν Ἰωάννης, ὁ φαιδροτέραν μὲν τῆς ἀκτῖνος τὴν ψυχὴν ἔχων, λαμπροτέραν δὲ χρυσοῦ τὴν φωνήν. Δεῖ δὲ αὐτὰ τῆς ἀγαθῆς γλώσσης ἀναγνῶναι τὰ ῥήματα.

96. «Τί δέ ἐστι· ‘τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα’; Σαφέστερον μὲν τοῦτο ἐδείκνυτο ἡνίκα τῶν σημείων τὰ χαρίσματα ἐνήργει· πλὴν οὐδὲ νῦν δύσκολον αὐτὸ κατιδεῖν τῷ πιστοὺς ὀφθαλμοὺς ἔχοντι. Ὁμοῦ τε γὰρ βαπτιζόμεθα, καὶ ὑπὲρ τὸν ἥλιον ἡ ψυχὴ λάμπει, τῷ Πνεύματι καθαιρομένη, καὶ οὐ μόνον ὁρῶμεν εἰς τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐκεῖθεν δεχόμεθα τὴν αἴγλην. Ὥσπερ ἂν εἰ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμποιεν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον ἀλλὰ καὶ ἀπὸ τῆς λαμπήδονος τῆς ἡλιακῆς, οὕτω δὴ καὶ ἡ ψυχή, καθαιρομένη καὶ ἀργύρου παντὸς λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ‘ἀπὸ τῆς δόξης’ τοῦ Πνεύματος ‘εἰς δόξαν’ τὴν ἐγγινομένην καὶ τοιαύτην, οἵαν εἰκὸς ‘ἀπὸ Κυρίου Πνεύματος’.» Καὶ μετ’ ὀλίγα· «Βούλει σοι δείξω τοῦτο καὶ ἀπὸ τῶν ἀποστόλων αἰσθητικώτερον; Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον οὗ καὶ σκιαὶ ἴσχυον. Οὐ γὰρ ἄν, εἰ μὴ βασιλέως ἔφερον εἰκόνα καὶ ἀπρόσιτοι ἦσαν αὐτῶν αἱ μαρμαρυγαί, τοσοῦτον τὰ ἱμάτια αὐτῶν καὶ αἱ σκιαὶ ἐνήργησαν· βασιλέως γὰρ ἱμάτια καὶ τοῖς λησταῖς φοβερά. Θέλεις ἰδεῖν καὶ τοῦ σώματος λάμπουσαν ταύτην; ‘Ἀτενίσαντες, φησίν, εἰς τὸ πρόσωπον Στεφάνου, εἶδον ὡς πρόσωπον ἀγγέλου’. Ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν· ὅπερ γὰρ Μωϋσῆς ἐπὶ τοῦ προσώπου τότε εἶχε, τοῦτο οὗτοι ἐπὶ τῆς ψυχῆς περιέφερον, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Τὸ μὲν γὰρ Μωϋσέως αἰσθητικώτερον ἦν, τοῦτο δὲ ἀσώματον· καὶ καθάπερ πυραυγῆ σώματα ἀπὸ τῶν λαμπρῶν σωμάτων ἐπὶ τὸ πλησίον ἀπορρέοντα καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει. Διὰ δὴ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ὀνειροπολοῦσιν. Οἴμοι. Καλὸν γὰρ ἐνταῦθα καὶ στενάξαι πικρόν, ὅτι τοσαύτης ἀπολαύοντες εὐγενείας οὐδὲ τὰ λεγόμενα ἴσμεν διὰ τὸ ταχέως ἀπολλύναι τὰ πράγματα καὶ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι. Αὑτὴ γὰρ ἡ δόξα ἡ ἀπόρρητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει· λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας.»

97. Ἡ ἀπὸ ἁγίου βαπτίσματος ἐγγινομένη τῇ ψυχῇ. Οὐκοῦν οὐ μέχρι τοῦ διανοηθῆναι καὶ λογίσασθαι καὶ πιστεῦσαι τὸν Θεὸν τοὺς βαπτιζομένους ἔξεστι γνῶναι, ἀλλά τι καὶ μεῖζον καὶ τοῦ πράγματος ἐγγίον ἐν τοῖς ὕδασι τούτοις ἔστιν εὑρεῖν. Τὴν γὰρ ἀστραπὴν ἐκείνην Θεοῦ τιθέναι γνῶσιν ἐν διανοίᾳ, καὶ λόγου τινὰ δᾳδουχίαν εἶναι νομίζειν, οὐκ ἂν εἴη λόγον σῶζον· ὅτε τὴν μὲν ἀφανίζεσθαι συμβαίνει μετὰ μίαν καὶ δευτέραν ἡμέραν ὄχλων καὶ θορύβων τοῖς μεμυημένοις περιχεθέντων· τὴν πίστιν δὲ οὐδείς ἐστιν ὃς ἠγνόησε μεριμνήσας, ἐν οὕτω καὶ ταῦτα χρόνῳ βραχεῖ· ἀλλ’ ἔστι καὶ πράγματα ἔχειν καὶ θεολογεῖν εἰδέναι καλῶς, καὶ τὸ μεῖζον, πάθεσι προσκειμένους εἶναι πονηροῖς καὶ τὸν τῆς σωτηρίας καὶ τῆς ἀληθοῦς φιλοσοφίας λόγον οὐκ ἀγνοεῖν. Ὅθεν δῆλον αἴσθησιν ἄμεσον εἶναί τινα ταῦτα τοῦ Θεοῦ, τῆς ἐκεῖθεν ἀκτῖνος τῆς ψυχῆς αὐτῆς ἀφανῶς ἁπτομένης.

98. Ταύτης σύμβολα τῆς ἀκτῖνος, ἃ τὸ λουτρὸν ἐκδέχεται. Πάντα γὰρ λαμπρότητος γέμει· λαμπάδες, ὠδαί, χορεῖαι, θρίαμβοι, οὐδὲν ὅ τι μὴ φαιδρόν. Ἐσθὴς πᾶσα μὲν λάμπουσα καὶ πρὸς φωτὸς θέαν ἐσκευασμένη· ἡ δὲ πρὸς τῇ κεφαλῇ καὶ αὐτὸ γράφει τὸ Πνεῦμα καὶ τῆς αὐτοῦ παρουσίας αἴνιγμα φέρει τὸ σχῆμα· καὶ γὰρ εἰς εἰκόνα γλώσσης πεποίηται, καθάπερ οἷόν τε καὶ ἱμάτιον τῇ κεφαλῇ σώζειν καὶ τὸ σχῆμα τοῦτο κομίζειν, ἐν ᾧ τὸ Πνεῦμα τοὺς ἀποστόλους ἐξ ἀρχῆς ἐφάνη βαπτίζον· ἐπεὶ καὶ τοῦτο τοῦ σώματος αὐτῶν τηνικαῦτα κατέσχε τὸ μέρος, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς ἑκάστου πῦρ ἰδεῖν ἐν σχήματι γλώσσης, ἵν’, οἷμαι, τῷ τῆς γλώσσης εἴδει τῆς καθόδου μηνύσῃ τὴν πρόφασιν· ὅτι τὸν συγγενῆ λόγον ἑρμηνεῦσον ἐλήλυθε καὶ διδάξον ἀγνοοῦσι. τοῦτο γάρ ἐστι γλώσσης, ἣ τἄνδον ἐκφέρει, τῶν ἀφανῶν τοῦ νοῦ κινημάτων ἄγγελος οὖσα. Καὶ γὰρ ὁ μὲν τὸν γεγεννηκότα, τὸν δὲ τὸ Πνεῦμα κηρύττει· «Ἐγὼ γάρ, φησίν, ἐδόξασά σε», πρὸς τὸν Πατέρα, καὶ «οὗτος ἐμὲ δοξάσει», τὸν Παράκλητον λέγων ἀντὶ τούτων μὲν οὖν ἐκείνοις ἐν τούτῳ φαίνεται τῷ τύπῳ.

99. Τὸ σύμβολον δὲ ἡμῖν εἰς ἐκεῖνο φέρει τὸ θαῦμα τὸν λογισμὸν καὶ τὴν ἡμέραν ἐκείνην τὴν καλήν, ἣ τοῦ βαπτίσματος τὴν πρώτην εἶδε καταβολήν, ἵν’ εἰδῶμεν ὡς οἱ μὲν οἷς ἐπῆλθε πρώτοις τὸ Πνεῦμα, τοῖς ἑξῆς μετέδοσαν, καὶ οὗτοι τοῖς μετ’ ἐκείνους, καὶ μέχρις ἡμῶν ἦλθε βαδίζον· καὶ οὐκ ἐπιλείψει τὸ δῶρον, ἕως ἂν ἡμῖν αὐτὸς ἐναργῶς ὁ χορηγὸς ἐπιστῇ. Τότε μὲν οὖν τοῖς μακαρίοις ὁ Δεσπότης καθαρὰν αἴσθησιν ἑαυτοῦ παρέξει τῶν ἐπιπροσθούντων ἀνῃρημένων· νῦν δὲ ὥσπερ ἔξεστι τοῖς σαρκὶ παχείᾳ καλυπτομένοις.

100. Ταύτης τῆς αἰσθήσεως ἡ ἄρρητος χαρὰ καὶ ἡ ὑπερφυὴς ἀγάπη καρπός· τούτων δὲ τὸ μέγεθος τῶν κατορθωμάτων, καὶ ἡ θαυμαστὴ τῶν ἔργων ἐπίδειξις, καὶ τὸ διὰ πάντων νικῶντας καὶ στεφανηφοροῦντας ἰέναι. Τούτοις γὰρ ὡπλισμένους τοῖς ὅπλοις οὔτε τῶν δεινῶν οὔτε τῶν ἡδέων ἡττηθῆναι δυνατὸν ἦν· καὶ γὰρ ἡ μὲν χαρὰ τῶν ἀνιαρῶν κατεκράτει, τὰ δὲ ἡδέα οὔτε ἑλκῦσαι εἶχεν οὔτε ἐκλῦσαι τοσαύτῃ δυνάμει φίλτρων συνεστῶτας καὶ δεδεμένους.

101. Τοῦτο τοῦ βαπτίσματος τὸ ἔργον· ἁμαρτιῶν ἀπολῦσαι, ἀνθρώπῳ Θεὸν καταλλάξαι, Θεῷ τὸν ἄνθρωπον εἰσποιῆσαι, ὀφθαλμὸν ταῖς ψυχαῖς ἀνοῖξαι, τῆς θείας ἀκτῖνος γεῦσαι, τὸ σύμπαν εἰπεῖν, πρὸς τὸν μέλλοντα βίον παρασκευάσαι. Οὐκοῦν εἰκότα ποιοῦμεν, ὄνομα αὐτῷ τιθέμενοι Γέννησιν καὶ ἃ τὸν ἴσον δύναται λόγον, τά τε ἄλλα καὶ ὅτι Θεοῦ γνῶσιν ταῖς ψυχαῖς ἀνατέλλει τῶν τελουμένων. Τὸ δέ ἐστι ζωὴ καὶ κρηπὶς καὶ ῥίζα ζωῆς· τὸ μὲν αὐτοῦ τοῦ Σωτῆρος ὁρισαμένου τὴν αἰώνιον ζωὴν ἐν τῷ «γινώσκειν τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν»· τὸ δὲ πρὸς τὸν Θεὸν τοῦ Σολομῶντος εἰπόντος· «Τὸ ἐπίστασθαί σε, ῥίζα ἀθανασίας».

102. Εἰ δὲ προσθεῖναι καὶ λογισμόν, τίς οὐκ οἶδε τὸ ἀληθινὸν εἶναι τῶν ἀνθρώπων καὶ περιεῖναι, τοῦτο αὐτὸ εἶναι τὸ λογίζεσθαι καὶ γινώσκειν; Εἰ δὲ ἐν τῷ λογίζεσθαι καὶ γινώσκειν τοῖς ἀνθρώποις ἐστὶ τὸ εἶναι, εἴη ἂν ἐν τῇ πασῶν βελτίστῃ γνώσει καὶ ψεύδους ἀπηλλαγμένῃ· τοῦ δὲ τὸν Θεὸν γινώσκειν, αὐτοῦ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀνοίγοντος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφοντος τοῦ Θεοῦ, τίς ἂν καλλίων γένοιτο γνῶσις καὶ καθαρωτέρα πλάνης ἁπάσης; Ἡ δέ ἐστι τοῦ βαπτίσματος καρπός.

103. Ἀποδέδεικται ἄρα διὰ τῶν εἰρημένων ἁπάντων, τῆς ἐν Χριστῷ ζωῆς ἀρχὴν καὶ τοῦ εἶναι καὶ ζῆν τοῦς ἀνθρώπους καὶ περιεῖναι τὴν ἀληθῆ ζωὴν καὶ οὐσίαν, τὸ μυστήριον αἴτιον εἶναι. Εἰ δὲ μὴ πᾶσι ταῦτα τοῖς βαπτιζομένοις ἀκολουθεῖ, ἀσθένειαν οὐ προσῆκε καταγνῶναι τοῦ μυστηρίου· τοῖς δὲ τελουμένοις λογιστέον ἐστὶ τὸ πάθος, ἢ μὴ παρασκευασμένοις εὖ πρὸς τὴν χάριν, ἢ προδοῦσι τὸν θησαυρόν. Πόσῳ γὰρ ἀξιώτερον τὴν διαφορὰν ταύτην εἰς αὐτοὺς ἀνάγειν τοὺς τελουμένους, διάφορον τρόπον τῷ βαπτίσματι χρησαμένους, ἢ τὴν τελετήν, μίαν ἐν ἅπασι καὶ τὴν αὐτὴν οὖσαν, τῶν ἐναντίων αἰτιᾶσθαι;

104. Πρόδηλον γὰρ ὡς οὔτε φύσεως οὔτε ἀσκήσεως ὁ τῶν εἰρημένων ἀγαθῶν σωρός, ἀλλὰ τοῦ βαπτίσματος ἔργον· εἰ δὲ καὶ τοὐναντίον ἐκεῖθεν, πῶς οὐκ ἄτοπον τὸ αὐτὸ καὶ δύνασθαι φωτίζειν καὶ μή, καὶ οὐρανίους ποιεῖν καὶ οὐδὲν τῶν γηίνων ὑψηλωτέρους; ἀλλ’ οὔτε τὸν ἥλιον μεμψόμεθα, οὐδ’ ἂν ὡς ἀφανοῦς καταγνοῖμεν, ὅτι μὴ τὴν ἀκτῖνα πάντες ὁρῶσιν, ἀπὸ δὲ τῶν ὁρώντων τὰς ψήφους οἴσομεν, οὔτε τὸ Φώτισμα εἰκότα ἂν ποιοῖμεν, ἄλλο τι δύνασθαι νομίσαντες ἢ αὐτὸ τοῦτο ὅθεν καλεῖται.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: