Κανόνες των Τοπικών Συνόδων

ΤΟΠΙΚΑΙ ΣΥΝΟΔΟΙ

___________________________________________________________

ΠΕΡΙΕΧΟΜΕΝΑ

  • Κανόνες τῆς ἐν Ἀγκύρᾳ Τοπικῆς Συνόδου (314 μ.Χ.)
  • Κανόνες τῆς ἐν Νεοκαισαρείᾳ Τοπικῆς Συνόδου (315 μ.Χ.)
  • Κανόνες τῆς ἐν Γάγγρᾳ Τοπικῆς Συνόδου (340 μ.Χ.)
  • Κανόνες τῆς ἐν Ἀντιοχείᾳ Τοπικῆς Συνόδου (341 μ.Χ.)
  • Κανόνες τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου (περὶ 357 καὶ 368 μ.Χ.)
  • Κανόνες τῆς ἐν Σαρδικῇ Τοπικῆς Συνόδου (343 ἢ 347 μ.Χ.)
  • Κανόνες τῆς ἐν Καρθαγένῃ Τοπικῆς Συνόδου (419 μ.Χ.)
  • Κανόνες τῆς ἐν Κωνσταντινουπόλει Πρωτοδευτέρας (ΑΒ) Συνόδου (861 μ.Χ.)
  • Κανόνες τῆς ἐν Κωνσταντινουπόλει Μεγάλης Συνόδου (879-880 μ. Χ.)

___________________________________________________________

Κανόνες τῆς ἐν Ἀγκύρᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Ἀγκύρᾳ τῆς Γαλατίας (314 μ.Χ.)

Κανὼν Α´

Πρεσβυτέρους τοὺς ἐπιθύσαντας, εἶτα ἀναπαλαίσαντας, μήτε ἐκ μεθόδου τινός, ἀλλ᾽ ἐξ ἀληθείας, μήτε προκατασκευάσαντας, καὶ ἐπιτηδεύσαντας, καὶ πείσαντας, ἵνα δόξωσι μὲν βασάνοις ὑποβάλλεσθαι, ταύτας δὲ τῷ δοκεῖν καὶ τῷ σχήματι προσαχθῆναι· τούτους ἔδοξε, τῆς μὲν τιμῆς τῆς κατὰ τὴν καθέδραν μετέχειν· προσφέρειν δὲ αὐτούς, ἢ ὁμιλεῖν, ἢ ὅλως λειτουργεῖν τι τῶν ἱερατικῶν λειτουργιῶν, μὴ ἐξεῖναι.

Κανὼν B´

Διακόνους ὁμοίως θύσαντας, μετὰ δὲ ταῦτα ἀναπαλαίσαντας, τὴν μὲν ἄλλην τιμὴν ἔχειν, πεπαῦσθαι δὲ αὐτοὺς πάσης τῆς ἱερᾶς λειτουργίας, τῆς τε τοῦ ἄρτον ἢ ποτήριον ἀναφέρειν, ἢ κηρύσσειν. Εἰ μέντοι τινές τῶν ἐπισκόπων τούτοις συνίδοιεν κάματόν τινα, ἢ ταπείνωσιν πρᾳότητος, καὶ ἐθέλοιεν πλέον τι διδόναι, ἢ ἀφαιρεῖν, ἐπ᾽ αὐτοῖς εἶναι τὴν ἐξουσίαν.

Κανὼν Γ´

Τοὺς φεύγοντας καὶ συλληφθέντας, ἢ ὑπὸ οἰκείων παραδοθέντας, ἢ ἄλλως τὰ ὑπάρχοντα ἀφαιρεθέντας, ἢ ὑπομείναντας βασάνους, ἢ εἰς δεσμωτήριον ἐμβληθέντας, βοῶντάς τε, ὅτι εἰσὶ Χριστιανοί, καὶ περισχισθέντας, ἢ τι εἰς τὰς χεῖρας πρὸς βίαν ἐμβαλλόντων τῶν βιαζομένων, ἢ βρῶμά τι πρὸς ἀνάγκην δεξαμένους, ὁμολογοῦντας δὲ διόλου ὅτι εἰσὶ Χριστιανοί, καὶ τὸ πένθος τοῦ συμβάντος ἀεὶ ἐπιδεικνυμένους τῇ πάσῃ καταστολῇ καὶ τῷ σχήματι, καὶ τῇ τοῦ βίου ταπεινότητί, τούτους, ὡς ἔξω ἁμαρτήματος ὄντας, τῆς κοινωνίας μὴ κωλύεσθαι· εἰ δὲ καὶ ἐκωλύθησαν ὑπό τινος, περισσοτέρας ἀκριβείας ἕνεκεν, ἢ καί τινων ἀγνοίᾳ, εὐθὺς προσδεχθῆναι. Τοῦτο δὲ ὁμοίως ἐπί τε τῶν ἐκ τοῦ κλήρου καὶ τῶν ἄλλων λαϊκῶν. Προσεξητάσθη δὲ κἀκεῖνο, εἰ δύνανται καὶ λαϊκοί, τῇ αὐτῇ ἀνάγκῃ ὑποπεσόντες, προάγεσθαι εἰς τάξιν· ἔδοξεν οὖν καὶ τούτους, ὡς μηδὲν ἡμαρτηκότας, εἰ καὶ ἡ προλαβοῦσα εὑρίσκοιτο ὀρθὴ τοῦ βίου πολιτεία, προχειρίζεσθαι.

Κανὼν Δ´

Περὶ τῶν πρὸς βίαν θυσάντων, ἐπὶ δὲ τούτοις καὶ τῶν δειπνησάντων εἰς τὰ εἴδωλα, ὅσοι μὲν ἀπαγόμενοι, καὶ σχήματι φαιδροτέρῳ ἀνῆλθον, καὶ ἐσθῆτι ἐχρήσαντο πολυτελεστέρα, καὶ μετέσχον τοῦ παρασκευασθέντος δείπνου ἀδιαφόρως, ἔδοξεν, ἐνιαυτὸν ἀκροᾶσθαι, ὑποπεσεῖν δὲ τρία ἔτη, εὐχῆς δὲ μόνης κοινωνῆσαι ἔτη δύο, καὶ τότε ἐλθεῖν ἐπὶ τὸ τέλειον.

Κανὼν Ε´

Ὅσοι δὲ ἀνῆλθον μετὰ ἐσθῆτος πενθικῆς, καὶ ἀναπεσόντες ἔφαγον, μεταξύ δι᾽ ὅλης τῆς ἀνακλίσεως δακρύοντες, εἰ ἐπλήρωσαν τὸν τῆς ὑποπτώσεως τριετῆ χρόνον, χωρὶς προσφορᾶς δεχθήτωσαν· εἰ δὲ μὴ ἔφαγον, δύο ὑποπεσόντες ἔτη, τῷ τρίτῳ κοινωνησάτωσαν ἔτει χωρὶς προσφορᾶς, ἵνα τὸ τέλειον τῇ τετραετίᾳ λάβωσι. Τοὺς δὲ ἐπισκόπους ἐξουσίαν ἔχειν τὸν τρόπον τῆς ἐπιστροφῆς δοκιμάσαντας, φιλανθρωπεύεσθαι, ἢ πλείονα προστιθέναι χρόνον. Πρὸ πάντων δέ, καὶ ὁ προάγων βίος, καὶ ὁ μετὰ ταῦτα, ἐξεταζέσθω, καὶ οὕτως ἡ φιλανθρωπία ἐπιμετρείσθω.

Κανὼν ΣΤ´

Περὶ τῶν ἀπειλῇ μόνον εἰξάντων κολάσεων, καὶ ἀφαιρέσεως ὑπαρχόντων, ἢ μετοικίας, καὶ θυσάντων, καὶ μέχρι τοῦ παρόντος καιροῦ μὴ μετανοησάντων, μηδὲ ἐπιστρεψάντων, νῦν δὲ παρὰ τὸν καιρὸν τῆς συνόδου προσελθόντων, καὶ εἰς διάνοιαν τῆς ἐπιστροφῆς γενομένων, ἔδοξε μέχρι τῆς μεγάλης ἡμέρας εἰς ἀκρόασιν δεχθῆναι, καὶ μετὰ τὴν μεγάλην ἡμέραν ὑποπεσεῖν τρία ἔτη, καὶ μετὰ ἄλλα δύο ἔτη κοινωνῆσαι, χωρὶς προσφορᾶς, καὶ οὕτως ἐλθεῖν ἐπὶ τὸ τέλειον, ὥστε τὴν πᾶσαν ἑξαετίαν πληρῶσαι. Εἰ δέ τινες πρὸ τῆς συνόδου ταύτης ἐδέχθησαν εἰς μετάνοιαν, ἀπ᾽ ἐκείνου τοῦ χρόνου λελογίσθαι αὐτοῖς τὴν ἀρχὴν τῆς ἑξαετίας. Εἰ μέν τοι κίνδυνος καὶ θανάτου προσδοκία ἐκ νόσου, ἢ ἄλλης τινὸς προφάσεως συμβαίη, τούτους ἐπὶ ὅρῳ δεχθῆναι.

Κανὼν Ζ´

Περὶ τῶν συνεστιαθέντων ἐν ἐθνικῇ ἑορτῇ, ἐν τόπῳ ἀφωρισμένῳ τοῖς ἐθνικοῖς, ἴδια βρώματα ἐπικομισαμένων, καὶ φαγόντων, ἔδοξε διετίαν ὑποπεσόντας δεχθῆναι· τὸ δέ, εἰ χρὴ μετὰ τῆς προσφορᾶς ἕκαστον, τῶν ἐπισκόπων ἐστὶ δοκιμάσαι, καὶ τὸν ἄλλον βίον ἐφ᾽ ἑκάστου ἐξετάσαι.

Κανὼν Η´

Οἱ δὲ δεύτερον καὶ τρίτον θύσαντες μετὰ βίας, τετρατίαν ὑποπεσέτωσαν, δύο δὲ ἔτη χωρὶς προσφορᾶς κοινωνησάτωσαν, καὶ τῷ ἑβδόμῳ τελείως δεχθήτωσαν.

Κανὼν Θ´

Ὅσοι δὲ μὴ μόνον ἀπέστησαν, ἀλλὰ καὶ ἐπανέστησαν, καὶ ἠνάγκασαν ἀδελφούς, καὶ αἴτιοι ἐγένοντο τοῦ ἀναγκασθῆναι, οὗτοι ἔτη μὲν τρία, τὸν τῆς ἀκροάσεως δεξάσθωσαν τόπον, ἐν δὲ ἄλλῃ ἑξαετίᾳ τὸν τῆς ὑποπτώσεως· ἄλλον δὲ ἐνιαυτὸν κοινωνησάτωσαν χωρὶς προσφορᾶς, ἵνα τὴν δεκαετίαν πληρώσαντες, τοῦ τελείου μετάσχωσιν· ἐν μέν τοι τούτῳ τῷ χρόνῳ, καὶ τὸν ἄλλον αὐτῶν ἐπιτηρεῖσθαι βίον.

Κανὼν Ι´

Διάκονοι, ὅσοι καθίστανται, παρ᾽ αὐτὴν τὴν κατάστασιν εἰ ἐμαρτύραντο καὶ ἔφασαν χρῆναι γαμῆσαι, μὴ δυνάμενοι οὕτω μένειν, οὗτοι μετὰ ταῦτα γαμήσαντες, ἔστωσαν ἐν τῇ ὑπηρεσίᾳ, διὰ τὸ ἐπιτραπῆναι αὐτοῖς ὑπὸ τοῦ ἐπισκόπου. Τοῦτο δέ, εἴ τινες σιωπήσαντες, καὶ καταδεξάμενοι ἐν τῇ χειροτονίᾳ μένειν οὕτω, μετὰ ταῦτα ἦλθον ἐπὶ γάμον, πεπαῦσθαι αὐτοὺς τῆς διακονίας.

Κανὼν ΙΑ´

Τὰς μνηστευθείσας κόρας, καὶ μετὰ ταῦτα ὑπὸ ἄλλων ἁρπαγείσας, ἔδοξεν ἀποδίδοσθαι τοῖς προμνηστευσαμένοις, εἰ καὶ βίαν ὑπ᾽ αὐτῶν πάθοιεν.

Κανὼν ΙΒ´

Τοὺς πρὸ τοῦ βαπτίσματος τεθυκότας, καὶ μετὰ ταῦτα βαπτισθέντας, ἔδοξεν εἰς τάξιν προάγεσθαι, ὡς ἀπολουσαμένους.

Κανὼν ΙΓ´

Χωρεπισκόποις μὴ ἐξεῖναι πρεσβυτέρους ἢ διακόνους χειροτονεῖν, ἀλλὰ μὴν μηδὲ πρεσβυτέρους πόλεως, χωρὶς τοῦ ἐπιτραπῆναι ὑπὸ τοῦ ἐπισκόπου μετὰ γραμμάτων, ἐν ἑτέρᾳ παροικίᾳ.

Κανὼν ΙΔ´

Τοὺς ἐν κλήρῳ πρεσβυτέρους ἢ διακόνους ὄντας, ἀπεχομένους κρεῶν, ἔδοξεν ἐφάπτεσθαι, καὶ οὕτως, εἰ βούλοιντο, κρατεῖν ἑαυτῶν· εἰ δὲ μὴ βούλοιντο, ὡς μηδὲ τὰ μετὰ κρεῶν βαλλόμενα λάχανα ἐσθίειν, καὶ εἰ μὴ ὑπείκοιεν τῷ κανόνι, πεπαῦσθαι αὐτοὺς τῆς τάξεως.

Κανὼν ΙΕ´

Περὶ τῶν διαφερόντων τῷ Κυριακῷ, ὅσα ἐπισκόπου μὴ ὄντος πρεσβύτεροι ἐπώλησαν, ἀνακαλεῖσθαι τὸ Κυριακόν. Ἐν δὲ τῇ κρίσει τοῦ ἐπισκόπου εἶναι, εἴπερ προσήκει ἀπολαβεῖν τὴν τιμήν, εἴτε καὶ μή, διὰ τὸ πολλάκις τὴν πρόσοδον τῶν πεπραγμένων ἀποδεδωκέναι αὐτοῖς τούτοις πλείονα τὴν τιμήν.

Κανὼν ΙΣΤ´

Περὶ τῶν ἀλογευσαμένων, ἢ καὶ ἀλογευομένων, ὅσοι πρὶν εἰκοσαετεῖς γενέσθαι, ἥμαρτον, πέντε καὶ δέκα ἔτεσιν ὑποπεσόντες, κοινωνίας τυγχανέτωσαν τῆς εἰς τὰς προσευχάς· εἶτα ἐν τῇ κοινωνίᾳ διατελέσαντες ἔτη πέντε, τότε καὶ τῆς προσφορᾶς ἐφαπτέσθωσαν. Ἐξεταζέσθω δὲ αὐτῶν καὶ ὁ ἐν τῇ ὑποπτώσει βίος, καὶ οὕτω τυγχανέτωσαν τῆς φιλανθρωπίας. Εἰ δέ τινες κατακόρως ἐν τοῖς ἁμαρτήμασι γεγόνασι, τὴν μακρὰν ἐχέτωσαν ὑπόπτωσιν. Ὅσοι δὲ ὑπερβάντες τὴν ἡλικίαν ταύτην, καὶ γυναίκας ἔχοντες περιπεπτώκασι τῷ ἁμαρτήματι, πέντε καὶ εἴκοσιν ἔτεσιν ὑποπεσόντες, κοινωνίας τυγχανέτωσαν τῆς εἰς τὰς προοευχάς· εἶτα ἐκτελέσαντες πέντε ἔτη ἐν τῇ κοινωνίᾳ τῶν εὐχῶν, τυγχανέτωσαν τῆς προσφορᾶς. Εἰ δέ τινες καὶ γυναῖκας ἔχοντες, καὶ ὑπερβάντες τὸν πεντηκονταετῆ χρόνον ἥμαρτον, ἐπὶ τῇ ἐξόδῳ τοῦ βίου τυγχανέτωσαν τῆς κοινωνίας.

Κανὼν ΙΖ´

Τοὺς ἀλογευσαμένους καὶ λεπροὺς ὄντας, ἤτοι λεπρώσαντας, τούτους προσέταξεν ἡ ἁγία σύνοδος, εἰς τοὺς χειμαζομένους εὔχεσθαι.

Κανὼν ΙΗ´

Εἴ τινες ἐπίσκοποι κατασταθέντες, καὶ μὴ δεχθέντες ὑπὸ τῆς παροικίας ἐκείνης, εἰς ἣν ὠνομάσθησαν, ἑτέραις βούλοιντο παροικίαις ἐπιέναι, καὶ βιάζεσθαι τοὺς καθεστῶτας, καὶ στάσεις κινεῖν κατ᾽ αὐτῶν, τούτους ἀφορίζεσθαι. Ἐὰν μέν τοι βούλοιντο εἰς τὸ πρεσβυτέριον καθέζεσθαι, ἔνθα ἦσαν πρότερον πρεσβύτεροι, μὴ ἀποβάλλεσθαι αὐτοὺς τῆς τιμῆς· ἐὰν δὲ διαστασιάζωσι πρὸς τοὺς καθεστῶτας ἐκεῖ ἐπισκόπους, ἀφαιρεῖσθαι αὐτοὺς καὶ τὴν τιμὴν τοῦ πρεσβυτερίου, καὶ γίνεσθαι αὐτοὺς ἐκκηρύκτους.

Κανὼν ΙΘ´

Ὅσοι παρθενίαν ἐπαγγελλόμενοι, ἀθετοῦσι τὴν ἐπαγγελίαν, τὸν τῶν διγάμων ὅρον ἐκπληρούτωσαν. Τὰς μέντοι συνερχομένας παρθένους τισὶν ὡς ἀδελφὰς ἐκωλύσαμεν.

Κανὼν Κ´

Ἐάν τινος γυνὴ μοιχευθῇ, ἢ μοιχεύσῃ τις, ἐν ἑπτὰ ἕτεσι δεῖ αὐτὸν τοῦ τελείου τυχεῖν, κατὰ τοὺς βαθμοὺς τοὺς προάγοντας.

Κανὼν ΚΑ´

Περὶ τῶν γυναικῶν τῶν ἐκπορνευουσῶν καὶ ἀναιρουσῶν τὰ γεννώμενα, καὶ σπουδαζουσῶν φθόρια ποιεῖν, ὁ μὲν πρότερος ὅρος μέχρις ἐξόδου ἐκώλυσε, καὶ τούτῳ συντίθενται. Φιλανθρωπότερον δέ τι εὑρόντες, ὡρίσαμεν δεκαετῆ χρόνον, κατὰ τοὺς βαθμοὺς τοὺς ὡρισμένους πληρῶσαι.

Κανὼν ΚΒ´

Περὶ ἑκουσίων φόνων, ὑποπιπτέτωσαν μέν, τοῦ δὲ τελείου ἐν τῷ τέλει τοῦ βίου καταξιούσθωσαν.

Κανὼν ΚΓ´

Ἐπὶ ἀκουσίων φόνων, ὁ μὲν πρότερος ὅρος ἐν ἑπταετίᾳ κελεύει τοῦ τελείου μετασχεῖν κατὰ τοὺς ὡρισμένους βαθμούς· ὁ δὲ δεύτερος, τὸν πενταετῆ χρόνον πληρῶσαι.

Κανὼν ΚΔ´

Οἱ καταμαντευόμενοι, καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἐξακολουθοῦντες, ἢ εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, ἢ καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς πενταετίας, κατὰ τοὺς βαθμοὺς τοὺς ὡρισμένους, τρία ἔτη ὑποπτώσεως, καὶ δυὸ ἔτη εὐχῆς, χωρὶς προσφορᾶς.

Κανὼν ΚΕ´

Μνηστευσάμενός τις κόρην, προσεφθάρη τῇ ἀδελφῇ αὐτῆς, ὡς καὶ ἐπιφορέσαι αὐτὴν· ἔγημε δὲ τὴν μνηστὴν μετὰ ταῦτα, ἡ δὲ φθαρεῖσα ἀπήγξατο· οἱ συνειδότες ἐκελεύσθησαν ἐν δεκαετίᾳ δεχθῆναι εἰς τοὺς συνεστῶτας κατὰ τοὺς ὡρισμένους βαθμούς.

___________________________________________________________

Κανόνες τῆς ἐν Νεοκαισαρείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Νεοκαισαρείᾳ τῇ κατὰ Πόντον (315 μ.Χ.)

Κανὼν Α´

Πρεσβύτερος, ἐὰν γήμῃ, τῆς τάξεως αὐτὸν μετατίθεσθαι· ἐὰν δὲ πορνεύσῃ, ἢ μοιχεύσῃ, ἐξωθεῖσθαι αὐτὸν τέλεον, καὶ ἄγεσθαι εἰς μετάνοιαν.

Κανὼν B´

Γυνή, ἐὰν γήμηται δύο ἀδελφοῖς, ἐξωθείσθω μέχρι θανάτου· πλὴν ἐν τῷ θανάτῳ διὰ τὴν φιλανθρωπίαν εἰποῦσα, ὡς ὑγιάνασα λύσει τὸν γάμον, ἕξει τὴν μετάνοιαν. Ἐὰν δὲ τελευτήσῃ ἡ γυνὴ ἐν τοιούτῳ γάμῳ οὖσα, ἤτοι ὁ ἀνήρ, δυσχερὴς τῷ μείναντι ἡ μετάνοια.

Κανὼν Γ´

Περὶ τῶν πλείστοις γάμοις περιπιπτόντων ὁ μὲν χρόνος σαφὴς ὁ ὡρισμένος, ἡ δὲ ἀναστροφὴ καὶ ἡ πίστις αὐτῶν συντέμνει τὸν χρόνον.

Κανὼν Δ´

Ἐὰν πρόθηταί τις, ἐπιθυμήσας γυναικός, συγκαθευδῆσαι μετ᾽ αὐτῆς, μὴ ἔλθῃ δὴ εἰς ἔργον αὐτοῦ ἡ ἐνθύμησις, φαίνεται ὅτι ὑπὸ τῆς χάριτος ἐῤῥύσθη.

Κανὼν Ε´

Κατηχούμενος, ἐὰν εἰσερχόμενος εἰς Κυριακόν, ἐν τῇ τῶν κατηχουμένων τάξει στήκῃ, οὗτος δὲ ἁμαρτάνῃ, ἐὰν μὲν γόνυ κλίνων, ἀκροάσθω μηκέτι ἁμαρτάνων· ἐὰν δὲ καὶ ἀκροώμενος ἔτι ἁμαρτάνῃ, ἐξωθείσθω.

Κανὼν ΣΤ´

Περὶ κυοφορούσης, ὅτι δεῖ φωτίζεσθαι, ὁπότε βούλεται· οὐδὲν γὰρ ἐν τούτῳ κοινωνεῖ ἡ τίκτουσα τῷ τικτομένῳ· διὰ τὸ ἑκάστου ἰδίαν τὴν προαίρεσιν τὴν ἐπὶ τῇ ὁμολογίᾳ δείκνυσθαι.

Κανὼν Ζ´

Πρεσβύτερον εἰς γάμους διγαμούντων μὴ ἑστιᾶσθαι· ἐπεὶ μετάνοιαν αἰτοῦντος τοῦ διγάμου, τίς ἔσται ὁ πρεσβύτερος, ὁ διὰ τῆς ἑστιάσεως συγκατατιθέμενος τοῖς γάμοις;

Κανὼν Η´

Γυνή τινος μοιχευθεῖσα λαϊκοῦ ὄντος, ἐὰν ἐλεγχθῇ φανερῶς, ὁ τοιοῦτος εἰς ὑπηρεσίαν ἐλθεῖν οὐ δύναται. Ἐὰν δὲ καὶ μετὰ τὴν χειροτονίαν μοιχευθῇ, ὀφείλει ἀπολῦσαι αὐτήν· ἐὰν δὲ συζῇ, οὐ δύναται ἔχεσθαι τῆς ἐγχειρισθείσης αὐτῷ ὑπηρεσίας.

Κανὼν Θ´

Πρεσβύτερος, ἐὰν προημαρτηκῶς σώματι προαχθῇ, καὶ ὁμολογήσῃ, ὅτι ἥμαρτε πρὸ τῆς χειροτονίας, μὴ προσφερέτω, μένων ἐν τοῖς λοιποῖς, διὰ τὴν ἄλλην σπουδήν· τὰ γὰρ λοιπὰ ἁμαρτήματα ἔφασαν οἱ πολλοὶ καὶ τὴν χειροθεσίαν ἀφιέναι. Ἐὰν δὲ αὐτὸς μὴ ὁμολογῇ, ἐλεγχθῆναι δὲ φανερῶς μὴ δυνηθῇ, ἐπ᾽ αὐτῷ ἐκείνῳ ποιεῖσθαι τὴν ἐξουσίαν.

Κανὼν Ι´

Ὁμοίως καὶ διάκονος, ἐὰν τῷ αὐτῷ ἁμαρτήματι περιπέσῃ, τὴν τοῦ ὑπηρέτου τάξιν ἐχέτω.

Κανὼν ΙΑ´

Πρεσβύτερος πρὸ τῶν τριάκοντα ἐτῶν μὴ χειροτονείσθω, ἐὰν καὶ πάνυ ᾖ ὁ ἄνθρωπος ἄξιος, ἀλλὰ ἀποτηρείσθω. Ὁ γὰρ Κύριος Ἰησοῦς Χριστὸς ἐν τῷ τριακοστῷ ἔτει ἐβαπτίσθη, καὶ ἤρξατο διδάσκειν.

Κανὼν ΙΒ´

Ἐὰν νοσῶν τις φωτισθῇ, εἰς πρεσβυτέριον ἄγεσθαι οὐ δύναται· οὐκ ἐκ προαιρέσεως γὰρ ἡ πίστις αὐτοῦ, ἀλλ᾽ ἐξ ἀνάγκης· εἰμὴ τάχα διὰ τὴν μετὰ ταῦτα αὐτοῦ σπουδὴν καὶ πίστιν, καὶ διὰ σπάνιν ἀνθρώπων.

Κανὼν ΙΓ´

Ἐπιχώριοι πρεσβύτεροι ἐν τῷ Κυριακῷ τῆς πόλεως προσφέρειν οὐ δύνανται, παρόντος ἐπισκόπου, ἢ πρεσβυτέρων πόλεως· οὔτε μὴν ἄρτον διδόναι ἐν εὐχῇ, οὐδὲ ποτήριον· ἐὰν δὲ ἀπῶσι, καὶ εἰς εὐχήν κληθῇ μόνος, δίδωσιν.

Κανὼν ΙΔ´

Οἱ δὲ χωρεπίσκοποι, εἰσὶ μὲν εἰς τύπον τῶν ἑβδομήκοντα· ὡς δὲ συλλειτουργοί, διὰ τὴν σπουδὴν τὴν εἰς τοὺς πτωχοὺς προσφέρουσι τιμώμενοι.

Κανὼν ΙΕ´

Διάκονοι ἑπτὰ ὀφείλουσιν εἶναι κατὰ τὸν κανόνα, κἂν πάνυ μεγάλη ᾖ ἡ πόλις. Πεισθείσῃ δὲ ἀπὸ τῆς βίβλου τῶν Πράξεων.

__________________________________________________________

Κανόνες τῆς ἐν Γάγγρᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Γάγγρᾳ τῶν Παφλαγόνων (340 μ.Χ.)

Κανὼν Α´

Εἴ τις τὸν γάμον μέμφοιτο, καὶ τὴν καθεύδουσαν μετὰ τοῦ ἀνδρὸς αὐτῆς, οὖσαν πιστὴν καὶ εὐλαβῆ, βδελύσσοιτο ἢ μέμφοιτο, ὡς ἂν μὴ δυναμένην εἰς βασιλείαν εἰσελθεῖν, ἀνάθεμα ἔστω.

Κανὼν B´

Εἴ τις ἐσθίοντα κρέα, χωρὶς αἵματος, καὶ εἰδωλοθύτου, καὶ πνικτού, μετ᾽ εὐλαβείας καὶ πίστεως, κατακρίνοι ὡς ἂν διὰ τὸ μεταλαμβάνειν ἐλπίδα μὴ ἔχοντα, ἀνάθεμα ἔστω.

Κανὼν Γ´

Εἴ τις δοῦλον προφάσει θεοσεβείας διδάσκοι καταφρονεῖν δεσπότου, καὶ ἀναχωρεῖν τῆς ὑπηρεσίας, καὶ μὴ μετ᾽ εὐνοίας καὶ πάσης τιμῆς τῷ ἑαυτοῦ δεσπότῃ ἐξυπηρετεῖσθαι, ἀνάθεμα ἔστω.

Κανὼν Δ´

Εἴ τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος, ὡς μὴ χρῆναι, λειτουργήσαντος αὐτοῦ, προσφορᾶς μεταλαμβάνειν, ἀνάθεμα ἔστω.

Κανὼν Ε´

Εἴ τις διδάσκοι, τὸν οἶκον τοῦ Θεοῦ εὐκαταφρόνητον εἶναι, καὶ τὰς ἐν αὐτῷ συνάξεις, ἀνάθεμα ἔστω.

Κανὼν ΣΤ´

Εἴ τις παρὰ τὴν ἐκκλησίαν ἰδίᾳ ἐκκλησιάζοι, καὶ καταφρονῶν τῆς ἐκκλησίας, τὰ τῆς ἐκκλησίας ἐθέλοι πράττειν, μὴ συνόντος τοῦ πρεσβυτέρου κατὰ γνώμην τοῦ ἐπισκόπου, ἀνάθεμα ἔστω.

Κανὼν Ζ´

Εἴ τις καρποφορίας ἐκκλησιαστικὰς ἐθέλοι λαμβάνειν, ἢ διδόναι ἔξω τῆς ἐκκλησίας παρὰ γνώμην τοῦ ἐπισκόπου, ἢ τοῦ ἐγκεχειρισμένου τὰ τοιαῦτα, καὶ μὴ μετὰ γνώμης αὐτοῦ ἐθέλοι πράττειν, ἀνάθεμα ἔστω.

Κανὼν Η´

Εἴ τις διδοῖ, ἢ λαμβάνοι καρποφορίαν παρεκτὸς τοῦ ἐπισκόπου, ἢ τοῦ ἐπιτεταγμένου εἰς οἰκονομίαν εὐποιΐας, καὶ ὁ διδούς, καὶ ὁ λαμβάνων, ἀνάθεμα ἔστω.

Κανὼν Θ´

Εἴ τις παρθενεύοι ἢ ἐγκρατεύοιτο, ὡς ἂν βδελυκτῶν τῶν γάμων ἀναχωρήσας, καὶ μὴ δι᾽ αὐτὸ τὸ καλὸν καὶ ἅγιον τῆς παρθενίας, ἀνάθεμα ἔστω.

Κανὼν Ι´

Εἴ τις τῶν παρθενευόντων διὰ τὸν Κύριον, κατεπαίροιτο τῶν γεγαμηκότων, ἀνάθεμα ἔστω.

Κανὼν ΙΑ´

Εἴ τις καταφρονοίη τῶν ἐκ πίστεως ἀγάπας ποιούντων, καὶ διὰ τιμὴν τοῦ Κυρίου συγκαλούντων τοὺς ἀδελφούς, καὶ μὴ ἐθέλοι κοινωνεῖν ταῖς κλήσεσι, διὰ τὸ ἐξευτελίζειν τὸ γινόμενον, ἀνάθεμα ἔστω.

Κανὼν ΙΒ´

Εἴ τις ἀνδρῶν διὰ νομιζομένην ἄσκησιν περιβολαίῳ χρῆται, καὶ ὡς ἂν ἐκ τούτου τὴν δικαιοσύνην ἔχων καταψηφίσοιτο τῶν μετ᾽ εὐλαβείας τοὺς βήρους φορούντων, καὶ τῇ ἄλλῃ κοινῇ καὶ ἐν συνηθείᾳ οὔσῃ ἐσθῆτι κεχρημένων, ἀνάθεμα ἔστω.

Κανὼν ΙΓ´

Εἴ τις γυνὴ διὰ νομιζομένην ἄσκησιν μεταβάλλοιτο ἀμφίασμα, καὶ ἀντὶ τοῦ εἰωθότος γυναικείου ἀμφιάσματος ἀνδρῷον ἀναλάβοι, ἀνάθεμα ἔστω.

Κανὼν ΙΔ´

Εἴ τις γυνὴ καταλιμπάνοι τὸν ἄνδρα, καὶ ἀναχωρεῖν ἐθέλοι, βδελυττομένη τὸν γάμον, ἀνάθεμα ἔστω.

Κανὼν ΙΕ´

Εἴ τις καταλιμπάνοι τὰ ἑαυτοῦ τέκνα, καὶ μὴ τεκνοτροφοῖ, καὶ τὸ ὅσον ἐπ᾽ αὐτῷ πρὸς θεοσέβειαν τὴν προσήκουσαν ἀνάγοι, ἀλλὰ προφάσει τῆς ἀσκήσεως ἀμελοίη, ἀνάθεμα ἔστω.

Κανὼν ΙΣΤ´

Εἴ τινα τέκνα γονέων, μάλιστα πιστῶν, ἀναχωροίη προφάσει θεοσεβείας, καὶ μὴ τὴν καθήκουσαν τιμὴν τοῖς γονεῦσιν ἀπονέμοι, προτιμωμένης δηλονότι παρ᾽ αὐτοῖς τῆς θεοσεβείας, ἀνάθεμα ἔστω.

Κανὼν ΙΖ´

Εἴ τις γυναικῶν διὰ νομιζομένην ἄσκησιν ἀποκείροιτο τὰς κόμας, ἃς ἔδωκεν ὁ Θεὸς εἰς ὑπόμνησιν τῆς ὑποταγῆς, ὡς παραλύουσα τὸ πρόσταγμα τῆς ὑποταγῆς, ἀνάθεμα ἔστω.

Κανὼν ΙΗ´

Εἴ τις διὰ νομιζομένην ἄσκησιν ἐν τῇ Κυριακῇ νηστεῦοι, ἀνάθεμα ἔστω.

Κανὼν ΙΘ´

Εἴ τις τῶν ἀσκουμένων, χωρὶς σωματικῆς ἀνάγκης, ὑπερηφανεύοιτο, καὶ τὰς παραδεδομένας νηστείας εἰς τὸ κοινόν, καὶ φυλασσομένας ὑπὸ τῆς ἐκκλησίας παραλύοι, ὑποικουροῦντος ἐν αὐτῷ τελείου λογισμοῦ, ἀνάθεμα ἔστω.

Κανὼν Κ´

Εἴ τις αἰτιῷτο, ὑπερηφάνῳ διαθέσει κεχρημένος καὶ βδελυσσόμενος τὰς συνάξεις τῶν μαρτύρων, ἢ τὰς ἐν αὐταῖς γινομένας λειτουργίας, καὶ τὰς μνήμας αὐτῶν, ἀνάθεμα ἔστω.

Κανὼν ΚΑ´

Ταῦτα δὲ γράφομεν, οὐκ ἐκκόπτοντες τοὺς ἐν τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ κατὰ τὰς Γραφὰς ἀσκεῖσθαι βουλομένους, ἀλλὰ τοὺς λαμβάνοντας τὴν ὑπόθεσιν τῆς ἀσκήσεως εἰς ὑπερηφανίαν, κατὰ τῶν ἀφελέστερον βιούντων ἐπαιρομένους τε, καὶ παρὰ τὰς Γραφὰς καὶ τοὺς ἐκκλησιαστικοὺς κανόνας καινισμοὺς εἰσάγοντας. Ἡμεῖς τοιγαροῦν, καὶ παρθενίαν μετὰ ταπεινοφροσύνης θαυμάζομεν, καὶ ἐγκράτειαν μετὰ σεμνότητος καὶ θεοσεβείας γινομένην ἀποδεχόμεθα, καὶ ἀναχώρησιν τῶν ἐγκοσμίων πραγμάτων μετὰ ταπεινοφροσύνης ἀγάμεθα, καὶ γάμου συνοίκησιν σεμνὴν τιμῶμεν, καὶ πλοῦτον μετὰ δικαιοσύνης καὶ εὐποιΐας οὐκ ἐξουθενοῦμεν, καὶ λιτότητα καὶ εὐτέλειαν ἀμφιασμάτων δι᾽ ἐπιμέλειαν μόνον τοῦ σώματος ἀπερίεργον ἐπαινοῦμεν· τὰς δὲ ἐκλύτους καὶ τεθρυμμένας ἐν τῇ ἐσθῆτι προόδους ἀποστρεφόμεθα, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τιμῶμεν, καὶ τὰς συνόδους τὰς ἐπ᾽ αὐτοῖς, ὡς ἁγίας καὶ ἐπωφελεῖς ἀσπαζόμεθα, οὐ συγκλείοντες τὴν εὐσέβειαν ἐν τοῖς οἴκοις, ἀλλὰ πάντα τόπον τὸν ἐπ᾿ ὀνόματι τοῦ Θεοῦ οἰκοδομηθέντα τιμῶντες, καὶ τὴν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ συνέλευσιν εἰς ὠφέλειαν τοῦ κοινοῦ προσιέμεθα, καὶ τὰς καθ᾽ ὑπερβολὴν εὐποιΐας τῶν ἀδελφῶν, τὰς κατὰ τὰς παραδόσεις διὰ τῆς ἐκκλησίας εἰς τοὺς πτωχοὺς γινομένας, μακαρίζομεν, καὶ πάντα, συνελόντας εἰπεῖν, τὰ παραδοθέντα, ὑπὸ τῶν θείων Γραφῶν καὶ τῶν ἀποστολικῶν παραδόσεων ἐν τῇ ἐκκλησίᾳ γίνεσθαι εὐχόμεθα.

__________________________________________________________

Κανόνες τῆς ἐν Ἀντιοχείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Ἀντιοχείᾳ τῆς Συρίας (341 μ.Χ.)

Κανὼν Α´

Πάντας τοὺς τολμῶντας παραλύειν τὸν ὅρον τῆς ἁγίας καὶ μεγάλης συνόδου τῆς ἐν Νικαίᾳ συγκροτηθείσης ἐπὶ παρουσίᾳ τῆς εὐσεβείας τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου, περὶ τῆς ἁγίας ἑορτῆς τοῦ σωτηριώδους Πάσχα, ἀκοινωνήτους καὶ ἀποβλήτους εἶναι τῆς ἐκκλησίας, εἰ ἐπιμένοιεν φιλονεικότερον ἐνιστάμενοι πρὸς τὰ καλῶς δεδογμένα, καὶ ταῦτα εἰρήσθω περὶ τῶν λαϊκῶν. Εἰ δέ τις τῶν προεστώτων τῆς ἐκκλησίας, ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, μετὰ τὸν ὅρον τοῦτον τολμήσειεν ἐπὶ διαστροφῇ τῶν λαῶν καὶ ταραχῇ τῶν ἐκκλησιῶν ἰδιάζειν, καὶ μετὰ τῶν Ἰουδαίων ἐπιτελεῖν τὸ Πάσχα· τοῦτον ἡ ἁγία σύνοδος ἐντεῦθεν ἤδη ἀλλότριον ἔκρινε τῆς ἐκκλησίας, ὡς οὐ μόνον ἑαυτῷ ἁμαρτίας ἐπισωρεύοντα, ἀλλὰ πολλοῖς διαφθορᾶς καὶ διαστροφῆς γινόμενον αἴτιον· καὶ οὐ μόνον τοὺς τοιούτους καθαιρεῖ τῆς λειτουργίας, ἀλλὰ καὶ τοὺς τολμῶντας τούτοις κοινωνεῖν μετὰ τὴν καθαίρεσιν. Τοὺς δὲ καθαιρεθέντας ἀποστερεῖσθαι καὶ τῆς ἔξωθεν τιμῆς, ἧς ὁ ἅγιος Κανὼν καὶ τὸ τοῦ Θεοῦ ἱερατεῖον μετείληφεν.

Κανὼν B´

Πάντας τοὺς εἰσιόντας εἰς τὴν ἐκκλησίαν, καὶ τῶν ἱερῶν Γραφῶν ἀκούοντας, μὴ κοινωνοῦντας δὲ εὐχῆς ἅμα τῷ λαῷ, ἢ ἀποστρεφομένους τὴν ἁγίαν μετάληψιν τῆς εὐχαριστίας κατά τινα ἀταξίαν, τούτους ἀποβλήτους γίνεσθαι τῆς ἐκκλησίας, ἕως ἂν ἐξομολογησάμενοι, καὶ δείξαντες καρποὺς μετανοίας, καὶ παρακαλέσαντες, τυχεῖν δυνηθῶσι συγγνώμης· μὴ ἐξεῖναι δὲ κοινωνεῖν τοῖς ἀκοινωνήτοις, μηδὲ κατ᾽ οἴκους συνελθόντας συνεύχεσθαι τοῖς μὴ τῇ ἐκκλησίᾳ συνευχομένοις, μηδὲ ἐν ἑτέρᾳ ἐκκλησίᾳ ὑποδέχεσθαι τοὺς ἐν ἑτέρᾳ ἐκκλησίᾳ μὴ συναγομένους. Εἰ δὲ φανείῃ τις τῶν ἐπισκόπων, ἢ πρεσβυτέρων, ἢ διακόνων, ἤ τις τοῦ κανόνος τοῖς ἀκοινωνήτοις κοινωνῶν, καὶ τοῦτον ἀκοινώνητον εἶναι, ὡς ἂν συγχέοντα τὸν κανόνα τῆς ἐκκλησίας.

Κανὼν Γ´

Εἴ τις πρεσβύτερος, ἢ διάκονος, ἢ ὅλως τῶν τοῦ ἱερατείου τις, καταλιπὼν τὴν ἑαυτοῦ παροικίαν, εἰς ἑτέραν ἀπέλθοι, ἔπειτα παντελῶς μεταστάς, διατρίβειν ἐν ἄλλῃ παροικίᾳ πειρᾶται ἐπὶ πολλῷ χρόνῳ, μηκέτι λειτουργεῖν, εἰ μάλιστα καλοῦντι τῷ ἐπισκόπῳ τῷ ἰδίῳ, καὶ ἐπανελθεῖν εἰς τὴν παροικίαν τὴν ἑαυτοῦ παραινοῦντι, μὴ ὑπακούοι. Εἰ δὲ καὶ ἐπιμένοι τῇ ἀταξίᾳ, παντελῶς αὐτὸν καθαιρεῖσθαι τῆς λειτουργίας, ὡς μηκέτι χώραν ἔχειν ἀποκαταστάσεως. Εἰ δὲ καθαιρεθέντα διὰ ταύτην τὴν αἰτίαν δέχοιτο ἕτερος ἐπίσκοπος, κἀκεῖνον ἐπιτιμίας τυγχάνειν ὑπὸ κοινῆς συνόδου, ὡς παραλύοντα τοὺς θεσμοὺς τοὺς ἐκκλησιαστικούς.

Κανὼν Δ´

Εἴ τις ἐπίσκοπος ὑπὸ συνόδου καθαιρεθείς, ἢ πρεσβύτερος, ἢ διάκονος, ὑπὸ τοῦ ἰδίου ἐπισκόπου, τολμήσειέ τι πρᾶξαι τῆς λειτουργίας, εἴτε ὁ ἐπίσκοπος κατὰ τὴν προάγουσαν συνήθειαν, εἴτε ὁ πρεσβύτερος, εἴτε ὁ διάκονος· μηκέτι ἐξὸν εἶναι αὐτῷ, μηδὲ ἐν ἑτέρᾳ συνόδῳ ἐλπίδα ἀποκαταστάσεως, μήτε ἀπολογίας χώραν ἔχειν, ἀλλὰ καὶ τοὺς κοινωνοῦντας αὐτῷ πάντας ἀποβάλλεσθαι τῆς ἐκκλησίας, καὶ μάλιστα, εἰ μαθόντες τὴν ἀπόφασιν τὴν κατὰ τῶν προειρημένων ἐξενεχθεῖσαν, τολμήσειαν αὐτοῖς κοινωνεῖν.

Κανὼν Ε´

Εἴ τις πρεσβύτερος, ἢ διάκονος, καταφρονήσας τοῦ ἰδίου ἐπισκόπου, ἀφώρισεν ἑαυτὸν τῆς ἐκκλησίας, καὶ ἰδίᾳ συνήγαγε, καὶ θυσιαστήριον ἔστησε, και, τοῦ ἐπισκόπου προσκαλεσαμένου, ἀπειθοίη, καὶ μὴ βούλοιτο αὐτῷ πείθεσθαι, μηδὲ ὑπακούειν καὶ πρῶτον καὶ δεύτερον καλοῦντι, τοῦτον καθαιρεῖσθαι παντελῶς, καὶ μηκέτι θεραπείας τυγχάνειν, μηδὲ δύνασθαι λαμβάνειν τὴν ἑαυτοῦ τιμήν. Εἰ δὲ παραμένοι θορυβῶν καὶ ἀναστατῶν τὴν ἐκκλησίαν, διὰ τῆς ἔξωθεν ἐξουσίας ὡς στασιώδη αὐτὸν ἐπιστρέφεσθαι.

Κανὼν ΣΤ´

Εἴ τις ὑπὸ τοῦ ἰδίου ἐπισκόπου ἀκοινώνητος γέγονε, μὴ πρότερον αὐτὸν παρ᾽ ἑτέρων δεχθῆναι, εἰ μὴ ὑπ᾽ αὐτοῦ παραδεχθείη τοῦ ἰδίου ἐπισκόπου, ἤ, συνόδου γενομένης, ἀπαντήσας ἀπολογήσεται, πείσας τε τὴν σύνοδον, κατεδέξοιτο ἑτέραν ἀπόφασιν. Ὁ αὐτὸς δὲ ὅρος ἐπὶ λαϊκῶν, καὶ πρεσβυτέρων καὶ διακόνων, καὶ πάντων τῶν ἐν τῷ κανόνι.

Κανὼν Ζ´

Μηδένα ἄνευ εἰρηνικῶν δέχεσθαι τῶν ξένων.

Κανὼν Η´

Μηδὲ πρεσβυτέρους τοὺς ἐν ταῖς χώραις κανονικὰς ἐπιστολὰς διδόναι, ἢ πρὸς μόνους τοὺς γείτονας ἐπισκόπους ἐπιστολὰς ἐκπέμπειν· τοὺς δὲ ἀνεπιλήπτους χωρεπισκόπους διδόναι εἰρηνικάς.

Κανὼν Θ´

Τοὺς καθ᾽ ἑκάστην ἐπαρχίαν ἐπισκόπους εἰδέναι χρὴ τὸν ἐν τῇ μητροπόλει προεστῶτα ἐπίσκοπον, καὶ τὴν φροντίδα ἀναδέχεσθαι πάσης τῆς ἐπαρχίας, διὰ τὸ ἐν τῇ μητροπόλει πανταχόθεν συντρέχειν πάντας τοὺς τὰ πράγματα ἔχοντας. Ὅθεν ἔδοξε καὶ τῇ τιμῇ προηγεῖσθαι αὐτόν, μηδέν τε πράττειν περιττὸν τοὺς λοιποὺς ἐπισκόπους ἄνευ αὐτοῦ, κατὰ τὸν ἀρχαῖον κρατήσαντα ἐκ τῶν Πατέρων ἡμῶν κανόνα· ἢ ταῦτα μόνα, ὅσα τῇ ἑκἀστου ἐπιβάλλει παροικίᾳ, καὶ ταῖς ὑπ᾽ αὐτὴν χώραις. Ἕκαστον γὰρ ἐπίσκοπον ἐξουσίαν ἔχειν τῆς ἑαυτοῦ παροικίας, διοικεῖν τε κατὰ τὴν ἑκάστῳ ἐπιβάλλουσαν εὐλάβειαν, καὶ πρόνοιαν ποιεῖσθαι τῆς χώρας τῆς ὑπὸ τὴν ἑαυτοῦ πόλιν· ὡς καὶ χειροτονεῖν πρεσβυτέρους καὶ διακόνους, καὶ μετὰ κρίσεως ἕκαστα διαλαμβάνειν· περαιτέρω δὲ μηδὲν πράττειν ἐπιχειρεῖν, δίχα τοῦ τῆς μητροπόλεως ἐπισκόπου, μηδὲ αὐτὸν ἄνευ τῆς τῶν λοιπῶν γνώμης.

Κανὼν Ι´

Τοὺς ἐν ταῖς κώμαις, ἢ ταῖς χώραις, ἢ τοὺς καλουμένους χωρεπισκόπους, εἰ καὶ χειροθεσίαν εἶεν ἐπισκόπου εἰληφότες, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ εἰδέναι τὰ ἑαυτῶν μέτρα, καὶ διοικεῖν τὰς ὑποκειμένας αὐτοῖς ἐκκλησίας, καὶ τῇ τούτων ἀρκεῖσθαι φροντίδι καὶ κηδεμονίᾳ, καθιστᾶν δὲ ἀναγνώστας, καὶ ὑποδιακόνους, καὶ ἐφορκιστάς, καὶ τῇ τούτων ἀρκεῖσθαι προαγωγῇ· μήτε δὲ πρεσβύτερον, μήτε διάκονον χειροτονεῖν τολμᾶν δίχα τοῦ ἐν τῇ πόλει ἐπισκόπου, ᾗ ὑπόκεινται αὐτός τε καὶ ἡ χώρα. Εἰ δὲ τολμήσειέ τις παραβῆναι τὰ ὁρισθέντα, καθαιρεῖσθαι αὐτὸν καὶ ἧς μετέχει τιμῆς. Χωρεπίσκοπον δὲ γίνεσθαι ὑπὸ τοῦ τῆς πόλεως, ᾗ ὑπόκειται, ἐπισκόπου.

Κανὼν ΙΑ´

Εἴ τις ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ ὅλως τοῦ κανόνος, ἄνευ γνώμης καί γραμμάτων τῶν ἐν τῇ ἐπαρχίᾳ επισκόπων, καὶ μάλιστα τοῦ κατὰ τὴν μητρόπολιν, ὁρμήσειε πρὸς βασιλέα ἀπελθεῖν, τοῦτον ἀποκηρύττεσθαι, καὶ ἀπόβλητον γίνεσθαι, οὐ μόνον τῆς κοινωνίας, ἀλλὰ καὶ τῆς ἀξίας, ἧς μετέχων τυγχάνει· ὡς παρενοχλεῖν τολμῶντα τὰς τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν ἀκοάς, παρὰ τὸν θεσμὸν τῆς ἐκκλησίας. Εἰ δὲ ἀναγκαία καλοίη χρεία πρὸς βασιλέα ὁρμᾶν, τοῦτο πράττειν μετὰ σκέψεως καὶ γνώμης τοῦ κατὰ τὴν μητρόπολιν τῆς ἐπαρχίας ἐπισκόπου καὶ τῶν ἐν αὐτῇ, τοῖς τε τούτων γράμμασιν ἐφοδιάζεσθαι.

Κανὼν ΙΒ´

Εἴ τις ὑπὸ τοῦ ἰδίου ἐπισκόπου καθαιρεθεὶς πρεσβύτερος ἢ διάκονος, ἢ καὶ ἐπίσκοπος ὑπὸ συνόδου, ἐνοχλῆσαι τολμήσειε τὰς βασιλέως ἀκοάς, δέον ἐπὶ μείζονα επισκόπων σύνοδον τρέπεσθαι, καί, ἃ νομίζει δίκαια ἔχειν, προσαναφέρειν πλείοσιν ἐπισκόποις, καὶ τὴν παρ᾽ αὐτῶν ἐξέτασίν τε καὶ ἐπίκρισιν ἐκδέχεσθαι, ὁ δέ, τούτων ὀλιγωρήσας ἐνοχλείσειε τῷ βασιλεῖ· καὶ τοῦτον μηδεμιᾶς συγγνώμης ἀξιοῦσθαι, μηδὲ χώραν ἀπολογίας ἔχειν, μηδ᾽ ἐλπίδα μελλούσης ἀποκαταστάσεως προσδοκᾶν.

Κανὼν ΙΓ´

Μηδένα ἐπίσκοπον τολμᾶν ἀφ᾽ ἑτέρας ἐπαρχίας εἰς ἑτέραν μεταβαίνειν, καὶ χειροτονεῖν ἐν ἐκκλησίᾳ τινὰς εἰς προαγωγὴν λειτουργίας, μηδὲ εἰ συνεπάγοιτο ἑαυτῷ ἑτέρους, εἰ παρακληθεὶς ἀφίκοιτο διὰ γραμμάτων τοῦ τε μητροπολίτου καὶ τῶν σὺν αὐτῷ ἐπισκόπων, ὧν εἰς τὴν χώραν παρέρχοιτο. Εἰ δὲ μηδενὸς καλοῦντος ἀπέλθοι ἀτάκτως ἐπὶ χειροθεσίᾳ τινῶν, καὶ καταστάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων, μὴ προσηκόντων αὐτῷ, ἄκυρα μὲν τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα τυγχάνειν, καὶ αὐτὸν δὲ ὑπέχειν τῆς ἀταξίας αὐτοῦ, καὶ τῆς παραλόγου ἐπιχειρήσεως τὴν προσήκουσαν δίκην, καθῃρημένον ἐντεῦθεν ἤδη ὑπὸ τῆς ἁγίας συνόδου.

Κανὼν ΙΔ´

Εἴ τις ἐπίσκοπος ἐπί τισιν ἐγκλήμασι κρίνοιτο, ἔπειτα συμβαίη περὶ αὐτοῦ διαφωνεῖν τοὺς ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπους, τῶν μὲν ἀθῷον τὸν κρινόμενον ἀποφαινόντων, τῶν δέ ἔνοχον· ὑπὲρ ἀπαλλαγῆς πάσης ἀμφισβητήσεως, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, τὸν τῆς μητροπόλεως ἐπίσκοπον ἀπὸ τῆς πλησιοχώρου ἐπαρχίας μετακαλεῖσθαι ἑτέρους τινάς, τοὺς ἐπικρινοῦντας, καὶ τὴν ἀμφισβήτησιν διαλύσοντας, τοῦ βεβαιῶσαι σὺν τοῖς τῆς ἐπαρχίας τὸ παριστάμενον.

Κανὼν ΙΕ´

Εἴ τις ἐπίσκοπος, ἐπί τισιν ἐγκλήμασι κατηγορηθείς, κριθείη ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ ἐπισκόπων, πάντες τε σύμφωνοι μίαν κατ᾽ αὐτοῦ ἐξενέγκοιεν ψῆφον, τοῦτον μηκέτι παρ᾽ ἑτέροις δικάζεσθαι, ἀλλὰ μένειν βεβαίαν τὴν σύμφωνον τῶν ἐπὶ τῆς ἐπαρχίας ἐπισκόπων ἀπόφασιν.

Κανὼν ΙΣΤ´

Εἴ τις ἐπίσκοπος σχολάζων, ἐπὶ σχολάζουσαν ἐκκλησίαν ἑαυτὸν ἐπιῤῥίψας, ὑφαρπάζοι τὸν θρόνον δίχα συνόδου τελείας, τοῦτον ἀπόβλητον εἶναι, κἂν εἰ πᾶς ὁ λαός, ὃν ὑφήρπασεν, ἕλοιτο αὐτόν. Τελείαν δὲ ἐκείνην εἶναι σύνοδον, ᾗ συμπάρεστι καὶ ὁ τῆς μητροπόλεως.

Κανὼν ΙΖ´

Εἴ τις ἐπίσκοπος χειροθεσίαν ἐπισκόπου λαβών, καὶ ὁρισθεὶς προεστάναι λαοῦ, μὴ καταδέξοιτο τὴν λειτουργίαν, μηδὲ πείθοιτο ἀπιέναι εἰς τὴν ἐγχειρισθεῖσαν αὐτῷ ἐκκλησίαν, τοῦτον εἶναι ἀκοινώνητον, ἕως ἂν ἀναγκασθεὶς κατεδέξοιτο, ἢ ὁρίσοι τι περὶ αὐτοῦ ἡ τελεία σύνοδος τῶν κατὰ τὴν ἐπαρχίαν ἐπισκόπων.

Κανὼν ΙΗ´

Εἴ τις ἐπίσκοπος χειροτονηθεὶς εἰς παροικίαν, μὴ ἀπέλθῃ εἰς ἣν ἐχειροτονήθη, οὐ παρὰ τὴν ἑαυτοῦ αἰτίαν, ἀλλ᾽ ἤτοι διὰ τὴν τοῦ λαοῦ παραίτησιν, ἢ δι᾽ ἑτέραν αἰτίαν οὐκ ἐξ αὐτοῦ γενομένην, τοῦτον μετέχειν τῆς τιμῆς καὶ τῆς λειτουργίας, μόνον μηδὲν παρενοχλοῦντα τοῖς πράγμασι τῆς ἐκκλησίας, ἔνθα ἂν συνάγοιτο· ἐκδέχεσθαι δὲ τοῦτον, ὃ ἂν ἡ τῆς ἐπαρχίας τελεία σύνοδος κρίνασα τὸ παριστάμενον ὁρίσῃ.

Κανὼν ΙΘ´

Ἐπίσκοπον μὴ χειροτονεῖσθαι δίχα συνόδου καὶ παρουσίας τοῦ ἐν τῇ μητροπόλει τῆς ἐπαρχίας· τούτου δὲ παρόντος ἐξάπαντος, βέλτιον μὲν συνεῖναι αὐτῷ πάντας τοὺς ἐν τῇ ἐπαρχίᾳ συλλειτουργούς, οὓς καὶ προσήκει δι᾽ ἐπιστολῆς τὸν ἐν τῇ μητροπόλει συγκαλεῖν. Καὶ εἰ μὲν ἀπαντοῖεν οἱ πάντες, βέλτιον· εἰ δὲ δυσχερὲς τοῦτο εἴη, τούς γε πλείους ἐξάπαντος παρεῖναι δεῖ, ἢ διὰ γραμμάτων ὁμοψήφους γενέσθαι, καὶ οὕτω μετὰ τῆς τῶν πλειόνων ἤτοι παρουσίας, ἢ ψήφου, γίνεσθαι τὴν κατάστασιν· Εἰ δὲ ἄλλως παρὰ τὰ ὡρισμένα γίγνοιτο, μηδὲν ἰσχύειν τὴν χειροτονίαν. Εἰ δὲ κατὰ τὸν ὡρισμένον κανόνα γίγνοιτο ἡ κατάστασις, ἀντιλέγοιεν δέ τινες δι᾽ οἰκείαν φιλονεικίαν, κρατεῖν τὴν τῶν πλειόνων ψῆφον.

Κανὼν Κ´

Διὰ τὰς ἐκκλησιαστικὰς χρείας, καὶ τὰς τῶν ἀμφισβητουμένων διαλύσεις, καλῶς ἔχειν ἔδοξε συνόδους καθ᾽ ἑκάστην ἐπαρχίαν τῶν ἐπισκόπων γίνεσθαι δεύτερον τοῦ ἔτους· ἅπαξ μὲν μετὰ τὴν τρίτην ἑβδομάδα τῆς ἑορτῆς τοῦ Πάσχα, ὥστε τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς ἐπιτελεῖσθαι τὴν σύνοδον, ὑπομιμνήσκοντος τοὺς ἐπαρχιώτας τοῦ ἐν τῇ μητροπόλει· τὴν δὲ δευτέραν σύνοδον, γίνεσθαι εἰδοῖς ὀκτωβρίαις, ἥτις ἐστὶ δεκάτη Ὑπερβερεταίου· ὥστε ἐν αὐταῖς ταύταις ταῖς συνόδοις προσιέναι πρεσβυτέρους, καὶ διακόνους, καὶ πάντας τοὺς ἠδικεῖσθαι νομίζοντας, καὶ παρὰ τῆς συνόδου ἐπικρίσεως τυγχάνειν. Μὴ ἐξεῖναι δέ τινας καθ᾽ ἑαυτοὺς συνόδους ποιεῖσθαι, ἄνευ τῶν πεπιστευμένων τὰς μητροπόλεις.

Κανὼν ΚΑ´

Ἐπίσκοπον ἀπὸ παροικίας ἑτέρας εἰς ἑτέραν μὴ μεθίστασθαι, μήτε αὐθαιρέτως ἐπιῤῥίπτοντα ἑαυτόν, μήτε ὑπὸ λαῶν ἐκβιαζόμενον, μήτε ὑπὸ ἐπισκόπων ἀναγκαζόμενον· μένειν δὲ εἰς ἣν ἐκληρώθη ὑπὸ τοῦ Θεοῦ ἐξ ἀρχῆς ἐκκλησίαν, καὶ μὴ μεθίστασθαι αὐτῆς, κατὰ τὸν ἤδη πρότερον περὶ τούτου ἐξενεχθέντα ὅρον.

Κανὼν ΚΒ´

Ἐπίσκοπον μὴ ἐπιβαίνειν ἀλλοτρίᾳ πόλει τῇ μὴ ὑποκειμένῃ αὐτῷ, μηδὲ χώρᾳ τῇ αὐτῷ μὴ διαφεροῦσῃ, ἐπὶ χειροτονίᾳ τινός, μηδὲ καθιστᾶν πρεσβυτέρους ἢ διακόνους εἰς τόπους ἑτέρῳ ἐπισκόπῳ ὑποκειμένους, εἰ μὴ ἄρα μετὰ γνώμης τοῦ οἰκείου τῆς χώρας ἐπισκόπου. Εἰ δὲ τολμήσειέ τις τοιοῦτον, ἄκυρον εἶναι τὴν χειροθεσίαν, καὶ αὐτὸν ἐπιτιμίας ὑπὸ τῆς συνόδου τυγχάνειν.

Κανὼν ΚΓ´

Ἐπίσκοπον μὴ ἐξεῖναι ἀντ᾽ αὐτοῦ καθιστᾶν ἕτερον ἑαυτοῦ διάδοχον, κἂν πρὸς τῇ τελευτῇ τοῦ βίου τυγχάνῃ· εἰ δέ τι, τοιοῦτον γίγνοιτο, ἄκυρον εἶναι τὴν κατάστασιν. Φυλάττεσθαι δὲ τὸν θεσμὸν τὸν ἐκκλησιαστικὸν περιέχοντα, μὴ δεῖν ἄλλως γίνεσθαι ἐπίσκοπον, ἢ μετὰ συνόδου καὶ ἐπικρίσεως ἐπισκόπων, τῶν μετὰ τὴν κοίμησιν τοῦ ἀναπαυσαμένου τὴν ἐξουσίαν ἐχόντων τοῦ προάγεσθαι τὸν ἄξιον.

Κανὼν ΚΔ´

Τὰ τῆς ἐκκλησίας τῇ ἐκκλησίᾳ καλῶς ἔχειν φυλάττεσθαι δεῖ μετὰ πάσης ἐπιμελείας, καὶ ἀγαθῆς συνειδήσεως, καὶ πίστεως τῆς εἰς τὸν πάντων ἔφορον καὶ κριτὴν Θεόν. Ἃ καὶ διοικεῖσθαι προσήκει μετὰ κρίσεως καὶ ἐξουσίας τοῦ ἐπισκόπου, τοῦ πεπιστευμένου πάντα τὸν λαόν, καὶ τὰς ψυχὰς τῶν συναγομένων. Φανερὰ δὲ εἶναι τὰ διαφέροντα τῇ ἐκκλησίᾳ, μετὰ γνώσεως τῶν περὶ αὐτὸν πρεσβυτέρων καὶ διακόνων, ὥστε τούτους εἰδέναι καὶ μὴ ἀγνοεῖν, τίνα ποτὲ τὰ ἴδιά ἐστι τῆς ἐκκλησίας, ὥστε μηδὲν αὐτοὺς λαμβάνειν· ἵν᾽ εἰ συμβαίη τὸν ἐπίσκοπον μεταλλάττειν τὸν βίον, φανερῶν ὄντων τῶν διαφερόντων τῇ ἐκκλησίᾳ πραγμάτων, μήτε αὐτὰ διαπίπτειν καὶ ἀπόλλυσθαι, μήτε τὰ ἴδια τοῦ ἐπισκόπου ἐνοχλεῖσθαι, προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων. Δίκαιον γὰρ καὶ ἀρεστὸν παρά τε Θεῷ καὶ ἀνθρώποις, τὰ ἴδια τοῦ ἐπισκόπου, οἷς ἂν αὐτὸς βούληται καταλιμπάνεσθαι· τὰ μέντοι τῆς ἐκκλησίας αὐτῇ φυλάττεσθαι· καὶ μήτε τὴν ἐκκλησίαν ὑπομένειν τινὰ ζημίαν, μήτε τὸν ἐπίσκοπον προφάσει τῆς ἐκκλησίας δημεύεσθαι, ἢ καὶ εἰς πράγματα ἐμπίπτειν τοὺς αὐτῷ διαφέροντας, μετὰ τοῦ καὶ αὐτὸν μετὰ θάνατον δυσφημίᾳ περιβάλλεσθαι.

Κανὼν ΚΕ´

Ἐπίσκοπον ἔχειν τῶν τῆς ἐκκλησίας πραγμάτων ἐξουσίαν ὥστε αὐτὰ διοικεῖν εἰς πάντας τοὺς δεομένους, μετὰ πάσης εὐλαβείας καὶ φόβου Θεοῦ· μεταλαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων, εἴγε δέοιτο, εἰς τὰς ἀναγκαίας αὐτοῦ χρείας, καὶ τῶν παρ᾽ αὐτῷ ἐπιξενουμένων ἀδελφῶν, ὡς κατὰ μηδένα τρόπον αὐτοὺς στερεῖσθαι, κατὰ τὸν θεῖον Ἀπόστολον, λέγοντα· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· εἰ δὲ μὴ τούτοις ἀρκοῖτο, μεταβάλλοι δὲ τὰ πράγματα εἰς οἰκείας αὐτοῦ χρείας, καὶ τοὺς πόρους τῆς ἐκκλησίας, ἢ τοὺς τῶν ἀγρῶν καρπούς, μὴ μετὰ γνώμης τῶν πρεσβυτέρων, ἢ τῶν διακόνων χειρίζοι, ἀλλ᾽ οἰκείοις αὐτοῦ καὶ συγγενέσιν, ἢ ἀδελφοῖς, ἢ υἱοῖς παράσχοιτο τὴν ἐξουσίαν, ὥστε διὰ τῶν τοιούτων λεληθότως βλάπτεσθαι τοὺς λόγους τῆς ἐκκλησίας, τοῦτον εὐθύνας παρέχειν τῇ συνόδῳ τῆς ἐπαρχίας. Εἰ δὲ καὶ ἄλλως διαβάλλοιτο ὁ ἐπίσκοπος, ἢ οἱ σὺν αὐτῷ πρεσβύτεροι, ὡς τὰ τῇ ἐκκλησίᾳ διαφέροντα, ἤτοι ἐξ ἀγρῶν, ἢ καὶ ἐξ ἑτέρας προφάσεως ἐκκλησιαστικῆς, εἰς ἑαυτοὺς ἀποφερόμενοι, ὡς θλίβεσθαι μὲν τοὺς πένητας, διαβολὴν δὲ καὶ δυσφημίαν προστρίβεσθαι τῷ τε λόγῳ καὶ τοῖς οὕτω διοικοῦσι, καὶ τούτους διορθώσεως τυγχάνειν, τὸ πρέπον δοκιμαζούσης τῆς ἀγίας συνόδου.

___________________________________________________________

Κανόνες τῆς ἐν Λαοδικείᾳ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Λαοδικείᾳ τῆς Φρυγίας (περὶ 357 καὶ 368 μ.Χ.)

Κανὼν Α´

Περὶ τοῦ δεῖν κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα, τοὺς ἐλευθέρως καὶ νομίμως συναφθέντας δευτέροις γάμοις, μὴ λαθρογαμίαν ποιήσαντας, ὀλίγου χρόνου παρελθόντος, καὶ σχολάσαντας, ταῖς προσευχαῖς καὶ νηστείαις, κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν.

Κανὼν B´

Περὶ τοῦ τοὺς ἐξαμαρτάνοντας ἐν διαφόροις πταίσματι, καὶ προσκαρτεροῦντας τῇ προσευχῇ τῆς ἐξομολογήσεως καὶ μετανοίας, καὶ τὴν ἀποοτροφὴν τῶν κακῶν τελείαν ποιούμενους, κατὰ τὴν ἀναλογίαν τοῦ πταίσματος, καιροῦ μετανοίας δοθέντος τοῖς τοιούτοις, διὰ τοὺς οἰκτιρμοὺς καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ προσάγεσθαι τῇ κοινωνίᾳ.

Κανὼν Γ´

Περὶ τοῦ μὴ δεῖν προσφάτως φωτισθέντα προσάγεσθαι ἐν τάγματι ἱερατικῷ.

Κανὼν Δ´

Περὶ τοῦ μὴ δεῖν ἱερατικοὺς δανείζειν, καὶ τόκους, καὶ τὰς λεγόμενος ἡμιολίας λαμβάνειν.

Κανὼν Ε´

Περὶ τοῦ μὴ δεῖν τὰς χειροτονίας ἐπὶ παρουσίᾳ ἀκροωμένων γίνεσθαι.

Κανὼν ΣΤ´

Περὶ τοῦ μὴ συγχωρεῖν τοῖς αἱρετικοῖς εἰσιέναι εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπιμένοντας τῇ αἱρέσει.

Κανὼν Ζ´

Περὶ τοῦ τοὺς ἐκ τῶν αἱρέσεων, τοὐτέστι Ναυατιανῶν, ἤτοι Φωτεινιανῶν, ἢ Τεσσαρεσκαιδεκατιτῶν, ἐπιστρεφόμενους, εἴτε κατηχουμένους, εἴτε πιστοὺς τοὺς παρ᾽ ἐκείνοις, μὴ προσδέχεσθαι, πρὶν ἀναθεματίσωσι πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ ἐν ᾗ κατείχοντο· καὶ τότε λοιπὸν τοὺς λεγομένους παρ᾽ αὐτοῖς πιστούς, ἐκμαθάνοντας τὰ τῆς πίστεως σύμβολα, χρισθέντας τε τῷ ἁγίῳ χρίσματι, οὕτω κοινωνεῖν τῶν μυστηρίων τῶν ἁγίων.

Κανὼν Η´

Περὶ τοῦ τοὺς ἀπὸ τῆς αἱρέσεως τῶν λεγομένων Φρυγῶν ἐπιστρέφοντας, εἰ καὶ ἐν κλήρῳ νομιζομένῳ παρ᾽ αὐτοῖς τυγχάνοιεν, εἰ καὶ μέγιστοι λέγοιντο, τοὺς τοιούτους μετὰ πάσης ἐπιμελείας κατηχεῖσθαί τε καὶ βαπτίζεσθαι ὑπὸ τῶν τῆς ἐκκλησίας ἐπισκόπων τε καὶ πρεσβυτέρων.

Κανὼν Θ´

Περὶ τοῦ μὴ συγχωρεῖν εἰς τὰ κοιμητήρια, ἢ εἰς τὰ λεγόμενα μαρτύρια πάντων τῶν αἱρετικῶν ἀπιέναι τοὺς τῆς ἐκκλησίας, εὐχῆς ἢ θεραπείας ἕνεκα· ἀλλὰ τοὺς τοιούτους, ἐὰν ὦσι πιστοί, ἀκοινωνήτους γίνεσθαι μέχρι τινός. Μετανοοῦντας δέ, καὶ ἐξομολουμένους, ἐσφάλθαι, παραδέχεσθαι.

Κανὼν Ι´

Περὶ τοῦ μὴ δεῖν τοὺς τῆς ἐκκλησίας ἀδιαφόρως πρὸς γάμου κοινωνίαν συνάπτειν τὰ ἑαυτῶν παιδία αἱρετικοῖς.

Κανὼν ΙΑ´

Περὶ τοῦ μὴ δεῖν τὰς λεγομένας πρεσβύτιδας, ἤτοι προκαθημένας, ἐν τῇ ἐκκλησίᾳ καθίστασθαι.

Κανὼν ΙΒ´

Περὶ τοῦ τοὺς ἐπισκόπους κρίσει τῶν μητροπολιτῶν καὶ τῶν πέριξ ἐπισκόπων καθίστασθαι εἰς τὴν ἐκκλησιαστικὴν ἀρχήν, ὄντας ἐκ πολλοῦ δεδοκιμασμένους ἔν τε τῷ λόγῳ τῆς πίστεως, καὶ τῇ τοῦ εὐθέος βίου πολιτείᾳ.

Κανὼν ΙΓ´

Περὶ τοῦ μὴ τοῖς ὄχλοις ἐπιτρέπειν τὰς ἐκλογὰς ποιεῖσθαι τῶν μελλόντων καθίστασθαι εἰς ἱερατεῖον.

Κανὼν ΙΔ´

Περὶ τοῦ μὴ τὰ ἅγια, εἰς λόγον εὐλογιῶν, κατὰ τὴν ἑορτὴν τοῦ Πάσχα, εἰς ἑτέρας παροικίας διαπέμπεσθαι.

Κανὼν ΙΕ´

Περὶ τοῦ μὴ δεῖν πλὴν τῶν κανονικῶν ψαλτῶν, τῶν ἐπὶ τὸν ἄμβωνα ἀναβαινόντων, καὶ ἀπὸ διφθέρας ψαλλόντων, ἑτέρους τινὰς ψάλλειν ἐν ἐκκλησίᾳ.

Κανὼν ΙΣΤ´

Περὶ τοῦ ἐν σαββάτῳ εὐαγγέλια μετὰ ἑτέρων Γραφῶν ἀναγινώσκεσθαι.

Κανὼν ΙΖ´

Περὶ τοῦ μὴ δεῖν ἐπισυνάπτειν ἐν ταῖς συνάξεσι τοὺς ψαλμούς, ἀλλὰ διὰ μέσου καθ᾽ ἕκαοτον ψαλμὸν γίνεσθαι ἀνάγνωσιν.

Κανὼν ΙΗ´

Περὶ τοῦ τὴν αὐτὴν λειτουργίαν τῶν εὐχῶν πάντοτε καὶ ἐν ταῖς ἐννάταις, καὶ ἐν ταῖς ἐσπέραις ὀφείλειν γίνεσθαι.

Κανὼν ΙΘ´

Περὶ τοῦ δεῖν ἰδίᾳ πρῶτον, μετὰ τὰς ὁμιλίας τῶν ἐπισκόπων, καὶ τῶν κατηχουμένων εὐχὴν ἐπιτελεῖσθαι· καὶ μετὰ τὸ ἐξελθεῖν τοὺς κατηχουμένους, τῶν ἐν μετανοίᾳ τὴν εὐχὴν γίνεσθαι· καὶ τούτων προσελθόντων ὑπὸ χεῖρα καὶ ὑποχωρησάντων, οὕτω τῶν πιστῶν τὰς εὐχὰς γίνεσθαι τρεῖς, μίαν μὲν τὴν πρώτην διὰ σιωπῆς, τὴν δὲ δευτέραν καὶ τρίτην διὰ προσφωνήσεως πληροῦσθαι· εἶθ᾽ οὕτω τὴν εἰρήνην δίδοσθαι· καὶ μετὰ τὸ τοὺς πρεσβυτέρους δοῦναι τῷ ἐπισκόπῳ τὴν εἰρήνην, τότε τοὺς λαϊκοὺς τὴν εἰρήνην διδόναι, καὶ οὕτω τὴν ἁγίαν προσφορὰν ἐπιτελεῖσθαι· καὶ μόνοις ἐξὸν εἶναι τοῖς ἱερατικοῖς εἰσιέναι εἰς τὸ θυσιαστήριον, καὶ κοινωνεῖν.

Κανὼν Κ´

Ὅτι οὐ δεῖ διάκονον ἔμπροσθεν πρεσβυτέρου καθέζεσθαι, ἀλλὰ μετὰ κελεύσεως τοῦ πρεσβυτέρου καθέζεσθαι. Ὁμοίως δὲ ἔχειν τιμὴν καὶ τοὺς διακόνους ὑπὸ τῶν ὑπηρετῶν καὶ πάντων τῶν κληρικῶν.

Κανὼν ΚΑ´

Ὅτι οὐ δεῖ ὑπηρέτας ἔχειν ἐν τῷ διακονικῷ, καὶ ἄπτεσθαι τῶν ἱερῶν σκευῶν.

Κανὼν ΚΒ´

Ὅτι οὐ δεῖ ὑπηρέτην ὀράριον φορεῖν, οὐδὲ τὰς θύρας ἐγκαταλιμπάνειν.

Κανὼν ΚΓ´

Ὅτι οὐ δεῖ ἀναγνώστας, ἢ ψάλτας ὡράριον φορεῖν, καὶ οὕτως ἀναγινώσκειν, ἢ ψάλλειν.

Κανὼν ΚΔ´

Ὅτι οὐ δεῖ ἱερατικοὺς ἀπὸ πρεσβυτέρων ἕως διακόνων, καὶ ἑξῆς τῆς ἐκκλησιαστικῆς τάξεως ἕως ὑπηρετῶν, ἢ ἀναγνωστῶν, ἢ ψαλτῶν, ἢ ἐφορκιστῶν, ἢ θυρωρῶν, ἢ τοῦ τάγματος τῶν ἀσκητῶν, εἰς καπηλεῖον εἰσιέναι.

Κανὼν ΚΕ´

Ὅτι οὐ δεῖ ὑπηρέτην ἄρτον διδόναι, οὐδὲ ποτήριον εὐλογεῖν.

Κανὼν ΚΣΤ´

Ὅτι οὐ δεῖ ἐφορκίζειν τοὺς μὴ προαχθέντας ὑπὸ ἐπισκόπων, μήτε ἐν ταῖς ἐκκλησίαις, μήτε ἐν ταῖς οἰκίαις.

Κανὼν ΚΖ´

Ὅτι οὐ δεῖ ἱερατικούς, ἢ κληρικούς, ἢ λαϊκούς, καλουμένους εἰς ἀγάπην, μέρη αἵρειν, διὰ τὸ τὴν ὕβριν τῇ τάξει προστρίβεσθαι τῇ ἐκκλησιαστικῇ.

Κανὼν ΚΗ´

Ὅτι οὐ δεῖ ἐν τοῖς Κυριακοῖς, ἢ ἐν ταῖς ἐκκλησίαις, τὰς λεγομένας ἀγάπας ποιεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐσθίειν, καὶ ἀκούβιτα στρωννύειν.

Κανὼν ΚΘ´

Ὅτι οὐ δεῖ Χριστιανοὺς ἰουδαΐζειν καὶ ἐν τῷ σαββάτῳ σχολάζειν, ἀλλ᾽ ἐργάζεσθαι αὐτοὺς καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ· τὴν δὲ Κυριακὴν προτιμῶντας, εἴγε δύναιντο, σχολάζειν ὡς Χριστιανοί. Εἰ δὲ εὑρεθεῖεν Ἰουδαϊσταί, ἔστωσαν ἀνάθεμα παρὰ Χριστῷ.

Κανὼν Λ´

Ὅτι οὐ δεῖ ἱερατικούς, ἢ κληρικούς, ἢ ἀσκητάς, ἐν βαλανείῳ μετὰ γυναικῶν ἀπολούεσθαι, μηδὲ πάντα Χριστιανόν, ἢ λαϊκόν· αὕτη γὰρ πρώτη κατάγνωσις παρὰ τοῖς ἔθνεσιν.

Κανὼν ΛΑ´

Ὅτι οὐ δεῖ πρὸς πάντας αἱρετικοὺς ἐπιγαμίας ποιεῖν, ἤ διδόναι υἱούς, ἢ θυγατέρας, ἀλλὰ μᾶλλον λαμβάνειν, εἴγε ἐπαγγέλοιντο Χριστιανοὶ γίνεσθαι.

Κανὼν ΛΒ´

Ὅτι οὐ δεῖ αἱρετικῶν εὐλογίας λαμβάνειν, αἵτινές εἰσιν ἀλογίαι μᾶλλον, ἢ εὐλογίαι.

Κανὼν ΛΓ´

Ὅτι οὐ δεῖ αἱρετικοῖς, ἢ σχισματικοῖς συνεύχεσθαι.

Κανὼν ΛΔ´

Ὅτι οὐ δεῖ πάντα Χριοτιανὸν ἐγκαταλείπειν μάρτυρας Χριστοῦ, καὶ ἀπιέναι πρὸς τοὺς ψευδομάρτυρας, τουτέστιν αἱρετικῶν, ἢ αὐτοὺς πρὸς τοὺς προειρημένους αἱρετικοὺς γενομένους· οὗτοι γὰρ ἀλλότριοι τοῦ Θεοῦ τυγχάνουσιν. Ἔστωσαν οὖν ἀνάθεμα οἱ ἀπερχόμενοι πρὸς αὐτούς.

Κανὼν ΛΕ´

Ὅτι οὐ δεῖ Χριστιανοὺς ἐγκαταλείπειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἀπιέναι, καὶ ἀγγέλους ὀνομάζειν, καὶ συνάξεις ποιεῖν, ἅπερ ἀπηγόρευται. Εἴ τις οὖν εὑρεθῇ ταύτῃ κεκρυμμένῃ εἰδωλολατρείᾳ σχολάζων, ἔστω ἀνάθεμα, ὅτι ἐγκατέλιπε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ εἰδωλολατρείᾳ προσῆλθεν.

Κανὼν ΛΣΤ´

Ὅτι οὐ δεῖ ἱερατικοὺς ἢ κληρικούς, μάγους ἢ ἐπαοιδοὺς εἶναι, ἢ μαθηματικούς, ἢ ἀστρολόγους, ἢ ποιεῖν τὰ λεγόμενα φυλακτήρια, ἅτινά ἐστι δεσμωτήρια τῶν ψυχῶν αὐτῶν. Τοὺς δὲ φοροῦντας, ῥίπτεσθαι ἐκ τῆς ἐκκλησίας ἐκελεύσαμεν.

Κανὼν ΛΖ´

Ὅτι οὐ δεῖ παρὰ τῶν Ἰουδαίων, ἢ αἱρετικῶν, τὰ πεμπόμενα ἑορταστικὰ λαμβάνειν, μηδὲ συνεορτάζειν αὐτοῖς.

Κανὼν ΛΗ´

Ὅτι οὐ δεῖ παρὰ τῶν Ἰουδαίων ἄζυμα λαμβάνειν, ἢ κοινωνεῖν ταῖς ἀσεβείαις αὐτῶν.

Κανὼν ΛΘ´

Ὅτι οὐ δεῖ τοῖς ἔθνεσι συνεορτάζειν, καὶ κοινωνεῖν τῇ ἀθεότητι αὐτῶν.

Κανὼν Μ´

Ὅτι οὐ δεῖ ἐπισκόπους καλουμένους εἰς σύνοδον καταφρονεῖν, ἀλλ᾽ ἀπιέναι, καὶ διδάσκειν, ἢ διδάσκεσθαι, εἰς κατόρθωσιν τῆς ἐκκλησίας καὶ τῶν λοιπῶν. Εἰ δὲ καταφρονήσειεν ὁ τοιοῦτος, ἐαυτὸν αἰτιάσεται, παρεκτὸς εἰ μὴ δι᾽ ἀνωμαλίαν ἀπολιμπάνοιτο.

Κανὼν ΜΑ´

Ὅτι οὐ δεῖ ἱερατικὸν ἢ κληρικὸν ἄνευ κελεύσεως ἐπισκόπου ὁδεύειν.

Κανὼν ΜΒ´

Ὅτι οὐ δεῖ ἱερατικούς, ἢ κληρικοὺς ἄνευ κανονικῶν γραμμάτων ὁδεύειν.

Κανὼν ΜΓ´

Ὅτι οὐ δεῖ ὑπηρέτας, κἂν βραχύ, τὰς θύρας ἐγκαταλείπειν, καὶ τῇ εὐχῇ σχολάζειν.

Κανὼν ΜΔ´

Ὅτι οὐ δεῖ γυναῖκας ἐν τῷ θυσιαστηρίῳ εἰσέρχεσθαι.

Κανὼν ΜΕ´

Ὅτι οὐ δεῖ μετὰ δυὸ ἑβδομάδας τῆς Τεσσαρακοστῆς δέχεσθαι εἰς τὸ φώτισμα.

Κανὼν ΜΣΤ´

Ὅτι δεῖ τοὺς φωτιζομένους τὴν πίστιν ἐκμανθάνειν, καὶ τῇ πέμπτῃ της ἑβδομάδος ἀπαγγέλειν τῷ ἐπισκόπῳ ἢ τοῖς πρεσβυτέροις.

Κανὼν ΜΖ´

Ὅτι δεῖ τοὺς ἐν νόσῳ παραλαμβάνοντας τὸ φώτισμα, καὶ εἶτα ἀναστάντας, ἐκμανθάνειν τὴν πίστιν, καὶ γινώσκειν, ὅτι θείας δωρεᾶς κατηξιώθησαν.

Κανὼν ΜΗ´

Ὅτι δεῖ τοὺς φωτιζομένους μετὰ τὸ βάπτισμα χρίεσθαι χρίσματι ἐπουρανίῳ, καὶ μετόχους εἶναι τῆς βασιλείας τοῦ Χριστοῦ.

Κανὼν ΜΘ´

Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ ἄρτον προσφέρειν, εἰ μὴ ἐν Σαββάτῳ καὶ Κυριακῇ μόνον.

Κανὼν Ν´

Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ τῇ ὑστέρᾳ ἑβδομάδι τὴν πέμπτην λύειν, καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀτιμάζειν· ἀλλὰ δεῖ πᾶσαν τὴν Τεσσαρακοστὴν νηστεύειν ξηροφαγοῦντας.

Κανὼν ΝΑ´

Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ μαρτύρων γενέθλια ἐπιτελεῖν, ἀλλὰ τῶν ἁγίων μαρτύρων μνήμας ποιεῖν ἐν τοῖς σαββάτοις καὶ ταῖς Κυριακαῖς.

Κανὼν ΝΒ´

Ὅτι οὐ δεῖ ἐν τῇ Τεσσαρακοστῇ γάμους ἢ γενέθλια ἐπιτελεῖν.

Κανὼν ΝΓ´

Ὅτι οὐ δεῖ Χριστιανοὺς εἰς γάμους ἀπερχόμενους, βαλλίζειν, ἢ ὀρχεῖσθαι, ἀλλὰ σεμνῶς δειπνεῖν ἢ ἀριστᾷν, ὡς πρέπει Χριστιανοῖς.

Κανὼν ΝΔ´

Ὅτι οὐ δεῖ ἱερατικοὺς ἢ κληρικούς τινας θεωρίας θεωρεῖν ἐν γάμοις, ἢ δείπνοις, ἀλλά, πρὸ τοῦ εἰσέρχεσθαι τοὺς θυμελικούς, ἐγείρεσθαι αὐτοὺς καὶ ἀναχωρεῖν.

Κανὼν ΝΕ´

Ὅτι οὐ δεῖ ἱερατικοὺς ἢ κληρικοὺς ἐκ συμβολῆς συμπόσια ἐπιτελεῖν, ἀλλ᾽ οὐδὲ λαϊκούς.

Κανὼν ΝΣΤ´

Ὅτι οὐ δεῖ πρεσβυτέρους πρὸ τῆς εἰσόδου τοῦ ἐπισκόπου εἰσιέναι καὶ καθέζεσθαι ἐν τῷ βημάτι, ἀλλὰ μετὰ τοῦ ἐπισκόπου εἰσιέναι· πλὴν εἰ μὴ ἀνωμαλοίη ἢ ἀποδημοῖ ὁ ἐπίσκοπος.

Κανὼν ΝΖ´

Ὅτι οὐ δεῖ ἐν ταῖς κώμαις καὶ ἐν ταῖς χώραις καθίστασθαι ἐπισκόπους, ἀλλὰ περιοδευτάς· τοὺς μέν τοι ἤδη προκατασταθέντας, μηδὲν πράττειν ἄνευ γνώμης τοῦ ἐπισκόπου τοῦ ἐν τῇ πόλει· ὡσαύτως δὲ καὶ τοὺς πρεσβυτέρους μηδὲν πράττειν ἄνευ τῆς γνώμης τοῦ ἐπισκόπου.

Κανὼν ΝΗ´

Ὅτι οὐ δεῖ ἐν τοῖς οἴκοις προσφορὰν γίνεσθαι παρὰ ἐπισκόπων ἢ πρεσβυτέρων.

Κανὼν ΝΘ´

Ὅτι οὐ δεῖ ἰδιωτικοὺς ψαλμοὺς λέγεσθαι ἐν τῇ ἐκκλησίᾳ, οὐδὲ ἀκανόνιστα βιβλία, ἀλλὰ μόνα τὰ κανονικὰ τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης.

Κανὼν Ξ´

Ὅσα δεῖ βιβλία ἀναγινώσκεσθαι τῆς Παλαιᾶς Διαθήκης· α´ Γένεσις κόσμου· β´ Ἔξοδος ἐξ Αἰγύπτου· γ´ Λευϊτικόν· δ´ Ἀριθμοί· ε´ Δευτερονόμιον· ς´ Ἰησοῦς τοῦ Ναυῆ· ζ´ Κριταί, Ῥούθ· η´ Ἐσθήρ· θ´ Βασιλειῶν πρώτη καὶ δευτέρα· ι´ Βασιλειῶν τρίτη καὶ τετάρτη· ια´ Παραλειπομένων πρῶτον καὶ δεύτερον· ιβ´ Ἔσδρας πρῶτον καὶ δεύτερον· ιγ´ Βίβλος Ψαλμῶν ρν´· ιδ´ Παροιμίαι Σολομῶντος· ιε´ Ἐκκλησιαστής· ις´ Ἆσμα ᾀσμάτων· ιζ´ Ἰώβ· ιη´ Δωδεκαπρόφητον· ιθ´ Ἡσαΐας· κ´ Ἱερεμίας καὶ Βαρούχ, Θρῆνοι καὶ ἐπιστολαί· κα´ Ἰεζεκιήλ· κβ´ Δανιήλ. Τὰ δὲ τῆς Καινῆς Διαθήκης ταῦτα· Εὐαγγέλια τέσσαρα, κατὰ Ματθαῖον, κατὰ Μάρκον, κατὰ Λουκᾶν, κατὰ Ἰωάννην· Πράξεις Ἀποστόλων· Ἐπιστολαὶ καθολικαὶ ἑπτά, Ἰακώβου μία, Πέτρου δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία· Ἐπιστολαὶ Παύλου δεκατέσσαρες· πρὸς Ρωμαίους μία, πρὸς Κορινθίους δύο, πρὸς Γαλάτας μία, πρὸς Ἐφεσίους μία, πρὸς Φιλιππησίους μία, πρὸς Κολοσσαεῖς μία, πρὸς Θεσσαλονικεῖς δύο, πρὸς Ἑβραίους μία, πρὸς Τιμόθεον δύο, πρὸς Τίτον μία, καὶ πρὸς Φιλήμονα μία.

___________________________________________________________

Κανόνες τῆς ἐν Σαρδικῇ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Σαρδικῇ τῆς Ἰλλυρίας (343 ἢ 347 μ.Χ.)

Κανὼν Α´

Ὅσιος Ἐπίσκοπος πόλεως Κορδούης εἶπεν· Οὐ τοσοῦτον ἡ φαύλη συνήθεια, ὅσον ἡ βλαβερωτάτη τῶν πραγμάτων διαφθορά, ἐξ αὐτῶν τῶν θεμελίων ἐστὶν ἐκριζωτέα, ἵνα μηδενὶ τῶν ἐπισκόπων ἐξῇ ἀπὸ πόλεως μικρᾶς εἰς ἑτέραν πόλιν μεθίστασθαι. Ἡ γὰρ τῆς αἰτίας ταύτης πρόφασις φανερά, δι᾽ ἣν τὰ τοιαῦτα ἐπιχειρεῖται. Οὐδεὶς γὰρ πώποτε εὑρεθῆναι ἐπισκόπων δεδύνηται, ὃς ἀπὸ μείζονος πόλεως εἰς ἐλαχιστοτέραν πόλιν ἐσπούδασε μεταστῆναι· ὅθεν συνέστηκε διαπύρῳ πλεοναξίας τρόπῳ ὑπεκκαίεσθαι τοὺς τοιούτους, καὶ μᾶλλον τῇ ἀλαζονείᾳ δουλεύειν, ὅπως ἐξουσίαν δοκοῖεν μείζονα κεκτῆσθαι. Εἰ πᾶσι τοίνυν τοῦτο ἀρέσκει, ὥστε τὴν τοιαύτην σκαιότητα αὐστηρότερον ἐκδικηθῆναι, ἡγοῦμαι γὰρ μηδὲ λαϊκῶν ἔχειν τοὺς τοιούτους χρῆναι κοινωνίαν. Ἅπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει πᾶσιν.

Κανὼν B´

Ὅσιος ἐπίσκοπος εἶπεν· Εἰ δέ τις τοιοῦτος εὑρίσκοιτο μανιώδης ἢ τολμηρός, ὡς περὶ τῶν τοιούτων δόξαι τινὰ φέρειν παραίτησιν, διαβεβαιούμενον ἀπὸ τοῦ πλήθους ἑαυτὸν κεκομίσθαι γράμματα, δῆλόν ἐστιν, ὀλίγους τινὰς δεδυνῆσθαι, μισθῷ καὶ τιμήματι διαφθαρέντας, ἐν τῇ ἐκκλησίᾳ στασιάζειν, ὡς δῆθεν τὸν αὐτὸν ἔχειν ἐπίσκοπον ἀξιοῦντας. Καθάπαξ οὖν τὰς τοιαύτας ῥᾳδιουργίας καὶ τέχνας οὐ δεκτέας, ἀλλὰ μᾶλλον κολαστέας εἶναι νομίζω, ὥστε μηδένα τοιοῦτον μηδὲ ἐν τῷ τέλει λαϊκῆς γοῦν ἀξιοῦσθαι κοινωνίας. Εἰ τοίνυν ἀρέσκει ἡ γνώμη αὕτη, ἀποκρίνασθε. Ἀπεκρίναντο· Τὰ λεχθέντα ἤρεσεν.

Κανὼν Γ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο προστεθῆναι ἀναγκαῖον, ἵνα μηδεὶς ἐπισκόπων ἀπὸ τῆς ἑαυτοῦ ἐπαρχίας εἰς ἑτέραν ἐπαρχίαν, ἐν ᾗ τυγχάνουσιν ὄντες ἐπίσκοποι, διαβαίνοι, εἰ μή τοι παρὰ τῶν ἀδελφῶν τῶν ἑαυτοῦ κληθείη· διὰ τὸ μὴ δοκεῖν ἡμᾶς τὰς τῆς ἀγάπης ἀποκλείειν πύλας. Καὶ τοῦτο δὲ ὡσαύτως προνοητέον, ὥστε, ἐὰν ἔν τινι ἐπαρχίᾳ ἐπισκόπων τις ἄντικρυς ἀδελφοῦ ἑαυτοῦ καὶ συνεπισκόπου πρᾶγμα σχοίη, μηδένα ἕτερον ἐκ τούτων ἀπὸ ἑτέρας ἐπαρχίας ἐπισκόπους ἐπιγνώμονας ἐπικαλεῖσθαι. Εἰ δὲ ἆρά τις ἐπισκόπων ἔν τινι πράγματι δόξῃ κατακρίνεσθαι, καὶ ὑπολαμβάνει ἑαυτὸν μὴ σαθρὸν ἀλλὰ καλὸν ἔχειν τὸ πρᾶγμα, ἵνα καὶ αὖθις ἡ κρίσις ἀνανεωθῇ, εἰ δοκεῖ ὑμῶν τῇ ἀγάπῃ, Πέτρου τοῦ Ἀποστόλου τὴν μνήμην τιμήσωμεν, καὶ γραφῆναι παρὰ τούτων τῶν κρινάντων Ἰουλίῳ τῷ ἐπισκόπῳ Ῥώμης, ὥστε διὰ τῶν γειτνιώντων τῇ ἐπαρχίᾳ ἐπισκόπων, εἰ δέοι, ἀνανεωθῆναι τὸ δικαστήριον, καὶ ἐπιγνώμονας αὐτὸς παράσχοι. Εἰ δὲ μὴ συστῆναι δύναται τοιοῦτον αὐτοῦ εἶναι τὸ πρᾶγμα, ὡς παλινδικίας χρῄζειν, τὰ ἅπαξ κεκριμένα μὴ ἀναλύεσθαι, τὰ δὲ ὄντα, βέβαια τυγχάνειν.

Κανὼν Δ´

Γαυδέντιος ἐπίσκοπος εἶπεν· Ἐάν τις ἐπίσκοπος καθαιρεθῇ τῇ κρίσει τῶν ἐπισκόπων τῶν ἐν γειτνίᾳ τυγχανόντων, καὶ φάσκῃ πάλιν ἑαυτῷ ἀπολογίας πρᾶγμα ἐπιβάλλειν, μὴ πρότερον εἰς τὴν καθέδραν αὐτοῦ ἕτερον ὑποκαταστῆναι, ἐὰν μὴ ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐπιγνούς, περὶ τούτου ὅρον ἐξενέγκῃ.

Κανὼν Ε´

Ὅσιος ἐπίσκοπος εἶπεν· Ἤρεσεν, ἵν᾽ εἴ τις ἐπίσκοπος καταγγελθείη, καὶ συναθροισθέντες οἱ ἐπίσκοποι τῆς ἐνορίας τῆς αὐτῆς, τοῦ βαθμοῦ αὐτὸν ἀποκινήσωσι, καὶ ὅς περ ἐκκαλεσάμενος καταφύγῃ ἐπὶ τὸν μακαριώτατον τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον, καὶ βουληθείη αὐτοῦ διακοῦσαι, δίκαιόν τε εἶναι νομίσῃ ἀνανεώσασθαι αὐτοῦ τὴν ἐξέτασιν τοῦ πράγματος, γράφειν τούτοις τοῖς ἐπισκόποις καταξιώσῃ τοῖς ἀγχιστεύουσι τῇ ἐπαρχίᾳ, ἵνα αὐτοὶ ἐπιμελῶς καὶ μετὰ ἀκριβείας ἕκαστα διερευνήσωσι, καὶ κατὰ τὴν τῆς ἀληθείας πίστιν, ψῆφον περὶ τοῦ πράγματος ἐξενέγκωσιν. Εἰ δέ τις ἀξιῶν καὶ πάλιν αὐτοῦ τὸ πρᾶγμα ἀκουσθῆναι, καὶ τῇ δεήσει τῇ ἑαυτοῦ τὸν Ῥωμαίων ἐπίσκοπον κρίνειν δόξῃ, ἀπὸ τοῦ ἰδίου πλευροῦ πρεσβυτέρους ἀποστεῖλοι, ἵνα ᾖ ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τοῦ ἐπισκόπου, ὅπερ ἂν καλῶς ἔχειν δοκιμάσῃ καὶ ὁρίσῃ δεῖν, ἀποσταλῆναι τοὺς μετὰ τῶν ἐπισκόπων κρινοῦντας, ἔχοντάς τε τὴν αὐθεντίαν τούτου, παρ᾽ οὗ ἀπεστάλησαν· καὶ τοῦτο θετέον. Εἰ δὲ ἐξαρκεῖν νομίζοι πρὸς τὴν τοῦ πράγματος ἐπίγνωσιν καὶ ἀπόφασιν τοῦ ἐπισκόπου, ποιήσει ὅπερ ἂν τῇ ἐμφρονεστάτῃ αὐτοῦ βουλῇ καλῶς ἔχειν δόξῃ. Ἀπεκρίναντο οἱ ἐπίσκοποι· τὰ λεχθέντα ἤρεσεν.

Κανὼν ΣΤ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Ἐὰν συμβῇ ἐν μιᾷ ἐπαρχίᾳ, ἐν ᾗ πλεῖστοι ἐπίσκοποι τυγχάνουσιν, ἕνα ἐπίσκοπον ἀπομεῖναι, κἀκεῖνος κατά τινα ἀμέλειαν μὴ βουληθῇ συνελθεῖν καὶ συναινέσαι τῇ καταστάσει τῶν ἐπισκόπων, τὰ δὲ πλήθη συναθροισθέντα παρακαλοῖεν γίνεσθαι τὴν κατάστασιν τοῦ παρ᾽ αὐτῶν ἐπιζητούμενου ἐπισκόπου, χρὴ πρότερον ἐκεῖνον τὸν ἐναπομείναντα ἐπίσκοπον ὑπομιμνήσκεσθαι διὰ γραμμάτων τοῦ ἐξάρχου τῆς ἐπαρχίας, (λέγω δὴ τοῦ ἐπισκόπου τῆς μητροπόλεως), ὅτι ἀξιοῖ τὰ πλήθη ποιμένα αὐτοῖς δοθῆναι· ἡγοῦμαι καλῶς ἔχειν καὶ τοῦτον ἐκδέχεσθαι, ἵνα παραγένηται. Εἰ δὲ μὴ διὰ γραμμάτων ἀξιωθεὶς παραγένηται, μήτε μὴν ἀντιγράφοι, τὸ ἱκανὸν τῇ βουλήσει τοῦ πλήθους χρὴ γενέσθαι. Χρὴ δὲ μετακαλεῖσθαι καὶ τοὺς ἀπὸ τῆς πλησιοχώρου ἐπαρχίας ἐπισκόπους, πρὸς τὴν κατάστασιν τοῦ τῆς μητροπόλεως ἐπισκόπου. Μὴ ἐξεῖναι δὲ ἁπλῶς καθιστᾷν ἐπίσκοπον ἐν κώμῃ τινὶ ἢ βραχείᾳ πόλει, ᾗ τινι καὶ εἷς μόνος πρεσβύτερος ἐπαρκεῖ· οὐκ ἀναγκαῖον γὰρ ἐπισκόπους ἐκεῖσε καθίστασθαι, ἵνα μὴ κατευτελίζηται τὸ τοῦ ἐπισκόπου ὄνομα καὶ ἡ αὐθεντία. Ἀλλ᾽ οἱ τῆς ἐπαρχίας, ὡς προεῖπον, ἐπίσκοποι ἐν ταύταις ταῖς πόλεσι καθιστᾷν ἐπισκόπους ὀφείλουσιν, ἔνθα καὶ πρότερον ἐτύγχανον γεγονότες ἐπίσκοποι. Εἰ δὲ εὑρίσκοιτο οὕτω πληθύνουσά τις ἐν πολλῷ ἀριθμῷ λαοῦ πόλις, ὡς ἀξίαν αὐτὴν καὶ ἐπισκοπῆς νομίζεσθαι, λαμβανέτω. Εἰ πᾶσιν ἀρέσκει τοῦτο; Ἀπεκρίναντο πάντες· Ἀρέσκει.

Κανὼν Ζ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Ἡ ἀκαιρία ἡμῶν, καὶ ἡ πολλὴ συνέχεια, καὶ αἱ ἄδικοι ἀξιώσεις πεποιήκασιν ἡμᾶς μὴ τοσαύτην ἔχειν χάριν καὶ παῤῥησίαν, ὅσην ὀφείλομεν κεκτῆσθαι. Πολλοὶ γὰρ τῶν ἐπισκόπων οὐ διαλείπουσιν εἰς τὸ στρατόπεδον παραγινόμενοι, καὶ μάλιστα οἱ Ἄφροι· οἵτινες, καθὼς ἔγνωμεν παρὰ τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν καὶ συνεπισκόπου Γράτου, τὰς σωτηριώδεις συμβουλὰς οὐ παραδέχονται, ἀλλὰ καταφρονοῦσιν οὕτως, ὡς ἕνα ἄνθρωπον εἰς τὸ στρατόπεδον πλείστας καὶ διαφόρους, καὶ μὴ δυναμένας ὠφελῆσαι τὰς ἐκκλησίας, δεήσεις διακομίζειν, καὶ μή, ὡς ὀφείλει γίνεσθαι, καὶ ὡς προσῆκόν ἐστι, τοῖς πένησι καὶ τοῖς λαϊκοῖς, ἢ ταῖς χήραις συναίρεσθαι καὶ ἐπικουρεῖν, ἀλλὰ κοσμικὰ ἀξιώματα καὶ πράξεις περινοεῖν τισιν. Αὕτη τοίνυν ἡ σκαιότης τὸν θραυσμὸν οὐκ ἄνευ σκανδάλου τινὸς ἡμῖν καὶ καταγνώσεως προξενεῖ. Πρεπωδέστερον δὲ εἶναι ἐνόμισα, ἐπίσκοπον τὴν ἑαυτοῦ βοήθειαν παρέχειν ἐκείνῳ, ὅστις ἂν ὑπό τινος βιάζηται, ἢ εἴ τις τῶν χηρῶν ἀδικοῖτο, ἢ αὖ πάλιν ὀρφανός τις ἀποστεροῖτο τῶν αὐτῷ προσηκόντων, εἶπερ ἄρα καὶ ταῦτα τὰ ὀνόματα δικαίαν ἔχει τὴν ἀξίωσιν. Εἰ τοίνυν, ἀγαπητοὶ ἀδελφοί, πᾶσι τοῦτο δοκεῖ, ἐπικρίνατε, μηδένα ἐπίσκοπον χρῆναι εἰς τὸ στρατόπεδον παραγίνεσθαι, παρεκτὸς τούτων, οὓς ἂν ὁ εὐσεβέστατος βασιλεὺς ἡμῶν τοῖς ἑαυτοῦ γράμμασι μετακαλοῖτο. Ἀλλ᾽ ἐπειδὴ πολλάκις συμβαίνει τινὰς οἴκτου δεομένους, καταφυγεῖν ἐπὶ τὴν ἐκκλησίαν, διὰ τὰ ἑαυτῶν ἁμαρτήματα εἰς περιορισμόν, ἢ νῆσον καταδικασθέντας, ἢ δ᾽ αὖ πάλιν οἱᾳδηποτοῦν ἀποφάσει ἐκδεδομένους, τοῖς τοιούτοις μὴ ἀρνητέαν εἶναι τὴν βοήθειαν, ἀλλὰ χωρὶς μελλησμοῦ καὶ ἄνευ τοῦ διστάσαι τοῖς τοιούτοις αἰτεῖσθαι συγχώρησιν. Εἰ τοίνυν καὶ τοῦτο ἀρέσκει, σύμψηφοι γίνεσθε ἅπαντες. Ἀπεκρίναντο ἅπαντες· Ὁριζέσθω καὶ τοῦτο.

Κανὼν Η´

Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο ἡ ἀγχίνοια ὑμῶν κρινάτω, ἵν᾽ ἐπειδὴ ἔδοξε, διὰ τὸ μὴ πίπτειν ὑπὸ κατάγνωσίν τινα τῶν ἐπισκόπων ἀφικνούμενον εἰς τὸ στρατόπεδον, εἴ τινες αὐτῶν τοιαύτας ἔχοιεν δεήσεις, οἵων ἐπάνω ἐπεμνήσθημεν διὰ ἰδίου διακόνου ἀποστέλλοιεν. Τοῦ γὰρ ὑπηρέτου τὸ πρόσωπον οὐκ ἐπίφθονον τυγχάνει, καὶ τὰ παρασχεθησόμενα θᾶττον διακομισθῆναι δυνήσεται. Ἀπεκρίναντο πάντες· Καὶ τοῦτο ὁριζέσθω.

Κανὼν Θ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο ἀκόλουθον εἶναι νομίζω, ἵνα εἰ ἐν οἱᾳδηποτοῦν ἐπαρχίᾳ ἐπίσκοποι πρὸς ἀδελφὸν καὶ συνεπίσκοπον ἑαυτῶν ἀποστέλλοιεν δεήσεις, ὁ ἐν τῇ μείζονι τυγχάνων πόλει, τοὐτέστι τῇ μητροπόλει, αὐτὸς καὶ τὸν διάκονον αὐτοῦ καὶ τὰς δεήσεις ἀποστέλλοι, παρέχων αὐτῷ καὶ συστατικὰς ἐπιστολάς, γράφων δηλονότι κατὰ ἀκολουθίαν καὶ πρὸς τοὺς συναδελφοὺς καὶ συνεπισκόπους ἡμῶν, οἵτινες ἐν ἐκεῖνῳ τῷ καιρῷ ἐν τοῖς τόποις ἢ ἐν ταῖς πόλεσι διάγοιεν, ἐν αἷς ὁ εὐσεβέστατος βασιλεὺς τὰ δημόσια πράγματα διακυβερνᾷ. Εἰ δὲ ἔχοι τις τῶν ἐπισκόπων φίλους ἐν τῇ αὐλῇ τοῦ παλατίου, καὶ βούλοιτο περί τινος, ὅπερ πρεπωδέστατον εἴη ἀξιῶσαι, μὴ κωλύοιτο διὰ τοῦ ἑαυτοῦ διακόνου καὶ ἀξιῶσαι καὶ ἐντείλασθαι τούτοις, οὕς τε τὴν αὐτῶν ἀγαθὴν βοήθειαν ἀξιοῦντι αὐτῷ παρέχειν ἡγοῖτο. Οἱ δὲ εἰς Ῥώμην παραγινόμενοι, καθὼς προείρηκα, τῷ ἀγαπητῷ ἡμῶν ἀδελφῷ καὶ συνεπισκόπῳ Ἰουλίῳ, τὰς δεήσεις, ἃς ἔχοιεν διδόναι, ὀφείλουσι παρέχειν, ἵνα πρότερος αὐτὸς δοκιμάζῃ, εἰ μή τινες ἐξ αὐτῶν ἀναισχυντοῖεν, καὶ οὕτω τὴν ἑαυτοῦ προστασίαν καὶ φροντίδα παρέχων εἰς τὸ στρατόπεδον αὐτοὺς ἀποστέλλοι. Ἅπαντες οἱ ἐπίσκοποι ἀπεκρίναντο, ἀρέσκειν αὐτοῖς, καὶ πρεπωδεστάτην εἶναι τὴν συμβουλὴν ταύτην.

Κανὼν Ι´

Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο ἀναγκαῖον εἶναι νομίζω, ἵνα μετὰ πάσης ἀκριβείας καὶ ἐπιμελείας ἐξετάζοιτο, ὥστε ἐάν τις πλούσιος, ἢ σχολαστικὸς ἀπὸ τῆς ἀγορᾶς ἀξιοῖτο ἐπίσκοπος γίνεσθαι, μὴ πρότερον καθίστασθαι, ἐὰν μὴ καὶ ἀναγνώστου, καὶ διακόνου καὶ πρεσβυτέρου ὑπηρεσίαν ἐκτέλεσῃ, ἵνα καθ᾽ ἕκαστον βαθμόν, ἐάν περ ἄξιος νομισθείη, εἰς τὴν ἁψίδα τῆς ἐπισκοπῆς κατὰ προκοπὴν διαβῆναι δυνηθείη. Ἕξει δὲ ἑκάστου τάγματος ὁ βαθμὸς οὐκ ἐλαχίστου δηλονότι χρόνου μῆκος, δι᾽ οὗ ἡ πίστις αὐτοῦ, καὶ ἡ τῶν τρόπων καλοκἀγαθία, καὶ ἡ στεῤῥότης, καὶ ἡ ἐπιείκεια, γνώριμος γενέσθαι δυνήσεται· καὶ αὐτὸς ἄξιος τῆς θείας ἱερωσύνης νομισθεὶς τῆς μεγίστης ἀπολαύσει τιμῆς. Οὔτε γὰρ προσῆκόν ἐστιν, οὔτε ἡ ἐπιστήμη, οὔτε ἡ ἀγαθὴ ἀναστροφὴ ἐπιδέχεται, τολμηρῶς καὶ κούφως ἐπὶ τούτῳ ἰέναι, ὥστε ἢ ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον προχείρως καθίστασθαι· οὕτω γὰρ ἂν εἰκότως νεόφυτος νομισθείη· ἐπειδὴ μάλιστα καὶ ὁ μακαριώτατος Ἀπόστολος, ὃς καὶ τῶν ἐθνῶν ἐγένετο διδάσκαλος, φαίνεται κωλύσας ταχείας γίνεσθαι τὰς καταστάσεις· τοῦ γὰρ μηκίστου χρόνου ἡ δοκιμασία, τὴν ἀναστροφήν, καὶ τὸν ἑκάστου τρόπον οὐκ ἀπεικότως ἐκτυποῦν δυνήσεται. Ἅπαντες εἶπον ἀρέσκειν αὐτοῖς, καὶ καθάπαξ μὴ δεῖν ἀνατρέπειν ταῦτα.

Κανὼν ΙΑ´

Ὅσιος ἐπίσκοπος, εἶπεν· Καὶ τοῦτο δὲ ὁρίσαι ὀφείλομεν, ἵνα ἐπίσκοπος, ὅταν ἐξ ἑτέρας πόλεως παραγίνηται εἰς ἑτέραν πόλιν, ἢ ἀπὸ ἑτέρας ἐπαρχίας εἰς ἑτέραν ἐπαρχίαν, κόμπου χάριν ἐγκωμίοις οἰκείοις ὑπηρετούμενος, ἢ θρησκείας καθοσιώσει, καὶ πλείονα χρόνον βούλοιτο διάγειν, καὶ μὴ ὁ τῆς πόλεως ἐκείνης ἐπίσκοπος ἔμπειρος ᾖ διδασκαλίας, μὴ καταφρονῇ ἐκείνου, καὶ συνεχέστερον ὁμιλῇ, καταισχύνειν καὶ κατευτελίζειν τὸ πρόσωπον τοῦ αὐτόθι ἐπισκόπου σπουδάζων· αὕτη γὰρ ἡ πρόφασις εἴωθε ταράχους ποιεῖν· καὶ ἐκ τῆς τοιαύτης πανουργίας τὴν ἀλλοτρίαν καθέδραν ἑαυτῷ προμνηστεύεσθαι καὶ παρασπᾶσθαι σπουδάζῃ, μὴ διστάζων τὴν αὐτῷ παραδοθεῖσαν ἐκκλησίαν καταλιμπάνειν, καὶ εἰς ἑτέραν μεθίστασθαι. Ὁριστέον τοίνυν ἐπὶ τούτῳ χρόνον, ἐπειδὴ καὶ τὸ μὴ ὑποδέχεσθαι ἐπίσκοπον τῶν ἀπανθρώπων καὶ σκαιῶν εἶναι νενόμισται. Μέμνησθε δὲ ἐν τῷ προάγοντι χρόνῳ τοὺς Πατέρας ἡμῶν κεκρικέναι, ἵνα, εἴ τις λαϊκὸς ἐν πόλει διάγων τρεῖς Κυριακὰς ἡμέρας ἐν τρισὶν ἑβδομάσι μὴ συνέρχοιτο, ἀποκινοῖτο τῆς κοινωνίας. Εἰ τοίνυν περὶ τῶν λαϊκῶν τοῦτο τεθέσπισται, οὐ χρή, οὐδὲ πρέπει, ἀλλ᾽ οὐδὲ συμφέρει ἐπίσκοπον, εἰ μηδεμίαν βαρυτέραν ἀνάγκην ἔχοι, ἢ πρᾶγμα δυσχερές, ἐπὶ πλεῖστον ἀπολείπεσθαι τῆς ἑαυτοῦ ἐκκλησίας, καὶ λυπεῖν τὸν ἐμπεπιστευμένον αὐτῷ λαόν. Ἅπαντες οἱ ἐπίσκοποι εἰρήκασι· Καὶ ταύτην τὴν γνώμην σφόδρα εἶναι πρεπωδεστάτην ὁριζόμεθα.

Κανὼν ΙΒ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ οὐδέν ἐστι παραλειπτέον, καὶ τοῦτο ὁρισθήτω. Τινὲς τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἐν ταῖς πόλεσιν, ἐν αἷς ἐπίσκοποι καθίστανται, δοκοῦσι κεκτῆσθαι σφόδρα ὀλίγα ὑπάρχοντα ἴδια, ἐν ἑτέροις δὲ τόποις κτήσεις μεγάλας, ἐξ ὧν καὶ ἐπικουρεῖν δυνατοί εἰσι τοῖς πένησιν. Οὕτως οὖν αὐτοῖς συγχωρητέον εἶναι κρίνω, ἵνα, εἰ μέλλοιεν εἰς τὰς ἑαυτῶν παραγίνεσθαι κτήσεις, καὶ τὴν συγκομιδὴν τῶν καρπῶν ποιεῖσθαι, τρεῖς Κυριακὰς ἡμέρας, τουτέστι τρεῖς ἑβδομάδας, ἐν τοῖς ἑαυτῶν κτήμασιν αὐτοὺς διάγειν, καὶ ἐν τῇ ἀγχιστευούσῃ ἐκκλησίᾳ ἐν ᾗ πρεσβύτερος συνάγοι, ὑπέρ τοῦ μὴ χωρὶς συνελεύσεως αὐτὸν δοκεῖν εἶναι, συνέρχεσθαι, καὶ λειτουργεῖν, καὶ μὴ συνεχέστερον εἰς τὴν πόλιν, ἐν ᾗ ἐστιν ἐπίσκοπος, παραγίγνοιτο· τοῦτον γὰρ τὸν τρόπον καὶ τὰ οἰκεῖα αὐτοῦ πράγματα παρὰ τὴν αὐτοῦ ἀπουσίαν οὐδεμίαν ὑπομενεῖ ζημίαν, καὶ τὸ τῆς ἀλαζονείας καὶ τοῦ τύφου ἐκκλίνειν δόξει ἔγκλημα. Ἅπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει καὶ αὕτη ἡ διατύπωσις.

Κανὼν ΙΓ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο πᾶσιν ἀρεσάτω, ἵνα εἴτε διάκονος, εἴτε πρεσβύτερος, ἢ καί τις τῶν κληρικῶν ἀκοινώνητος γένηται, καὶ πρὸς ἕτερον ἐπίσκοπον τὸν εἰδότα αὐτὸν καταφύγοι, γινώσκοντα ἀποκεκινῆσθαι αὐτὸν τῆς κοινωνίας παρὰ τοῦ ἰδίου ἐπισκόπου, μὴ χρῆναι τῷ ἐπισκόπῳ καὶ ἀδελφῷ αὐτοῦ ὕβριν ποιοῦντα, παρέχειν αὐτῷ κοινωνίαν. Εἰ δὲ τολμήσοι τοῦτο ποιῆσαι, γινωσκέτω, συνελθόντων ἐπισκόπων, ἀπολογίᾳ ἑαυτὸν ὑπεύθυνον καθεστᾶναι. Ἅπαντες οἱ ἐπίσκοποι εἶπον· Αὕτη ἡ κρίσις καὶ τὴν εἰρήνην πάντοτε διαφυλάξει, καὶ διατηρήσει τὴν πάντων ὁμόνοιαν.

Κανὼν ΙΔ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Τὸ δὲ πάντοτέ μὲ κινοῦν ἀποσιωπῆσαι οὐκ ὀφείλω. Εἴ τις ἐπίσκοπος ὀξύχολος εὑρίσκοιτο, ὅπερ οὐκ ὀφείλει ἐν τοιούτῳ ἀνδρὶ πολιτεύεσθαι, καὶ τραχέως ἀντικρὺ πρεσβυτέρου ἢ διακόνου κινηθείς, ἐκβαλεῖν ἐκκλησίας αὐτὸν ἐθελήσοι, προνοητέον ἐστὶ μὴ ἀθρόον τὸν τοιοῦτον κατακρίνεσθαι, καὶ τῆς κοινωνίας ἀποστερεῖσθαι. Πάντες ἐπίσκοποι εἰρήκασιν· Ὁ ἐκβαλλόμενος ἐχέτω ἐξουσίαν ἐπὶ τὸν ἐπίσκοπον τῆς μητροπόλεως τῆς αὐτῆς ἐπαρχίας καταφυγεῖν· εἰ δὲ ὁ τῆς μητροπόλεως ἄπεστιν, ἐπὶ τὸν πλησιόχωρον κατατρέχειν, καὶ ἀξιοῦν, ἵνα μετὰ ἀκριβείας αὐτοῦ ἐξετάζηται τὸ πρᾶγμα· οὐ γάρ χρὴ μὴ ὑπέχειν τὰς ἀκοὰς τοῖς ἀξιοῦσιν. Κἀκεῖνος δὲ ὁ ἐπίσκοπος, ὁ δικαίως ἢ ἀδίκως ἐκβαλών τὸν τοιοῦτον, γενναίως φέρειν ὀφείλει, ἵνα ἡ ἐξέτασις τοῦ πράγματος γένηται, καὶ ἢ κυρωθῇ αὐτοῦ ἡ ἀπόφασις, ἢ διορθώσεως τύχῃ. Πρὶν δὲ ἐπιμελῶς καὶ μετὰ πίστεως ἕκαστα ἐξετασθῇ, ὁ μὴ ἔχων τὴν κοινωνίαν πρὸ τῆς διαγνώσεως τοῦ πράγματος, ἑαυτῷ οὐκ ὀφείλει ἐκδικεῖν τὴν κοινωνίαν. Ἐὰν δέ, συνεληλυθότες τῶν κληρικῶν τινες, κατίδωσι τὴν ὑπεροψίαν καὶ τὴν ἀλαζονείαν αὐτοῦ, ἐπειδὴ οὐ προσῆκόν ἐστιν, ὕβριν, ἢ μέμψιν ἄδικον ὑπομένειν, πικροτέροις καὶ βαρυτέροις ῥήμασιν ἐπιστρέφειν τοῦτον ὀφείλουσιν, ἵνα τῷ τὰ πρέποντα κελεύοντι ὑπηρετῶνται, καὶ ὑπακούωσιν. Ὥσπερ γὰρ ὁ ἐπίσκοπος τοῖς ὑπηρέταις εἰλικρινῆ ὀφείλει τὴν ἀγάπην καὶ τὴν διάθεσιν παρέχειν, τὸν αὐτὸν τρόπον καὶ οἱ ὑποτεταγμένοι ἄδολα τοῖς ἐπισκόποις τὰ τῆς ὑπηρεσίας ἐκτελεῖν ὀφείλουσιν.

Κανὼν ΙΕ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Καὶ τοῦτο δὲ πάντες ὁρίσωμεν, ἵνα, εἴ τις ἐπίσκοπος ἐξ ἑτέρας παροικίας βουληθῇ, ἀλλότριον ὑπηρέτην, χωρὶς τῆς συγκαταθέσεως τοῦ ἰδίου ἐπισκόπου, εἴς τινα βαθμὸν καταστῆσαι, ἄκυρος καὶ ἀβέβαιος ἡ τοιαύτη κατάστασις νομίζοιτο. Εἴ τινες δ᾽ ἂν τοῦτο ἑαυτοῖς ἐπιτρέψειαν, παρὰ τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν καὶ ὑπομιμνήσκεσθαι καὶ διορθοῦσθαι ὀφείλουσιν. Ἅπαντες εἰρήκασι· Καὶ οὗτος ὁ ὅρος ἔσται ἀσάλευτος.

Κανὼν ΙΣΤ´

Ἀέτιος ἐπίσκοπος εἶπεν· Οὐκ ἀγνοεῖτε ὁποία καὶ πηλίκη τυγχάνει ἡ τῶν Θεσσαλονικέων μητρόπολις. Πολλάκις τοιγαροῦν εἰς αὐτὴν ἀπὸ ἑτέρων ἐπαρχιῶν πρεσβύτεροι καὶ διάκονοι παραγίνονται, καὶ οὐκ ἀρκούμενοι βραχέος διαγωγῇ χρόνου, ἐναπομένουσι, καὶ ἅπαντα τὸν χρόνον αὐτόθι ποιοῦντες διατελοῦσιν, ἢ μόλις μετὰ πλεῖστον χρόνον εἰς τὰς ἑαυτῶν ἐπανιέναι ἐκκλησίας ἀναγκάζονται· περὶ τούτων οὖν ὁριστέον. Ὅσιος ἐπίσκοπος εἶπεν· Οὗτοι οἱ ὅροι, οἱ καὶ ἐπὶ τῶν ἐπισκόπων ὡρισμένοι, φυλαττέσθωσαν καὶ ἐπὶ τούτων τῶν προσώπων.

Κανὼν ΙΖ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Ὑποβάλλοντος καὶ τοῦ ἀδελφοῦ ἡμῶν Ὀλυμπίου, καὶ τοῦτο ἤρεσεν, ἵνα, εἴ τις ἐπίσκοπος βίαν ὑπομείνας ἀδίκως ἐκβληθείη, ἢ διὰ τὴν ἐπιστήμην, ἢ διὰ τὴν ὁμολογίαν τῆς καθολικῆς ἐκκλησίας, ἢ διὰ τὴν τῆς ἀληθείας ἐκδικίαν, καὶ φεύγων τὸν κίνδυνον, ἀθῷος καὶ καθωσιωμένος ὤν, εἰς ἑτέραν ἔλθοι πόλιν, μὴ κωλυέσθω ἐκεῖ ἐπὶ τοσοῦτον διάγειν, ἕως ἂν ἐπανέλθῃ, ἢ τῆς ὕβρεως τῆς γεγενημένης αὐτῷ ἀπαλλαγὴν εὑρέσθαι δυνηθῇ· σκληρὸν γὰρ καὶ βαρύτατον, ἐλασίαν ἄδικον ὑπομεμενηκότα μὴ ὑποδέχεσθαι ὑφ᾽ ἡμῶν· πλείστῃ γὰρ καλοκαγαθίᾳ καὶ φιλοφρονήσει ὀφείλει παραδέχεσθαι ὁ τοιοῦτος. Ἅπαντες εἰρήκασιν· Ἤρεσε καὶ τοῦτο.

Κανὼν ΙΗ´

Γαυδέντιος ἐπίσκοπος εἶπεν· Οἶδας, ἀδελφέ Ἀέτιε, ὡς τὸ τηνικαῦτά ποτε κατασταθέντος σου ἐπισκόπου, ἡ εἰρήνη λοιπὸν ἐβράβευσεν· ἵνα μή τινα λείψανα διχονοίας περὶ τῶν ἐκκλησιαστικῶν ἐναπομείνῃ, ἔδοξε καὶ τοὺς παρὰ Μουσαίου κατασταθέντας, καὶ τοὺς παρὰ Εὐτυχιανοῦ, ἐπειδὴ αὐτῶν οὐδεμία αἰτία εὑρίσκοιτο, πάντας ὑποδεχθῆναι.

Κανὼν ΙΘ´

Ὅσιος ἐπίσκοπος εἶπεν· Τῆς ἐμῆς μετριότητος ἡ ἀπόφασίς ἐστιν αὕτη· Ἐπειδὴ ἥσυχοι καὶ ὑπομονητικοὶ ὀφείλομεν εἶναι, καὶ διαρκῆ τὸν πρὸς πάντας ἔχειν οἶκτον, ἅπαξ τοὺς εἰς κλῆρον ἐκκλησιαστικὸν προαχθέντας ὑπό τινων ἀδελφῶν ἡμῶν, ἐὰν μὴ βούλοιντο ἐπανέρχεσθαι εἰς ἃς κατωνομάσθησαν ἐκκλησίας, τοῦ λοιποῦ μὴ ὑποδέχεσθαι· Εὐτυχιανὸν δὲ μήτε ἐπισκόπου ἑαυτῷ διεκδικεῖν ὄνομα· ἀλλ᾽ οὐδὲ Μουσαῖον ὡς ἐπίσκοπον νομίζεσθαι· εἰ δὲ λαϊκὴν κοινωνίαν ἀπαιτοῖεν, μὴ χρῆναι αὐτοῖς ἀρνεῖσθαι. Πάντες εἶπον· Ἀρέσκει.

Κανὼν Κ´

Γαυδέντιος ἐπίσκοπος εἶπεν· Ταῦτα σωτηριωδῶς καὶ ἀκολούθως ὁρισθέντα, καὶ πρεπόντως τῇ ἐπιτιμίᾳ ἡμῶν τῶν ἱερέων, καὶ Θεῷ ἀρέσαντα καὶ ἀνθρώποις, τὴν δύναμιν καὶ τὴν ἰσχὺν ἑαυτῶν κατασχεῖν οὐ δυνήσονται, ἐὰν μὴ καὶ φόβος ταῖς ἐξενεχθείσαις ἀποφάσεσιν ἀκολουθήσῃ· ἴσμεν γὰρ καὶ αὐτοί, πλεονάκις διὰ τὴν ὀλίγων ἀναισχυντίαν τὸ θεῖον καὶ σεβασμιώτατον ὄνομα τῆς ἱερωσύνης εἰς κατάγνωσιν ἐληλυθέναι. Εἰ τοίνυν τις παρὰ τὰ πᾶσι δόξαντα τολμῆσοι, σπουδάζων τύφῳ μᾶλλον καὶ ἀλαζονείᾳ, ἢ τῷ Θεῷ ἀρέσαι, ἕτερόν τι διαπράξασθαι, ἤδη γινωσκέτω ἐγκλήματι ἀπολογίας ἑαυτὸν ὑπεύθυνον καθίστασθαι, καὶ τὴν τιμὴν καὶ τὸ ἀξίωμα τῆς ἐπισκοπῆς ἀποβάλλειν. Ἅπαντες ἀπεκρίναντο· Πρέπει καὶ ἀρέσκει ἡμῖν ἡ τοιαύτη γνώμη.

Κανὼν ΚΑ´

Καὶ τοῦτο δὲ ἐκεῖθεν μάλιστα γνώριμον γενήσεται, καὶ πληρωθήσεται, ἐὰν ἕκαστος ἡμῶν τῶν ἐν ταῖς παρόδοις, ἤγουν καναλίῳ, καθεστώτων ἐπισκόπων, θεασάμενος ἐπίσκοπον, ἐπιζητοίη τὴν αἰτίαν τῆς παρόδου, καὶ ποῦ τὴν πορείαν ποιεῖται· καὶ ἐὰν μὲν εὕρῃ αὐτὸν εἰς στρατόπεδον ἀπιόντα, ἐπιζητήσει τὰς αἱρέσεις τὰς ἐπάνω προκειμένας, κἂν κεκλημένος ἀφικνῆται, ἀπιόντι αὐτῷ μηδὲν ἐμπόδιον γίγνοιτο. Εἰ δὲ ἐπιδείξεως χάριν, καθὼς εἴρηται τῇ ὑμετέρᾳ ἀγάπῃ, ἢ διά τινων ἀξιώσεις σπουδάζοι ἐπὶ τὸ στρατόπεδον, μήτε τοῖς γράμμασιν αὐτοῦ ὑπογράφειν, μήτε κοινωνεῖν τῷ τοιούτῳ. Ἅπαντες εἶπον· Ὁριζέσθω καὶ τοῦτο.

__________________________________________________________

Κανόνες τῆς ἐν Καρθαγένῃ Τοπικῆς Συνόδου

Συνεκλήθη ἐν Καρθαγένῃ τῆς Ἀφρικῆς (419 μ.Χ.)

Κανὼν Α´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Ταῦτα οὕτω παρ᾽ ἡμῖν ἔχοντα, τὰ ἴσα τῶν ὁρισθέντων, ἅπερ τότε οἱ Πατέρες ἡμῶν ἐκ τῆς ἐν Νικαίᾳ συνόδου μεθ᾽ ἑαυτῶν κατήγαγον, ἦς τὸν τύπον φυλάττοντα τὰ ἑπόμενα καὶ ὁρισθέντα παρ᾽ ἡμῶν, βεβαιωθέντα φυλαχθῶσι.

Κανὼν B´

Σύμπασα ἡ σύνοδος εἶπε· Θέλοντος τοῦ Θεοῦ, ἴσῃ ὁμολογίᾳ ἡ ἐκκλησιαστικὴ πίστις, ἡ δι᾽ ἡμῶν παραδιδομένη, ἐν ταύτῃ τῇ ἐνδόξῳ συνελεύσει πρωτοτύπως ὁμολογητέα ἐστίν· ἔπειτα ἡ ἐκκλησιαστικὴ τάξις, μετὰ συναινέσεως ἑκάστου, καὶ ὁμοῦ πάντων, φυλακτέα ἐστί. Πρὸς βεβαιωτέας δὲ τὰς τῶν ἀδελφῶν καὶ συνεπισκόπων ἡμῶν τῶν ἔναγχος χειροτονηθέντων διανοίας, ταῦτα δεῖ προσθεῖναι, ἃ παρὰ τῶν Πατέρων βεβαίᾳ διατυπώσει παρελάβομεν, ὥστε τῆς Τριάδος, τουτέστι τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἑνότητα, τὴν μηδεμίαν ἔχειν διαφορὰν γινωσκομένην, ἣν ταῖς ἡμετέραις διανοίαις ἐγκαθιερωθεῖσαν κατέχομεν· καὶ καθὼς ἐμάθομεν, οὕτω τοὺς λαοὺς τοῦ Θεοῦ διδάξομεν. Ὁμοίως ἀπὸ πάντων τῶν ἐπισκόπων τῶν ἔναγχος προαχθέντων ἐλέγχθη φανερῶς· Οὕτω δεχόμεθα, οὕτω κατέχομεν, οὕτω διδάσκομεν, τῇ πίστει τῇ εὐαγγελικῇ ἅμα τῇ ὑμετέρα διδασκαλίᾳ ἑπόμενοι.

Κανὼν Γ´

Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐν τῇ προλαβούσῃ συνόδῳ ὡς περὶ ῥυθμοῦ ἐγκρατείας καὶ ἁγνείας ἐζητεῖτο, ἤρεσεν, ὥστε τοὺς τρεῖς βαθμοὺς τούτους, τοὺς συνδέσμῳ τινὶ τῆς ἁγνείας διὰ τῆς καθιερώσεως συμπεπλεγμένους, φημὶ δὲ ἐπισκόπους, πρεσβυτέρους, καὶ διακόνους, ὡς πρέπει ὀσίοις ἐπισκόποις, καὶ ἱερεῦσει Θεοῦ, καὶ Λευίταις καὶ ὑπουργοῦσι θείοις καθιερώμασιν, ἐγκρατεῖς εἶναι ἐν πᾶσιν, ὅπως δυνηθῶσιν, ὃ παρὰ τοῦ Θεοῦ ἁπλῶς αἰτοῦσιν, ἐπιτυχεῖν· ἵνα καὶ τὸ διὰ τῶν Ἀποστόλων παραδοθέν, καὶ ἐξ αὐτῆς τῆς ἀρχαιότητος κρατηθέν, καὶ ἡμεῖς ὁμοίως φυλάξωμεν.

Κανὼν Δ´

Φαυστῖνος ἐπίσκοπος Πικένου τῆς Ποτεντινῆς χώρας, τοποτηρητὴς τῆς ἐκκλησίας Ῥώμης, εἶπεν· Ἀρέσκει, ἵνα ἐπίσκοπος, καὶ πρεσβύτερος, καὶ διάκονος, καὶ πάντες οἱ τὰ ἱερὰ ψηλαφῶντες τῆς σωφροσύνης φύλακες, γυναικῶν ἀπέχωνται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἀρέσκει, ὥστε πάντας σωφροσύνην τηρεῖν τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας, ἤτοι δουλεύοντας.

Κανὼν Ε´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὴν τῆς ἀπληστίας ἐπιθυμίαν, ἣν πάντων τῶν κακῶν μητέρα εἶναι οὐδεὶς ἀμφιβάλλει, δέον ἐπέχειν, ἵνα μή τις τοῖς ἀλλοτρίοις κατακέχρηται, μηδὲ ἵνα διὰ κέρδος τοὺς τῶν Πατέρων ὄρους τις ὑπερβαίνῃ, μηδὲ ἵνα παντοίως τινὶ κληρικῷ ἐξὸν εἴη ἀπὸ οἱουδήποτε πράγματος τόκον λαβεῖν. Καὶ τὰ μὲν νεωστὶ ἀνενεχθέντα, ἀμαυρὰ ὄντα, καὶ καθόλου λανθάνοντα, σκοπούμενα παρ᾽ ἡμῶν, τυπωθήσονται. Περὶ δὲ ὧν φανερώτατα ἡ θεία Γραφὴ ἐθέσπισεν, οὐ δεῖ ψηφίζεσθαι, ἀλλὰ μᾶλλον ἕπεσθαι. Ἀκολούθως γὰρ τὸ ἐν λαϊκοῖς ἐπιλήψιμον, πολλῷ μᾶλλον ἐν κληρικοῖς ὀφείλει καταδικάζεσθαι. Σύμπασα ἡ σύνοδος εἶπεν· Οὐδεὶς κατὰ τῶν Προφητῶν, οὐδεὶς κατὰ τῶν Εὐαγγελίων χωρὶς κινδύνου ἐποίησε.

Κανὼν ΣΤ´

Φορτουνάτος ἐπίσκοπος εἶπεν· Ἐν ταῖς προλαβούσαις συνόδοις μεμνήμεθα ὁρισθέντα, ὥστε χρίσμα, ἢ καταλλαγὴν μετανοούντων, ἢ κορῶν, καὶ τόπων, καὶ ναῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι. Ἐὰν δέ τις ἀναφυῇ τοῦτο πράττων, τί δὲ περὶ τούτου ὁρίσαι; Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸ ὑμέτερον ἀξίωμα ἤκουσε τὸ ἀνενεχθὲν παρὰ τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Φορτουνάτου· τὶ πρὸς ταῦτα λέγετε; Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη, χρίσματος ποίησιν, καὶ κορῶν καθιέρωσιν ὑπὸ πρεσβυτέρων μὴ γίνεσθαι· μήτε δὲ καταλλάξαι τινὰ εἰς δημοσίαν λειτουργίαν πρεσβυτέρῳ ἐξεῖναι· τοῦτο πᾶσιν ἀρέσκει.

Κανὼν Ζ´

Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐάν τις ἐν κινδύνῳ καθεστώς, αἱτησῃ ἑαυτὸν καταλλαγῆναι τοῖς ἱεροῖς θυσιαστηρίοις, τοῦ ἐπισκόπου ἀπόντος, ὀφείλει εἰκότως ὁ πρεσβύτερος ἐρωτῆσαι τὸν ἐπίσκοπον, καὶ οὕτω τὸν ἐν κινδύνῳ καταλλάξαι κατὰ τὴν ἐκείνου παραγγελίαν· τοῦτο δὲ τὸ πρᾶγμα ὀφείλομεν σωτηριώδει βουλῇ κυρῶσαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἀρέσκει ὅπερ ἡ ὑμετέρα ἁγιωσύνη ἀναγκαίως ἡμᾶς ὠφελῆσαι κατηξίωσεν.

Κανὼν Η´

Νουμίδιος ἐπίσκοπος Μαζουλιτάνος εἶπεν· Εἰσὶ πολλοὶ οὐκ ἀγαθῆς ἀναστροφῆς, οἵτινες ἡγοῦνται τοὺς πατέρας καὶ ἐπισκόπους, ὡς ἔτυχεν, ὀφείλειν ἐνάγεσθαι· τοὺς τοιούτους δεῖ προσδέχεσθαι, ἢ μή; Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἀρέσκει τοίνυν τῇ ἀγάπῃ ὑμῶν, τοὺς εἴς τινα μύση ἐμπεπλεγμένους, κατὰ πατέρων φωνὴν κατηγορίας ἀποτίθεσθαι; Ἐκ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐὰν διαβέβληται ὁ τοιοῦτος, μὴ προσδεχθῇ.

Κανὼν Θ´

Αὐγουστῖνος ἐπίσκοπος, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, εἶπε· Τοῦτο ὁρίσαι καταξιώσατε, ὥστε τοὺς ἀξίως τῶν οἰκείων ἐγκλημάτων ἀπὸ τῆς ἐκκλησίας διωχθέντας, ἐάν τις ἐπίσκοπος ἢ πρεσβύτερος δέξηται εἰς κοινωνίαν, καὶ αὐτὸς ἔτι μὴν τῷ ἴσῳ ἐγκλήματι ὑπεύθυνος φανῇ, ἅμα τοῖς τοῦ οἰκείου ἐπισκόπου τὴν κανονικὴν ψῆφον ἀποφεύγουσιν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει.

Κανὼν Ι´

Ἀλύπιος ἐπίσκοπος, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας εἶπεν· Οὐδ᾽ ἐκεῖνο δεῖ παρεᾶσαι, ἵνα, ἐάν τις τυχὸν πρεσβύτερος ἀπὸ τοῦ ἰδίου ἐπισκόπου καταγνωσθείς, φυσιότητί τινι καὶ ὑπερηφανίᾳ ἐπαρθείς, ἡγήσεται ὀφείλειν κεχωρισμένως ἅγια τῷ Θεῷ προσφέρειν, ἢ ἄλλο ἀνορθοῦν θυσιαστήριον οἰηθείη κατὰ τῆς ἐκκλησιαστικῆς πίστεως καὶ καταστάσεως ὁ τοιοῦτος ἀτιμώρητος μὴ ἐξέλθῃ. Βαλεντῖνος ἐπίσκοπος τῆς πρώτης καθέδρας τῆς Νουμιδικῆς χώρας, εἶπεν· Ἀναγκαίως τῇ ἐκκλησιαστικῇ πίστει καὶ τάξει σύμφωνά εἰσι τὰ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν Ἀλυπίου προενεχθέντα· Λοιπόν, τὶ δοκεῖ τῇ ὑμετέρᾳ ἀ γάπη, εἴπατε.

Κανὼν ΙΑ´

Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Ἐάν τις πρεσβύτερος ἐν τῇ διαγωγῇ αὐτοῦ καταγνωσθῇ, ὀφείλει ὁ τοιοῦτος τοῖς γειτνιῶσιν ἐπισκόποις προσαγγεῖλαι, ἵνα αὐτοὶ τοῦ πράγματος ἀκροάσωνται, καὶ δι᾽ αὐτῶν τῷ ἰδίῳ ἐπισκόπῳ καταλλαγῇ. Τοῦτο δὲ ἐὰν μὴ ποίησῃ, ἀλλ᾽, ὅπερ ἀπείη, ὑπεροψίᾳ φυσιούμενος, ἐκ τῆς τοῦ ἰδίου ἐπισκόπου κοινωνίας ἑαυτὸν χωρίσῃ, καὶ παρὰ μίαν μετά τινων σχίσμα ποιῶν, ἁγίασμα τῷ Θεῷ προσενέγκῃ, ὁ τοιοῦτος ἀνάθεμα λογισθήτω, καὶ τὸν ἴδιον τόπον ἀπολεσάτω· σκοπουμένου, μή ποτε κατὰ τοῦ ἐπισκόπου μέμψιν ἔχοι δικαίαν.

Κανὼν ΙΒ´

Φῆλιξ ἐπίσκοπος εἶπεν· Ἀναφέρω κατὰ τὰ ὁρισθέντα ἐκ τῶν παλαιῶν συνόδων, ἵνα, ἐάν τις ἐπίσκοπος (ὅπερ ἀπείη) ἔν τινι ἐγκλήματι περιπέσῃ, καὶ γένηται πολλὴ ἀνάγκη τοῦ μὴ δύνασθαι πολλοὺς συνελθεῖν, διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ ἐγκλήματι, ἀπὸ δώδεκα ἐπισκόπων ἀκουσθῇ, καὶ ὁ πρεσβύτερος ἀπὸ ἓξ ἐπισκόπων καὶ τοῦ ἰδίου, καὶ ὁ διάκονος ἀπὸ τριῶν.

Κανὼν ΙΓ´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὶ πρὸς ταῦτα λέγει ἡ ὑμετέρα ἁγιωσύνη; Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη. Ὀφείλει παρ᾽ ἡμῶν τὰ ὁρισθέντα ἐκ τῶν πρὸ ἡμῶν φυλαχθῆναι, ὧν τινων ὡς ἔτυχεν ἀβούλως οἱ πρωτεύοντες τῆς οἱασδήποτε ἐπαρχίας ἀμελεῖν κατατολμῶσι. Πολλοὶ οὖν ἐπίσκοποι συναχθέντες, ἐπίσκοπον χειροτονήσουσιν. Εἰ δὲ ἀνάγκη γένηται, τρεῖς ἐπίσκοποι, ἐν οἱῳδήποτε ἂν τόπῳ ὦσι, τῷ τοῦ πρωτεύοντος παραγγέλματι χειροτονήσουσι τὸν ἐπίσκοπον. Καὶ ἐάν τις ἔν τινι ἐναντιωθῇ τῇ ἰδίᾳ ὁμολογίᾳ ἢ τῇ ὑπογραφῇ, αὐτὸς ἑαυτὸν ἀποστερήσει τῆς τιμῆς.

Κανὼν ΙΔ´

Ὁμοίως ἤρεσεν ἀπὸ Τριπόλεως, διὰ τὴν τῆς χώρας ἔνδειαν, ἕνα ἐπίσκοπον εἰς τοποτηρησίαν ἐλθεῖν, καὶ ἵνα ὁ πρεσβύτερος, ἐκεῖσε ἀπὸ πέντε ἀκούηται ἐπισκόπων, καὶ ὁ διάκονος ἀπὸ τριῶν, ὡς ἀνωτέρω εἴρηται, τοῦ ἰδίου αὐτοῦ δηλονότι ἐπισκόπου προκαθημένου.

Κανὼν ΙΕ´

Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε τῶν ἐπισκόπων, ἢ πρεσβυτέρων, ἢ διακόνων, ἢ κληρικῶν, πράγματος αὐτῷ ἐκγληματικοῦ ἢ πολιτικοῦ ἐν τῇ ἐκκλησίᾳ κινουμένου, ἐὰν παραιτούμενος τὸ ἐκκλησιαστικὸν δικαστήριον, δημοσίοις θέλησῃ καθαρθῆναι δικαστηρίοις, κἂν ὑπὲρ αὐτοῦ ἡ ψῆφος ἐκφωνηθῇ, ὅμως τὸν ἴδιον τόπον ἀπολέσῃ· καὶ τοῦτο μὲν ἐπὶ τοῦ ἐγκληματικοῦ· ἐπὶ δὲ τοῦ πολιτικοῦ, ἀπολέσῃ, τὸ εἰς ὃ ἐνίκησεν, ἐὰν τὸν ἴδιον τόπον θέλησῃ κατέχειν. Καὶ τοῦτό γε μὴν ἤρεσεν, ὥστε, ἐὰν ἀπὸ οἱωνδήποτε δικαστῶν ἐκκλησιαστικῶν ἐπὶ ἄλλους δικαστὰς ἐκκλησιαστικοὺς ἔχοντας μείζονα τὴν αὐθεντίαν, ἔκκλητος γένηται, μηδὲν βλάπτειν τούτους ὧν ἡ ψῆφος λύεται· ἐὰν ἐλεγχθῆναι μὴ δυνηθῶσιν, ἢ κατ᾽ ἔχθραν, ἢ κατὰ προσπάθειαν δεδικακέναι, ἤ τινι χάριτι ὑποφθαρῆναι· ἐὰν δὲ κατὰ συναίνεσιν τῶν μερῶν ἐπιλεγέντες ὦσι δικασταί, εἰ καὶ ὀλιγώτεροι ἔσονται τῶν ὁρισθέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Καὶ ὥστε τὰ τέκνα τῶν ἱερέων θεώρια κοσμικὰ μὴ ἐκτελεῖν, μηδὲ θεωρεῖν· τοῦτο δὲ καὶ πᾶσι τοῖς Χριστιανοῖς ᾀεὶ κεκήρυκται, ὥστε τούτων ἀπέχεσθαι, καὶ ὅπου βλασφημίαι εἰσὶ μὴ προσιέναι.

Κανὼν ΙΣΤ´

Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι, καὶ πρεσβύτεροι, καὶ διάκονοι, ἐκλήπτορες μὴ γίνωνται, ἢ προκουράτορες, μηδὲ ἔκ τινος αἰσχροῦ ἢ ἀτίμου πράγματος τροφὴν πορίζωνται· ὀφείλουσι γὰρ ἀποβλέψαι εἰς τὸ γεγραμμένον· Οὐδεὶς στρατευόμενος τῷ Θεῷ, ἐμπλέκει ἑαυτὸν πράγμασι κοσμικοῖς. Καὶ ὥστε τοὺς ἀναγνώστας, εἰς τὸν καιρὸν τῆς ἥβης ἐρχομένους ἀναγκάζεσθαι, ἢ συμβίους ἀγαγέσθαι, ἢ ἐγκράτειαν ὁμολογεῖν. Ὁμοίως ἤρεσεν, ἵνα κληρικός, ἐὰν χρήματα δῷ ἐν χρήσει, τὰ χρήματα λάβῃ· ἐὰν δὲ εἶδος, ὅσον δέδωκε λάβῃ. Καὶ ἵνα πρὸ τῶν εἰκοσιπέντε ἐνιαυτῶν, μήτε διάκονοι χειροτονῶνται· ἀλλὰ καὶ οἱ ἀναγνῶσται τὸν δῆμον μὴ προσκυνῶσι.

Κανὼν ΙΖ´

Ἤρεσεν, ἵνα ἡ Μαυριτανία Σιτιφένσης, ὣς ᾔτησε, τὸν πρωτεύοντα τῆς Νουμιδικῆς χώρας, ἧς τινος ἐκ τῆς συνόδου κεχώρισται, ἴδιον ἔχῃ πρωτεύοντα. Συναινέσει οὖν πάντων τῶν πρωτευόντων τῶν Ἀφρικανῶν ἐπαρχιῶν, καὶ πάντων τῶν ἐπισκόπων, διὰ τὸ μακροδαπές, ἔχειν ἐπετράπη.

Κανὼν ΙΗ´

Ὁμοίως ἤρεσεν, ὥστε, χειροτονουμένου ἐπισκόπου, ἢ κληρικοῦ, πρότερον ἀπὸ τῶν χειροτονούντων αὐτοὺς τὰ δεδογμένα ταῖς συνόδοις εἰς τὰς ἀκοὰς αὐτῶν ἐντίθεσθαι, ἵνα μὴ ποιοῦντες κατὰ τῶν ὅρων τῆς συνόδου μεταμεληθῶσιν.

Ὁμοίως ἤρεσεν, ἵνα τοῖς σώμασι τῶν τελευτώντων εὐχαριστία μὴ δοθῇ. Γέγραπται γάρ· Λάβετε, φάγετε· τὰ δὲ τῶν νεκρῶν σώματα οὐδὲ λαβεῖν δύνανται, οὐδὲ φαγεῖν. Καὶ, ἵνα μὴ τοὺς ἤδη τελευτῶντας βαπτισθῆναι ποίησῃ ἡ τῶν πρεσβυτέρων ἄγνοια.

Διὸ βεβαιωτέον ἐστὶν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ, ὥστε κατὰ τοὺς ἐν Νίκαιᾳ ὅρους, διὰ τὰς ἐκκλησιαστικὰς αἰτίας, αἵτινες πολλάκις πρὸς ὄλεθρον τοῦ λαοῦ παλαιοῦνται, καθ᾽ ἕκαστον ἐνιαυτὸν σύνοδον συγκαλεῖσθαι, πρὸς ἣν πάντες οἱ τῶν ἐπαρχιῶν τὰς πρῶτας καθέδρας ἐπέχοντες, ἐκ τῶν οἰκείων συνόδων δύο, ἢ καὶ ὅσους ἐπιλέξωνται, ἐπισκόπους τοποτηρητὰς ἀποστείλωσιν· ἵνα ἐν τῇ συναχθείσῃ συνελεύσει πλήρης εἶναι δυνηθῇ ἡ αὐθεντία.

Κανὼν ΙΘ´

Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐάν τις τῶν ἐπισκόπων κατηγορῆται, παρὰ τοῖς τῆς αὐτοῦ χώρας πρωτεύουσιν ὁ κατήγορος ἀναγάγῃ τὸ πρᾶγμα· καὶ μηδὲ ἀπὸ τῆς κοινωνίας κωλυθῇ ὁ κατηγορούμενος, εἰ μὴ δ᾽ ἂν πρὸς ἀπολογίαν ἐν τῷ δικαστηρίῳ τῶν ἐπιλεγέντων δικάζειν γράμμασι προσκληθείς, τῇ ὡρισμένῃ ἡμέρᾳ οὐδαμῶς ἀπαντήσοι, τουτέστιν, ἐντὸς προθεσμίας μηνός, ἀφ᾽ ἦς ἡμέρας φανείη τὰ γράμματα δεξάμενος. Ἐὰν δὲ ἀληθεῖς τινας καὶ ἀναγκαστικὰς αἰτίας ἀποδείξῃ, τὰς αὐτὸν κωλυσάσας ἀπαντῆσαι πρὸς ἀπολογίαν τῶν κατ᾽ αὐτοῦ προτεθέντων, ἐντὸς ἑτέρου μηνὸς ἀκεραίαν ἐχέτω εὐχέρειαν· μετὰ δὲ τὸν δεύτερον μῆνα μὴ κοινωνήσῃ, ἕως οὖ καθαρὸς ἀποδειχθείη. Εἰ δὲ πρὸς σύμπασαν τὴν ἐτησίαν σύνοδον ἀπαντῆσαι μὴ βουληθείη, ἵνα κἂν ἐκεῖ τὸ πρᾶγμα αὐτοῦ περαιωθῇ, αὐτὸς καθ᾽ ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐκπεφωνηκέναι κριθήσεται. Ἐν δὲ τῷ καιρῷ, ᾧ οὐ κοινωνεῖ, μηδὲ ἐν τῇ ἰδίᾳ ἐκκλησίᾳ, μηδὲ ἐν παροικίᾳ κοινωνήσῃ. Ὁ δὲ τούτου κατήγορος, ἐὰν μηδαμοῦ ἀπολειφθείη, ἐν αἷς ἡμέραις γυμνάζεται τὰ τοῦ πράγματος, μηδαμῶς κωλυθῇ ἀπὸ τῆς κοινωνίας· ἐὰν δέ ποτε ἑλλείψῃ ἑαυτὸν ὑποσύρας, ἀποκαθισταμένου τῇ κοινωνίᾳ τοῦ ἐπισκόπου, αὐτὸς ἀπὸ τῆς κοινωνίας ἐκβληθῇ ὁ κατήγορος, οὕτω μέντοι, ὡς μηδὲ τὴν εὐχέρειαν αὐτῷ ἀφαιρεῖσθαι τῆς κατηγορίας τοῦ πράγματος, ἐὰν δυνηθῇ ἀποδεῖξαι κατὰ τὴν προθεσμίαν, οὐχὶ μὴ τεθεληκέναι, ἀλλὰ μὴ δεδυνῆσθαι ἀπαντῆσαι· ἐκείνου δήλου ὄντος, ὡς ἐν τῷ κινεῖσθαι τὰ τοῦ πράγματος ἐν τῷ τῶν ἐπισκόπων δικαστηρίῳ, ἐὰν διαβέβληται τὸ πρόσωπον τοῦ κατηγόρου, μὴ προσδεχθῇ εἰς κατηγορίαν, εἰ μηδ᾽ ἂν ὑπὲρ ἰδίου πράγματος, μὴ μέντοι περὶ ἐκκλησιαστικοῦ θέλησῃ ἐπιβαλέσθαι.

Κανὼν Κ´

Ἐὰν δὲ πρεσβύτεροι, ἢ διάκονοι κατηγορηθῶσι, προσζευγνυμένου τοῦ νομίμου ἀριθμοῦ τῶν ἐκ τῆς πλησιαζούσης τοποθεσίας αἱρετικῶν ἐπισκόπων, οὓς οἱ κατηγορούμενοι αἰτήσονται, τουτέστιν, ἐπ᾽ ὀνόματι τοῦ πρεσβυτέρου ἕξ, καὶ τοῦ διακόνου τριῶν, σὺν τούτοις αὐτὸς ὁ ἴδιος τῶν κατηγορουμένων ἐπίσκοπος τὰς αἰτίας αὐτῶν ἐξετάσει, τοῦ αὐτοῦ τῶν ἡμερῶν, καὶ ὑπερθέσεων, καὶ ἐξετάσεων, καὶ προσώπων, μεταξύ τῶν κατηγορούντων καὶ κατηγορουμένων τύπου φυλαττομένου· τῶν δὲ λοιπῶν κληρικῶν τὰς αἰτίας, καὶ μόνος ὁ ἐντόπιος ἐπίσκοπος διαγνῷ καὶ περάτωσῃ.

Κανὼν ΚΑ´

Ὁμοίως ἤρεσεν, ὥστε τέκνα τῶν κληρικῶν, ἐθνικοῖς, ἢ αἱρετικοῖς, γαμικῶς μὴ συνάπτεσθαι.

Κανὼν ΚΒ´

Μηδὲ διὰ δωρεᾶς τῶν οἰκείων πραγμάτων, ὡς εἴρηται, τοὺς ἐπισκόπους, ἢ κληρικούς, τούτοις συνεισάγειν.

Κανὼν ΚΓ´

Ὁμοίως ἐπίσκοποι πέραν θαλάσσης μὴ ἀποδημείτωσαν, εἰ μὴ μετὰ ψηφίσματος τῆς πρώτης καθέδρας τοῦ ἰδίου ἑκάστης χώρας ἐπισκόπου, τουτέστιν, εἰμὴ ἀπ᾽ αὐτοῦ τοῦ πρωτεύοντος κατ᾽ ἐξαίρετον λάβῃ τήν, ἥτις λέγεται ἀπολυτική, τετυπωμένην, ἤτοι παράθεσιν.

Κανὼν ΚΔ´

Ὁμοίως ἤρεσεν, ἵνα ἐκτὸς τῶν κανονικῶν Γραφῶν, μηδὲν ἐν τῇ ἐκκλησίᾳ ἀναγινώσκηται ἐπ᾽ ὀνόματι θείων Γραφῶν. Εἰσὶ δὲ αἱ κανονικαὶ Γραφαὶ αὗται. Γένεσις, Ἔξοδος, Λευϊτικόν, Ἀριθμοί, Δευτερονόμιον, Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταί, Ρούθ, τῶν Βασιλειῶν βίβλοι τέσσαρες, τῶν Παραλειπομένων βίβλοι δύο, Ἰώβ, Ψαλτήριον, Σολομῶντος βίβλοι πέντε, τῶν Προφητῶν βίβλοι δώδεκα, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ, Τωβίας, Ἰουδήθ, Ἐσθήρ, Ἔσδρα βίβλοι δύο· τῆς Νέας Διαθήκης· Εὐαγγέλια τέσσαρα, Πράξεων τῶν Ἀποστόλων βίβλος μία, ἐπιστολαὶ Παύλου δεκατέσσαρες, Πέτρου Ἀποστόλου δύο, Ἰωάννου Ἀποστόλου τρεῖς, Ἰακώβου Ἀποστόλου μία, Ἰούδα Ἀποστόλου μία, Ἀποκαλύψεως Ἰωάννου βίβλος μία. Τοῦτο δὲ τῷ ἀδελφῷ καὶ συλλειτουργῷ ἡμῶν Βονιφατίῳ, καὶ τοῖς ἄλλοις τῶν αὐτῶν μερῶν ἐπισκόποις, πρὸς βεβαίωσιν τοῦ προκειμένου κανόνος γνωρισθῇ, ἐπειδὴ παρὰ τῶν Πατέρων ἐν τῇ ἐκκλησίᾳ ταῦτα ἀναγνωστέα παρελάβομεν.

Κανὼν ΚΕ´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Προστίθημι, ἀδελφοὶ τιμιώτατοι, πρὸς τούτοις, ἐν τῷ ἀναφέρεσθαι ἕνεκεν ἐγκράτειας τῆς περὶ τὰς ἰδίας γυναῖκάς τινων τῶν κληρικῶν, ἐξαιρέτως ἀναγνωστῶν, τὸ ἐν διαφόροις συνόδοις βεβαιωθέν, ὥστε τοὺς ὑποδιακόνους τούς τὰ ἱερὰ μυστήρια ψηλαφῶντας καὶ τοὺς διακόνους, καὶ πρεσβυτέρους, ἀλλὰ καὶ ἐπισκόπους, κατὰ τοὺς ἰδίους ὅρους καὶ ἐκ τῶν συμβίων ἐγκρατεύεσθαι, ἵνα ὡς μὴ ἔχοντες ὦσιν· ὅπερ εἰ μὴ ποιήσωσι, τοῦ ἐκκλησιαστικοῦ ἀποκινηθῶσι καθήκοντος· τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, εἰμὴ ἐν προβεβηκυίᾳ κείρᾳ. Ἀπὸ πάσης ἐλέχθη τῆς συνόδου· Ἅπερ ἡ ὑμετέρα ἁγιωσύνη δικαίως ἐῤῥύθμισεν, ἱεροπρεπῆ ὄντα καὶ θεάρεστα, βεβαιοῦμεν.

Κανὼν ΚΣΤ´

Ὁμοίως ἤρεσεν, ἵνα πρᾶγμα ἐκκλησιαστικὸν μηδεὶς πιπράσκῃ. Ὅπερ πρᾶγμα, ἐὰν προσόδους μὴ ἔχῃ, καὶ πολλή τις ἐπείγῃ ἀνάγκη, τοῦτο ἐμφανίζεσθαι τῷ πρωτεύοντι τῆς αὐτῆς ἐπαρχίας, καὶ μετὰ τοῦ ὡρισμένου ἀριθμοῦ τῶν ἐπισκόπων βουλεύεσθαι, τὶ δεῖ πράξαι. Εἰ δὲ τοσαύτη ἐπεῖγοι ἀνάγκη τῆς ἐκκλησίας, ὡς μὴ δύνασθαι πρὸ τοῦ πωλεῖν βουλεύεσθαι, κἃν τοὺς γειτνιῶντας πρὸς μαρτυρίαν καλέσῃ ὁ ἐπίσκοπος, φροντίδα ποιούμενος τοῦ ἁποδεῖξαι τῇ συνόδῳ πάσας τὰς συμβάσας τῇ ἐκκλησίᾳ αὐτοῦ περιστάσεις· ὅπερ εἰ μὴ ποιήσει, ὑπεύθυνος τῷ Θεῷ καὶ τῇ συνόδῳ φανῇ ὁ πιπράσκων, καὶ ἀλλότριος τῆς οἰκείας τιμῆς.

Κανὼν ΚΖ´

Ὁμοίως ἐβεβαιώθη, ὡς, ἐάν ποτε πρεσβύτεροι, ἢ διάκονοι, ἐπί τινι βαρυτέρᾳ ἁμαρτίᾳ ἐλεγχθῶσι, τῇ ἀναγκαίως αὐτοὺς τῆς λειτουργίας ἀποκινούσῃ, μὴ ἐπιτίθεσθαι αὐτοῖς χεῖρας ὡς μετανοοῦσιν, ἢ ὡς πιστοῖς λαϊκοῖς· μηδὲ ἐπιτρέπεσθαι αὐτοῖς, ὥστε ἀναβαπτιζομένους πρὸς τὸν τοῦ κλήρου βαθμὸν προκόπτειν.

Κανὼν ΚΗ´

Ὁμοίως ἤρεσεν, ἵνα οἱ πρεσβύτεροι, καὶ οἱ διάκονοι, καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχουσιν αἰτίαις, ἐὰν τὰ δικαστήρια μέμφωνται τῶν ἰδίων ἐπισκόπων, οἱ γείτονες ἐπίσκοποι ἀκροάσωνται αὐτῶν, καὶ μετὰ συναινέσεως τοῦ ἰδίου ἐπισκόπου, τὰ μεταξὺ αὐτῶν διαθῶσιν οἱ προσκαλούμενοι παρ᾽ αὐτῶν ἐπίσκοποι. Διό, εἰ καὶ περὶ αὐτῶν ἔκκλητον παρέχειν νομίσωσι, μὴ ἐκκαλέσωνται εἰς τὰ πέραν τῆς θαλάσσης δικαστήρια, ἀλλὰ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων ἐπαρχιῶν, ὡς καὶ περὶ τῶν ἐπισκόπων πολλάκις ὥρισται. Οἱ δὲ πρὸς περαματικὰ δικαστήρια διεκκαλούμενοι, παρ᾽ οὐδενὸς ἐν τῇ Ἀφρικῇ δεχθῶσιν κοινωνίαν.

Κανὼν ΚΘ´

Ὁμοίως ἤρεσε συμπάσῃ τῇ συνόδῳ, ἵνα, ὁ διὰ ῥαθυμίαν αὐτοῦ ἀπὸ κοινωνίας γενόμενος, εἴτε ἐπίσκοπος, εἴτε οἱοσδήποτε κληρικός, ἐὰν ἐν τῷ καιρῷ τῆς ἀκοινωνησίας αὐτοῦ, πρὸ τοῦ ἀκουσθῆναι, εἰς κοινωνίαν τολμήσῃ, αὐτὸς καθ᾽ ἑαυτοῦ τῆς καταδίκης τὴν ψῆφον ἐξενηνοχέναι κριθῇ.

Κανὼν Λ´

Ὁμοίως ἤρεσεν, ἵνα ὁ κατηγορούμενος ἢ ὁ κατηγορῶν, ἐν τῷ τόπῳ, ὅθεν ἐστὶν ὁ κατηγορούμενος, ἐὰν φοβῆταί τινα βίαν προπετοῦς πολυπληθείας, τόπον ἐαυτῷ ἐπιλέξηται ἔγγιστα, ἐν ᾧ οὐκ ἔστιν αὐτῷ δυσχέρεια μάρτυρας προκομίσαι, ἔνθα τὸ πρᾶγμα περατοῦται.

Κανὼν ΛΑ´

Ὁμοίως ἤρεσεν, ἵνα οἱοιδήποτε κληρικοὶ καὶ διάκονοι, ἐὰν μὴ πειθαρχῶσι τοῖς ἐπισκόποις αὐτῶν, βουλομένοις διά τινας ἀναγκαστικὰς αἰτίας τῶν ἐκκλησιῶν αὐτῶν τούτους πρὸς μείζονας ἀναβιβάζειν τιμὰς ἐν τῇ ἐκκλησίᾳ αὐτῶν, μηδὲ ἐν ἐκείνῳ τῷ βαθμῷ διακονήσωσιν, ἐξ οὗ ἀναχωρῆσαι οὐκ ἠθέλησαν.

Κανὼν ΛΒ´

Ὁμοίως ἤρεσεν, ἵνα ἐπίσκοποι, πρεσβύτεροι, διάκονοι ἢ καὶ οἱοιδήποτε κληρικοί, οἱ μηδὲν ἔχοντες, ἐὰν προκόψαντες τῷ καιρῷ τῆς ἐπισκοπῆς, ἢ τῆς κληρώσεως αὐτῶν, ἀγροὺς ἢ οἱαδήποτε χωρία ἐπ᾽ ὀνόματι αὐτῶν ἀγοράσωσιν, ἵνα ὡς κατὰ δεσποτικῶν πραγμάτων ἔφοδον πεποιηκότες ἐνέχωνται, εἰ μὴ ἄρα λοιπὸν ὑπομνησθέντες τῇ ἐκκλησίᾳ ταῦτα εἰσκομίσουσιν. Ἐὰν δὲ εἰς αὐτοὺς κυρίως φιλοτιμίᾳ τινός, ἢ διαδοχῇ συγγενείας περιέλθῃ, ἐξ αὐτοῦ ποιήσωσιν ὃ ἔχει ἡ πρόθεσις αὐτῶν. Εἰ δὲ καὶ μετὰ τὸ προθέσθαι εἰς τοὐπίσω μετατραπῶσι, τῆς ἐκκλησιαστικῆς τιμῆς ἀνάξιοι, ὡς ἀδόκιμοι, κριθῶσιν.

Κανὼν ΛΓ´

Ὁμοίως ἤρεσεν,ὥστε τοὺς πρεσβυτέρους παρὰ γνώμην τῶν ἰδίων αὐτῶν ἐπισκόπων πρᾶγμα μὴ πιπράσκειν τῆς ἐκκλησίας, ἐν ᾗ καθιέρωνται, ὃν τρόπον καὶ τοῖς ἐπισκόποις οὐκ ἔξεστι πιπράσκειν χωρία τῆς ἐκκλησίας, ἀγνοούσης τῆς συνόδου, ἢ τῶν ἰδίων πρεσβυτέρων. Μὴ οὔσης τοίνυν ἀνάγκης, μηδὲ ἐπισκόπῳ ἐξεῖναι καταχρήσασθαι πράγματι ἐκ τοῦ τίτλου τῆς ἐκκλησιαστικῆς μάτρικος.

Κανὼν ΛΔ´

Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν τούτῳ τῷ βρεβίῳ, τῷ ἀποδρεφθέντι ἐκ τῆς ἐν Ἱππῶνι συνόδου, οὐδὲν νομίζομεν εἶναι διορθωτέον, ἢ προσθετέον· εἰ μή, ἵνα ἡ ἡμέρα τοῦ ἁγίου Πάσχα ἐν τῷ καιρῷ τῆς συνόδου γνωρισθείη.

Κανὼν ΛΕ´

Ὥστε τοὺς ἐπισκόπους καὶ τοὺς κληρικούς, τὰ τέκνα αὐτῶν μὴ ἐᾷν αὐτεξουσίως ἀπιέναι διὰ ἐμαγκιπατίωνος, εἰ μὴ δ᾽ ἂν εἰς τοὺς τρόπους καὶ εἰς τὴν ἡλικίαν αὐτῶν πληροφορηθῶσιν· ὡς λοιπὸν τὰ ἁμαρτήματα αὐτῶν εἰς αὐτοὺς συντείνειν.

Κανὼν ΛΣΤ´

Ὥστε ἐπίσκοπους, καὶ πρεσβυτέρους, καὶ διακόνους μὴ χειροτονεῖσθαι, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτῶν Χριστιανοὺς ὀρθοδόξους ποιήσωσιν.

Κανὼν ΛΖ´

Ἵνα ἐν τοῖς ἁγίοις μηδὲν πλέον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου προσενεχθείη, ὡς καὶ αὐτὸς ὁ Κύριος παρέδωκε, τουτέστιν, ἄρτου καὶ οἴνου ὕδατι μεμιγμένου. Ἀπαρχὴ δέ, εἴτε μέλι, εἴτε γάλα, ὡς εἴωθε, προσφερέσθω ἐν μιᾷ ἡμέρᾳ ἐθίμῳ εἰς τὸ τῶν νηπίων μυστήριον· εἰ καὶ τὰ τὰ μάλιστα γὰρ ἐν θυσιαστηρίῳ προσφέρεται, ὅμως ἰδίαν ἐχέτω κυρίως εὐλογίαν, ὡς ἐκ τοῦ ἁγιάσματος τοῦ Κυριακοῦ σώματος καὶ αἵματος διΐστασθαι. Μηδὲν δὲ πλέον ἐν ταῖς ἀπαρχαῖς προσφερέσθω, ἢ ἀπὸ σταφυλῶν καὶ σίτου.

Κανὼν ΛΗ´

Κληρικοί, ἢ ἐγκρατευόμενοι, πρὸς χήρας, ἢ παρθένους, εἰ μὴ κατ᾽ ἐπιτροπὴν καὶ συναίνεσιν τοῦ ἰδίου ἐπισκόπου, ἢ τῶν πρεσβυτέρων, μὴ εἰσίτωσαν· καὶ τοῦτο δὲ μὴ μόνοι ποιείτωσαν, ἀλλὰ μετὰ συγκληρικῶν, ἢ μετὰ τούτων, μεθ᾽ ὧν ὁ ἐπίσκοπος ἢ οἱ πρεσβύτεροι μόνοι ἔχουσι τὴν εἴσοδον πρὸς τὰς τοιουτοτρόπους γυναῖκας, ἢ ὅπου πάρεισι κληρικοί, ἢ ἔντιμοί τινες Χριστιανοί.

Κανὼν ΛΘ´

Ὥστε τὸν τῆς πρώτης καθέδρας ἐπίσκοπον μὴ λέγεσθαι ἔξαρχον τῶν ἱερέων, ἢ ἄκρον ἱερέα, ἢ τοιουτότροπον τίποτε, ἀλλὰ μόνον ἐπίσκοπόν της πρώτης καθέδρας.

Κανὼν Μ´

Ὥστε τοὺς κληρικοὺς χάριν τοῦ τρώγειν ἢ πίνειν μὴ εἰσιέναι εἰς καπηλεῖα, εἰ μηδ᾽ ἂν ξενίας ἀνάγκῃ συνωθουμένους.

Κανὼν ΜΑ´

Ὥστε ἅγια θυσιαστηρίου, εἰ μὴ ἀπὸ νηστικῶν ἀνθρώπων, μὴ ἐπιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾗ τὸ Κυριακὸν δεῖπνον ἐπιτελεῖται. Ἐὰν δέ τινων κατὰ τὸν δειλινὸν καιρὸν τελευτησάντων εἴτε ἐπισκόπων, εἴτε τῶν λοιπῶν, παράθεσις γένηται, μόναις εὐχαῖς ἐκτελεσθῇ, ἐὰν οἱ ταύτην ποιοῦντες ἀριστήσαντες εὑρεθῶσι.

Κανὼν ΜΒ´

Ὥστε ἐπισκόπους, ἢ κληρικοὺς ἐν τῇ ἐκκλησίᾳ μὴ συμποσιάζεσθαι εἰ μὴ δ᾽ ἂν τυχὸν ἀνάγκῃ ξενίας διαβάντες ἐκεῖ καταλύσωσι. Καὶ οἱ λαοὶ δὲ ἀπὸ τοιουτοτρόπων συμποσίων ὅσον δυνατόν ἐστι κωλυθῶσι.

Κανὼν ΜΓ´

Ὥστε τοῖς μετανοοῦσι, κατὰ τὴν τῶν ἁμαρτημάτων διαφοράν, τῇ τῶν ἐπισκόπων κρίσει τὰς μετανοίας ἐν καιρῷ ψηφίζεσθαι· πρεσβύτερος δὲ παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου, μὴ καταλλάσσῃ μετανοοῦντα, εἰ μὴ δ᾽ ἂν ἀνάγκης συνωθούσης ἐν τῇ ἀπουσίᾳ τοῦ ἐπισκόπου· οὗ τινος δήποτε δὲ μετανοοῦντος, εἰ πούβλικον καὶ τεθρυλλημένον ἐστὶ τὸ ἔγκλημα, τὸ σύμπασαν τὴν ἐκκλησίαν κινοῦν, πρὸ τῆς ἁψῖδος τούτῳ ἡ χείρ ἐπιτεθῇ.

Κανὼν ΜΔ´

Ὥστε τὰς ἱερὰς παρθένους, ὅτε τῶν πατέρων χωρίζονται, ἐξ ὧν ἐφυλάττοντο, τῇ τοῦ ἐπισκόπου, ἢ αὐτοῦ ἀπόντος, τῇ τοῦ πρεσβυτέρου προνοίᾳ ταῖς τιμιωτέραις γυναιξὶ παρατίθεσθαι, ἢ ἅμα κατοικούσας ἀλλήλας φυλάττειν, ἵνα μὴ πανταχοῦ πλαζόμεναι, τὴν ὑπόληψιν βλάψωσι τῆς ἐκκλησίας.

Κανὼν ΜΕ´

Ὥστε τοὺς ἀσθενοῦντας, οἵτινες ὑπὲρ ἑαυτῶν ἀποκρίνεσθαι οὐ δύνανται, τότε βαπτίζεσθαι, ὅτε τῇ αὐτῶν προαιρέσει τὴν περὶ αὐτῶν μαρτυρίαν καὶ κινδύνῳ ἰδίῳ εἴπωσι.

Ὥστε τοῖς σκηνικοῖς, καὶ μίμοις, καὶ τοῖς λοιποῖς τοιουτοτρόποις προσώποις, ἢ ἀποστάταις, μετανοοῦσι καὶ ἐπιστρέφουσι πρὸς τὸν Θεόν, χάριν ἢ καταλλαγὴν μὴ ἀρνεῖσθαι.

Κανὼν ΜΣΤ´

Ἐξέστω ἔτι μὴν ἀναγινώσκεσθαι τὰ πάθη τῶν μαρτύρων, ἡνίκα αἱ ἐτήσιαι αὐτῶν ἡμέραι ἐπιτελοῦνται.

Κανὼν ΜΖ´

Ἥρεσεν, ἵνα ἐρωτήσωμεν τοὺς ἀδελφοὺς καὶ συνιερεῖς ἡμῶν Σιρίκιον καὶ Σιμπλικιανόν, περὶ μόνων τῶν νηπίων τῶν παρὰ τοῖς Δονατισταῖς βαπτιζομένων, μήπως τοῦτο, ὅπερ οἰκείᾳ προθέσει οὐκ ἐποίησαν, τῇ τῶν γονέων πλάνῃ ἐμποδίσῃ αὐτοῖς πρὸς τὸ μὴ προκόπτειν εἰς ὑπουργίαν τοῦ ἁγίου θυσιαστηρίου, ὅταν πρὸς τὴν τοῦ Θεοῦ ἐκκλησίαν σωτηριώδει προθέσει ἐπιστρέψωσι. Τούτων δὲ ἐναρχθέντων, Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι τῆς Μαυριτανίας Σιτιφένσης χώρας, εἶπον· Ἐκ πολλοῦ, ὅτε πρὸς τὴν ὑμετέραν ἁγιωσύνην ἀπεστελλόμεθα, τὰ γραφέντα ὑπερεθέμεθα ταύτῃ τῇ κατανοήσει, ὅτι προσεδοκῶμεν ἀδελφοὺς ἡμῶν παραγενέσθαι τοποτηρητὰς Νουμιδίας· ἀλλ᾽ ἐπειδὴ οὐκ ὀλίγαι ἡμέραι εἰσίν, ἀφοῦ οἱ προσδοκώμενοι οὐδαμῶς κατέλαβον, περαιτέρω παριδεῖν τὰ ἐνταλέντα ἡμῖν ἀπὸ τῶν συνεπισκόπων οὐ δεῖ· καὶ διὰ τοῦτο, ἀδελφοί, τὴν ἀναφορὰν ἡμῶν προθύμως εἰσδέξασθε· περὶ τῆς πίστεως γὰρ τοῦ ἐν Νίκαιᾳ τρακτάτου ἠκούσαμεν· ἀληθές ἐστι περὶ τῶν γινομένων μετὰ τὸ ἄριστον ἁγίων, ἵνα ἀπὸ νηστικῶν, ὡς ἐστὶν ἄξιον, προσφέρωνται, καὶ τότε ἐβεβαιώθη.

Κανὼν ΜΗ´

Ἐκεῖνο δὲ ἀναφέρομεν ἐνταλὲν ἡμῖν, τὸ καὶ ἐν τῇ συνόδῳ τῇ ἐν Καπούῃ ὁρισθέν, ὥστε μὴ ἐξεῖναι γίνεσθαι ἀναβαπτίσεις, ἢ ἀναχειροτονήσεις, ἢ μετακινήσεις ἐπισκόπων. Κρεσκώνιος, οὖν τοῦ Ῥεκένσης ἀγροῦ ἐπίσκοπος, καταφρονήσας τοῦ ἰδίου λαοῦ, τῇ Τουβηνέκῃ ἐπέβη ἐκκλησίᾳ, καὶ ἕως τῆς σήμερον πολλάκις ὑπομνησθεὶς κατὰ τὸ ὁρισθὲν καταλιπεῖν τὴν αὐτὴν ἐκκλησίαν, ᾗ τινι ἐπῆλθεν, οὐχ᾽ εἵλετο. Περὶ τούτου δὲ τὰ προαγγελθέντα, βέβαια ἠκούσαμεν· καὶ αἰτοῦμεν κατὰ τὸ ἐνταλὲν ἡμῖν, ἵνα καταξιώσητε δοῦναι παῤῥησίαν ἐπ᾽ ἀδείας ἡμῖν γενέσθαι, ὅτι αὕτη ἡ ἀνάγκη παρασκευάζει, τῷ ἄρχοντι τῆς χώρας κατ᾽ ἐκείνου προσελθεῖν, κατὰ τὰς διατάξεις τῶν ἐνδοξοτάτων βασιλέων, ἵνα ὁ τῇ πράῳ ὑπομνήσει τῆς ὑμετέρας ἁγιωσύνης πειθαρχῆσαι μὴ θελήσας, καὶ διορθώσασθαι τὸ ἀσυγχώρητον, αὐθεντίᾳ ἀρχοντικῇ παραχρῆμα κωλυθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Φυλαχθέντος τοῦ τύπου τῆς καταστάσεως, μὴ κριθῇ τῆς συνόδου ὑπάρχων, ἐὰν ἐπιεικῶς αἰτηθεὶς παρὰ τῆς ὑμετέρας ἀγάπης ἀποστῆναι παρῃτήσατο, ἐπειδὴ ἐκ τῆς οἰκείας καταφρονήσεως καὶ μονοτονίας περιῆλθεν εἰς ἀρχοντικὴν ἐξουσίαν. Ὁνωράτος καὶ Οὐρβανός, οἱ ἐπίσκοποι εἶπον· Τοῦτο οὖν πᾶσιν ἀρέσκει; Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Δίκαιόν ἐστιν, ἀρέσκει.

Κανὼν ΜΘ´

Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν ἐνετάλη, ἐπειδὴ ἐκ τοῦ πλησίον ἀδελφοὶ ἡμῶν δύο ἐπίσκοποι τῆς Νουμιδίας χειροτονῆσαι ἐτόλμησαν ἱερέα, κρίνατε μὴ γενέσθαι χειροτονίας ἐπισκόπων, εἰ μὴ ἀπὸ δώδεκα. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ὁ ἀρχαῖος τύπος φυλαχθήσεται, ἵνα μὴ ἥττονες τριῶν τῶν ὁρισθέντων εἰς χειροτονίαν ἐπισκόπων ἀρκέσωσι· διότι ἐν Τριπόλει τυχὸν καὶ ἐν Ἀρζουΐῃ δῆλον ὡς παρέγκεινται βάρβαρα ἔθνη· ἐν Τριπόλει δὲ πέντε καὶ μόνοι εἰσίν, ὡς γινώσκετε, ἐπίσκοποι· καὶ δυνατὸν ἐξ αὐτοῦ πολλάκις τοῦ ἀριθμοῦ τοὺς δύο ἀνάγκῃ τινὶ κατέχεσθαι. Δυσχερὲς γὰρ ἐστιν ἐξ οἱουδήποτε ἀριθμοῦ πάντας δύνασθαι ἀπαντῆσαι· μὴ ὀφείλει τοῦτο αὐτὸ παρεμποδῶν εἶναι τῷ χρησίμῳ τῆς ἐκκλησίας· καὶ γὰρ εἰς ταύτην τὴν ἐκκλησίαν, εἰς ἣν κατηξίωσεν ἡ ὑμετέρα συνελθεῖν ἁγιωσύνη, συχνῶς καὶ σχεδὸν κατὰ Κυριακὴν χειροτονουμένους ἔχομεν. Μὴ ἄρα δύναμαι συνεχῶς δώδεκα ἢ δέκα, ἢ οὐχὶ πολὺ ἐλάττους συγκαλεῖν ἐπισκόπους; δύο δὲ γείτονας προσζεῦξαι εὐχερὲς ἐστι τῇ ἐμῇ βραχύτητι. Διὸ ὁρᾷ σὺν ἐμοὶ ἡ ὑμετέρα ἀγάπη, τοῦτο αὐτὸ μὴ δύνασθαι παραφυλαχθῆναι.

Κανὼν Ν´

Ἐκεῖνο δὲ ὁρίσαι δεῖ, ὥστε, ἐάν ποτε πρὸς ἐπιλογὴν ἐπισκόπου προέλθωμεν, καὶ ἀναφυῇ τις ἀντιλογία, ἐπειδὴ τὰ τοιαῦτα παρ᾽ ἡμῖν ἐτρακταΐσθησαν, τολμηρὸν εἶναι λοιπόν, τρεῖς μόνους πρὸς τὸ καθᾶραι τὸν χειροτονηθησόμενον εὑρεθῆναι, ἀλλὰ τῷ προλεχθέντι ἀριθμῷ προστεθῇ εἷς καὶ δύο, καὶ ἐπὶ αὐτοῦ τοῦ λαοῦ, οὗ μέλλει χειροτονεῖσθαι, ἐξετασθῶσι πρῶτον τὰ πρόσωπα τῶν ἀντιλεγόντων· εἰς ὕστερον γὰρ καὶ τὰ προτεθειμένα συζευχθῶσι· καὶ ὅτε καθαρὸς φανείη ἐπὶ δημοσίας προσόψεως, εἶθ᾽ οὕτω χειροτονηθείη. Ἐὰν τοῦτο καταδέχηται ἡ ὑμετέρα ἁγιωσύνη, τῇ ὁμονοητικῇ ἀποκρίσει τοῦ ὑμετέρου ἀξιώματος βεβαιωθείη. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πάνυ ἀρέσκει.

Κανὼν ΝΑ´

Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· Ἐπειδὴ τὰ ἐν τῷ κομμονιτωρίῳ ἡμῶν πάντα δεῖ συζεῦξαι, προστίθεμεν ἔτι μὴν ἐνταλὲν ἡμῖν περὶ τῆς ἡμέρας τοῦ Πάσχα, ἵνα κατὰ τὸ εἰωθὸς ἀπὸ τῆς ἐκκλησίας Καρχηδόνος ἀεὶ παρασκευαζώμεθα καὶ μὴ ἐν στενῷ τοῦ χρόνου διαστήματι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ἁγιωσύνῃ ὑμῶν, ἐπειδὴ μεμνήμεθα ἤδη ἐκ πολλοῦ ὑμᾶς ἐπαγγειλαμένους, ὥστε ἐν ἐκάστοις ἐνιαυτοῖς συνέρχεσθαι πρὸς τὸ συζητεῖν, ὅταν εἰς ἓν συνέλθωμεν, τότε διαδοθήσεται τοῦ ἁγίου Πάσχα ἡ ἡμέρα διὰ τῶν εὑρεθησομένων ἐν τῇ συνόδῳ τοποτηρητῶν. Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Νῦν διὰ τῆς παρούσης συνελεύσεως αἰτοῦμεν, ἵνα γράμμασι τυπῶσαι τὰς ἡμετέρας ἐπαρχίας καταξιώσητε. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἀναγκαῖόν ἐστι οὕτω γενέσθαι.

Κανὼν ΝΒ´

Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Κἀκεῖνο ἡμῖν διὰ λόγου ἐντέταλται, ὥστε καὶ ἡμᾶς καταξιῶσαι τὸ ὁρισθὲν ὑπὸ τῆς ἐν Ἱππῶνι συνόδου ὀφείλειν ἑκάστην ἐπαρχίαν ἐν τῷ καιρῷ τῆς συνόδου ἐπισκέπτεσθαι, καὶ ὅτι ἐν τούτῳ καὶ τῷ ἄλλῳ ἐνιαυτῷ ὑπερέθεσθε κατὰ τάξιν ἐπισκέψασθαι τὴν Μαυριτανίαν. Αὐρήλιος ἐπίσκοπος εἶπε· Τότε περὶ τῆς τῶν Μαυριτανῶν χώρας οὐδὲν ὡρίσαμεν, διὰ τὸ εἰς τὰ τέλη τῆς Ἀφρικῆς κεῖσθαι αὐτήν, καὶ ὅτι τῷ βαρβαρικῷ παράκειται· ὁ δὲ Θεὸς παράσχοι ἐκ περιουσίας δύνασθαι ἡμᾶς καὶ μὴ ἐπαγγειλαμένους τοῦτο ποιεῖν, καὶ παραγίνεσθαι εἰς τὴν χώραν ὑμῶν. Ὀφείλετε γὰρ ἐννοεῖν, ἀδελφοί, ὅτι ἐὰν λογισμὸς ἀπαιτῇ τοῦτο, περὶ ἑαυτῶν διεξελθεῖν ἠδύναντο καὶ οἱ Τριπολιτανοὶ καὶ οἱ Ἀρζουϊτανοὶ ἀδελφοί.

Κανὼν ΝΓ´

Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν πολλαῖς συνόδοις ὥρισται συνεδρίῳ ἱερατικῷ, ἵνα τὰ πλήθη τὰ ἐν ταῖς παροικίαις ἀπὸ τῶν ἐπισκόπων κατεχόμενα, τὰ ἴδιον ἐπίσκοπον μηδέποτε ἐσχηκότα, εἰ μὴ κατὰ συναίνεσιν τοῦ ἐπισκόπου, παρ᾽ οὗ ἐξ ἀρχῆς κατέχονται, μὴ λαμβάνοιεν ἰθυντὰς ἰδίους, τουτέστιν ἐπισκόπους· ἐπειδή τινες δηλαδὴ τυραννίδος τινὸς ἐπιτετυχηκότες, τὴν τῶν ἀδελφῶν κοινωνίαν ἀποστρέφονται· καὶ ὅταν δὲ ἀποφαυλισθῶσιν, ὡσανεί τινι παλαιᾷ τυραννίδι δεσποτείας ἑαυτοῖς ἐκδικοῦσι· πολλοὶ δὲ καὶ ἐκ τῶν πρεσβυτέρων φυσιούμενοι καὶ μωροί, τοὺς αὐχένας ἐπανιστῶσι κατὰ τῶν οἰκείων ἐπισκόπων, τὸ πλῆθος συμποσίοις καὶ κακοθελέσι συμβουλίοις διαγείροντες, ὡς ἀτάκτῳ εὔνοίᾳ τούτους ἑαυτοῖς ἰθυντὰς καθιστάνειν· τοῦτο δὲ ἐπισήμως εὐκταῖον παρὰ τῆς ὑμετέρας κατέχομεν διανοίας, πιστότατε ἀδελφὲ Αὐρήλιε, ὅτι πολλάκις τὰς τοιαύτας ὁρμὰς μὴ προσδεχόμενος ἐκώλυσας. Διὰ δὲ τὰς τῶν τοιούτων κακοθελεῖς ἐννοίας, καὶ τὰ φαύλως συμφρονούμενα βουλεύματα τοῦτο λέγω, μὴ ὀφείλειν ἴδιον καθηγητὴν δέξασθαι τὸ πλῆθος τὸ ἐν τῇ λεγομένῃ παροικίᾳ ὑποκείμενον ἀρχαίῳ ἐπισκόπῳ, καὶ μηδέποτε ἴδιον ἐπίσκοπον ἐσχηκώς. Διό, ἐὰν συμπάσῃ τῇ ἁγιωτάτῃ συνόδῳ ἀρέσκῃ τὸ παρ᾽ ἐμοῦ, βεβαιωθῇ. Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου ἡμῶν τῇ ἐξακολουθήσει οὐκ ἀνθίσταμαι, ἀλλὰ τοῦτο ἐμὲ καὶ πεποιηκότα καὶ ποιήσοντα ὁμολογῶ, δηλαδὴ περὶ τοὺς ὁμονοοῦντας, οὐ μόνον τῇ ἐν Καρχηδόνι ἐκκλησίᾳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ ἱερατικῇ συγκληρώσει. Εἰσὶ γὰρ πλεῖστοι συμπνέοντες τοῖς οἰκείοις πλήθεσιν, ἅτινα, ὡς λέλεκται, ἀπατῶσι κνήθοντες τὰς ἀκοὰς αὐτῶν, καὶ κολακεύοντες πρὸς ἑαυτοὺς ἀνθρώπους κατεγνωσμένου βίου· μᾶλλον δὲ φυσιούμενοι, καὶ ἐκ τῆς συγκληρώσεως ταύτης ἑαυτοὺς χωρίζοντες, οἵτινες τῷ ἰδῖῳ πλήθει ἐπερειδόμενοι, πολλάκις συγκληθέντες ἐλθεῖν εἰς σύνδον παραιτοῦνται, ὡς φοβούμενοι μήπως τὰ τούτων ἀτοπήματα φανερωθῶσι. Λέγω οὖν, ἐὰν δοκῇ, ὀφείλομεν παντὶ τρόπῳ ἀγωνίσασθαι, τούτοις μὴ μόνον τὰς τοιαύτας διοικήσεις μὴ φυλάττεσθαι, ἀλλὰ μηδὲ τὰς οἰκείας ἐκκλησίας τὰς κακῶς εἰς αὐτοὺς περιελθούσας, καὶ ἵνα αὐθεντικῶς δημοσίᾳ ἐκβάλλωνται, καὶ αὐτῇ τῇ τῶν πρωτευόντων καθέδρᾳ ἀποκινῶνται. Χρὴ γὰρ τοὺς σύμπασι τοῖς ἀδελφοῖς καὶ ὅλῃ τῇ συνόδῳ προσκολλωμένους, μὴ μόνον τὴν οἰκείαν κατέχειν δικαίως καθέδραν, ἀλλ᾽ ἔτι μὴν τὰς τοιαύτας διοικήσεις κεκτῆσθαι, τοὺς δὲ δοκοῦντας τοῖς ἰδίοις ὄχλοις ἀρκεῖσθαι, καὶ τῆς ἀδελφικῆς ἀγάπης καταφρονοῦντας, μὴ μόνον τὰς διοικήσεις ἀπολλύειν, ἀλλ᾽ ἔτι μήν, ὡς εἶπον, καὶ τῶν οἰκείων τόπων ἀρχοντικῇ στερεῖσθαι ὡς ἀντάρτας δυναστείᾳ. Ὁνωράτος καὶ Οὐρβανὸς ἐπίσκοποι εἶπον· Ἡ μεγίστη πρόνοια τῆς ὑμετέρας ἁγιωσύνης ταῖς πάντων διανοίαις ἐνεκαθέσθη, καὶ λογιζόμεθα ὀφείλειν τῇ πάντων ἀποκρίσει βεβαιωθῆναι τὴν ὑμετέραν ἐξακολούθησιν. Σύμπαντες οἱ ἐπίσκοποι εἶπον· Ἀρέσκει, ἀρέσκει.

Κανὼν ΝΔ´

Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἐν πολλαῖς συνόδοις τοῦτο ὁρισθέν, καὶ νῦν ἔτι μὴν ἐκ τῆς ὑμετέρας ἐβεβαιώθη συνέσεως, μακαριώτατοι ἀδελφοί, ὥστε μηδένα ἐπίσκοπον ἰδιοποιεῖσθαι ἀλλότριον κληρικόν, παρὰ τὴν κρίσιν τοῦ προτέρου αὐτοῦ ἐπισκόπου. Ἀναφέρω δὲ Ἰουλιανὸν ἀχαρίστως ἐνεχθέντα περὶ τὰς διὰ τῆς ἐμῆς βραχύτητος εἰς αὐτὸν σωρευθείσας τοσαῦτας τοῦ Θεοῦ εὐεργεσίας, καὶ οὕτω προπετῶς καὶ τολμηρῶς διαγενόμενον, ὥστε τὸν ἀπὸ νηπίας ἡλικίας ὑπ᾽ ἐμοῦ βαπτισθέντα, τὸν καὶ διὰ πολλὴν ἔνδειαν ἐξ αὐτοῦ παρατεθέντα μοί, καὶ ἐπὶ πολλὰ ἔτη ἐξ ἐμοῦ τραφέντα καὶ αὐξηθέντα, τόν, ὡς εἶπον, ἐν τῇ ἐμῇ ἐκκλησίᾳ τῇ χειρὶ τῆς ἐμῆς μετριότητος βαπτισθέντα, καὶ δεικνύμενον ἐν τῇ τῶν Μαπαλιτῶν παροικίᾳ ἀναγνώστην γενόμενον, καὶ ἐπὶ δύο ἔτη ἐκεῖσε ἀναγινώσκοντα, τοῦτον, οὐκ οἶδα ποίᾳ καταφρονήσει τῆς ἐμῆς μετριότητος, ἀφαρπάσαι τὸν αὐτὸν Ἰουλιανόν, καὶ λέγειν πολίτην τοῦ διαφέροντος αὐτῷ Βαζαριτανοῦ τόπου, καὶ παρὰ τὴν ἐμὴν γνώμην τοῦτῳ κατακεχρῆσθαι· καὶ γὰρ καὶ διάκονον τοῦτον ἐχειροτόνησε. Τοῦτο εἰ ἔξεστι, γνωσθῇ ἡμῖν ἡ τοιαύτη ἄδεια, μακαριώτατοι ἀδελφοί· εἰ δὲ μή γε, τὸ οὕτως ἀναιδὲς κωλυθῇ, ἵνα μὴ ὁ λεχθεῖς Ἰουλιανὸς ἐπικοινωνῇ ἀλλοτρίοις. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἐὰν μὴ ἐρωτηθείσης, μηδὲ αἰτηθείσης τῆς σῆς ἀξίας, φανείη τοῦτο πράξας Ἰουλιανός, κρίνομεν πάντες ἀδίκως γινόμενον καὶ μὴ ἀξίως. Διὸ εἰ μὴ ὁ αὐτὸς Ἰουλιανὸς διορθώσηται τὴν οἰκείαν πλάνην, καὶ μετ᾽ ἀποθεραπεύσεως τῷ ὑμετέρῳ λαῷ τὸν αὐτὸν ἀποκαταστήσῃ κληρικόν, ὃν ἐτόλμησε χειροτονῆσαι κατὰ τῶν ὁρισθέντων τῇ συνόδῳ πράττων, καὶ χωρισθεὶς ἀφ᾽ ἡμῶν, τῆς οἰκείας μονοτονίας ἀπενέγκοι τὴν κρίσιν. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ὁ κατὰ τὴν κεῖραν πατήρ, καὶ αὐτῇ τῇ προκοπῇ ἀρχαιότατος καὶ ἐπαινετὸς ἀνήρ, ὁ ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν Βίκτωρ, τὴν αἴτησιν ταύτην γενικὴν βούλεται ἐπὶ πᾶσιν ἐκτελεσθῆναι.

Κανὼν ΝΕ´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸν λόγον μου προσδέξασθε, ἀδελφοί. Συνέβη πολλάκις αἰτηθῆναί με ἀπὸ ἐκκλησιαστικῶν ἐνδεομένων διακόνων, ἢ πρεσβυτέρων, ἢ ἐπισκόπων· καὶ ὅμως μεμνημένος τῶν ὁρισθέντων, τούτοις ἕπομαι, ὥστε συνελθεῖν με τῷ ἐπισκόπῳ αὐτοῦ τοῦ ζητουμένου κληρικοῦ, καὶ ταῦτα αὐτῷ ἐμφανίσαι, ὅτι κληρικὸν αὐτοῦ αἰτοῦνται οἱ τῆς οἱασδήποτε ἐκκλησίας. Ἰδοὺ οὖν ἐπὶ τοῦ παρόντος οὐκ ἀντιλέγουσι· διὰ δὲ τὸ μήτε μετὰ ταῦτα συμβῆναι, τουτέστιν, ἐναντιωθῆναί μοι τοὺς ἐν τούτῳ τῷ πράγματι παρ᾽ ἐμοῦ αἰτουμένους, ἐπειδὴ οἴδατε πολλῶν ἐκκλησιῶν καὶ χειροτονιῶν φροντίδα με βαστάζειν, ᾡτινιδήποτε τῶν συνιερέων συνέλθω μετὰ δύο ἢ τριῶν μαρτύρων τῆς ὑμετέρας συγκληρώσεως, ἐὰν ἀκαθοσίωτος εὑρεθείη, δίκαιόν ἐστι κρῖναι τὴν ὑμετέραν ἀγάπην, τί δεῖ ποιῆσαι· ἐγὼ γάρ, ὡς ἴστε ἀδελφοί, κατὰ συγχώρησιν Θεοῦ, πολλῶν ἐκκλησιῶν φροντίδος ἀντέχομαι. Νουμίδιος ἐπίσκοπος εἶπεν· Ἀεὶ ὑπῆρξεν ἡ αὐθεντία αὕτη τῷ θρόνῳ τούτῳ, ἵνα, ὅθεν θέλει καὶ περὶ οἱουδήποτε προετράπη ὀνόματος, κατὰ τὴν ἐπιθυμίαν ἑκάστης ἐκκλησίας ἐχειροτόνει ἐπίσκοπον. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἡ ἀγαθοθέλεια μεσάζει τὴν ἐξουσίαν· ἦττον γὰρ τολμᾷς, ἤπερ δύνῃ, ἀδελφέ, ἐν τῷ πᾶσιν ἑαυτὸν ἀποδεικνύειν ἀγαθὸν καὶ φιλάνθρωπον· ἔχεις γὰρ τοῦτο ἐν τῇ κρίσει σου, τὸ ἀποθεραπεῦσαι ἑνὸς ἑκάστου ἐπισκόπου τὸ πρόσωπον· ἐν πρώτῃ δὲ καὶ μόνῃ συνελεύσει, εἰ συνίδῃς, τὸ ἐπ᾽ ἐξουσίας ταύτῃ τῇ καθέδρᾳ εἶναι ἐκδικητέον· ἐπειδὴ ἀνάγκην ἔχεις αὐτὸς πάσας τὰς ἐκκλησίας ὑποστηρίζειν. Ὅθεν ἐξουσίαν σοι ἡμεῖς οὐ δίδομεν, ἀλλ᾽ ἐπισφραγίζομεν ταύτην τῇ σῇ προαιρέσει, ὥστε ἐξεῖναι ἀεὶ κρατεῖν ὃν ἂν θέλῃς, καὶ προχειρίζεσθαι προεστῶτας ταῖς ἐκκλησίαις, καὶ ταῖς λοιπαῖς τοὺς ζητούμενους, καὶ ὅθεν συνίδοις. Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Εἶτα, ἐάν τις ἕνα καὶ μόνον ἔχῃ πρεσβύτερον, μὴ ὀφείλει καὶ αὐτὸς ὁ εἷς ἐξ αὐτοῦ ἀφαιρεθῆναι; Αὐρήλιος ἐπίσκοπος εἶπε· Κατὰ συγχώρησιν Θεοῦ δύναται ὁ εἷς ἐπίσκοπος πολλοὺς χειροτονεῖν πρεσβύτερους· πρεσβύτερος δὲ πρὸς ἐπισκοπὴν ἐπιτήδειος δυσχερῶς εὑρίσκεται· διὸ ἐάν τις εὑρεθῇ ἔχων ἕνα μόνον πρεσβύτερον, καὶ αὐτὸν τῇ ἐπισκοπῇ ἐπιτήδειον, καὶ αὐτὸν τὸν ἕνα ὀφείλει δοῦναι πρὸς χειροτονίαν. Ποστουμετιανὸς ἐπίσκοπος εἶπεν· Οὐκοῦν ἐὰν ἄλλος ἐπίσκοπος ἔχῃ πλῆθος κληρικῶν, ὀφείλει μοι τὸ ἕτερον πλῆθος συνελθεῖν. Αὐρήλιος ἐπίσκοπος εἶπε· Δηλαδὴ ὃν τρόπον σὺ τῇ ἑτέρᾳ ἐκκλησίᾳ συνῆλθες, συνωθηθήσεται καὶ ὁ τοὺς πλείονας ἔχων κληρικούς, ἕνα ἐξ αὐτῶν εἰς χειροτονίαν σοι δαψιλεύσασθαι.

Κανὼν ΝΣΤ´

Ὁνωράτος καὶ Οὐρβανὸς οἱ ἐπίσκοποι εἶπον· Ἠκούσαμεν ὁρισθέν, ἵνα αἱ παροικίαι μὴ ἀξιῶνται λαμβάνειν ἐπισκόπους, εἰ μὴ κατὰ συναίνεσιν τούτου, ὑφ᾽ ὃν καθίσταντο· ἐν δὲ τῇ χώρᾳ ἡμῶν, κατὰ συγχώρησιν τοῦ ἐξ ἀρχῆς κατέχοντος τὰς διοικήσεις ἐπισκόπου, τινὲς εἰς τὰς αὐτὰς παροικίας χειροτονηθέντες ἐπίσκοποι, ἐαυτοῖς ἔτι μὴν ἑτέρας διεκδικοῦσι. Τοῦτο καὶ κωλυθῆναι τῇ ἀπὸ τῆς ὑμετέρας ἀγάπης κρίσει, καὶ ἀναρτηθῆναι τοῦ λοιποῦ ὀφείλει. Ἐπιγόνιος ἐπίσκοπος εἶπεν· Ἑκάστῳ ἐπισκόπῳ τὸ πρέπον ἐφυλάχθη, ἵνα ἐκ τῆς συγκτησίας τῶν παροικιῶν μηδὲν ἀποδρεφθείη πρὸς τὸ ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰ μὴ κατὰ συναίνεσιν τοῦ τὴν ἐξουσίαν ἔχοντος· ἐὰν δὲ αὐτὸς παραχωρήσῃ, ὥστε τὴν αὐτὴν διοίκησιν ἐπιτραπεῖσαν ἴδιον κτήσασθαι ἐπίσκοπον, εἰς τὰς λοιπὰς τὸν προχειρισθέντα μὴ ἐπιβαλέσθαι διοικήσεις, διότι μία ἐκ τοῦ σώματος τῶν πολλῶν ἀφαιρεθεῖσα, αὐτὴ καὶ μόνη ἠξιώθη τιμὴν ἰδίας ἐπισκοπῆς ἀναδέξασθαι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Οὐκ ἀμφιβάλλω τῇ πάντων ὑμῶν ἀγάπῃ ἀρέσκειν, ὥστε τὸν κατὰ τὴν συγχώρησιν τοῦ προτέρου ἐπισκόπου ἐν τῇ διοικήσει προχειρισθέντα ἐπίσκοπον, μόνον αὐτὸν κατέχειν τὸν λαὸν εἰς ὃν ἐχειροτονήθη. Ἐπειδὴ οὖν πάντα νομίζω εἶναι τετρακταϊσμένα, ἐὰν πάντα στοιχῇ τῷ λογισμῷ ὑμῶν, πάντα βεβαιώσατε τῇ ὑμετέρᾳ ἐκφωνήσει. Πάντες οἱ ἐπίσκοποι εἶπον· Πᾶσιν ἡμῖν ταῦτα ἤρεσε, καὶ τῇ ἡμετέρᾳ ὑπογραφῇ ταῦτα βεβαιοῦμεν· καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐκκλησίας Καρχηδόνος τῷ παρόντι δεκρέτῳ συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ΝΖ´

Διὸ ἐπειδὴ ἐν τῇ ἀνωτέρω συνόδῳ ὁρισθὲν μέμνηται ἅμα ἐμοὶ ἡ ὑμετέρα ὁμοψυχία, ὥστε τοὺς παρὰ τοῖς Δονατισταῖς μικροὺς βαπτιζομένους, καὶ μηδέπω δυναμένους γινώσκειν τῆς πλάνης αὐτῶν τὸν ὄλεθρον, μετὰ τὸ εἰς κεῖραν λογισμοῦ δεκτικὴν παραγενέσθαι, ἐπιγνωσθείσης τῆς ἀληθείας, τὴν φαυλότητα ἐκείνων βδελυττομένους*, πρὸς τὴν καθολικήν τοῦ Θεοῦ ἐκκλησίαν, τὴν ἀνὰ πάντα τὸν κόσμον διακεχυμένην, τάξει ἀρχαίᾳ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἀναδεχθῆναι τοὺς τοιούτους ἐκ τοῦ τῆς πλάνης ὀνόματος μὴ ὀφείλειν ἐμποδίζεσθαι εἰς τάξιν κληρώσεως, ὁπόταν τὴν ἀληθινὴν ἐκκλησίαν ἰδίαν ἑαυτῶν ἐλογίσαντο τῇ πίστει προσερχόμενοι, καὶ ἐν αὐτῇ τῷ Χριστῷ πιστεύσαντες, τῆς Τριάδος τὰ ἁγιάσματα ὑπεδέξαντο· ἅτινα πάντα ἀληθῆ καὶ ἅγια καὶ θεῖα εἶναι δῆλόν ἐστι, καὶ ἐν τούτοις πᾶσαν τὴν τῆς ψυχῆς ἐλπίδα ὑπάρχειν. Κἂν εἰ τὰ μάλιστα οὖν καὶ ἡ τῶν αἱρετικῶν προληφθεῖσα τόλμα, τῷ ὀνόματι τῆς ἀληθείας ἐναντιούμενά τινα παραδιδόναι προπετεύεται, ταῦτα ἐπειδὴ ἁπλᾶ εἰσιν, ὡς διδάσκει ὁ ἅγιος Ἀπόστολος λέγων, Εἷς Θεός, μία πίστις, ἓν βάπτισμα· καὶ τὸ ὀφεῖλον προσάπαξ δίδοσθαι, ἐπαναληφθῆναι οὐκ ἔξεστιν, ἀναθεματιζομένου τοῦ τῆς πλάνης ὀνόματος, διὰ τῆς ἐπιθέσεως τῆς χειρὸς ἀναδεχθῶσιν εἰς τὴν μίαν ἐκκλησίαν, τήν, ὡς εἴρηται, περιστεράν, καὶ μόνην μητέρα τῶν Χριστιανῶν, ἐν ᾗ πάντα τὰ ἁγιάσματα σωτηριωδῶς αἰώνια καὶ ζωτικὰ παριλαμβάνονται· ἅτινα τοῖς ἐπιμένουσιν ἐν τῇ αἱρέσει, μεγάλην τῇς καταδίκης τὴν τιμωρίαν πορίζουσιν, ἵνα, ὅπερ ἦν αὐτοῖς ἐν τῇ ἀληθείᾳ πρὸς τὴν αἰώνιον ζωὴν ἀκολουθητέον φωτεινότερον, τοῦτο γένηται αὐτοῖς ἐν τῇ πλάνῃ σκοτεινότερον καὶ πλέον καταδεδικασμένον· ὅπερ τινὲς ἔφυγον, καὶ τῆς ἐκκλησίας τῆς καθολικῆς μητρὸς τὰ εὐθύτατα ἐπιγνόντες, πάντα ἐκεῖνα τὰ ἅγια μυστήρια φίλτρῳ τῆς ἀληθείας ἐπίστευσαν καὶ ὑπεδέξαντο. Τοῖς οὖν τοιούτοις, ὅταν δοκιμὴ χρηστοῦ βίου προσέλθῃ, ἀναμφιβόλως καὶ κλῆρος πρὸς ὑπουργίαν τῶν ἁγίων προσκυρωθήσεται· καὶ μάλιστα ἐν τῇ τοσαύτῃ τῶν πραγμάτων ἀνάγκῃ, οὐδείς ἐστιν ὁ μὴ τοῦτο παραχωρῶν. Εἰ δέ τινες τοῦ αὐτοῦ δόγματος κληρικοί, μετὰ τοῦ πλήθους καὶ τῶν τιμῶν αὐτῶν πρὸς ἡμᾶς ἐλθεῖν ποθήσουσιν, οἵτινες τῷ ἔρωτι τῆς τιμῆς συμβουλεύουσι πρὸς ζωήν, καὶ κατέχουσι πρὸς σωτηρίαν, ἀλλὰ τοῦτο καταλειπτέον κρίνω τῇ μείζονι κατανοήσει, ψηφισομένων τῶν προλεχθέντων ἀδελφῶν, ἵνα τῇ συνετωτέρᾳ αὐτῶν βουλῇ τῆς ἡμετέρας ἀναφορᾶς τὸν λόγον διαγνῶσι, καὶ ἡμᾶς βεβαιῶσαι καταξιώσωσιν εἰς τὸ ὀφεῖλον περὶ τούτου τοῦ πράγματος παρ᾽ ἡμῶν τυπωθῆναι. Μόνον δὲ περὶ τῶν ἐν νηπιότητι βαπτισθέντων ἀρκούμεθα, ἵνα, εἰ ἀρέσκει αὐτοῖς, τῇ ἡμετέρᾳ συναινέσωσι προαιρέσει περὶ τοῦ χειροτονεῖσθαι τούτους. Πάντα τοίνυν ἃ ἀνωτέρω συνηγάγομεν παρὰ τοῖς ἁγιωτάτοις ἐπισκόποις, πρακτέα εἶναι δικαιοῖ ἅμα ἐμοὶ ἡ ἔντιμος ὑμῶν ἀδελφότης.

Κανὼν ΝΗ´

Ὧν χάριν αἰτῆσαι δεῖ τοὺς θρησκευτικωτάτους βασιλεῖς, ὥστε τὰ ἐγκαταλείμματα τῶν εἰδώλων τὰ κατὰ πᾶσαν τὴν Ἀφρικὴν κελεῦσαι παντελῶς ἀνακοπῆναι· καὶ γὰρ ἐν πολλοῖς τόποις παραθαλασσίοις καὶ διαφόροις κτήσεσιν ἀκμάζει ἔτι τῆς πλάνης ταύτης ἡ ἀδικία· ἵνα παραγγελθῶσι καὶ αὐτὰ ἁπαλειφθῆναι, καὶ οἱ ναοὶ αὐτῶν οἱ ἐν τοῖς ἀγροῖς καὶ ἀποκεκρυμμένοις τόποις χωρίς τινος εὐκοσμίας καθεστῶτες παντὶ τρόπῳ κελευσθῶσι καταστραφῆναι.

Κανὼν ΝΘ´

Δεῖ αἰτῆσαι ἔτι μήν, ἵνα ὁρίσαι καταξιώσωσιν, ὥστε, ἐάν τινες ἐν ἐκκλησίᾳ οἱανδήποτε αἰτίαν ἀποστολικῷ δικαίῳ τῷ ταῖς ἐκκλησίαις ἐπικειμένῳ, γυμνᾶσαι θελήσωσι, καὶ ἴσως ἡ τομὴ τῶν κληρικῶν τῷ ἐνὶ μέρει ἀπαρέσοι, μὴ ἐξεῖναι πρὸς δικαστήριον εἰς μαρτυρίαν προκαλεῖσθαι τὸν κληρικὸν ἐκεῖνον, τὸν πρότερον τὸ αὐτὸ πρᾶγμα σκοπήσαντα, ἢ καὶ σκοπουμένῳ παρατυχόντα· καὶ ἵνα μηδὲ προσώπῳ τις προσήκων ἐκκλησιαστικῷ ἐναχθῇ περὶ τοῦ ὀφείλειν μαρτυρεῖν.

Κανὼν Ξ´

Κακεῖνο ἔτι μὴν δεῖ αἰτῆσαι παρὰ τῶν Χριστιανῶν βασιλέων, ἐπειδὴ παρὰ τὰ θεῖα παραγγέλματα ἐν πολλοῖς τόποις συμπόσια οὕτως ἐπιτελοῦνται, ἐκ τῆς ἐθνικῆς πλάνης προενεχθέντα, ὡς καὶ Χριστιανοὺς τοῖς Ἕλλησι λάθρα προσσυνάγεσθαι ἐπὶ τῇ τούτων τελετῇ, ἵνα κελεύσωσι τὰ τοιαῦτα κωλυθῆναι καὶ ἐκ τῶν πόλεων καὶ ἐκ τῶν κτήσεων· μάλιστα, ὅτι καὶ ἐν αὐτοῖς τοῖς γενεσίοις τῶν μακαρίων μαρτύρων ἀνά τινας πόλεις καὶ εἰς αὐτοὺς τοὺς ἱεροὺς τόπους τὰ τοιαῦτα πλημμελεῖν οὐχ ὑφορῶνται· ἐν αἷς ἡμέραις, ὅπερ καὶ λέγειν αἰσχύνη ἐστίν, ὀρχήσεις μυσαρὰς εἰς τοὺς ἀγροὺς καὶ εἰς τὰς πλατείας ἐκτελοῦσιν, ὥστε τῇ τῶν οἰκοδεσποινῶν τιμῇ, καὶ ἄλλων ἀναριθμήτων γυναικῶν τῇ αἰδοῖ, τῶν εὐλαβῶς εἰς τὴν ἁγίαν ἡμέραν παραγενομένων, λάγναις ὕβρεσιν ἐφορμᾷν, ὡς καὶ αὐτῆς τῆς ἁγίας πίστεως σχεδὸν φεύγεσθαι τὴν προσέλευσιν.

Κανὼν ΞΑ´

Κἀκεῖνο ἔτι μὴν δεῖ αἰτῆσαι, ἵνα τὰ θεώρια τῶν θεατρικῶν παιγνίων, ἐν τῇ Κυριακῇ, καὶ ἐν ταῖς λοιπαῖς φαιδραῖς τῆς τῶν Χριστιανῶν πίστεως ἡμέραις κωλύωνται· μάλιστα, ὅτι ἐν τῇ ὀγδοάδι τοῦ ἁγίου Πάσχα, οἱ ὄχλοι μᾶλλον εἰς τὸ ἱπποδρόμιον, ἥπερ εἰς τὴν ἐκκλησίαν συνέρχονται, ὀφείλειν μετενεχθῆναι τὰς ὠρισμένας αὐτῶν ἡμέρας, ὅτε ἀπαντήσει, καὶ μὴ ὀφείλειν τινὰ τῶν Χριστιανῶν πρὸς τὰ θεώρια ταῦτα ἀναγκάζεσθαι.

Κανὼν ΞΒ´

Κἁκεῖνο δεῖ αἰτῆσαι, ἵνα ὁρίσαι καταξιώσωσιν, ὥστε κληρικὸν οἱασδήποτε τιμῆς τυγχάνοντα, ἐφ᾽ οἱῳδήποτε ἐγκλήματι τῇ τῶν ἐπισκόπων κρίσει καταδικασθέντα, μὴ ἐξεῖναι τὸν αὐτόν, εἴτε παρὰ τῆς ἐκκλησίας ἧς ὑπῆρχεν, εἴτε παρ᾽ οἱουδήποτε ἀνθρώπου διεκδικεῖσθαι, ποινῆς ἐπὶ τούτῳ παρεντεθείσης ζημίας χρημάτων τε καὶ τιμῆς, ὅπως μηδὲ κεῖραν μηδὲ φύσιν ἀπολογητέαν εἶναι κελεύσωσι.

Κανὼν ΞΓ´

Περὶ τῶν τοιούτων ἔτι μὴν αἰτῆσαι δεῖ, ἵνα, ἐάν τις ἐξ οἱουδήποτε παιγνιώδους ἐπιτηδεύματος πρὸς τὴν τοῦ Χριστιανισμοῦ χάριν ἐλθεῖν θελήσοι, καὶ ἐλεύθερος ἀπ᾽ ἐκείνων τῶν σπιλάδων διαμεῖναι, μὴ ἐξὸν εἴη τινί, τὸν τοιοῦτον πρὸς τὰ αὐτὰ γυμνάσματα πάλιν προτρέπεσθαι, ἢ καταναγκάζειν.

Κανὼν ΞΔ´

Περὶ ἐλευθεριῶν δηλαδὴ ἐν τῇ ἐκκλησίᾳ κηρυκτέων, ἐὰν τοῦτο οἱ ἡμέτεροι συνιερεῖς φαίνωνται ποιοῦντες ἀνὰ τὴν Ἰταλίαν, καὶ ἡ ἡμετέρα δῆλον πεποίθησις τῇ τούτων τάξει ἕπηται, δοθείσης φανερῶς ἀδείας πεμπομένου τοποτηρητοῦ, ἵνα οἱαδήποτε ἄξια πίστεως ὑπέρ τῆς ἐκκλησιαστικῆς καταστάσεως καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἐκτελέσαι δυνηθείη, καὶ ἡμεῖς ἐπαινετῶς ἐνώπιον τοῦ Κυρίου ὑποδεξώμεθα. Ταῦτα πάντα, ἐὰν τῇ ὑμετέρᾳ ἁγιωσύνῃ ἀρέσκῃ, ἐξείπατε, ἵνα καὶ τὴν ἐμὴν ἀναφορὰν βεβαίαν οὗσαν ὑμῖν ἐπιδείξω, καὶ τὰ παρὰ τῆς πάντων ἡμῶν συναινέσεως ἡ αὐτῶν εἰλικρινότης ἡδέως προσδέξηται. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει· τὰ προτεθέντα, καὶ συνετῶς ἀπὸ τῆς σῆς ἁγιωσύνης ἐξηγηθέντα ὀφείλει ἐκτελεσθῆναι.

Κανὼν ΞΕ´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τοῦ Αἰκυτίου ἔτι μήν, τοῦ ἔκπαλαι κατὰ τὴν ἰδίαν ἀξίαν τῇ τῶν ἐπισκόπων γνώμῃ καταδικασθέντος, τὸ πρᾶγμα οὐκ οἷμαι παρεατέον τῇ πρεσβείᾳ, ἵνα, ἐὰν τυχὸν τοῦτον εὕρῃ ἐν ἐκείνοις τοῖς μέρεσιν, ἔστω πρὸς φροντίδος τῷ αὐτῷ ἡμῶν ἀδελφῷ, ὑπὲρ τῆς ἐκκλησιαστικῆς καταστάσεως, ὡς χρή, καὶ ὅπου ἐξὸν εἴη, κατ᾽ ἐκείνου διαπράξασθαι. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πολὺ ἀρέσκει καὶ αὕτη ἡ ἐξακολούθησις· μάλιστα, ὅτι ἔκπαλαι καταδεδίκασται ὁ αὐτὸς Αἰκύτιος, καὶ ἡ τούτου ἀναίσχυντος ἀνησυχία, ὑπὲρ τῆς καταστάσεως καὶ σωτηρίας τῆς ἐκκλησίας μᾶλλον καὶ μᾶλλον πανταχοῦ καταμαχητέα ἐστί· καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπός τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ΞΣΤ´

Μετὰ ταῦτα ψηλαφηθέντων καὶ κατανοηθέντων πάντων τῶν ἐν τῇ ἐκκλησιαστικῇ χρησιμότητι συντρέχειν δοκούντων, ἐπινεύσαντος καὶ ἐνηχήσαντος τοῦ Πνεύματος τοῦ Θεοῦ, ἐπελεξάμεθα ἠπίως καὶ εἰρηνικῶς διαπράξασθαι μετὰ τῶν μνημονευθέντων ἀνθρώπων, κἂν εἰ τὰ μάλιστα ἐκ τῆς τοῦ Κυριακοῦ σώματος ἑνώσεως ἀνησυχάστῳ διχονοίᾳ ἀποσχίζωσιν, ἵνα, ὅσον τὸ ἐν ἡμῖν, πᾶσι καθόλου γνωσθῇ τῆς τῇ ἐκείνων κοινωνίᾳ καὶ ἑταιρίᾳ σαγηνευθεῖσιν, ἀνὰ πάσας τὰς τῆς Ἀφρικῆς ἐπαρχίας, πῶς ἐλεεινῇ πλάνῃ κατεδέθησαν· ἴσως, καθὼς λέγει ὁ Ἀπόστολος, ἡμῶν ἐν ἡμερότητι συναγόντων τοὺς τὰ διάφορα φρονοῦντας, δώσει αὐτοῖς ὁ Θεὸς μετάνοιαν πρὸς τὸ ἐπιγνῶναι τὴν ἀλήθειαν, καὶ ἵνα ἀνασφήλωσιν οἱ ἐκ τῶν τοῦ διαβόλου βρόχων αἰχμαλωτισθέντες αὐτῷ εἰς τὸ αὐτοῦ θέλημα.

Κανὼν ΞΖ´

Ἤρεσε τοίνυν, ἵνα ἐκ τῆς ἡμετέρας συνόδου γράμματα πρὸς τοὺς τῆς Ἀφρικῆς, ἄρχοντας δοθῶσιν, ἀφ᾽ ὧν αἰτῆσαι ἁρμόδιον ἔδοξε, περὶ τοῦ βοηθῆσαι τῇ κοινῇ μητρὶ τῇ καθολικῇ ἐκκλησίᾳ, ἐν οἷς ἡ τῶν ἐπισκόπων αὐθεντία ἐν ταῖς πόλεσι καταφρονεῖται· τουτέστιν, ἵνα ἀρχοντικῇ δυναστείᾳ καὶ ἐπιμελείᾳ, καὶ Χριστιανικῇ πίστει ἀναζητήσωσι τὰ γενόμενα ἐν ὅλοις τοῖς τόποις, ἐν οἷς οἱ Μαξιμιανισταὶ τὰς ἐκκλησίας κατέσχον, ἔτι δὲ καὶ τοὺς ἀπ᾽ αὐτῶν ἀποσχίσαντας, καὶ δημοσίοις πεπραγμένοις τὴν περὶ τούτων γνῶσιν βεβαίαν πᾶσιν ἀναγκαίως ποιήσωσιν ἐντεθῆναι.

Κανὼν ΞΗ´

Ἐς ὕστερον ἤρεσεν, ἵνα γράμματα πεμφθῶσι πρὸς τοὺς ἀδελφοὺς καὶ συνεπισκόπους ἡμῶν, καὶ μάλιστα πρὸς τὴν ἀποστολικὴν καθέδραν, ἐν ᾗ προκάθηται ὁ μνημονευθεὶς προσκυνητὸς ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν Ἀναστάσιος· ἐπειδὴ γινώσκει τὴν Ἀφρικὴν μεγάλην ἔχειν ἀνάγκην, ὥστε, διὰ τὴν τῆς ἐκκλησίας εἰρήνην καὶ χρησιμότητα, καὶ αὐτῶν τῶν Δονατιστῶν οἵτινεσδήποτε κληρικοί, διορθουμένης τῆς βουλῆς πρὸς τὴν καθολικὴν ἑνότητα μετελθεῖν θελήσαιεν, κατὰ τὴν ἑνὸς ἑκάστου καθολικοῦ ἐπισκόπου προαίρεσιν, καὶ βουλὴν τοῦ ἐν τῷ αὐτῷ τόπῳ κυβερνῶντος τὴν ἐκκλησίαν, ἐὰν τοῦτο συμβάλλεσθαι τῇ τῶν Χριστιανῶν εἰρήνῃ φανείη, ἐν ταῖς ἰδίαις τιμαῖς αὐτοὺς ἀναδεχθῆναι· καθὼς καὶ ἐν τοῖς προλαβοῦσι χρόνοις περὶ τῆς αὐτῆς διαστάσεως γενέσθαι φανερόν ἐστιν· ὅπερ πολλῶν καὶ σχεδὸν πασῶν τῶν ἐν τῇ Ἀφρικῇ ἐκκλησιῶν, ἐν αἷς ἡ τοιαύτη πλάνη ἀνεφύη, τὰ παραδείγματα μαρτύρονται· οὐχ ἵνα ἡ σύνοδος ἡ ἐν τοῖς περαματικοῖς μέρεσι περὶ τούτου τοῦ πράγματος γενομένη διαλυθῇ, ἀλλ᾽ ἵνα ἐκεῖνο μείνῃ περὶ τοὺς οὕτω μετελθεῖν πρὸς τὴν καθολικὴν ἐκκλησίαν βουλομένους, ὥστε μηδεμίαν ἐπὶ τούτου τῆς ἑνότητος συντομίαν περιεργάζεσθαι. Δι᾽ ὧν δὲ παντὶ τρόπῳ ἐκτελεσθῆναι καὶ προσβοηθηθῆναι ἡ καθολικὴ ἑνότης φανερῷ κέρδει τῶν ἀδελφικῶν ψυχῶν φανείη ἐν τοῖς τόποις, οἷς διάγουσι, μὴ ἐμπόδισῃ τούτοις τὸ ὁρισθὲν κατὰ τῶν τιμῶν αὐτῶν ἐν τῇ περαματικῇ συνόδῳ, ὁπόταν τὸ σωθῆναι οὐδενὶ προσώπῳ ἀποκέκλεισται· τουτέστιν, ἵνα οἱ χειροτονηθέντες ἐν τῷ τῶν Δονατιστῶν μέρει, ἐὰν πρὸς τὴν καθολικὴν πίστιν διορθωθέντες μετελθεῖν θελήσοιεν, μὴ κατὰ τὴν περαματικὴν σύνοδον μὴ δεχθῶσιν ἐν ταῖς οἰκείαις τιμαῖς, ἀλλὰ μᾶλλον οὗτοι προσδεχθῶσι, δι᾽ ὧν τῇ καθολικῇ ἑνότητι γίνεται πρόνοια.

Κανὼν ΞΘ´

Ἤρεσεν ἔπειτα, ὥστε τούτων πραχθέντων, τοποτηρητὰς περὶ τοῦ κηρύξαι εἰρήνην καὶ ἑνότητα, ἧς τινος χωρὶς ἡ τῶν Χριστιανῶν σωτηρία καθίστασθαι οὐ δύναται, πεμφθῆναι ἐκ τοῦ ἡμετέρου ἀριθμοῦ πρὸς τοὺς τῶν αὐτῶν Δονατιστῶν, εἴτε τινὰς ἔχουσιν ἐπισκόπους, εἴτε λαϊκούς· δι᾽ ὧν τοποτηρητῶν πᾶσιν ἐν γνώσει γενηται, πῶς οὐδὲν ἔχουσιν εὔλογον κατὰ τῆς καθολικῆς ἐκκλησίας· μάλιστα, ἵνα φανερὸν πᾶσι γένηται διὰ τῶν πολιχνιωτικῶν πεπραγμένων, πρὸς πίστωσιν τῆς ἀποδείξεως, ἅπερ αὐτοὶ περὶ τῶν Μαξιμιανιστῶν τῶν ἰδίων σχισματικῶν ἔπραξαν· ἔνθα αὐτοῖς θεόθεν ἀποδείκνυται, ἐὰν ἐπισκῆψαι θελήσοιεν, οὕτως ἀδίκως τότε αὐτοὺς ἀπὸ τῆς ἐκκλησιαστικῆς ἑνώσεως ἀποσχίσαντας, ὥσπερ κράζουσιν ἀδίκως ἀπ᾽ αὐτῶν τοὺς Μαξιμιανιστὰς νῦν ἀποσχίσαι· ἐκ δὲ τοῦ ἀριθμοῦ τούτων, οὕστινας φανερᾷ τῆς οἰκείας βουλῆς αὐθεντίᾳ κατεδίκασαν, μετὰ ταῦτα ἐν ταῖς ἰδίαις τιμαῖς ἀνεδέξαντο, καὶ τὸ βάπτισμα, ὃ οἱ παρ᾽ αὐτοῖς καταδεδικασμένοι καὶ ἐκβεβλημένοι δεδώκασι, προσεδέξαντο, πρὸς τὸ δειχθῆναι, πῶς μωρᾷ καρδίᾳ ἀντιτάσσονται τῇ εἰρήνῃ τῆς ἐκκλησίας τῆς ἐν παντὶ τῷ κόσμῳ διακεχυμένης, ταῦτα ποιοῦντες ὑπὲρ τοῦ μέρους τοῦ Δονάτου, καὶ μὴ λέγοντες ἑαυτοὺς μολύνεσθαι τῇ κοινωνίᾳ τῶν παρ᾽ αὐτοῖς οὕτω διὰ τὸ ἀκούσιον τῆς εἰρήνης ἀναδεχθέντων, ἡμῖν δὲ φιλονεικοῦντες, τουτέστι τῇ καθολικῇ ἐκκλησίᾳ, ἔτι μὴν καὶ τῇ ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς γῆς καθεστώσῃ, διὰ τῆς μεμιασμένης τούτων κοινωνίας, ὧν τινων πρώην κατῃτιῶντο πάντες, ἐλέγξαι αὐτοὺς οὐκ ἠδυνήθησαν.

Κανὼν Ο´

Πρὸς ἐπὶ τούτοις ἐν τῷ περὶ ἐγκράτειας τῆς περὶ τὰς οἰκείας γαμετάς τινων μνημονεύεσαι κληρικῶν ἤρεσεν, ὥστε τοὺς ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, κατὰ τοὺς ἰδίους ὅρους, καὶ ἐκ τῶν ἰδίων ἔτι μὴν ἀπέχεσθαι γαμετῶν· ὅπερ εἰ μὴ ποιήσαιεν, ἀπὸ τῆς ἐκκλησιαστικῆς ἀποκινηθῶσι τάξεως· τοὺς δὲ λοιποὺς κληρικοὺς πρὸς τοῦτο μὴ ἀναγκάζεσθαι, ἀλλ᾽ ὀφείλειν κατὰ τὴν ἑκάστης ἐκκλησίας συνήθειαν παραφυλάττεσθαι.

Κανὼν ΟΑ´

Πάλιν ἤρεσεν, ὥστε μηδενὶ ἐξεῖναι ἐπισκόπῳ, καταλειφθείσης τῆς αὐθεντικῆς αὐτοῦ καθέδρας, πρός τινα ἐκκλησίαν ἐν διοικήσει καθεστῶσαν ἑαυτὸν ἀποφέρειν, ἢ ἐν οἰκείῳ πράγματι, ὑπὲρ ὃ χρὴ ἐπὶ πολὺ ἀπασχολουμένῳ, ἀμελεῖν τῆς φροντίδος καὶ τῆς συνεχείας τοῦ ἰδίου θρόνου.

Κανὼν ΟΒ´

Ὁμοίως ἤρεσε περὶ τῶν νηπίων, ὁσάκις μὴ εὑρίσκονται βέβαιοι μάρτυρες, οἱ ταῦτα ἀναμφιβόλως βαπτισθέντα εἶναι λέγοντες, καὶ οὐδὲ αὐτὰ διὰ τὴν κεῖραν περὶ τῆς παραδοθείσης αὐτοῖς μυσταγωγίας ἀποκρίνεσθαι ἐπιτηδείως ἔχουσι, χωρίς τινος προσκόμματος ὀφείλειν ταῦτα βαπτίζεσθαι, μή ποτε ὁ τοιοῦτος δισταγμὸς ἀποστέρησῃ αὐτὰ τῆς τοιαύτης τοῦ ἁγιασμοῦ καθάρσεως· ἐκ τούτου γὰρ οἱ τοποτηρηταὶ τῶν Μαύρων ἀδελφοὶ ἡμῶν τοῦτο ἐβουλεύσαντο, ὅτι πολλοὺς τοιούτους ἀπὸ τῶν βαρβάρων ἐξαγοράζονται.

Κανὼν ΟΓ´

Ὁμοίως ἤρεσεν, ὥστε τὴν ἡμέραν τοῦ προσκυνητοῦ Πάσχα διὰ τῆς τῶν τετυπωμένων ὑπογραφῆς πᾶσιν ἐμφανίζεσθαι. Ἡ δὲ τῆς συνόδου ἡμέρα ἡ αὐτὴ φυλαχθῇ, ἥτις ὡρίσθη ἐν τῇ ἐν Ἱππῶνι συνόδῳ, τουτέστιν, ἡ πρὸ δέκα καλανδῶν Σεπτεμβρίων· ὀφείλει γὰρ καὶ γραφῆναι πρὸς τοὺς πρωτεύοντας πασῶν τῶν ἐπαρχιῶν, ἵνα, ὅτε παρ᾽ ἑαυτοῖς σύνοδον προσκαλοῦνται, ταύτην τὴν ἡμέραν φυλάττωσι.

Κανὼν ΟΔ´

Ὁμοίως ὡρίσθη, ὥστε μηδενὶ ἐξεῖναι μεσίτῃ τὴν καθέδραν κατέχειν, ᾗ τινι μεσίτης δέδοται, διὰ οἱασδήποτε τῶν λαῶν σπουδὰς ἢ διχοστασίας, ἀλλὰ σπουδάζειν ἐντὸς ἐνιαυτοῦ τοῖς αὐτοῖς προνοεῖσθαι ἐπίσκοπον· εἰ δὲ περὶ τοῦτο ἀμελήσοι, μετὰ τὴν περαίωσιν τοῦ ἐνιαυτοῦ ἕτερος ψηφισθῇ μεσίτης.

Κανὼν ΟΕ´

Σύμπασιν ἔδοξεν αἰτῆσαι ἀπὸ τῶν βασιλέων διὰ τὴν τῶν πενήτων κάκωσιν, ὧν ταῖς ἐπαχθείαις ἀπαύστως ἡ ἐκκλησία παρενοχλεῖται, ὥστε ἐκδίκους τούτοις μετὰ τῆς τῶν ἐπισκόπων προνοίας ἐπιλεγῆναι κατὰ τῆς τῶν πλουσίων τυραννίδος.

Κανὼν ΟΣΤ´

Ὁμοίως ἤρεσεν, ἵνα, ὁσάκις δήποτε σύνοδον δεῖ συναχθῆναι, οἱ ἐπίσκοποι, οἵτινες οὔτε κείρᾳ, οὔτε ἀσθενείᾳ, οὔτε τινὶ βαρυτέρᾳ ἀνάγκῃ ἐμποδίζονται, ἁρμοδίως ἀπαντῶσι· καὶ τοῖς πρωτεύουσιν ἑκάστης ἰδίας αὐτῶν ἐπαρχίας ἐμφανισθείη περὶ πάντων τῶν ἐπισκόπων, εἴτε δύο, εἴτε τρεῖς συναθροίσεις γένωνται· καὶ ἀπὸ ἑκάστου δὲ ἀθροισμοῦ εἰς ἀμοιβὴν ὁσοιδήποτε ἐπιλεγῶσι πρὸς τὴν ἡμέραν τῆς συνόδου ἐνστατικῶς ἀπαντήσωσιν· ἐὰν δὲ μὴ δυνηθῶσιν ἀπαντῆσαι, ἀθρόον τινῶν ἀναγκῶν ὡς εἰκὸς ἀναφυομένων, εἰ μὴ τὸν λόγον τοῦ οἰκείου ἐμποδισμοῦ παρὰ τῷ οἰκείῳ πρωτεύοντι ἀποδώσωσιν, ὀφείλειν τοὺς τοιούτους τῇ κοινωνίᾳ τῆς ἰδίας αὐτῶν ἀρκεῖσθαι ἐκκλησίας.

Κανὼν ΟΖ´

Περὶ Κρεσκωνίου τοῦ Βιλλαρεκεντισίου τοῦτο πᾶσιν ἔδοξεν, ἵνα ἐντεῦθεν ὁμοίως ἐμφανισθείη τῷ πρωτεύοντι τῆς Νουμιδίας, πρὸς τὸ εἰδέναι αὐτὸν ὀφείλειν γράμμασιν οἰκείοις πρὸς συνέλευσιν προτρέψασθαι τὸν μνημονευθέντα Κρεσκώνιον, ὥστε μὴ ὑπερθέασθαι τὴν παρουσίαν αὐτοῦ τῇ πλησιαζούσῃ συμπάςῃ Ἀφρικανῇ συνόδῳ παρασχεῖν· ἐὰν δὲ τοῦ ἐλθεῖν καταφρονήσῃ, ἔσται εἰδὼς κατ᾽ αὐτοῦ ψῆφον νομοθετηθησομένην.

Κανὼν ΟΗ´

Πάλιν ἤρεσεν, ἵνα, ἐπειδὴ τῆς ἐκκλησίας τῶν ἐν Ἱππώνι φροντιστῶν ἡ ἐγκατάλειψις οὐκ ὀφείλει ἐπὶ πολὺ ἀμεληθῆναι, καὶ ἐπειδὴ αἱ ἐκεῖ ἐκκλησίαι κατέχονται παρὰ τῶν τὴν ἄτυπον τοῦ Αἰκυτίου κοινωνίαν παραιτησαμένων, πεμφθέντων ἐκ τῆς παρούσης συνόδου ἐπισκόπων Ῥηγίνου, Ἀλυπίου, Αὐγουστίνου, Ματέρνου, θεασίου, Εὐοδίου, Πλακιανοῦ, Οὐρβανοῦ, Βαλερίου, Ἀμβιβίου, Φουρτουνάτου, Κουοδβουλτδέου, Ὁνωράτου, Ἰαννουαρίου, Ἄπτου, Ὁνωράτου, Ἀμπελίου, Βικτοριανοῦ, Εὐαγγέλου καὶ Ῥογατιανοῦ, καὶ συναχθέντων, καὶ διορθωθέντων τῶν ἐπιψόγῳ μονοτονίᾳ τὴν φυγὴν τοῦ αὐτοῦ Αἰκυτίου προσδοκητέαν λογισαμένων, μετὰ τῆς πάντων εὐχῆς, ἐπίσκοπος τούτοις χειροτονηθῇ. Ἐὰν δὲ μὴ θελήσωσιν ἐκεῖνοι τὴν εἰρήνην κατανοῆσαι, μὴ ἐμποδίσωσι τῇ ἐπιλογῇ τοῦ προέδρου πρὸς τὸ χεροτονηθῆναι εἰς χρησιμότητα τῆς ἐπὶ τοσοῦτον χρόνον ἐγκαταλειφθείσης ἐκκλησίας.

Κανὼν ΟΘ´

Πάλιν ὡρίσθη, ἵνα, ὁσάκις κληρικῶν ἐλεγχθέντων, καὶ καταθεμένων τινὰ ἐγκλήματα, εἴτε διὰ τὸ τῆς ἐκκλησίας ὄνειδος, εἴτε διὰ τὴν αἰδεσιμότητα, ὧν χάριν τούτοις φειδὼ γίνεται, εἴτε διὰ τὴν ἀλαζόνα τῶν αἱρετικῶν καὶ ἐθνικῶν ἐπιγαυρίασιν, ἐὰν ὡς εἰκὸς ἐπαγωνίσασθαι τῷ ἰδίῳ πράγματι, καὶ τῆς ἰδίας ἀβλαβείας φροντίσαι θελήσωσιν, ἐντὸς ἀκοινωνησίας ἐνιαυτοῦ τοῦτο ποιήσωσιν· ἐὰν δὲ ἐντὸς ἐνιαυτοῦ τὸ πρᾶγμα αὐτῶν καθᾶραι καταφρονήσωσι, μηδεμία τούτων τοῦ λοιποῦ φωνὴ παντελῶς προσδεχθείη.

Κανὼν Π´

Ὁμοίως ἤρεσεν, ἵνα, ἐάν τις ἀπὸ ἀλλότριου μοναστηρίου ὑποδέξηταί τινα, καὶ πρὸς κλήρωσιν προαγαγεῖν ἐθελήσοι, ἢ τοῦ ἰδίου μοναστηρίου ἡγούμενον καταστήσοι, ὁ τοῦτο ποιῶν ἐπίσκοπος ἀπὸ τῆς τῶν λοιπῶν κοινωνίας χωριζόμενος, τῇ τοῦ ἰδίου λαοῦ κοινωνίᾳ ἀρκεσθῇ μόνῃ· ἐκεῖνος δέ, μηδὲ κληρικός, μηδὲ ἡγούμενος ἐπιμείνῃ.

Κανὼν ΠΑ´

Ὁμοίως ὠρίσθη, ἵνα, ἐάν τις ἐπίσκοπος κληρονόμους συγγενεῖς, ἢ ἐκτὸς τῆς ἰδίας συγγενείας αἱρετικούς, ἢ ἕλληνας, προτίμησῃ τῆς ἐκκλησίας, καὶ μετὰ θάνατον ἀνάθεμα τῷ τοιούτῳ λεχθείῃ, καὶ τὸ ὄνομα αὐτοῦ μηδαμῶς παρὰ τοῖς τοῦ Θεοῦ ἱερεῦσιν ἀνενεχθῇ, μηδὲ δυνηθῇ ἀπολογηθῆναι, ἐὰν ἀδιάθετο ἀπογένηται, ἐπειδὴ γενόμενος ἐπίσκοπος, εἰκότως ὀφείλει τῶν πραγμάτων αὐτοῦ τὴν διατύπωσιν ἁρμοδίαν τῷ ἑαυτῷ ἐπαγγέλματι ποιήσασθαι.

Κανὼν ΠΒ´

Ὁμοίως ἤρεσεν, ἵνα περὶ τῶν ἐν τῇ ἐκκλησίᾳ γινομένων ἐλευθεριῶν, ἀπὸ τοῦ βασιλέως αἴτησις γίνηται.

Κανὼν ΠΓ´

Ὁμοίως ἤρεσεν, ἴνα τὰ πανταχοῦ ἀνὰ τοὺς ἀγροὺς καὶ τοὺς ἀμπελῶνας θυσιαστήρια, ὡσανεὶ εἰς μνήμην μαρτύρων καθιστάμενα, ἐν οἷς οὐδὲ ἓν σῶμα, ἢ λείψανον μαρτύρων, ἀποκείμενα δείκνυνται, ἀπὸ τῶν ἐντοπίων ἐπισκόπων, εἰ ἔστι δυνατόν, καταστρέφωνται· εἰ δὲ τοῦτο θορύβοις δημοτικοῖς οὐ συγχωρεῖται, ὅμως τὰ πλήθη νουθετηθῶσι μὴ ὀχλαγωγεῖν τοὺς τόπους ἐκείνους. Καὶ ἵνα οἱ τὰ ὀρθὰ φρονοῦντες μηδεμιᾷ δεισιδαιμονίᾳ τῶν τοιούτων τόπων καταδεσμῶνται· καὶ παντελῶς μηδὲ μνήμη μαρτύρων ἐπιτελεσθῇ, εἰ μήπου ἢ σῶμα, ἤ τινα λείψανα ὧσιν, ἢ ἀρχαιογονία τινὸς οἰκήσεως, ἢ κτήσεως, ἢ πάθους πιστῇ ἀρχαιότητι παραδιδῶνται· ὅσα γὰρ δι᾽ ἐνυπνίων, καὶ ματαίων ἀποκαλύψεων ἀνθρώπων τινῶν ὁπουδήποτε καθίστανται θυσιαστήρια, παντὶ τρόπῳ τὰ τοιαῦτα ἀποδοκιμασθῶσι.

Κανὼν ΠΔ´

Ὁμοίως ἤρεσεν αἰτηθῆναι ἀπὸ τῶν ἐνδοξοτάτων βασιλέων, ἵνα τὰ λείψανα τῆς εἰδωλολατρίας, μὴ μόνον τὰ ἐν ξοάνοις, ἀλλὰ καὶ ἐν οἱοισδήποτε τόποις, ἢ ἄλσεσιν, ἢ δένδροις, παντὶ τρόπῳ ἐξαλειφθῶσι.

Κανὼν ΠΕ´

Ἀπὸ συμπάντων τῶν ἐπισκόπων ἐλέχθη, ἵνα, ἐὰν ἤρεσέ τινα γράμματα ὀφείλειν ὑπαγορευθῆναι ἐν τῇ συνόδῳ, ὁ προσκυνητὸς ἐπίσκοπος ὁ ἐν τῷ θρόνῳ τούτῳ προκαθήμενος καταξιοῖ ἐπ᾽ ὀνόματι πάντων ὑπαγορεύειν καὶ ὑπογράφειν. Ἐν οἷς ἤρεσεν ἔτι μὴν τοῖς τοποτηρηταῖς ἐπισκόποις, τοῖς ὀφείλουσιν ἀποσταλῆναι εἰς τὰς τῆς Ἀφρικῆς ἐπαρχίας, ἕνεκεν τῶν Δονατιστῶν, γράμματα δοθῆναι, δύναμιν ἐντολικοῦ περιέχοντα, ἣν δύναμιν μὴ παρεξέλθωσι. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς Καρχηδονίων ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ΠΣΤ´

Βαλεντῖνος ἐπίσκοπος εἶπε· Τὸ ἀγαθὸν τῆς ὑμετέρας ἀνεξικακίας ἐὰν ἐπιτρέπῃ, ἀκολούθως ἐξηγήσομαι τὰ ἐν τῷ προλαβόντι χρόνῳ εἰς τὴν Καρχηδονίων ἐκκλησίαν πραχθέντα, καὶ ταῖς τῶν ἀδελφῶν ὑπογραφαῖς φανερῶς κυρωθέντα, καὶ ἡμᾶς ἔτι μὴν φυλάξοντας ὁμολογήσω. Ἐκεῖνο τοίνυν ἐπιστάμεθα ἀμίαντον ἀεὶ τὴν ἐκκλησιαστικὴν φυλάττεσθαι κατάστασιν, οὕτως ὡς μηδένα τῶν ἀδελφῶν τολμᾷν ἑαυτὸν προτιμᾷν προπετῶς τῶν πρὸ αὐτοῦ, ἀλλὰ ταῖς τῆς ἀγάπης τάξεσιν ἀεὶ παρεσχέθη τοῖς προτέροις, ὅπερ οἱ ἐπακολουθοῦντες χαριέντως κατεδέξαντο. Ταύτην οὖν τὴν τάξιν κελεύσει ἡ ὑμετέρα ἁγιωσύνη κρειττόνως ταῖς ὑμετέραις διαλαλιαῖς βεβαιῶσαι. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Οὐκ ἐχρῆν μὲν ταῦτα ἡμᾶς ἐπαναλαμβάνειν, εἰ μὴ ἐὰν τυχὸν ἀκατανόητοι διάνοιαί τινων ἀνεφύησαν, αἱ πρὸς τοὺς ὅρους τούτους τὰς ἡμετέρας αἰσθήσεις ὀξύνουσαι· ἀλλ᾽ ἐπειδὴ αὕτη κοινὴ ἐστιν αἰτία, ἣν νῦν ἐνεφάνισεν ὁ ἀδελφὸς καὶ συλλειτουργὸς ἡμῶν, ὥστε ἕκαστον ἡμῶν ἐπιγινώσκειν τὴν παρὰ τοῦ Θεοῦ ψηφισθεῖσαν αὐτῷ τάξιν, καὶ ἵνα οἱ μεταγενέστεροι τοῖς προτέροις ἀναφέρωσι, καὶ μὴ τολμήσωσι παρὰ γνώμην τούτων τίποτε πράττειν, διὰ τοῦτο λέγω, καθὼς τὸν ἐμὸν ὑποτρέχει λογισμόν, τοὺς καταφρονοῦντας τῶν πρὸ αὐτῶν, καί τινα ἀποτολμῶντας, κωλυτέους ἁρμοδίως εἶναι ἀπὸ πάσης τῆς συνόδου. Σάγκτιππος ἐπίσκοπος τῆς πρώτης καθέδρας τῆς Νουμιδίας εἶπεν· Ἤκουσεν ἡ πάντων τῶν ἀδελφῶν παρουσία τὴν ἐξακολούθησιν τοῦ ἀδελφοῦ καὶ συνιερέως ἡμῶν Αὐρηλίου, τὶ πρὸς ταῦτα ἀποκρίνεται; Διατίμιος ἐπίσκοπος εἶπε· Τὰ παρὰ τῆς ψήφου τῶν ἀρχαίων ὁρισθέντα, τῇ ὑμετέρᾳ συναινέσει ἐκδοθήσονται, ἵνα τὰ περιεχόμενα τοῖς πεπραγμένοις τῶν προτέρων συνόδων ἐν τῇ ἐν Καρχηδόνι ἐκκλησίᾳ κατὰ τὴν ἡμετέραν συναίνεσιν πεπληρωμένως βέβαια παρὰ πᾶσι φυλαχθῶσι. Σύμπαντες οἱ ἐπίσκοποι εἶπον· Ἡ τάξις αὕτη καὶ ἀπὸ τῶν Πατέρων καὶ ἀπὸ τῶν ἀρχαίων ἐφυλάχθη, καὶ ἀφ᾽ ἡμῶν κατὰ συγχώρησιν Θεοῦ φυλαχθήσεται, σῳζομένου ἔτι μὴν τοῦ δικαίου τῶν πρωτευόντων τῆς Νουμιδίας καὶ Μαυριτανίας.

Ἔπειτα ἤρεσε πᾶσι τοῖς ἐπισκόποις τοῖς ἐν ταύτῃ τῇ συνόδῳ ὑπογράψασιν, ἵνα τὸ ματρίκιον καὶ ἀρχαιότυπον τῆς Νουμιδίας καὶ εἰς τὴν πρώτην καθέδραν ᾖ, καὶ εἰς τὴν Μητρόπολιν Κωνσταντίναν.

Κανὼν ΠΖ´

Περὶ Κουοδβουλτδέου ἔτι μὴν τοῦ Κεντυριάτου, ἐπειδὴ τοῦ ἐναντίου αὐτοῦ αἰτήσαντος παρὰ τῇ ἡμετέρᾳ εἰσενεχθῆναι συνόδῳ, ἐρωτηθείς, εἰ ἄρα βούλεται μετ᾽ αὐτοῦ παρὰ τοῖς ἐπισκόποις ἀποπειραθῆναι, πρῶτον μὲν ὑπέσχετο, τῇ δὲ ἄλλῃ ἡμέρᾳ τοῦτο μὴ ἀρέσκειν αὐτῷ ἀπεκρίνατο, καὶ ἀνεχώρησεν, ἤρεσε πάσι τοῖς ἐπισκόποις, ἵνα μηδεὶς τῷ αὐτῷ Κουοδβουλτδέῳ κοινωνήσῃ, ἕως οὗ τὸ κατ᾽ αὐτὸν πρᾶγμα περατωθῇ. Τὴν γὰρ ἐπισκοπὴν ἀπ᾽ αὐτοῦ ἀφαιρεθῆναι, πρὸ τῆς ἐκβάσεως τοῦ κατ᾽ αὐτὸν πράγματος, οὐδενὶ Χριστιανῷ δύναται δοκεῖν.

Κανὼν ΠΗ´

Περὶ Μαξιμιανοῦ δὲ τοῦ Βαγενσίου, ἤρεσεν ἐκ τῆς συνόδου γράμματα δοθῆναι καὶ πρὸς αὐτὸν καὶ πρὸς τὸν λαόν, ἵνα κἀκεῖνος ἐκ τῆς ἐπισκοπῆς ἀναχώρησῃ, κἀκεῖνοι ἑαυτοῖς ἄλλον ἀναζητήσωσι.

Κανὼν ΠΘ´

Ἔπειτα ἤρεσεν, ἵνα οἱτινεσδηποτε μετὰ ταῦτα χειροτονῶνται ἀνὰ τὰς τῆς Ἀφρικῆς ἐπαρχίας, γράμματα λάβωσι παρὰ τῶν χειροτονούντων αὐτούς, τῇ χειρὶ αὐτῶν ὑπογεγραμμένα, περιέχοντα τὸν ὕπατον καὶ τὴν ἡμέραν, ὥστε μηδεμίαν ἀμφισβήτησιν περὶ ὑστέρων ἢ προτέρων ἀναφυῆναι.

Κανὼν Ϟ´

Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε ἐν ἐκκλησίᾳ κἄν ἅπαξ ἀναγνῷ, ἀπ᾽ ἄλλης ἐκκλησίας πρὸς κλήρωσιν μὴ καταδέχηται. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ϞΑ´

Αὐρήλιος ἐπίσκοπος εἶπε· Τὸ εἰς ψηλάφησιν ἐλθὸν τῆς ὑμετέρας ἀγάπης, λογίζομαι ὀφείλειν τοῖς ἐκκλησιαστικοῖς πεπραγμένοις βεβαιωθῆναι· ἡ γὰρ ὑπόσχεσις πάντων ἡμῶν τοῦτο προεβάλετο, ὀφείλειν ἕνα ἕκαστον ἡμῶν ἐν τῇ ἰδίᾳ πόλει καθ᾽ ἑαυτὸν συνελθεῖν τοῖς ἀρχηγοῖς τῶν Δονατιστῶν, ἢ προσζεῦξαι ἑαυτῷ γείτονα ἕτερον, ἵνα ὁμοίως τοῖς τοιούτοις ἐν ἑκάστῃ πόλει καὶ τόπῳ διὰ τῶν ἀρχόντων, ἢ τῶν πρῶτα φερόντων ἐν τοῖς αὐτοῖς τόποις συνέλθωσι· τοῦτο ἐὰν ἀρέσκῃ πᾶσι, παραγγελθείη. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πᾶσιν ἀρέσκει, καὶ πάντες τοῦτο τῇ ἡμετέρᾳ ὑπογραφῇ ἐκυρώσαμεν. Αἰτοῦμεν ἔτι μήν, ἵνα ταῖς ἐπιστολαῖς ταῖς ὀφειλούσαις ἐκ τῆς συνόδου πρὸς τοὺς ἄρχοντας ἀποπεμφθῆναι, ὑπὲρ πάντων ἡ σὴ ὑπογράψῃ ἁγιωσύνη. Αὐρήλιος ἐπίσκοπος εἶπεν· Ἐὰν δοκῇ τῇ ὑμετέρᾳ ἀγάπῃ, ὁ τύπος τῆς πρὸς ἐκείνους συνελεύσεως ἀναγνωσθείη, ὅπως τοῦτον τὸν τόνον τῆς ἐπακολουθήσεως πάντες, ἐὰν ἀρέσκῃ, κρατήσωμεν. Ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη. Ἀναγνωσθείη. Λαϊτὸς νοτάριος ἀνέγνῳ.

Κανὼν ϞΒ´

Ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας εἶπε· Τὸ παρὰ τῆς αὐθεντίας ἐκείνης τῆς μεγίστης καθέδρας ἡμῖν ἐπιτραπὲν αἰτοῦμεν τὴν ὑμετέραν τιμιότητα ἀναγνωσθῆναι, καὶ εἰς πέρας ἀχθῆναι κελεῦσαι. Ἀναγνωσθείσης δὲ τῆς κελεύσεως καὶ τοῖς πεπραγμένοις ἐντιθεμένης, ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας εἶπε· Τὸ διὰ τῆς ὑμετέρας τιμιότητος πρὸς τοὺς Δονατιστὰς ὀφεῖλον ἀπενεχθῆναι ἐντολικὸν ἀκούσαι, καὶ πεπραγμένοις ἐμβαλεῖν, καὶ πρὸς αὐτοὺς ἀποκομίσαι καταξιώσατε, καὶ τὴν τούτων ἀπόκρισιν πάλιν διὰ τῶν ὑμετέρων πεπραγμένων ἡμῖν ἐμφανίσαι. Συνερχόμεθα ὑμῖν, αὐθεντικῶς ἀποσταλέντες ἐκ τῆς ἡμετέρας καθολικῆς συνόδου, ἐπιθυμοῦντες χαρῆναι περὶ τῆς ὑμετέρας διορθώσεως· ἐπιστάμεθα γὰρ τὴν ἀγάπην τοῦ Κυρίου εἰπόντος· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται· ὑπέμνησε δὲ καὶ διὰ τοῦ Προφήτου, ὥστε ἔτι μὴν καὶ τοῖς μὴ βουλομένοις λέγεσθαι ἀδελφοῖς ἡμῶν, λέγειν ἡμᾶς, Ἀδελφοὶ ἡμῶν ἐστέ. Ταύτην τοίνυν τὴν ἐξ ἀγάπης εἰρηνικῆς ἐρχομένην ἡμετέραν ἀνάμνησιν ἐξουθενῆσαι οὐκ ὀφείλετε, ἵνα ἐὰν τί ποτε ἀληθείας ἔχειν ἡμᾶς οἴεσθε, ἀντιλαβέσθαι τούτου μὴ ἀμφιβάλητε· τουτέστιν, ἵνα συναχθείσης συνόδου ὑμῶν ἐπιλέξησθε ἐξ ὑμῶν αὐτῶν τοὺς ὀφείλοντας τὸ πρᾶγμα ἐμπιστευθῆναι τῆς τοιαύτης ὑμῶν δικαιολογίας, ὅπως καὶ ἡμεῖς δυνηθῶμεν τὸ αὐτὸ ποιῆσαι· τουτέστιν, ἵνα ἐκ τῆς ἡμετέρας συνόδου ἐπιλεγῶσιν οἱ ὀφείλοντες μετὰ τῶν ἐξ ὑμῶν ἐπιλεγέντων ἐν ὡρισμένῳ τόπῳ καὶ καιρῷ πᾶν τὸ τῆς ζητήσεως ἐχόμενον, τὸ τὴν ὑμετέραν ἀφ᾽ ἡμῶν κοινωνίαν χωρίζον, εἰρηνικῶς ἐξετάσαι, καὶ κἂν ὀψέποτε τῇ βοηθείᾳ Κυρίου τοῦ Θεοῦ ἡμῶν τέλος ἡ παλαιὰ δέξηται πλάνη, μή ποτε διὰ πεῖσμα ἀνθρώπων ἀσθενεῖς ψυχαὶ καὶ ἄπειροι λαοὶ ἱεροσύλῳ τινὶ χωρισμῷ ἀπόλωνται. Ἐὰν γὰρ τοῦτο ἀδελφικὸς καταδέξησθε, εὐχερῶς ἡ ἀλήθεια διαφανήσεται· εἰ δὲ τοῦτο ποιῆσαι μὴ θελήσετε, ἡ ἀπιστία ὑμῶν εὐθέως γνωρισθήσεται. Καὶ ἀναγνωσθέντος τοῦ τοιούτου τύπου, ἀπὸ πάντων τῶν ἐπισκόπων ἐλέχθη· Πάνυ ἀρέσκει· τοῦτο γενήσεται. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς Καρχηδονίων ἐκκλησίας τῷ παρόντι φηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ϞΓ´

Κομμονιτόριον τοῖς ἀδελφοῖς Θεασίῳ καὶ Εὐοδίῳ, τοῖς πεμφθεῖσι πρεσβευταῖς ἐκ τῆς ἐν Καρχηδόνι συνόδου, πρὸς τοὺς ἐνδοξοτάτους καὶ θρησκευτικωτάτους αὐτοκράτορας. Ἡνίκα τῇ τοῦ Κυρίου βοηθείᾳ τοῖς εὐσεβεστάτοις προσέλθωσι βασιλεῦσι, τούτοις ἐμφανίσουσι, ποίῳ τρόπῳ τελείᾳ τῇ παῤῥησίᾳ κατὰ τὴν τοῦ ἀνωτέρου ἐνιαυτοῦ σύνοδον οἱ πρωτεύοντες τῶν Δονατιστῶν τοῖς πολιχνιωτικοῖς πεπραγμένοις συνελθεῖν προετράπησαν· ἵνα, εἰ ἐθάῤῥουν τοῦ οἰκείου δόγματος ἀντιλαβέσθαι, ἐπιλεγέντων τινῶν ἱκανῶν ἐκ τοῦ αὐτοῦ ἀριθμοῦ, μεθ᾽ ἡμῶν εἰρηνικῶς ἀμφέβαλλον, καὶ ἡμερότητι Χριστιανικῇ ἀναμφιβόλως εἶχον ἐπιδεῖξαι, εἰ τίποτ᾽ ἀληθείας μετεῖχον, ὅπως ἐκ τούτου ἡ καθολικὴ εἰλικρινότης, ἡ ἔκπαλαι τοῖς ἀνωτέρω διαλάμψασα χρόνοις, καὶ νῦν ὁμοίως διὰ τῆς ἀπειρίας καὶ μονοτονίας τῶν ἀντιλεγόντων ἐγνωρίζετο, ἀλλ᾽ ἐπειδὴ τῷ μὴ θαῤῥεῖν συνείχοντο, σχεδὸν οὐδὲν ἐτόλμησαν ἀποκρίνασθαι. Διό, ἐπειδὴ ἐπισκοπικὴ καὶ εἰρηνικὴ τάξις περὶ τοὺς τοιούτους πεπλήρωται, κἀκεῖνοι τῇ ἀληθείᾳ μὴ δυνηθέντες ἀποκριθῆναι, εἰς ἀτόπους βίας μετεστράφησαν, ὡς πολλοὺς ἐπισκόπους, καὶ πολλοὺς κληρικούς, ἵνα τὸ περὶ τῶν λαϊκῶν σιωπήσωμεν, ἐπιβουλαῖς συσχεῖν, καί τισι δὲ ἔτι μὴν ἐκκλησίαις ἐπέβησαν, καὶ ἄλλαις ἐπελθεῖν ὁμοίως ἐπειράθησαν, τῆς αὐτῶν φιλανθρωπίας λοιπόν ἐστι προνοήσασθαι, ἵνα ἡ καθολικὴ ἐκκλησία ἡ αὐτοὺς θρησκευτικῇ γεννήσασα γαστρί, καὶ τῇ βεβαιώσει τῆς πίστεως ἐκθρέψασα, τῇ αὐτῶν ἔτι μὴν προνοίᾳ ὀχυρωθῇ· μή ποτε προπετεῖς ἄνθρωποι ἐπὶ τῶν εὐσεβῶν αὐτῶν χρόνων φόβῳ τινὶ τῶν ἀσθενῶν λαῶν καταδυναστεύσωσιν, ἐπειδὴ ὑποπείθοντες τούτους ἀποφαυλίσαι οὐ δύνανται. Ἔγνωσται γάρ, καὶ πολλάκις τοῖς νόμοις ἐκβοᾶται, τῶν παρασυναγόντων ἡ βδελυκτὴ πληθὺς ποῖα διαπράττεται, ἅτινα καὶ πολλάκις τοῖς θεσπίσμασιν αὐτῶν τῶν προλεχθέντων εὐσεβεστάτων αὐτοκρατόρων κατεδικάσθησαν· κατὰ οὖν τῆς ἐκείνων μανίας δυνάμεθα συμμαχίας θείας τυχεῖν, οὐκ ἀήθους δέ, οὐδὲ ἀλλοτρίας, ἀπὸ τῶν ἁγίων Γραφῶν, ὁπόταν Παῦλος ὁ Ἀπόστολος, ὡς ταῖς ἀληθιναῖς Πράξεσι τῶν Ἀποστόλων δεδήλωται, τὴν σύμπνοιαν τῶν ἀτάκτων στρατιωτικῇ ἀπεκίνησε βοηθείᾳ. Ἡμεῖς τοίνυν τοῦτο αἰτοῦμεν, ἵνα ταῖς καθολικαῖς τάξεσι τῶν ἐκκλησιῶν, ἀνὰ ἑκάστην πόλιν καὶ ἀνὰ διαφόρους τόπους τῶν γειτονευουσῶν ἑκάστων κτήσεων, ἀνυπερθέτως παραφυλακὴ παρασχεθῇ. Ἅμα δὲ καὶ τοῦτο δεῖ αἰτῆσαι, ὥστε τὸν νόμον τὸν ἐκτεθέντα παρὰ τοῦ τῆς εὐσεβοῦς μνήμης πατέρος αὐτῶν Θεοδοσίου, τὸν περὶ τῶν δέκα τοῦ χρυσίου λιτρῶν, τὸν κατὰ τῶν χειροτονούντων καὶ χειροτονουμένων αἱρετικῶν, φυλάξωσιν ἔτι μὴν καὶ κατὰ τῶν κτητόρων τῶν παρ᾽ οἷς ἡ ἐκείνων εὑρεθῇ συναγωγή· εἶθ᾽ οὕτως βεβαιωθῆναι τὸν τοιοῦτον νόμον κελεύσωσιν, ὡς ἰσχύειν κατὰ τούτων, ὧν διὰ τὰς ἐπιβουλὰς οἱ τῆς καθολικῆς προτραπέντες διαμαρτυρίαν ἀπέθεντο, ἵνα κἂν τούτῳ τῷ φόβῳ ἐκ τοῦ ποιεῖν σχίσματα καὶ ἀπὸ τῆς τῶν αἱρετικῶν φαυλότητος παύσωνται, οἱ τῇ κατανοήσει τῆς αἰωνίας κολάσεως καθαρθῆναι καὶ διορθωθῆναι ὑπερτιθέμενοι. Κἀκεῖνο ἔτι μὴν αἰτῆσαι δεῖ, ἵνα τῇ αὐτῶν εὐσεβείᾳ ὁ μέχρι τοῦ παρόντος νόμος ἐπαναληφθείη, ὁ τὴν εὐχέρειαν τῶν αἱρετικῶν ἀφαιρούμενος τοῦ εἴτε ἀπὸ κληρονομιῶν, εἴτε ἀπὸ διαθηκῶν τούτους δύνασθαι λαμβάνειν τί ποτε, ἢ καταλιμπάνειν, καὶ ἁπλῶς εἰπεῖν, τοῦ εἴτε τι καταλιμπάνειν, εἴτε λαμβάνειν τὰ δίκαια, καὶ ἀφέληται τῶν τῇ μανίᾳ τοῦ ἰδίου πείσματος τυφλωθέντων καὶ ἐν τῇ τῶν Δονατιστῶν πλάνῃ ἐπιμένειν βουλομένων. Τοῖς δὲ τῇ κατανοήσει τῆς ἑνότητος καὶ εἰρήνης ἑαυτοὺς διορθώσασθαι βουλομένοις, ὑπερκειμένου τοῦ τοιούτου νόμου, ἀνοιχθείη ἡ ἀκρόασις τοῦ λαμβάνειν κληρονομίαν, εἰ καὶ ἔτι τούτοις αὐτοῖς ἐν τῇ τῶν αἱρετικῶν πλάνῃ καθεστῶσι, προσαρμόζει τίποτε ἀπὸ δωρεᾶς ἢ κληρονομίας, ἐξῃρημένων ἐκείνων δηλαδή, οἵτινες, μετὰ τὸ εἰς δίκην ἀναχθῆναι, ἐλογίσαντο ὀφείλειν πρὸς τὴν καθολικὴν μετελθεῖν· περὶ γὰρ τῶν τοιούτων πιστευτέον ἐστί, μὴ τῷ φόβῳ τῆς οὐρανίου κρίσεως, ἀλλὰ τῇ ἀπληστίᾳ τῆς γηΐνης λυσιτελείας, τὴν καθολικὴν ἑνότητα ἐπιποθῆσαι. Πρὸς τούτοις δὲ πᾶσι, τῆς βοηθείας χρεία ἐστὶ τῶν δυναστειῶν ἑκάστης ἐπαρχίας ἰδίας· καὶ ἄλλο δὲ εἰτιδήποτε κατανοήσουσι τῇ ἐκκλησιαστικῇ χρησιμότητι λυσιτελοῦν, τοῦτο διαπράττεσθαι καὶ ἐξανύειν αὐτεξούσιον ψηφιζόμεθα τοποτηρησίαν. Κἀκεῖνο δὲ πρὸς τούτοις ἤρεσεν, ἵνα γράμματα ἐκ τῆς ἡμετέρας συνελεύσεως πρὸς τοὺς ἐνδοξοτάτους βασιλεῖς καὶ τὰς ὑπερεχούσας ἐξουσίας ἀποσταλῶσι, δι᾽ ὧν πληροφοροῦνται, ὡς τῇ συναινέσει πάντων ἡμῶν ἐπὶ τὸ εὐτυχέστατον κομιτάτον τοὺς τοποτηρητὰς παρ᾽ ἡμῶν εἶναι ἀποσταλέντας· ἀλλ᾽ ἐπειδὴ τοῖς αὐτοῖς γράμμασι πάντας ἡμᾶς ὑπογράψαι βραδύτατόν ἐστιν, ἵνα μὴ ταῖς ἑκάστου ἡμῶν ὑπογραφαῖς τὰ αὐτὰ γράμματα φορτωθῶσιν, αἰτοῦμεν, ἀδελφὲ Αὐρήλιε, ἵνα ἐν τούτοις ἡ σὴ ἀγάπη ὑπογράψαι ἐπ᾽ ὀνόματι πάντων ἡμῶν καταξιῶσῃ. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ παραναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ὑπέγραψαν. Γράμματα ἔτι μὴν πρὸς τοὺς ἄρχοντας πέμψαι δεῖ, ἵνα ἕως οὗ ὁ Κύριος τοὺς τοποτηρητὰς ὑποστρέψαι πρὸς ἡμᾶς καταξιῶσῃ, παραφυλακὴν ἀνὰ τὰς τῶν πόλεων τάξεις, καὶ κτήτορας τῶν χωρίων τῇ καθολικῇ ἐκκλησίᾳ ἐπιμερίσωσιν. Ἔτι μὴν δεῖ προσζεῦξαι καὶ περὶ τοῦ Αἰκυτίου, ἵνα ἡ ἀναίδεια αὐτοῦ ἐξωθηθῇ ἀπὸ τῶν διοικήσεων, ἃς ἐκ τῶν φροντιστῶν τῆς ἐν Ἱππῶνι ἐκκλησίας ἱερατικῶν δικαίων πρὸς ἑαυτὸν διεκδικεῖ. Καὶ γράμματα δὲ πρὸς τὸν ἐπίσκοπον τῆς Ῥωμαϊκῆς ἐκκλησίας περὶ τοῦ παραθέσθαι τοὺς τοποτηρητὰς πεμφθῆναι ὀφείλουσι, καὶ πρὸς τοὺς ἄλλους δέ, ὅπου ἐστὶν ὁ βασιλεύς. Καὶ ὑπέγραψαν. Ὁμοίως Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ παραναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ὑπέγραψαν.

Κανὼν ϞΔ´

Ἵνα ἐλευθέρα τοποτηρησία ἐκ πασῶν τῶν ἐπαρχιῶν εἰς τὴν σύνοδον ἀποσταλῇ. Πρὸς Μιζόνιον τοποτηρηταὶ καὶ γράμματα ἀποσταλῆναι παρηγγέλθησαν, διὰ τὸ ὀφείλειν ἐλευθέραν ἐκπέμψαι τοποτηρησίαν. ἵνα, ἐπειδὴ ἐν Καρχηδόνι μόνον ἕνωσις ἐγένετο, πεμφθῶσι γράμματα πρὸς τοὺς ἄρχοντας, ὅπως καὶ ἐν ταῖς ἄλλαις ἐπαρχίαις καὶ πόλεσιν οἱ αὐτοὶ ἄρχοντες σπουδὴν ἐπιχορηγηθῆναι κελεύσωσι τῇ ἑνότητι· ἵνα ἐν Καρχηδόνι εὐχαριστίαι ἀπὸ τῆς ἐκκλησίας ὑπὲρ πάσης τῆς Ἀφρικῆς περὶ τοῦ ἀπελαθῆναι τοὺς Δονατιστὰς μετὰ γραμμάτων τῶν ἐπισκόπων ἐπὶ τὸ κομιτάτον πεμφθῶσι. Γράμματα ἀνεγνώσθησαν Ἰννοκεντίου τοῦ πάπα, ἵνα οἱ ἐπίσκοποι ὡς ἔτυχε πρὸς τὰ περαματικὰ ἀπιέναι μὴ δύνανται· ὅπερ τοῦτο αὐτὸ ταῖς γνώμαις τῶν ἐπισκόπων βεβαιοῦται· ἵνα διὰ τὴν εὐχαριστίαν τὴν περὶ τοῦ διωχθῆναι τοὺς Δονατιστᾶς δύο κληρικοὶ τῆς ἐν Καρχηδόνι ἐκκλησίας ἐπὶ τὸ κομιτάτον πεμφθῶσιν.

Κανὼν ϞΕ´

Ἠρεσεν, ὥστε μὴ εἶναι περαιτέρω ἐνιαυσίαν ἀνάγκην τοῦ συντρίβεσθαι τοὺς ἀδελφούς, ἀλλ᾽ ὁσάκις ἂν κοινὴ χρεία καλέσοι, τουτέστι πάσης τῆς Ἀφρικῆς, γραμμάτων διδομένων ὁθενδήποτε πρὸς ταύτην τὴν καθέδραν, σύνοδον ὀφείλειν συνάγεσθαι ἐν ταύτῃ τῇ ἐπαρχίᾳ ἔνθα ἡ χρεία καὶ ἐπιτηδειότης συνωθήσει· αἱ δὲ αἰτίαι αἱ μὴ οὖσαι κοιναί, ἐν ταῖς ἰδίαις ἐπαρχίαις κριθῶσι.

Κανὼν ϞΣΤ´

Ἐὰν δὲ γένηται ἔκκλητος, καὶ ἐπιλέξηται ὁ ἐκκαλεσάμενος δικαστὰς, καὶ μετ᾽ αὐτοῦ κἀκεῖνος καθ᾽ οὖ ἐξεκαλέσατο, τοῦ λοιποῦ ἀπὸ τούτων μηδενὶ ἐξέστω ἐκκαλεῖσθαι.

Ὑφ᾽ ἓν τοποτηρησίαι διαφόρων ἐπαρχιῶν ἐμφανισθεῖσαι, χαριέντως προσεδέχθησαν· τουτέστι, τῶν Νουμιδίων, τῶν Βυζακηνῶν, τῶν Μαύρων Σιτιφενσιῶν, ὁμοίως δὲ καὶ Καισαρειανῶν, ἀλλὰ καὶ τῶν ἀπὸ Τριπόλεως.

Ἤρεσε πρὸς τούτοις, ὥστε ἐκβιβαστὰς ἐν πᾶσι τοῖς τῆς ἐκκλησίας χρειώδεσι πέντε ἐπιλεγῆναι αἰτηθῆναι, οἵτινες ἐν ταῖς διαφόροις ἐπιμερισθήσονται ἐπαρχίαις.

Κανὼν ϞΖ´

Ἤρεσεν ἔτι μήν, ἵνα ἐξ ὀνόματος πασῶν τῶν ἐπαρχιῶν οἱ πορευθησόμενοι πρεσβευταὶ Βικέντιος καὶ Φορτουνατιανός, αἰτήσωσιν ἀπὸ τῶν ἐνδοξοτάτων βασιλέων ὥστε δοθῆναι ἄδειαν τοῦ καταστῆσαι ἐκδίκους σχολαστικούς, οἵτινες αὐτὸ τοῦτο τὸ λειτούργημα, τοῦ ἐκδικεῖν τὰ πράγματα, ἐπιτήδευμα ἔχουσι· καὶ ἵνα ὡς ἱερεῖς τοῖς τῆς ἐπαρχίας οἱ αὐτοί, οἱ τὴν ἐκδίκησιν τῶν ἐκκλησιῶν ἀναδεξάμενοι, εὐχερῶς δυνηθῶσιν ὑπὲρ τῶν τῆς ἐκκλησίας πραγμάτων, ὁσάκις ἀνάγκη ἀπαιτήσει, πρὸς τὸ ἀντιστῆναι τοῖς ἀνακύπτουσι, καὶ ἀναφέρειν τὰ ἀναγκαῖα, καὶ εἰς τὰ σήκρητα τῶν δικαστηρίων εἰσιέναι.

Ἤρεσεν, ὥστε αὐτεξούσιον τὴν τοποτηρησίαν ἔχειν τοὺς ἐπὶ τὸ κομιτάτον πεμφθέντας ἐπίλεκτους τοποτηρητάς.

Προσεπιτούτοις δῆλόν ἐστι, προμαρτυρουμένους εἶναι γράμμασιν ἰδίοις τοὺς Μαυριτανοὺς Καισαρειανούς, Πρίμοσον διὰ τῶν ἐξεχόντων τῆς Θιγαβενσίας πόλεως περὶ τοῦ συνελθεῖν, ἵνα κατὰ τὰς βασιλικὰς διατυπώσεις ἐντελῶς παράσχῃ τὴν ἐαυτοῦ παρουσίαν· καὶ ὡς ἐχρῆν, ἀναζητηθεὶς ὁ αὐτὸς Πρίμοσος οὐχ εὑρέθη, ὡς οἱ διάκονοι ἀνήγγειλαν· ἀλλ᾽ ἐπειδὴ ᾔτησαν οἱ αὐτοὶ Μαῦροι ἐκ πάσης τῆς συνόδου ὀφείλειν γράμματα ἀποσταλῆναι τῷ προσκυνητῷ ἀδελφῷ γέροντι Ἰννοκεντίῳ, ἤρεσε πεμφθῆναι, ἵνα γνῷ ζητηθέντα τὸν Πρίμοσον ἐν τῇ συνόδῳ, καὶ μηδαμῶς εὑρεθέντα.

Κανὼν ϞΗ´

Ἤρεσε κἀκεῖνο, ἵνα οἱ ὄχλοι, οἱ μηδέποτε ἰδίους ἐσχηκότες ἐπισκόπους, εἰ μὴ ἐκ πάσης τῆς συνόδου ἑκάστης ἐπαρχίας καὶ τοῦ πρωτεύοντος ψήφισμα γένηται, καὶ κατὰ συναίνεσιν ἐκείνου, οὗτινος ὑπὸ τὴν διοίκησιν καθίστατο ἡ αὐτὴ ἐκκλησία, μηδαμῶς δέξωνται.

Κανὼν ϞΘ´

Ἵνα κἀκεῖνοι δηλαδὴ οἱ λαοί, οἱ ἀπὸ τῶν Δονατιστῶν ἐπιστρέφοντες, καὶ ἐπισκόπους ἐσχηκότες παρὰ γνώμην τῆς συνόδου, τούτους ἀναμφιβόλως ἔχειν ἀξιωθῶσιν· οἵτινες δὲ λαοὶ ἐσχήκασιν ἐπίσκοπον, καὶ τούτου τελευτήσαντος οὐκ ἠθέλησαν ἴδιον ἐπίσκοπον ἔχειν, ἀλλὰ πρὸς ἄλλου τινὸς ἐπισκόπου διοίκησιν ἀναδραμεῖν ἀνήκειν, τοῦτο μὴ ὀφείλειν τούτοις ἀρνηθῆναι. Οὐ μὴν ἀλλὰ κἀκεῖνο ἀνηνέχθη, ὅτι οἱ ἐπίσκοποι οἱ πρὸ τοῦ βασιλικοῦ νόμου, τοῦ περὶ ἑνότητος προκομιζομένου, οἵτινες δήποτε πρὸς τὴν καθολικὴν ἐπιστρέψουσι τοὺς λαούς, οὓς εἶχον αὐτοί, τούτους κατέχειν ὀφείλουσι· μετὰ δὲ τὸν νόμον τῆς ἑνότητος καὶ ἐπέκεινα, χρὴ πάσας τὰς ἐκκλησίας καὶ τὰς διοικήσεις αὐτῶν, καὶ ἐάν τινα τυχὸν ὦσι δικαιώματα τοῖς δικαίοις ἀνήκοντα τῶν αὐτῶν ἐκκλησιῶν, διεκδικεῖσθαι ὑπὸ τῶν καθολικῶν ἐπισκόπων, τῶν ἐν τοῖς τόποις ἐκείνοις ἐν οἷς κατείχοντο παρὰ τῶν αἱρετικῶν, εἴτε ἐπιστρεφόντων λοιπὸν πρὸς τὴν καθολικήν, εἴτε μὴ ἐπιστρεφόντων· καὶ ἐὰν τινές τισιν ἐκ τούτου κατεχρήσαντο μετὰ τὸν βασιλικὸν νόμον, ὀφείλει ταῦτα ἀποκαθίστασθαι.

Κανὼν Ρ´

Κατὰ τὴν ἀναφορὰν καὶ αἴτησιν τοῦ ἐπισκόπου Μαυρεντίου, ἀναγνωσθέντος τοῦ σχεδαρίου, ὅπερ προσήνεγκε Πλακέντιος ὁ ἐπίσκοπος, ὁ τὸ πρόσωπον τοῦ τοποτηρητοῦ τῶν Νουμιδιῶν ἀναπληρῶν, ὅπερ κατὰ τὴν γνώμην τοῦ αὐτοῦ Πλακεντίου ἀνεγνώσθη ἐνώπιον τῶν ἐπισκόπων, καὶ ζητηθέντων πρὸ τῶν θυρῶν τῶν λεγομένων παρεστάναι διακόνων, τουτέστι τῶν γερόντων τῶν ἀπὸ τῆς νέας Γερμανοῦ, καὶ μηδαμῶς εὑρεθέντων, καὶ δεύτερον καὶ τρίτον ζητηθέντων, ἔκρινε διὰ τοῦτο ἡ ἁγία σύνοδος, ὥστε γράμματα πρὸς τὸν αὐτὸν γέροντα Σάγκτιππον ἐκπεμφθῆναι διὰ τὸ γνῶναι, ὅτι οὐ προαιρέσει τοῦ μνημονευθέντος λαοῦ ὕβρει ὑποπέπτωκεν ὁ ἐπίσκοπος. Μαυρέντιος ἐπίσκοπος εἶπεν· Ἐπειδὴ περ ἐζητήθησαν οἱ γέροντες οἱ ἀπὸ νέας Γερμανοῦ δεύτερον καὶ τρίτον, καὶ οὐχ εὑρέθησαν, οἷς ἦν παραγγελθὲν ἀπὸ τοῦ πρωτεύοντος πρὸς τὴν νῦν ἐν ταῖς εἰδοῖς γινομένην προσκυνητὴν σύνοδον ἀπαντῆσαι, τῆς νηστείας ἑαυτῶν ἅπαντες ἐφρόντισαν· καὶ διὰ τοῦτο κρίνῃ ἡ ὑμετέρα ἁγιωσύνη περὶ τούτου τοῦ πράγματος, ἀναιτίως μὴ συντριβῆναί με τῇ ἐπιμονῇ τῆς ἐκείνων συκοφαντίας. Ἡ ἁγία σύνοδος ὥρισεν ὀφείλειν μὲν κατὰ τὴν ἱερατικὴν κρίσιν ἐκ τῆς συνόδου ταύτης κατὰ τῶν μονοτονούντων ψῆφον ἐκφέρεσθαι· ἀλλ᾽ ἐπειδὴ ἡμερότητα ἐκκλησιαστικὴν δεῖ φυλάττειν ἐν ὅλοις τοῖς πράγμασιν, ἐπεσχέθησαν γράμματα πρὸς τὸν γέροντα Σάγκτιππον, ὅπως γνῷ κριτὰς ἐπιλεγέντας ἀπὸ τῆς συνόδου, τοὺς ὀφείλοντας ἀνυπερθέτως σκοπῆσαι ἐν Θουβουρσικένσῃ τῇ πόλει, πρὸς τὸ ἁρμοδίαν τῷ πράγματι παρασχεθῆναι διάγνωσιν. Μαυρέντιος ἐπίσκοπος εἶπε· Κριτὰς αἰτῶ τὸν ἁγιώτατον γέροντα Σάγκτιππον, Αὐγουστῖνον τὸν ἁγιώτατον, Φλωρεντῖνον, Θεάσιον, Σαμψύχιον, Σεκοῦνδον, καὶ Ποσείδιον· τοῦτο ψηφισθῆναί μοι κελεύσατε. Ἡ ἁγία σύνοδος ἐπένευσε τοὺς ἀπηθέντας κριτὰς· τοὺς λοιποὺς δὲ ἀναγκαίους δικαστὰς πρὸς ἀναπλήρωσιν τοῦ ἀριθμοῦ αὐτοῖς τοῖς ἀπὸ τῆς νέας Γερμανοῦ γέρουσιν ἐπιλέξασθαι ψηφίσεται ὁ γέρων Σάγκτιππος.

Κανὼν ΡΑ´

Ἤρεσεν ἔτι μήν, ὥστε περὶ τῆς διχονοίας τῆς Ῥωμαϊκῆς καὶ Ἀλεξανδρινῆς ἐκκλησίας πρὸς τὸν ἁγιώτατον πάπαν Ἰννοκέντιον γραφῆναι, ὅπως ἑκατέρα ἐκκλησία πρὸς ἀλλήλας εἰρήνην φυλάξωσιν, ἣν ὁ Κύριος παραγγέλει.

Κανὼν ΡΒ´

Ἤρεσεν, ὥστε κατὰ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν ἐπιστήμην, μήτε ὁ ἀπὸ γυναικὸς ἐαθείς, μήτε ἡ ἀπὸ ἀνδρὸς καταληφθεῖσα, ἑτέρῳ συζευχθῇ· ἀλλ᾽ ἢ οὕτω μείνωσιν, ἢ ἑαυτοῖς καταλλαγῶσιν· οὗπερ ἐὰν καταφρονήσωσι, πρὸς μετάνοιαν καταναγκασθῶσιν· ἐν ὧ πράγματι νόμον βασιλικὸν ἐκτεθῆναι χρεὼν αἰτῆσαι.

Κανὼν ΡΓ´

Ἤρεσε καὶ τοῦτο, ὥστε τὰς κεκυρωμένας ἐν τῇ συνόδῳ ἱκεσίας, εἴτε προοίμια, εἴτε παραθέσεις, εἴτε τὰ τῆς χειρὸς ἐπιθέσεις, ἀπὸ πάντων ἐπιτελεῖσθαι, καὶ παντελῶς ἄλλας κατὰ τῆς πίστεως μηδέποτε προενεχθῆναι, ἀλλ᾽ αἵτινεσδήποτε ἀπὸ τῶν συνετωτέρων συνήχθησαν, λεχθήσονται.

Κανὼν ΡΔ´

Ἤρεσεν, ἵνα ὁστισδήποτε ἀπὸ τοῦ βασιλέως διάγνωσιν δημοσίων δικαστηρίων αἰτήσοι, τῆς ἰδίας τιμῆς στερηθείη· ἐὰν δὲ κρίσιν ἐπισκοπικὴν ἀπὸ τοῦ βασιλέως αἰτήσοι, μηδὲν αὐτῷ ἐμποδίσοι.

Κανὼν ΡΕ´

Ὁστισδήποτε μὴ κοινωνῶν ἐν τῇ Ἀφρικῇ, εἰς τὰ περαματικὰ πρὸς τὸ κοινωνεῖν ὑφερπύσει, τὴν ζημίαν τῆς κληρώσεως ἀναδέξεται.

Κανὼν ΡΣΤ´

Ἤρεσεν, ἵνα, ὁστισδήποτε πρὸς τὸ κομιτάτον πορευθῆναι θελήσοι, ἐν τῇ ἀπολυτικῇ τῇ ἐπὶ τὴν ἐκκλησίαν Ῥώμης πεμπομένη κατάδηλος γένηται, καὶ ἵνα ἐκεῖθεν ἔτι μὴν ἀπολυτικὴν λαβῃ ἐπὶ τὸ κομιτάτον. Διό, ἐὰν ὁ λαβὼν ἀπολυτικὴν πρὸς τὴν Ῥώμην μόνον, σιωπήσας τὴν ἀνάγκην, δι᾽ ἣν εἰς τὸ κομιτάτον αὐτὸν χρὴ πορευθῆναι, θελήσῃ εὐθέως εἰς τὸ κομιτάτον βαδίσαι, ἀποκινηθῇ τῆς κοινωνίας. Ἐὰν δὲ ἐκεῖσε ἐν τῇ Ῥώμῃ αἰφνηδία ἀνάγκη ἀναφυῇ τοῦ ἀπελθεῖν εἰς τὸ κομιτάτον, ἐμφανίσῃ αὐτὴν τὴν ἀνάγκην τῷ ἐπισκόπῳ Ῥώμης, καὶ παρακομίσῃ ἀντίγραφον τοῦ αὐτοῦ τῆς Ῥώμης ἐπισκόπου. Αἱ ἀπολυτικαὶ δὲ αἱ ἀπὸ τῶν πρωτευόντων, ἢ τῶν οἱωνδήποτε ἐπισκόπων, τοῖς ἰδίοις κληρικοῖς διδόμεναι, σχῶσι τὴν ἡμέραν τοῦ Πάσχα· ἐὰν δὲ ἀκμὴν ἡμέρα τοῦ Πάσχα τοῦ αὐτοῦ ἐνιαυτοῦ κατάδηλος οὐκ ἔστιν, ἡ τοῦ προηγησαμένου προσζευχθείη, ὃν τρόπον εἴωθε μετὰ τὴν ὑπατείαν γράφεσθαι ἐν τοῖς δημοσίοις πεπραγμένοις. Ἤρεσε δὲ κἀκεῖνο, ὥστε κατὰ τῶν Δονατιστῶν, καὶ τῶν ἑλλήνων, καὶ τῶν θρησκειῶν αὐτῶν, τοὺς πεμφθέντας τοποτηρητὰς ἐκ τῆς τίμιας ταύτης συνόδου πανοτιοῦν χρήσιμον συνίδωσιν, ἐκ τῶν ἐνδοξοτάτων αἰτήσασθαι βασιλέων. Ἤρεσεν ἔτι μὴν τῇ αἰτήσει πάντων τῶν ἐπισκόπων, ἵνα πάσαις ταῖς ὀφειλούσαις δοθῆναι ἐκ τῆς συνόδου ἐπιστολαῖς, ἡ σὴ ἁγιωσύνη μόνη ὑπογράψῃ. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ παραναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ΡΖ´

Ἐπὶ τῶν ἐνδοξοτάτων βασιλέων Ὁνωρίου τὸ ἕβδομον, καὶ Θεοδοσίου τὸ τρίτον, τῶν αὐγούστων ὑπάτων, τῇ πρὸ ἑπτακαιδεκάτῃ καλανδῶν Ἰουλίων, εἰς Καρχηδόνα, ἐν τῇ Σεκούνδου ἐκκλησίᾳ. Εἰς ταύτην τὴν σύνοδον ἤρεσεν, ὥστε ἕνα ἐπίσκοπον μὴ ἐκδικεῖν ἑαυτοῦ διάγνωσιν.

Κανὼν ΡΗ´

Μετὰ τὴν ὑπατείαν τῶν ἐνδοξοτάτων βασιλέων Ὁνωρίου τὸ ὄγδοον, καὶ Θεοδοσίου τὸ τέταρτον, τῶν αὐγούστων, πρὸ ὀκτωκαιδεκάτῃ καλανδῶν Ἰουλίων, ἐν Καρχηδόνι εἰς τὴν ἐκκλησίαν τοῦ κλίματος Σεκούνδης. Ἐν ταύτῃ τῇ συνόδῳ τοποτηρησίαν ἐδέξαντο κατὰ τῶν Δονατιστῶν, Φλωρέντιος, Ποσείδιος, Πραισίδιος καὶ Βενάντιος, οἱ ἐπίσκοποι. Ἐν τούτῳ τῷ καιρῷ νόμος ἐδόθη, ἵνα ἐλευθέρᾳ προαιρέσει ἕκαστος τῆς Χριστιανότητος τὴν ἄσκησιν ἀναδέξηται.

Κανὼν ΡΘ´

Ἐπὶ τῶν ἐνδοξότατων βασιλέων Ὁνωρίου τὸ δωδέκατον, καὶ Θεοδοσίου τὸ ὄγδοον, τῶν ὑπάτων, καλάνδαις Μαΐαις, εἰς Καρχηδόνα ἐν τῷ σηκρήτῳ τῆς Φαύστου ἐκκλησίας, Αὐρηλίου τοῦ ἐπισκόπου συμπάσῃ τῇ συνόδῳ προκαθίσαντος, παρεστώτων τῶν διακόνων, ἤρεσε πᾶσι τοῖς ἐπισκόποις τῆς ἐν Καρχηδόνι ἐκκλησίας, ἁγίᾳ συνόδῳ καθεστώσιν, ὧν τὰ ὀνόματα καὶ αἱ ὑπόγραφαὶ ἐνετέθησαν.

Ἵνα ὅστις λέγῃ τὸν Ἀδάμ, τὸν πρωτόπλαστσν ἄνθρωπον, θνητὸν γενόμενον οὕτως, ὡς εἴτε ἁμαρτήσοι, εἴτε μὴ ἁμαρτῆσοι, τεθνηξόμενον ἐν τῷ σώματι, τουτέστιν, ἐξελθεῖν ἐκ τοῦ σώματος μὴ τῇ ἀξίᾳ τῆς ἁμαρτίας, ἀλλὰ τῇ ἀνάγκῃ τῆς φύσεως, ἀνάθεμα ἔστω.

Κανὼν ΡΙ´

Ὁμοίως ἤρεσεν, ἵνα, ὁστισδήποτε τὰ μικρὰ καὶ νεογέννητα ἐκ τῶν γαστέρων τῶν μητέρων βαπτιζόμενα, ἀρνεῖται, ἢ λέγει, εἰς ἄφεσιν ἁμαρτιῶν αὐτὰ βαπτίζεσθαι, μηδὲν δὲ ἐκ τῆς τοῦ Ἀδάμ ἕλκειν προγονικῆς ἁμαρτίας τὸ ὀφεῖλον καθαρθῆναι τῷ λουτρῷ τῆς παλιγγενεσίας, (ὅθεν γίνεται ἀκόλουθον, ὅτι ἐν τούτοις ὁ τύπος τοῦ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτίσματος οὐκ ἀληθής, ἀλλὰ πλαστὸς νοεῖται), ἀνάθεμα εἴη· ἐπειδὴ οὐκ ἄλλως δεῖ νοῆσαι τὸ εἰρημένον τῷ Ἀποστόλῳ, Δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐν ᾧ πάντες ἥμαρτον, εἰ μὴ ὃν τρόπον ἡ καθολικὴ ἐκκλησία, ἡ πανταχοῦ διακεχυμένη καὶ ἡπλωμένη, ἀεὶ ἐνόησε. Διὰ γὰρ τὸν κανόνα τοῦτον τῆς πίστεως, καὶ οἱ μικροὶ ἔτι μήν, οἱ μηδὲν ἁμαρτημάτων εἰς ἑαυτοὺς ἔτι μὴν πλημμελεῖν δυνάμενοι, εἰς ἄφεσιν ἁμαρτιῶν ἀληθινῶς βαπτίζονται, ἵνα καθαρθῇ ἐν αὐτοῖς διὰ τῆς παλιγγενεσίας, ὅπερ εἵλκυσαν ἐκ τῆς ἀρχαιογονίας.

Κανὼν ΡΙΑ´

Ὁμοίως ἤρεσεν, ἵνα, ὁστισδήποτε εἴποι τὴν χάριν τοῦ Θεοῦ, ᾗ τινι δικαιοῦται διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, πρὸς μόνην ἄφεσιν ἁμαρτιῶν ἰσχύειν τῶν ἤδη πεπλημμελημένων, καὶ μὴ παρέχει ἔτι μὴν βοήθειαν πρὸς τὸ μὴ ἕτερα πλημμελεῖσθαι, ἀνάθεμα εἴη.

Κανὼν ΡΙΒ´

Ὁμοίως ὁστισδήποτε εἴποι τὴν αὐτὴν χάριν τοῦ Θεοῦ τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν εἰς τοῦτο μόνον ἡμῖν βοηθεῖν, πρὸς τὸ μὴ ἁμαρτάνειν, ὅτι δι᾽ αὐτῆς ἡμῖν ἀποκαλύπτεται καὶ φανεροῦται ἡ γνῶσις τῶν ἁμαρτημάτων, ὥστε γινώσκειν ἃ δεῖ ἐπιζητεῖν, καὶ ἃ δεῖ ἐκκλίνειν, οὐ μὴν δι᾽ αὐτῆς ἡμῖν παρέχεται, ἵνα, ὅπερ γνῶμεν ποιητέον, καὶ ποιῆσαι ἔτι μὴν ἀγαπήσωμεν καὶ ἰσχύσωμεν, ἀνάθεμα εἴη· τοῦ γὰρ Ἀποστόλου λέγοντος, ὅτι ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ, ἀσεβὲς πάνυ ἐστὶ πιστεύειν, πρὸς μὲν τὸ φυσιοῦν ἡμᾶς ἔχειν τὴν χάριν τοῦ Χριστοῦ, πρὸς δὲ τὸ οἰκοδομεῖν μὴ ἔχειν· ὁπόταν ἑκάτερον δῶρόν ἐστι τοῦ Θεοῦ, καὶ τὸ εἰδέναι τὶ ποιεῖν δεῖ, καὶ τὸ ἀγαπᾷν ὃ δεῖ ποιεῖν· ἵνα τῆς ἀγάπης οἰκοδομούσης, ἡ γνῶσις φυσιοῦν μὴ δυνηθῇ· ὥσπερ γὰρ ἐκ Θεοῦ γέγραττται, Ὁ διδάσκων ἄνθρωπον γνῶσιν, οὕτως ἔτι μὴν γέγραπται, Ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστίν.

Κανὼν ΡΙΓ´

Ὁμοίως ἤρεσεν, ἵνα, ὁστισδήποτε εἴποι, διὰ τοῦτο τὴν χάριν ἡμῖν τῆς δικαιοσύνης δεδόσθαι, ἵνα, ὅπερ ποιεῖν διὰ τοῦ αὐτεξουσίου δυνάμεθα, εὐχερεστέρως πληρῶμεν διὰ τῆς χάριτος, ὡς ἂν εἰ καὶ ἡ χάρις μὴ ἐδίδοτο, οὐκ εὐχερῶς μέν, ἀλλ᾽ ὅμως ἐδυνάμεθα καὶ δίχα ἐκείνης ἔτι μὴν πληρῶσαι τὰς θείας ἐντολάς, ἀνάθεμα εἴη. Περὶ γὰρ τῶν καρπῶν τῶν ἐντολῶν ὁ Κύριος ἐλάλει, ὅπου οὐκ εἶπε, Χωρὶς ἐμοῦ δυσχερῶς δύνασθε ποιεῖν· ἀλλ᾽ εἶπε, Χωρὶς ἐμοῦ, οὐδὲν δύνασθε ποιεῖν.

Κανὼν ΡΙΔ´

Ὁμοίως ἤρεσεν, ἵνα ὅπερ εἶπεν ὁ Ἅγιος Ἰωάννης ὁ Ἀπόστολος· Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς ἀπατῶμεν, καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν, ὁστισδήποτε οὕτω παραληπτέον νομίσῃ, ὡς εἰπεῖν διὰ ταπεινοφροσύνην μὴ ὀφείλειν λέγεσθαι ἡμᾶς μὴ ἔχειν ἁμαρτίαν, οὐχ ὅτι ἀληθῶς οὕτως ἐστίν, ἀνάθεμα εἴη· Ἐὰν δὲ ὁμολογήσωμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ὅστις ἀφήσει ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας· ἔνθα πάνυ δεδήλωται τοῦτο μὴ μόνον ταπεινοφρόνως, ἀλλ᾽ ἔτι μὴν ἀληθῶς λέγεσθαι. Ἠδύνατο γὰρ ὁ Ἀπόστολος εἰπεῖν, ἐὰν εἴπωμεν, οὐκ ἔχομεν ἁμαρτίαν, ἑαυτοὺς ἐξυψοῦμεν, καὶ ταπεινοφροσύνη ἐν ἡμῖν οὐκ ἔστιν· ἀλλ᾽ εἰπών, ὅτι ἑαυτοὺς ἀπατῶμεν, καὶ ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστι, πάνυ ἀπέδειξε τὸν λέγοντα ἑαυτὸν μὴ ἔχειν ἁμαρτίαν, μὴ ἀληθεύειν, ἀλλὰ ψεύδεσθαι.

Κανὼν ΡΙΕ´

Ὁμοίως ἤρεσεν, ἵνα ὁστισδήποτε εἴποι, ἐν τῇ δεσποτικῇ εὐχῇ διὰ τοῦτο λέγειν τοὺς ἁγίους, ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὐχ ὅτι ὑπὲρ ἑαυτῶν λέγουσιν, ἐπειδὴ αὐτοῖς λοιπὸν οὐκ ἔστιν ἀναγκαία αὕτη ἡ αἴτησις, ἀλλ᾽ ὅτι ὑπὲρ ἄλλων τῶν ὄντων ἐν τῷ λαῷ αὐτῶν ἁμαρτωλῶν, καὶ μὴ λέγειν ἕνα ἕκαστον τῶν ἁγίων, ἄφες μοι τὰ ὀφειλήματά μου, ἀλλ᾽ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς ὑπὲρ ἄλλων τοῦτο μᾶλλον ἢ ὑπὲρ ἑαυτοῦ τὸν δίκαιον αἰτοῦντα νοεῖσθαι, ἀνάθεμα εἴη· ἅγιος γὰρ καὶ δίκαιος ἦν Ἰάκωβος ὁ Ἀπόστολος, ὅτε ἔλεγεν· Ἐν πολλοῖς γὰρ ἁμαρτάνομεν πάντες. Ἐπεὶ διὰ τί προστέθειται τό, πάντες, εἰ μὴ ἵνα ἡ ἔννοια αὕτη ἁρμοσθῇ καὶ τῷ ψαλμῷ, ὅπου ἀναγινώσκεται· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ ἐν τῇ εὐχῇ τοῦ σοφωτάτου Σολομῶντος· Οὐκ ἔστιν ἄνθρωπος ὃς οὐχ ἥμαρτε· καὶ ἐν τῇ βίβλῳ τοῦ ἁγίου Ἰώβ, τό, ἐν χειρὶ παντὸς ἀνθρώπου σημαίνει, ὥστε εἰδέναι πάντα ἄνθρωπον τὴν ἀσθένειαν αὐτοῦ. Ὅθεν ἔτι μὴν ὁ ἅγιος καὶ δίκαιος Δανιὴλ ὁ Προφήτης, πληθυντικῶς λέγων, το, ἡμάρτομεν, ἠνομήσαμεν, καὶ τὰ λοιπά, ἃ ἐκεῖ ταπεινοφρόνως καὶ ἀληθινῶς ὁμολογεῖ, ἵνα μὴ νομισθείη, ὥς τινες νοοῦσι τοῦτο, μὴ περὶ τῶν ἰδίων, ἀλλὰ περὶ τῶν τοῦ λαοῦ αὐτοῦ μᾶλλον λέγειν ἁμαρτιῶν, μετὰ ταῦτα εἶπεν, ὅτι ηὐχόμην καὶ ἐξωμολογούμην τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Κυρίῳ τῷ Θεῷ μου· οὐκ ἠθέλησεν εἰπεῖν τὰς ἁμαρτίας ἡμῶν, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ εἶπε, καὶ ἑαυτοῦ· ἐπειδὴ μέλλοντας τούτους οὕτω κακῶς νοεῖν ὡσανεὶ προεῖδεν ὁ Προφήτης.

Κανὼν ΡΙΣΤ´

Ὁμοίως ἤρεσεν, ἵνα οἵτινεσδήποτε αὐτὰ τὰ ῥήματα τῆς δεσποτικῆς εὐχῆς, ὅπου λέγομεν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, οὕτω βούλονται ἀπὸ τῶν ἁγίων λέγεσθαι, ὡς ταπεινοφρόνως καὶ οὐκ ἀληθῶς ταῦτα λεχθῆναι, ἀνάθεμα εἴη. Τὶς γὰρ ὑπενέγκοι τὸν εὐχόμενον, μὴ ἀνθρώποις, ἀλλ᾽ αὐτῷ τῷ Κυρίῳ ψευδόμενον, τὸν τοῖς χείλεσιν αὐτοῦ λέγοντα θέλειν ἀφεθῆναι, τῇ δὲ καρδίᾳ λέγοντα, τὰς ὀφειλούσας ἀφεθῆναι ἁμαρτίας αὐτῷ μὴ ἔχειν;

Κανὼν ΡΙΖ´

Ὁμοίως ἤρεσεν, ἐπειδὴ πρό τινων ἐνιαυτῶν ἐν ταύτῃ τῇ ἐκκλησίᾳ πεπληρωμένῃ τῇ συνόδῳ ὡρίσθη, ἵνα οἱαιδήποτε ἐκκλησίαι, ἐν διοικήσει καθεστῶσαι, πρὸ τῶν νόμων τῶν περὶ τῶν Δονατιστῶν ἐκτεθέντων καθολικαὶ γένωνται, ἐκείνοις τοῖς θρόνοις ἀνήκωσιν, ὧν τινων διὰ τῶν ἐπισκόπων προτραπεῖσαι τῇ καθολικῃ ἑνότητι ἐκοινώνησαν, μετὰ δὲ τοὺς νόμους οἱαιδήποτε ἐκοινώνησαν, ἐκείνοις ἀνήκωσιν, οἷς καὶ ὅτε ἦσαν εἰς τὸ μέρος τοῦ Δονάτου. Καὶ ἐπειδὴ πολλαὶ φιλονεικίαι ὕστερον μεταξὺ τῶν ἐπισκόπων περὶ τῶν διοικήσεων ἀνεφύησαν καὶ ἀναφύονται, οἷς τότε οὐ τελεία δοκεῖ γενέσθαι πρόνοια, νῦν ἐν ταύτῃ τῇ ἁγίᾳ συνόδῳ ἤρεσεν, ἵνα ὁπουδήποτε καθολικὴ ἐγένετο, καὶ τοῦ μέρους τοῦ Δονάτου, καὶ διαφόροις θρόνοις ἀνήκουσαι ἦσαν, ἐν οἱῳδήποτε καιρῷ ἕνωσις ἐκεῖ ἐγένετο ἢ ἔσται, εἴτε πρὸ τῶν νόμων, εἴτε μετὰ τοὺς νόμους, ἐκείνῳ τῷ θρόνῳ ἀνήκωσιν, ᾧ τινι ἡ ἔκπαλαι ἐκεῖ ὑπάρξασα καθολικὴ ἀνῆκεν.

Κανὼν ΡΙΗ´

Οὕτω δηλαδή, ἵνα εἴπερ ἐπίσκοποι ἀπὸ τῶν Δονατιστῶν πρὸς τὴν καθολικὴν ἑνότητα ἐπέστρεψαν, ἐξίσου πρὸς ἀλλήλους διέλωσι τὰς οὕτως εὑρισκομένας διοικήσεις, ἔνθα ἦσαν ἀμφότερα τὰ μέρη· τουτέστιν, ἵνα ἄλλοι τόποι πρὸς ἐκεῖνον, καὶ ἄλλοι πρὸς ἐκεῖνον ἀνήκωσιν οὕτως, ἵνα ὁ παλαιότερος ἐν τῇ ἐπισκοπῇ μερίζῃ, καὶ ὁ ἥτων ἐπιλέγηται· εἰ δὲ τυχὸν εἷς ἔσται τόπος, ἐκείνῳ προσχωρήσῃ ᾧ τινι μᾶλλον γειτνιάζων εὑρίσκεται· ἐὰν δὲ ἀμφοτέροις τοῖς θρόνοις ἴσως γειτνιάζῃ, ἐκείνῳ παραχωρηθῇ, ὃν τὸ πλῆθος ἐπιλέξηται. Εἰ δὲ τυχὸν οἱ ἀρχαῖοι καθολικοὶ τὸν ἴδιον θελήσουσι, καὶ οἱ ἐκ τοῦ μέρους τοῦ Δονάτου μεταστρέψαντες τὸν ἴδιον, τῶν πλειόνων ἡ γνώμη προτιμηθῇ τῶν ὀλιγωτέρων· εἰ δὲ τὰ μέρη εἰσὶν ἴσα, τῷ παλαιοτέρῳ ἐπισκόπῳ καταλογισθείη. Ἐὰν δὲ οὕτω πλεῖστοι οἱ τόποι εὑρεθώσιν, ἐν οἷς ἀμφότερα τὰ μέρη εἰσίν, ὡς μὴ δύνασθαι ἐξ ἴσου μερισθῆναι, τοῦ ἀριθμοῦ τῶν αὐτῶν τόπων ἀνίσου ὑπάρχοντος, πρῶτον μερισθῶσιν οἱ ἴσοι ἀριθμοί, καὶ τῷ ἀπομένοντι τόπῳ τοῦτο φυλαχθῇ, ὅπερ ἀνωτέρῳ λέλεκται, ὅτε περὶ τοῦ ἑνὸς ἐζητεῖτο τόπου.

Κανὼν ΡΙΘ´

Ὁμοίως ἤρεσεν, ἵνα, ἐάν τις μετὰ τοὺς νόμους, τόπον τινὰ πρὸς τὴν καθολικὴν ἑνότητα μεταστρέψῃ, καὶ τοῦτον ἐπὶ τριετίαν μηδενὸς ἀναζητοῦντος κατάσχῃ, τοῦ λοιποῦ παρ᾽ αὐτοῦ μὴ ἀναζητηθῇ, ἐὰν μέντοι ἐντὸς τῆς αὐτῆς τριετίας ὑπῆρχεν ἐπίσκοπος ὁ ὀφειλῶν ἀναζητῆσαι, καὶ ἡσύχασεν· εἰ δὲ μὴ ἦν, μὴ προκριματισθῇ ἐν τῇ μάτρικι· ἀλλ᾽ ὅτε ὁ χηρεύων τόπος λάβῃ ἐπίσκοπον, ἐξὸν εἴη αὐτῷ ἀπ᾽ αὐτῆς τῆς ἡμέρας ἐντὸς τριετίας ἀναζητῆσαι. Ὁμοίως δέ, καὶ ἐὰν ἐπίσκοπος ἐκ τῶν τοῦ Δονάτου μερῶν πρὸς τὴν καθολικὴν ἐπιστρέψῃ, μὴ προκριματισθῇ ἐν τῇ μάτρικι περὶ τοῦ ὁρισθέντος χρόνου, ἀλλ᾽ ἐξ ἧς ἡμέρας ἐπέστρεψεν, ἐχέτω ἐξουσίαν ἀναζητεῖν ἐντὸς τριετίας τοὺς τόπους τοὺς τῇ αὐτοῦ ἀνήκοντας καθέδρᾳ.

Κανὼν ΡΚ´

Ὁμοίως ἤρεσεν, ἵνα, οἱοιδήποτε ἐπίσκοποι τὰ πλήθη, ἃ νομίζουσι τῷ θρόνῳ αὐτῶν ἀνήκειν, μὴ οὕτως ἀναζητῶσιν, ὥστε ἄλλων ἐπισκόπων κρινόντων τοῦτο πράττειν, ἀλλ᾽ ὑπὸ ἑτέρου κατεχομένοις ἐπέλθωσι τοῖς λαοῖς, εἴτε θέλουσιν, εἴτε μὴ θέλουσι, τοῦ ἰδίου πράγματος τὴν ζημίαν ὑπομείνωσι. Καὶ οἱτινεσδήποτε τοῦτο ἐποίησαν, εἰ μὴ ἡ μεταξὺ τῶν ἐπισκόπων συνέλευσις ἐπερατώθη, ἀλλ᾽ ἀκμὴν περὶ τοῦ αὐτοῦ φιλονεικοῦσιν, ἐκεῖνος ἀποστῇ ἐκεῖθεν, περὶ οὗ δειχθείη, ὅτι παρεάσας τοὺς ἐκκλησιαστικοὺς δικαστάς, ἔφοδον ἐποίησε. Καὶ μὴ ἑαυτόν τις κολακεύσῃ, εἰ ἐκ τοῦ πρωτεύοντος γράμματα περὶ τοῦ κατέχειν ἔλαβεν, ἀλλ᾽ εἴτε γράμματα ἔχει, εἴτε οὐκ ἔχει, συνέλθοι τῷ κατέχοντι, καὶ πάρ᾽ αὐτοῦ γράμματα λάβοι, ὥστε φανῆναι τοῦτον εἰρηνικῶς τὴν αὐτῷ ἀνήκουσαν κατασχεῖν ἐκκλησίαν. Ἐὰν δὲ κἀκεῖνός τινα ζήτησιν ἀντεναγάγῃ, καὶ αὐτὴ περατωθῇ μεταξὺ ἐπισκόπων κρινόντων, εἴτε οὓς ὁ πρωτεύων αὐτοῖς δῷ, εἴτε οὓς γειτνιῶντας κατὰ συναίνεσιν ἐπιλέξωνται.

Κανὼν ΡΚΑ´

Ὁμοίως ἤρεσεν, ἵνα, οἱτινεσδήποτε ἀμελῶσι τῶν τόπων τῶν ἀνηκόντων τῇ αὐτῶν καθέδρᾳ, πρὸς τὸ τούτους κερδᾶναι εἰς τὴν καθολικὴν ἑνότητα, ἐγκληθῶσιν ἀπὸ τῶν γειτνιώντων αὐτοῖς ἐπιμελῶν ἐπισκόπων, περὶ τοῦ μὴ ἀναβάλλεσθαι τοῦτο πρᾶξαι. Διό, ἐὰν ἐντὸς προθεσμίας μηνῶν ἓξ ἀπὸ τῆς ἡμέρας τῆς περὶ τούτου συνελεύσεως μηδὲν ἀνύσωσι, τῷ δυναμένῳ λοιπὸν τούτους κερδᾶναι προσκυρωθῶσιν· οὕτω μέντοι, ἵνα, ἐὰν ἐκεῖνος, πρὸς ὃν ἐνδείκνυνται ἀνήκειν οἱ τοιοῦτοι, ἐξεπίτηδες διά τινα οἰκονομίαν ἔδοξεν ἀμελεῖν, τοῦτο τῶν αἱρετικῶν ἐπιλεξαμένων, ὥστε ἀθορύβως αὐτοὺς παραδέξασθαι· καὶ ἐν τοσούτῳ ἡ αὐτοῦ ἐπιμέλεια ἀπὸ ἑτέρου προελήφθη, ᾗ τινι εἰ κατεχρήσατο, τοὺς αὐτοὺς αἱρετικοὺς πλέον ἐκάκιζε, τούτου μεταξύ ἐπισκόπων κρινόντων διαγινωσκομένου, οἱ τόποι τῇ αὐτοῦ καθέδρᾳ ἀποκατασταθῶσι. Τῶν δὲ κρινόντων ἐπισκόπων, ἐκ διαφόρων ὄντων ἐπαρχιῶν, ἐκεῖνος ὁ πρωτεύων τοὺς δικαστὰς δώσει, οὗτινος ἐν τῇ χώρᾳ ὁ αὐτὸς ὑπάρχει τόπος, περὶ οὗ φιλονεικεῖται. Ἐὰν δὲ κατὰ κοινὴν συναίνεσιν γείτονας ἐπιλέξωνται κριτάς, ἢ εἷς ἐπιλεγῇ, ἢ τρεῖς· καὶ ἐὰν τρεῖς ἐπιλέξωνται, ἢ τῇ τῶν ὅλων ψήφῳ ἐξακολουθήσωσιν, ἢ τῇ τῶν δύο.

Κανὼν ΡΚΒ´

Ἀπὸ δὲ τῶν δικαστῶν, τῶν κατὰ κοινὴν συναίνεσιν ἐπιλεγέντων, μὴ ἐξεῖναι ἐκκαλεῖσθαι. Ὅστισδήποτε δὲ ἀποδειχθείη διὰ μονοτονίαν μὴ θέλειν τοῖς δικασταῖς πειθαρχῆσαι, τοῦτο γινώσκων ὁ τῆς πρώτης καθέδρας ἐπίσκοπος δώσει γράμματα, ὥστε μηδένα τῶν ἐπισκόπων αὐτῷ κοινωνῆσαι, ἕως οὗ πειθάρχησῃ.

Κανὼν ΡΚΓ´

Ἐὰν ἐν τοῖς ματρικίοις, ἤγουν ἐν ταῖς καθέδραις, ἐπίσκοπος ἀμελὴς γένηται κατὰ τῶν αἱρετικῶν, ὑπομνησθείη ἀπὸ τῶν γετνιώντων ἐπιμελῶν ἐπισκόπων, καὶ ὑποδειχθείη αὐτῷ ἡ ἰδία περιφρόνησις πρὸς τὸ μὴ ἔχειν ἀπολογίαν· ἐὰν δέ, ἀφ᾽ ἧς ἡμέρας ὑπομνησθῇ· ἐντὸς μηνῶν ἕξ, ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγων, μὴ τῶν ὀφειλόντων εἰς τὴν καθολικὴν ἑνότητα ἐπιστραφῆναι τὴν φροντίδα ποιήσηται, τῷ τοιούτῳ μὴ συγκοινωνηθῇ, ἕως οὗ τοῦτο πληρώσῃ. Εἰ δὲ ὁ ἐπεξεργαστὴς εἰς τοὺς αὐτοὺς τόπους μὴ παραγένηται, τῷ ἐπισκόπῳ μὴ ἐπιγραφῇ.

Κανὼν ΡΚΔ´

Ἐὰν δὲ ἀποδειχθῇ τὸν τοιοῦτον ψευσάμενον περὶ τῆς ἐκείνων κοινωνίας, ἐν τῷ λέγειν αὐτοὺς κεκοινωνηκέναι, οὓς δείκνυται συνειδήσει αὐτοῦ μὴ κοινωνῆσαι, καὶ τὴν ἐπισκοπὴν ἔτι μὴν ἀπολέσει.

Κανὼν ΡΚΕ´

Ὁμοίως ἤρεσεν, ἵνα πρεσβύτεροι, διάκονοι, καὶ οἱ λοιποὶ κατώτεροι κληρικοί, ἐν αἷς ἔχωσιν αἰτίαις, ἐὰν περὶ τῆς ψήφου τοὺς ἰδίους ἐπισκόπους μέμφωνται, οἱ γειτνιῶντες ἐπίσκοποι τοῦτον ἀκροάσωνται, καὶ τὰ μεταξὺ τούτων περατώσωσιν οἱ παρ᾽ αὐτῶν κατὰ συναίνεσιν τῶν ἰδίων αὐτῶν ἐπισκόπων προσλαμβανόμενοι· Ἐὰν δὲ καὶ ἀπ᾽ αυτῶν ἐκκαλέσασθαι θελήσωσι, μὴ ἐκκαλέσωνται εἰ μὴ πρὸς τὰς τῆς Ἀφρικῆς συνόδους, ἢ πρὸς τοὺς πρωτεύοντας τῶν ἰδίων αὐτῶν ἐπαρχιῶν. Πρὸς δὲ τὰ πέραν τῆς θαλάσσης ὁ βουλόμενος ἐκκαλεῖσθαι, ἀπὸ μηδενὸς ἐν Ἀφρικῇ δεχθείη εἰς κοινωνίαν.

Κανὼν ΡΚΣΤ´

Ὁμοίως ἤρεσεν, ἵνα, ὁστισδήποτε τῶν ἐπισκόπων, δι᾽ ἀνάγκην τῆς παρθενικῆς σωφροσύνης κινδυνευούσης, ὅτε, ἢ ἐραστὴς δυνατός, ἢ ἅρπαξ τίς ἐστιν ἐν ὑποψίᾳ, ἢ ἔτι μὴν ὑπό τινος θανατηφόρου κινδύνου αὕτη αἴσθηται νυχθεῖσα, παρακαλούντων ἢ τῶν γονέων αὐτῆς, ἢ ὧν τῇ φροντίδι ἀνάκειται, διὰ τὸ μὴ χωρὶς τοῦ σχήματος τελειωθῆναι, καλύψῃ παρθένον, ἢ ἐκάλυψεν, ἐντὸς κείρας ἐνιαυτῶν εἰκοσιπέντε, μηδὲν τὸν τοιοῦτον βλάψῃ ἡ περὶ τούτου τοῦ ἀριθμοῦ τῶν ἐνιαυτῶν κατασταθεῖσα σύνοδος.

Κανὼν ΡΚΖ´

Ὁμοίως ἤρεσε πάσῃ τῇ συνόδῳ, διὰ τὸ μὴ ἐπὶ πολὺ τοὺς πρὸς τὴν σύνοδον συναχθέντας ἐπισκόπους σύμπαντας κατέχεσθαι, ἐξ ἑκάστης ἐπαρχίας ἀνὰ τρεῖς ἐπιλεγῆναι δικαστάς. Καὶ ἐπελέγησαν, ἐκ τῆς ἐν Καρχηδόνι ἐκκλησίας, Βικέντιος, Φουρτουνατιανός, καὶ Κλάρος· ἐκ τῆς Νουμιδικῆς ἐπαρχίας, Ἀλύπιος, Αὐγουστῖνος, καὶ Ῥεστιτοῦτος· ἐκ τῆς Βυζακηνῆς ἐπαρχίας, μετὰ τοῦ ἁγιωτάτου γέροντος Δονατιανοῦ τοῦ πρωτεύοντος, Κρεσκώνιος, Ἰουκοῦνδος, καὶ Αἰμιλιανός· ἐκ τῆς Μαυριτανίας Σιτιφένσης, Σεβηριανός, Ἀσιατικός, καὶ Δονάτος· ἐκ τῆς Τριπολιτιανῆς ἐπαρχίας, Πλαύτιος, ὁ κατὰ τὸ ἔθος εἰς τοποτηρησίαν πεμθείς· οἵτινες πάντες μετὰ τοῦ ἁγιωτάτου γέροντος Αὐρηλίου σύμπαντα σκοπήσουσιν· ἀφ᾽ οὗ ᾔτησε σύμπασα ἡ σύνοδος, ἵνα πᾶσιν εἴτε πεπραγμένοις τοῖς ἤδη ἐκτελεσθεῖσιν, εἴτε ἐπιστολαῖς, αὐτὸς ὑπογράψῃ. Καὶ ὑπέγραψαν. Αὐρήλιος ἐπίσκοπος τῆς ἐν Καρχηδόνι ἐκκλησίας, τῷ παρόντι ψηφίσματι συνῄνεσα, καὶ ἀναγνωσθέντι ὑπέγραψα. Ὁμοίως καὶ οἱ λοιποὶ ἐπίσκοποι ὑπέγραψαν.

Κανὼν ΡΚΗ´

Ἤρεσε τοίνυν πᾶσιν, ἐπειδὴ τοῖς ἀνωτέροις τῶν συνόδων ψηφίσμασι περὶ προσώπων κληρικῶν, τῶν ὀφειλόντων εἰς κατηγορίαν προσδεχθῆναι ὡρίσθη, καὶ οὐκ ἐπεξεργάσθη, ποῖα πρόσωπα μὴ προσδεχθῶσι, διὰ τοῦτο ὁρίζομεν τοῦτον ὀρθῶς πρὸς κατηγορίαν μὴ εἰσδέχεσθαι, ὅστις μετὰ τὸ ἀπὸ κοινωνίας γενέσθαι, ἐν αὐτῷ ἔτι τῷ ἀφορισμῷ ὑπάρχει, εἴτε κληρικὸς εἴη, εἴτε λαϊκὸς ὁ κατηγορῆσαι βουλόμενος.

Κανὼν ΡΚΘ´

Ὁμοίως ἤρεσεν, ἵνα πάντες οἱ δοῦλοι, καὶ οἱ ἴδιοι ἀπελεύθεροι εἰς κατηγορίαν μὴ προσδεχθῶσι· καὶ πάντες οὓς πρὸς κατηγορητέα ἐγκλήματα οἱ δημόσιοι νόμοι οὐ προσδέχονται· πάντες ἔτι μὴν οἱ τοῖς τῆς ἀτιμίας σπίλοις ἐῤῥαντισμένοι, τουτέστι μῖμοι, καὶ ὅσα ταῖς αἰσχρότησιν ὑποβέβληνται πρόσωπα· αἱρετικοὶ ἔτι μήν, εἴτε Ἕλληνες, εἴτε Ἰουδαῖοι· πλὴν ὅμως πᾶσιν, οἷς ἡ τοιαύτη κατηγορία ἀρνεῖται, ἐν ταῖς ἰδίαις αἰτίαις τὴν τοῦ κατηγορεῖν ἄδειαν μὴ ὀφείλειν ἀρνεῖσθαι.

Κανὼν ΡΛ´

Ὁμοίως ἤρεσεν, ἵνα, ὁσακισδήποτε κληρικοῖς ἀπὸ κατηγορῶν πολλὰ ἐγκλήματα ὑποβάλλονται, καὶ ἓν ἐξ αὐτῶν, περὶ οὗ πρῶτον ἐπράχθη, ἀποδειχθῆναι οὐκ ἠδυνήθη, πρὸς τὰ λοιπὰ μετὰ ταύτα μὴ προσδεχθῶσι.

Κανὼν ΡΛΑ´

Μάρτυρας δὲ εἰς μαρτυρίαν μὴ εἰσδέχεσθαι, τοὺς μηδὲ πρὸς κατηγορίαν εἰσδεχθῆναι παραγγελθέντας, ἢ ἔτι μὴν οὓς αὐτὸς ὁ κατήγορος ἐκ τοῦ ἰδίου οἴκου προσκομίσει· μαρτυρία δὲ ἐντὸς κείρας ἐνιαυτῶν δεκατεσσάρων μὴ προσδεχθείη.

Κανὼν ΡΛΒ´

Ὁμοίως ἤρεσεν, ἵνα, ἐάν ποτε ἐπίσκοπος λέγῃ τινὰ αὐτῷ μόνῳ τὸ ἴδιον ἔγκλημα ὁμολογῆσαι, καὶ ἐκεῖνος ἀρνῆται, μὴ λογίσηται ὁ ἐπίσκοπος εἰς ἰδίαν ὕβριν συντείνειν, ὅτι αὐτὸς μόνος οὐ πιστεύεται, εἰ καὶ τῷ σκινδαλμῷ τῆς ἰδίας συνειδήσεως λέγει μὴ θέλειν ἑαυτὸν κοινωνεῖν τῷ ἀρνουμένῳ.

Κανὼν ΡΛΓ´

Ἐφ᾽ ὅσον τῷ ἀφωρισμένῳ μὴ κοινωνεῖ ὁ ἴδιος ἐπίσκοπος, τῷ αὐτῷ ἐπισκόπῳ ἄλλοι μὴ συγκοινωνήσωσιν ἐπίσκοποι· ὥστε μᾶλλον παραφυλάττεσθαι τὸν ἐπίσκοπον μὴ λέγειν κατά τινος, ὅπερ ἀποδείξεσιν ἐλέγξαι παρ᾽ ἑτέροις οὐ δύναται.

Αὐρήλιος ἐπίσκοπος εἶπε· Μετὰ τὰ ὁρισθέντα τῇ γνώμῃ πάσης τῆς συναθροισθείσης συνόδου καὶ τῆς ἐμῆς μετριότητος ἀρέσκει, πάντων τῶν πραγμάτων τοῦ προδηλωθέντος ὁλοτελοῦς τίτλου ποιῆσαι τὸ συμπέρασμα, καὶ τὴν συζήτησιν τῆς διατυπώσεως, τῆς παρούσης ἡμέρας τὰ ἐκκλησιαστικὰ πεπραγμένα ἀναδέξωνται· ἅτινα δὲ ἀκμὴν οὐκ ἐπεξεργάσθησαν, τῇ ἑξῆς ἡμέρᾳ διὰ τῶν ἀδελφῶν ἡμῶν Φαυστίνου τοῦ ἐπισκόπου, Φιλίππου, καὶ Ἀσέλλου τῶν πρεσβυτέρων, τῷ προσκυνητῷ ἀδελφῷ καὶ συνεπισκόπῳ ἡμῶν Βονιφατίῳ ἀντιγράψωμεν.

Καὶ ὑπέγραψαν.

† Αὐρίλιος ἐπίσκοπος, τοῖς παροῦσι τῶν ὅρων πεπραγμένοις τοῖς παρ᾽ ἡμῖν ἐχομένοις ὑπέγραψα.

† Βαλεντῖνος τῆς πρώτης καθέδρας ἐπίσκοπος τῆς Νουμιδικῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Φαυστῖνος ἐπίσκοπος τῆς Ποτεντινῆς ἐκκλησίας, ἐπαρχίας Πικένου, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Ἀλύπιος ἐπίσκοπος Θυγατένσης, τοποτηρητὴς τῆς Νουμιδικῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Αὐγουστῖνος έπίσκοπος Ἱππώνης, τοποτηρητὴς τῆς Νουμιδικῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Ποσείδιος ἐπίσκοπος Καλαμένσης, τοποτηρητὴς τῆς Νουμιδικῆς ἐπαρχίας τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Βικέντιος Κουλουσιτανός, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Φουρτουνατιανὸς Νεαπολίτης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Πεντάδιος Καρπετανός, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Ῥουφινιανὸς Μουζουενσιανός, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Πραιτεξτάτος Σικηλιβένσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Κουοτβουλτδέος Βερίσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Κάνδιδος Γερμανίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Γαλλώνιος Οὐτικένσης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Μαξιμιανὸς Ἀκυρεγενσιώτης, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Ἰουκοῦνδος Σουφφετουλένσης, τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Μαξιμιανὸς τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Ἱλαριανὸς Ὀῤῥεοκίλης, τοποτηρητὴς τῆς Βυζακηνῆς χώρας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Νοβάτος Σιτιφενσιώτης, τοποτηρητὴς τῆς Βυζακηνῆς ἐπαρχίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Νινέλλος Ῥουσουῤῥηανίτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Λαυρέντιος Ἰκοσιτανός, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Νουμεριανὸς Ῥουσουγουριώτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Λέων απὸ Μόκτης, τῆς Καισαρειανῆς χώρας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

† Ἄλλος Λέων, τῆς Σιτιφένσης ἐπαρχίας τοποτηρητής, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα.

Καὶ οἱ λοιποὶ ἐπίσκοποι διακόσιοι δεκαεπτά, ὁμοίως ὑπέγραψαν.

† Φίλιππος πρεσβύτερος, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ἀφ᾽ ἡμῶν ἀναγνωσθεῖσιν ὑπέγραψα.

† Ἄσελλος πρεσβύτερος, τοποτηρητὴς τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τοῖς παροῦσι πεπραγμένοις ὑπέγραψα, τοῖς δι᾽ ἡμῶν ἀποσταλεῖσι.

Ἡ ἀπὸ πάσης τῆς ἐν Ἀφρικῇ συνόδου πρὸς Βονιφάτιον τὸν τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον, διὰ Φαυστίνου ἐπισκόπου, Φιλίππου καὶ Ἀσέλλου πρεσβυτέρων τῶν τοποτηρητῶν τῆς Ρωμαϊκῆς ἐκκλησίας, ἀποσταλεῖσα ἐπιστολή.

Δεσπότῃ μακαριωτάτῳ, καὶ τιμιωτάτῳ ἀδελφῷ Βονιφατίῳ, Αὐρήλιος, Βαλεντῖνος τῆς πρώτης καθέδρας τῆς Νουμιδικῆς ἐπαρχίας, καὶ οἱ λοιποὶ παραγενόμενοι τὸν ἀριθμὸν διακόσιοι δεκαεπτά, ἐκ πάσης τῆς ἐν Ἀφρικῇ συνόδου.

Ἐπειδὴ τῷ Κυρίῳ ἤρεσεν, ἵνα περὶ ὧν ἅμα ἡμῖν διεπράξαντο οἱ ἀγώτατοι ἀδελφοὶ ἡμῶν Φαυστῖνος ὁ συνεπίσκοπος καὶ οἱ συμπρεσβύτεροι Φίλιππος καὶ Ἄσελλος, μὴ τῷ τῆς μακαριᾶς μνήμης Ζωσίμῳ τῷ ἐπισκόπῳ, ἀφ᾽ οὗ πρὸς ἡμᾶς γράμματα καὶ ἐντολὰς ἤγαγον, ἀλλὰ τῇ ὑμετέρᾳ τιμιότητι τῇ εἰς τὸν ἐκείνου τόπον θεόθεν κατασταθείσῃ ἡ ἡμετέρα βραχύτης ἀντιγράψῃ, τὰ τῇ ἑκατέρων ἡμῶν ὁμονοίᾳ περατωθέντα ὀφείλομεν διὰ βραχέων ἐμφανῆ καταστῆσαι, οὐ μὴν τὰ τοῖς ἐκτεταμένοις τῶν πεπραγμένων κυλίσμασι κατεχόμενα, ἐν οἷς σωζομένης μὲν τῆς ἀγάπης, οὐ χωρὶς δὲ μικροῦ τῆς ἀμφισβητήσεως καμάτου παρειλκύσαμεν, σκεπτόμενοι τὰ εἰς τὸ πρᾶγμα συντείνοντα τοῖς πεπραγμένοις ἐνθεῖναι. Κἀκεῖνος γάρ, εἰ ἔτι ἦν ἐν τῷ σώματι τούτῳ, χαριεστέρως ἐδέχετο ὅπερ ἔβλεπεν εἰρηνικωτέρως περατωθέν, κύριε ἀδελφέ. Ἀπιάριος ὁ πρεσβύτερος, οὗ τινος καὶ περὶ τῆς χειροτονίας καὶ τῆς ἀκοινωνησίας καὶ προκλήσεως ἀνεφύη, οὐ μόνον τῇ ἐν Σίκκῃ, ἀλλὰ καὶ τῇ ἐν πάσῃ τῇ Ἀφρικῇ ἐκκλησίᾳ οὐ μικρὸν σκάνδαλον, περὶ πάντων ὧν ἐπλανήθη συγγνώμην αἰτήσας, τῇ κοινωνίᾳ ἀποκατέστη· Πρῶτος δὲ ὁ συνεπίσκοπος ἡμῶν Οὐρβανὸς ὁ τῆς Σίκκης, ὅσον ἦν ἐν αὐτῷ διορθωτέον, ἀναμφιβόλως διωρθώσατο. Ἐπειδὴ δὲ τῆς ἐκκλησιαστικῆς εἰρήνης καὶ ἡσυχίας οὐ μόνον πρὸς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὸ ἑξῆς ἔδει πρόνοιαν ποιήσασθαι, ὅτι πολλὰ τοιαῦτα προηγήσαντο, ὅπως ἀπὸ τῶν ὁμοίων ἢ καὶ βαρύτερων τῶν μετὰ ταῦτα προπαραφυλαξώμεθα, ἤρεσεν ἡμῖν, ἵνα ἐκ τῆς ἐν Σίκκῃ ἐκκλησίας ἀποκινηθῇ ὁ πρεσβύτερος Ἀπιάριος, φυλαττομένης αὐτῷ δηλονότι τῆς τιμῆς τοῦ βαθμοῦ αὐτοῦ· καὶ λαμβάνων ἐπιστολὴν ὁπουδήποτε ἀλλαχοῦ βουληθείη καὶ δυνηθείη, τῷ καθήκοντι τοῦ πρεσβυτερίου λετουργήσῃ· ὅπερ τῷ αὐτῷ Ἀπιαρίῳ δι᾽ οἰκείων γραμμάτων αἰτήσαντι χωρίς τινος δυσχερείας συνεχωρήσαμεν. Πρὸ τοῦ δὲ ἡ αἰτία αὕτη τῷ τοιούτῳ πέρατι παραδοθῇ, μεταξὺ τῶν ἄλλων, ἅτινα διηνεκέσι διαγνώσεσιν ἀνεστρέφομεν, αὐτοῦ τοῦ λόγου ἀπαιτήσαντος, ὥστε τοῖς ἐκκλησιαστικοῖς πεπραγμένοις ζητῆσαι ἡμᾶς παρὰ τῶν ἀδελφῶν ἡμῶν Φαυστίνου τοῦ συνεπισκόπου, καὶ Φιλίππου καὶ Ἀσέλλου τῶν συμπρεσβυτέρων, ἵνα προενέγκωσιν εἰτιδήποτε ἦν αὐτοῖς ἅμα ἡμῖν πρακτεον ἐπιτραπέν, τινὰ μὲν ἀγράφως διὰ λόγων ἐπεξειργάσαντο· ἡμῶν δὲ ἀπαιτησάντων ὅπερ ἐπεφέροντο ἔγγραφον κομμονιτόριον, τοῦτο προήγαγον· ὅπερ ἀναγνωσθὲν παρ᾽ ἡμῶν, τοῖς πεπραγμένοις ἔτι μὴν ἐνετάγη, τοῖς καὶ πρὸς ὑμᾶς δι᾽ αὐτῶν ἐπὶ τοῦ παρόντος φερομένοις· ἐν ᾧ τέσσαρα αὐτοῖς τινα ἅμα ἡμῖν πρακτέα ἐνετάγησαν· ἕν, περὶ ἐκκλήτων ἐπισκόπων πρὸς τὸν τῆς Ῥωμαίων ἐκκλησίας ἱερέα· δεύτερον, ἵνα ἐπὶ τὸ κομιτάτον ἐπίσκοποι ὡς ἔτυχε μὴ πλεύσωσι· τρίτον, περὶ τοῦ τὰς αἰτίας τῶν πρεσβυτέρων καὶ διακόνων ζητεῖσθαι παρὰ τοῖς ὁμόροις ἐπισκόποις, ἐὰν ἐκ τῶν ἰδίων ἀπὸ κοινωνίας προπετῶς γένωνται· τέταρτον, περὶ Οὐρβανοῦ τοῦ ἐπισκόπου ἀποκοινωνητέου, ἢ ἔτι μὴν ἐν Ῥώμῃ κλητέου, εἰ μὴ τὰ ὀφείλοντα διορθωθῆναι διορθώσηται. Ἐξ ὧν πάντων περὶ τοῦ πρώτου καὶ τρίτου, τουτέστιν, ἵνα ἐξείη εἰς Ῥώμην τοῖς ἐπισκόποις ἐκκαλεῖσθαι, καὶ ἵνα αἱ τῶν κληρικῶν αἰτίαι παρὰ τοῖς τῶν ἐπαρχιῶν αὐτῶν ἐπισκόποις περατῶνται, ἤδη ἐν τῷ προλαβόντι ἐνιαυτῷ γράμμασιν ἔτι μὴν ἡμετέροις πεμφθεῖσι τῷ αὐτῷ τῆς προσκυνητῆς μνήμης Ζωσίμῳ τῷ ἐπισκόπῳ ἐσπουδάσαμεν ἐμφανίσαι, ἵνα ταῦτα χωρίς τινος ὕβρεως αὐτοῦ πρὸς ὀλίγον φυλάξωμεν, ἕως οὗ ζήτησις γένηται τῶν ὅρων τῆς ἐν Νικαίᾳ συνόδου. Καὶ νῦν δὲ ἀπὸ τῆς σῆς αἰτούμεθα ἁγιωσύνης, ἵνα, ὃν τρόπον ταῦτα τὰ ἐν Νικαίᾳ ἀπὸ τῶν Πατέρων ἐπράχθησαν καὶ ὡρίσθησαν, οὕτως αὐτὰ παρ᾽ ἡμῶν φυλαχθῆναι ποιήσῃς· καὶ αὐτόθι παρ᾽ ὑμῖν τὰ ἐν τῷ αὐτῷ κείμενα κομμονιτορίῳ γυμνασθῆναι ποιήσῃς· τουτέστιν, ἐὰν ἐπίσκοπος κατηγορηθῇ, καὶ οἱ συνελθόντες ἐπίσκοποι τῆς αὐτῆς ἐπαρχίας κρίνωσι, καὶ ἐκ τοῦ βαθμοῦ αὐτοῦ καθέλωσιν αὐτόν, ὅταν δόξῃ ἐκκαλεῖσθαι καὶ πρὸς τὸν μακαριώτατον τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπον καταφύγῃ· ἐὰν συνίδῃ αὐτὸν ἀκουσθῆναι, καὶ δίκαιον λογίσηται, ὥστε ἀνανεωθῆναι τὴν κρίσιν, γράψαι καταξιώσῃ τοῖς ἐν τῇ ὁμόρῳ καὶ ἐγγιζούσῃ ἐπαρχίᾳ καθεστῶσιν ἐπισκόποις, ἵνα αὐτοὶ πάντα ἐπιμελῶς ἀναζητήσωσι, καὶ κατὰ τὴν πίστιν τῆς ἀληθείας περατώσωσιν. Ἐὰν δὲ καὶ ὁ παρακαλῶν τὴν αἰτίαν αὐτοῦ ἄνωθεν ἀκουσθῆναι, ἰδίᾳ ἱκεσίᾳ κινήσῃ τὸν Ῥωμαϊκὸν ἐπίσκοπον, ἵνα ἐκ τοῦ ἰδίου αὐτοῦ πλευροῦ πρεσβύτερον ἀποστείλῃ, ἐν τῇ ἐξουσίᾳ τοῦτ᾽ ἔσται τοῦ ἐπισκόπου, τὶ βουληθῇ καὶ τὶ κρίνῃ· καὶ ἐὰν ψηφίσηται τοὺς ὀφείλοντας μετὰ τῶν ἐπισκόπων παρόντας κρῖναι, ἔχοντας τὴν αὐθεντίαν αὐτοῦ ἐξ οὗ ἀπεστάλησαν, ἔσται ἐν τῇ κρίσει αὐτοῦ· ἐὰν δὲ καὶ πιστεύσῃ ἀρκεῖν τοὺς ἐπισκόπους πρὸς τὸ περατῶσαι τὰ τοῦ πράγματος, ποίησῃ ὅπερ τῷ σοφωτάτῳ αὐτοῦ συνίδῃ βουλεύματι. Ὁμοίως περὶ πρεσβυτέρων καὶ διακόνων, ἐάν τις ἐπίσκοπος ὀργίλος, ὅπερ εἶναι οὐκ ὀφείλει, ταχέως ἢ τραχέως κινηθῇ κατὰ πρεσβυτέρου ἢ διακόνου ἰδίου, καὶ θελήσῃ τοῦτον ἐκ τῆς ἰδίας ἐξορίσαι ἐκκλησίας, προνοητέον ἐστίν, ἵνα μὴ ἀδίκως καταδικασθῇ, ἢ ἀπολέσῃ τὴν κοινωνίαν. Καὶ ἐχέτω ὁ ἐκβληθεὶς ἐξουσίαν προσελθεῖν τοῖς ὁμοροῦσι, καὶ ἡ αἰτία αὐτοῦ ἀκουσθῇ, καὶ ἐπιμελέστερον ζητηθῇ· ὅτι οὐκ ὀφείλει παρακαλοῦντι αὐτῷ ἡ ἀκρόασις ἀρνηθῆναι· κἀκεῖνος δὲ ὁ ἐπίσκοπος, ὁ ἢ δικαίως ἢ ἀδίκως ἐκβαλών, ἀνεξικάκως καταδέξηται τὰ τοῦ πράγματος ἐξετασθῆναι, ἵνα ἢ κυρωθῇ, ἢ διορθωθῇ ἡ γνώμη αὐτοῦ. Ταῦτα δηλονότι, ἕως τῆς παρουσίας τῶν ἀληθεστάτων ἐξέμπλων τῆς ἐν Νίκαιᾳ συνόδου, τοῖς πεπραγμένοις ἐνεβλήθησαν· ἅτινα, ἐὰν ἐκεῖ, ὃν τρόπον ἐν αὐτῷ τῷ κομμονιτορίῳ περιέχονται, τῷ ἡμῖν διὰ τῶν ἀποσταλέντων ἀδελφῶν ἐκ τῆς ἀποστολικῆς καθέδρας ἐμφανισθέντι καὶ παρ᾽ ὑμῖν τῇ αὐτῇ τάξει ἐν Ἰταλίᾳ φυλάττωνται, οὐδαμῶς καὶ ἡμεῖς τῶν τοιούτων μεμνῆσθαι βουλόμεθα, ἢ οὒχ ὑποφέρειν ἐπειγόμεθα, ἀλλὰ πιστεύομεν, ὅτι βοηθοῦντος τοῦ ἐλέους Κυρίου τοῦ Θεοῦ ἡμῶν, τῆς σῆς ἁγιωσύνης προεστώσης τῆς Ῥωμαϊκῆς ἐκκλησίας, οὐκέτι λοιπὸν ὑπομείνωμεν τὸν τύφον τοῦτον· φυλαχθῶσι δὲ περὶ ἡμᾶς ἅτινα καὶ μὴ λαλούντων ἡμῶν ὀφείλουσι φυλαχθῆναι ἀδελφικῇ ἀγάπῃ, ἅπερ κατὰ τὴν σοφίαν καὶ δικαιοσύνην, ἥν σοι ὁ Ὕψιστος ἐδωρήσατο, καὶ αὐτὸς ἔτι μὴν συνορᾷς ὀφείλειν φυλαχθῆναι, ἐὰν τυχὸν ἀλλοίως ἔχωσιν οἱ κανόνες τῆς ἐν Νικαίᾳ συνόδου. Ἡμεῖς γὰρ πλείστοις ἐντυχόντες βιβλίοις, οὐδαμοῦ ἀνέγνωμεν εἰς τὴν ἐν Νικαίᾳ σύνοδον ἐν Ρωμαϊκοῖς βιβλίοις, ὃν τρόπον ἐν τῷ προλεχθέντι κομμονιτορίῳ αὐτόθεν ἀπεστάλησαν· ὅμως, ἐπειδὴ ἐνταῦθα εἰς οὐδὲν βιβλίον Γραικὸν ταῦτα εὑρεῖν ἠδυνήθημεν, ἐκ τῶν ἀνατολικῶν ἐκκλησιῶν, ἔνθα λέγονται τὰ αὐτὰ ψηφίσματα δύνασθαι τὰ αὐθεντικὰ ἔτι μὴν εὑρεθῆναι, ἡμῖν προσενεχθῆναι ταῦτα μᾶλλον ποθοῦμεν. Διὸ καὶ τὴν σὴν σεβασμιότητα δυσωποῦμεν, ἵνα γράψαι καὶ αὐτὸς ἔτι μὴν καταξιώσῃς πρὸς τοὺς ἐκείνων τῶν μερῶν ἱερεῖς, τουτέστι τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας, καὶ τῆς Ἀλεξανδρέων, καὶ τῆς ἐν Κωνσταντινουπόλει, καὶ ἄλλοις δέ, ἐὰν παραστῇ τῇ σῇ ἁγιωσύνῃ, ὅπως ἐκεῖθεν πρὸς ἡμᾶς οἱ ἐν Νικαίᾳ παρὰ τῶν Ἁγίων Πατέρων ὁρισθέντες ἔλθωσι κανόνες, σοῦ κατ᾽ ἐξαίρετον τὴν εὐεργεσίαν ταύτην πάσαις ταῖς δυτικαῖς ἐκκλησίαις τῇ τοῦ Κυρίου βοηθείᾳ συνεισάγοντος. Τίς γὰρ ἀμφιβάλλει τὰ ἶσα ἀληθέστατα εἶναι ἐν Γραικοῖς τῆς ἐν Νικαίᾳ συναθροισθείσης συνόδου, ἅτινα ἀπὸ οὕτω διαφόρων τόπων καὶ ἐπισήμων Γραικῶν ἐκκλησιῶν προσενεχθέντα καὶ συγκριθέντα ὁμονοοῦσιν; ὅπερ ἕως οὗ γένηται, τὰ ἐν τῷ προλεχθέντι κομμονιτορίῳ ἡμῖν προσενεχθέντα, περὶ τῶν πρὸς τὸν τῆς Ῥωμαϊκῆς ἐκκλησίας ἱερέα ἐκκλήτων τῶν ἐπισκόπων, καὶ περὶ τῶν αἰτιῶν τῶν κληρικῶν τῶν ὀφειλουσῶν περατοῦσθαι παρὰ τοῖς τῶν ἰδίων αὐτῶν ἐπαρχιῶν ἐπισκόποις, ἡμεῖς ὁμολογοῦμεν καὶ φυλάξοντας ἕως τῆς ἐπικυρώσεως, καὶ τὴν ὑμετέραν μακαριότητα, θέλοντος τοῦ Θεοῦ, πρὸς τοῦτο ἡμῖν βοηθήσουσαν θαῤῥοῦμεν. Τὰ δὲ λοιπὰ τὰ ἐν τῇ ἡμετέρᾳ συνόδῳ πραχθέντα καὶ βεβαιωθέντα, ἐπειδὴ οἱ προλεχθέντες ἀδελφοὶ ἡμῶν Φαυστῖνος ὁ συνεπίσκοπος, Φίλιππος καὶ Ἄσελλος οἱ πρεσβύτεροι, μεθ᾽ ἑαυτῶν ἐπιφέρονται, ἐὰν καταξιώσητε, γνωστὰ ποιήσουσι τῇ ὑμετέρᾳ ἁγιωσύνῃ.

Καὶ ὑπέγραψαν

Ὁ Κύριος ἡμῶν φυλάξοι σε ἡμῖν ἐπὶ πλείστους χρόνους, μακαριώτατε ἀδελφέ.

Ὑπέγραψαν ὁμοίως, Ἀλύπιος, Αὐγουστῖνος, Ποσσείδιος, Μαρῖνος, καὶ οἱ λοιποὶ ἐπίσκοποι.

Ἄρχεται τὰ πρὸς τὴν ἐν Ἀφρικῇ σύνοδον ἀντίγραφα Κυρίλλου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ἐν οἷς τὰ αὐθεντικά τῆς ἐν Νικαίᾳ συνόδου ἀπὸ Γραικοῦ μεταβληθέντα διὰ Ἰννοκεντίου πρεσβυτέρου ἀπέστειλεν· αἵτινες ἐπιστολαὶ μετὰ τῆς ἐν Νικαίᾳ συνόδου, διὰ τοῦ μνημονευθέντος Ἰννοκεντίου πρεσβυτέρου, καὶ Μαρκέλλου ὑποδιακόνου τῆς ἐν Καρχηδόνι ἐκκλησίας, τῷ ἁγιωτάτῳ Βονιφατίῳ, ἐπισκὀπῳ τῆς Ῥωμαϊκῆς ἐκκλησίας, τῇ πρὸ ἓξ καλανδῶν Δεκεμβρίων ἀπεστάλησαν.

Κύριλλος κυρίοις τιμιωτάτοις καὶ ἁγιωτάτοις ἀδελφοῖς καὶ συνεπισκόποις, Αὐρηλίῳ, Βαλεντίνῳ, καὶ πάσῃ τῇ ἐν Καρχηδόνι συναθροισθείσῃ ἁγιωτάτῃ συνόδῳ· ἀσπαζόμεθα ἐν Κυρίῳ τὴν ὑμετέραν ἀγάπην.

Τὰ γραφέντα παρὰ τῆς ὑμετέρας τιμιότητος πολλὴν ἔχοντα θρησκείαν, μετὰ πάσης χαρᾶς διὰ τοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ προσβυτέρου ἐδεξάμην. Τούτων δὲ παρ᾽ ἡμῶν ἐλπισθέντων, ὥστε ἐκ τοῦ τῆς ἡμετέρας ἐκκλησίας σκρινίου τὰ ἀληθέστατα ἵσα τῆς ἐν τῇ Νικαέων μητροπόλει τῆς Βιθυνίας αὐθεντικῆς συνόδου, τὰ παρὰ τῶν ἁγίων Πατέρων ὁρισθέντα καὶ βεβαιωθέντα ὑποκάτω τῆς ὁμολογίας τῆς ἡμετέρας πίστεως, τῇ ὑμετέρᾳ ἀγάπῃ ὑμᾶς ἀποστεῖλαι, ἀναγκαῖον ἡγησάμην, κύριοι τιμιώτατοι ἀδελφοί, ἀσπασμοῦ προηγουμένου, διὰ τοῦ αὐτοῦ τέκνου ἡμῶν Ἰννοκεντίου τοῦ πρεσβυτέρου, τὰ πιστότατα ἶσα τὰ τῆς αὐθεντικῆς συνόδου τῆς ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας ἐχόμενα, τῇ ὑμετέρᾳ ἀποστεῖλαι ἀγάπῃ· ὅπερ καὶ ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ ζητοῦντες εὑρήσετε. Περὶ δὲ τοῦ Πάσχα, ὡς ἐγράψατε, ἀναγγέλλομεν, ἡμῖν, τῇ πρὸ δεκαεπτὰ καλανδῶν Μαΐων ἡμᾶς ἐπιτελέσοντας τῇ ἐπεισερχομένῃ Ἰνδικτιῶνι.

Ἡ ὑπογραφή

Ὁ Θεὸς καὶ ὁ Κύριος ἡμῶν τὴν ἁγίαν ὑμῶν σύνοδον φυλάξοι, ὅπερ εὐχόμεθα, τιμιώτατοι ἀδελφοί.

Ἄρχεται ἡ ἐπιστολὴ Ἀττικοῦ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως πρὸς τοὺς αὐτούς.

Τοῖς κυρίοις τιμιωτάτοις καὶ μακαριωτάτοις ἀδελφοῖς καὶ συνεπισκόποις Αὐρηλίῳ, Βαλεντίνῳ, καὶ τοῖς λοιποῖς τοῖς ἐν τῇ Ἀφρικῇ συνελθοῦσι συνόδῳ, Ἀττικὸς ἐπίσκοπος.

Διὰ τοῦ τέκνου ἡμῶν Μαρκέλλου, τοῦ ὑποδιακόνου ὑμῶν, γράμματα τῆς ὑμετέρας ἀγάπης μετὰ πάσης εὐχαριστίας ἐδεξάμην, τῷ Κυρίῳ εὐχαριστῶν, ὅτι ἠξιώθην τοσούτων ἀδελφῶν εὐλογίας ἀπολαῦσαι. Κύριοι μακαριώτατοι ἀδελφοί, ἐγράψατε δηλαδή, ἵνα τοὺς ἀληθεστάτους κανόνας, τοὺς ἐν τῇ Νικαέων μητροπόλει τῆς Βιθυνίας παρὰ τῶν Πατέρων ὁρισθέντας, μετὰ τὴν τῆς πίστεως ἔκθεσιν ἀποστείλω. Καὶ τίς ἐστιν ὁ τὴν κοινὴν πίστιν, καὶ τοὺς ὅρους τοὺς ἀπὸ τῶν Πατέρων βεβαιωθέντας, τοῖς ἰδίοις ἀδελφοῖς ἀρνούμενος; Ὅθεν διὰ τοῦ αὐτοῦ τέκνου ἡμῶν Μαρκέλλου, τοῦ ὑποδιακόνου ὑμῶν, πάνυ σπεύδοντος, καθὼς οἱ ἐν Νικαίᾳ ἀπὸ τῶν Πατέρων ὡρίσθηκαν κανόνες, ἐν ὁλοκλήρῳ, ὡς ἐκελεύσατε, ἀπέστειλα, αἰτῶν τὴν ὑμετέραν ἁγίαν σύνοδον ὑπέρ ἐμοῦ πλεῖστας εὔξασθαι καταξιῶσαι.

Ἡ ὑπογραφή

Ὁ Κύριος ὑμῶν φυλάξοι τὴν ὑμετέραν ἁγιωσύνην, ὅπερ εὐχόμεθα, ἁγιώτατοι ἀδελφοί.

Ἄρχεται τὰ ἶσα τῆς ἐν Νικαίᾳ συνόδου τὰ ἀποσταλέντα τῇ πρὸ ἓξ καλανδῶν Δεκεμβρίων, μετὰ τὴν ὑπατείαν τῶν ἐνδοξοτάτων βασιλέων Ὁνωρίου τὸ δωδέκατον, καὶ Θεοδοσίου τὸ ἔννατον, τῶν αὐγούστων, Βονιφατίῳ τῷ Ἐπισκόπῳ Ρώμης.

Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ὁρατῶν τὲ καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζώντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, ἦν καιρὸς ὅτε οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως, ἢ οὐσίας, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Τῷ παρόντι συμβόλῳ τῆς πίστεως, καὶ τὰ ἶσα τῶν ὅρων τῆς αὐτῆς ἐν Νικαίᾳ συνόδου ἐκ τῶν μνημονευθέντων ἱερέων προσεζεύχθησαν, ὡς ἀνωτέρω ἐν πᾶσι περιέχονται· ἅπερ ἡμεῖς ἐνταῦθα πάλιν τὰ αὐτὰ γραφῆναι ἀναγκαῖον οὒχ ἡγησάμεθα.

Ἄρχεται ἡ ἐπιστολὴ τῆς ἐν Ἀφρικῇ συνόδου πρὸς Κελεστῖνον τὸν πάπαν, τῆς Ῥωμαίων πόλεως ἐπίσκοπον.

Δεσπότῃ ἀγαπητῷ καὶ τιμιωτάτῳ ἀδελφῷ Κελεστίνῳ, Αὐρήλιος, Παλατῖνος, Ἀντωνῖνος, Τοῦτος, Σερβοὺς Δέϊ, Τερέντιος, Φουρτουνάτος, Μαρτῖνος, Ἰανουάριος, Ὀπτάτος, Κέλτιος, Δονάτος, Θεάσιος, Βικέντιος, Φουρτουνατιανός, καὶ οἱ λοιποὶ οἱ ἐν πάσῃ τῇ συνόδῳ τῆς Καρθαγένης εὑρεθέντες.

Ηὐχόμεθα, ἵνα, ὃν τρόπον ἡ σὴ ἁγιωσύνη περὶ τῆς παρουσίας τοῦ Ἀπιαρίου χαρέντας ὑμᾶς ἐδήλωσε, γραμμάτων πεμφθέντων διὰ τοῦ συμπρεσβυτέρου ἡμῶν Λέοντος, οὕτω καὶ ἡμεῖς ὁμοίως περὶ τοῦ καθαρισμοῦ τοῦ αὐτοῦ τὰ παρόντα γράμματα μετὰ χαρᾶς ἀπεστείλαμεν. Ἦν γὰρ δηλαδὴ καὶ ἡ ἡμετέρα καὶ ἡ ὑμετέρα προθυμία ἀσφαλεστέρα, καὶ οὐδὲ σπευτικὴ ἐδόκει ἡ περὶ τοῦ ἀκμὴν ἀκουστέου, ἥπερ ὡς περὶ ἀκουσθέντος προηγησαμένη. Παραγενομένου τοίνυν πρὸς ἡμᾶς τοῦ ἁγιωτάτου ἀδελφοῦ καὶ συνεπιακόπου ἡμῶν Φαυστίνου, συνήξαμεν σύνοδον, καὶ ἐπιστεύσαμεν διὰ τοῦτο αὐτὸν μετ᾽ ἐκείνου πεμφθέντα, ἵνα, ὥσπερ οὗτος τῇ αὐτοῦ σπουδῇ τῷ πρεσβυτέρῳ ἀπεδόθη, οὕτω καὶ νῦν δυνηθῇ τῷ αὐτοῦ κόπῳ ἐκ τῶν ἀπὸ τῶν ἐν Θαβρακηναῖς ὑποβληθέντων τοσούτων ἐγκλημάτων καθαρθῆναι· οὗ τινος τὰ τοσαῦτα καὶ οὕτω παμμεγέθη ἀτοπήματα, ἡ πληθὺς καταδραμοῦσα τῆς ἡμετέρας συνόδου εὗρεν, ὅτι καὶ τοῦ μνημονευθέντος τὴν πατρωνίαν μᾶλλον ἤπερ κρίσιν, καὶ τὴν ὡς ἐκδίκου σπουδὴν μᾶλλον ἤπερ διαγνώστου δικαιοσύνην ὑπερεκίνησε. Πρῶτον μὲν γὰρ ἀντέστη μεγάλως πάσῃ τῇ συνόδῳ διαφόρους ὕβρεις ἐπιφέρων, ὡσανεὶ τὰ πριβιλέγια τῆς Ῥωμαϊκῆς ἐκκλησίας διεκδικῶν, καὶ θέλων αὐτὸν παρ᾽ ἡμῶν εἰς κοινωνίαν δεχθῆναι, ἣν ἡ σὴ ἁγιωσύνη πιστεύσασα ἐκκαλεῖσθαι, ὅπερ ἀποδεῖξαι οὐκ ἠδυνήθη, τῇ κοινωνίᾳ ἀποδέδωκεν· Ὅμως ἧττον αὐτῷ τοῦτο ἐξεγένετο, ὅπερ ἔτι μὴν τῇ ἀναγνώσει τῶν πεπραγμένων κρειττόνως γνοίης. Τριημέρου μέντοι δίκης ἐπιμόχθου κινηθείσης, ἐν ὅσῳ τὰ διάφορα τῷ αὐτῷ ὑποβληθέντα συντριβόμενοι ἐζητοῦμεν, ὁ Θεὸς ὁ δίκαιος κριτής, ὁ ἰσχυρὸς καὶ μακρόθυμος, τάς τε παρολκὰς τοῦ συνεπισκόπου ἡμῶν Φαυστίνου, καὶ τὰς τριψεργίας τοῦ αὐτοῦ Ἀπιαρίου, αἷς τὰς ἀθεμίτους αὐτοῦ αἰσχρότητας συγκαλύψαι ἐπηρείδετο, μεγάλῃ συντομίᾳ ἔτεμε, τῆς σιχαντῆς δηλαδὴ καὶ δυσωδεστέρας ἐπιμονῆς καταργηθείσης, καὶ τῆς ἀναισχυντίας τῆς ἀρνήσεως, δι᾽ ἧς τῶν τοσούτων ἡδονῶν τὸν βόρβορον ἐβούλετο καταβυθίσαι. Τοῦ γὰρ Θεοῦ ἡμῶν τὴν συνείδησιν αὐτοῦ στενοχωρήσαντος, καὶ τὰ ἐν τῇ καρδίᾳ κρυπτά, ὡς ἐν ἰλύϊ τῶν ἐγκλημάτων ἤδη καταδεδικασμένα, πᾶσιν ἔτι μὴν τοῖς ἀνθρώποις δημοσιεύσαντος, αἰφνηδίως εἰς ὁμολογίαν πάντων τῶν ὑποβληθέντων αὐτῷ ἐγκλημάτων ὁ δόλιος ἀρνητὴς ἐξέῤῥηξε, καὶ μόλις ποτὲ περὶ πάντων τῶν ἀπιθάντων ὀνειδῶν ἐκοντὶ αὐτὸς ἑαυτὸν ἤλεγξε· καὶ αὐτὴν ὁμοίως τὴν ἡμετέραν ἐλπίδα, ᾗ τινι καὶ ἐπιστεύσαμεν αὐτόν, καὶ ηὐχόμεθα ἐκ τῶν οὕτως ἐπαισχυντέων σπίλων δύνασθαι καθαρθῆναι, μετέστρεψεν εἰς στεναγμούς, εἰ μὴ ὅτι ταύτην ἡμῶν τὴν λύπην μιᾷ καὶ μόνῃ παραμυθίᾳ κατεπράϋνεν, ὅτι καὶ ἡμᾶς τοῦ ὀδυρμοῦ τοῦ διηνεκοῦς καμάτου εὐλύτωσε, καὶ τοῖς ἰδίοις τραύμασιν ὁτεδήποτε ἴασιν, εἰ καὶ ἀκουσίως καὶ τῆς ἰδίας συνειδήσεως ἀντιμαχομένης, ὁμολογήσας προενοήσατο, κύριε ἀδελφέ. Ἐν προφάτῳ τοίνυν τοῦ καθήκοντος τῆς ὀφειλομένης προσκυνήσεως ἐκπληρουμένου, ἱκετεύομεν, ἵνα τοῦ λοιποῦ πρὸς τὰς ὑμετέρας ἀκοὰς τοὺς ἐντεῦθεν παραγινομένους εὐχερῶς μὴ προσδέχησθε, μηδὲ τοὺς παρ᾽ ἡμῶν ἀποκοινωνητέους, εἰς κοινωνίαν τοῦ λοιποῦ θελήσητε δέξασθαι· ἐπειδὴ τοῦτο καὶ τῆς ἐν Νικαίᾳ συνόδῳ ὁρισθὲν εὐχερῶς εὕροι ἡ σὴ σεβασμιότης· εἰ γὰρ καὶ περὶ κατωτέρων κληρικῶν καὶ περὶ λαϊκῶν φαίνεται ἐκεῖ παραφυλάττεσθαι, πόσῳ μᾶλλον τοῦτο περὶ ἐπίσκοπων βούλεται παραφυλαχθῆναι; Μὴ οὖν οἱ ἐν τῇ ἰδίᾳ ἐπαρχίᾳ ἀπὸ τῆς κοινωνίας ἀναρτηθέντες παρὰ τῆς σῆς ἁγιωσύνης, σπουδαίως, καὶ καθὼς μὴ χρή, φανῶσιν ἀποκαθιστάμενοι τῇ κοινωνίᾳ. Καὶ τῶν πρεσβυτέρων δὲ ὁμοίως, καὶ τῶν ἑπομένων κληρικῶν τὰς ἀναιδεῖς ἀποφυγάς, ὡς ἔστι σου ἄξιον, ἀποδιώξει ἡ ἁγιωσύνη ἡ σή· ἐπειδὴ καὶ οὐ διά τινος ὅρου τῶν Πατέρων τοῦτο ἀπηγόρευται τῇ ἐν Ἀφρικῇ ἐκκλησίᾳ, καὶ τὰ ψηφίσματα τῆς ἐν Νικαίᾳ συνόδου, εἴτε κληρικοὺς τοῦ κατωτέρου βαθμοῦ, εἴτε αὐτοὺς τοὺς ἐπισκόπους, τοῖς ἰδίοις μητροπολίταις φανερώτατα κατέπεμψαν. Συνετῶς γὰρ καὶ δικαίως συνεῖδεν, ἁτιναδήποτε πράγματα ἀναφυῶσι, ταῦτα ἐν τοῖς ἰδίοις ὀφείλειν περατοῦσθαι τόποις· οὔτε γὰρ μιᾷ καὶ ἑκάστῃ προνοίᾳ ἐλογίσαντο ἐλλείπειν τὴν χάριν τοῦ ἁγίου Πνεύματος, δι᾽ ἧς ἡ δικαιοσύνη ἀπὸ τῶν τοῦ Χριστοῦ ἱερέων καὶ ὁρᾶται φρονίμως, καὶ κατέχεται σταθερῶς, μάλιστα, ὅτι καὶ ἑνὶ ἑκάστῳ συγκεχώρηται, ἐὰν περὶ τῆς δίκης τῶν διαγνωστῶν προΐσταται αὐτῷ πρὸς τὰς συνόδους τῆς ἰδίας ἐπαρχίας, ἢ ἔτι μὴν εἰς οἰκουμενικὴν σύνοδον ἐκκαλέσασθαι· εἰ μὴ ἆρά τίς ἐστιν, ὅστις πιστεύσει, ἑνὶ ᾡτινιδήποτε δύνασθαι τὸν Θεὸν ἡμῶν τῆς κρίσεως ἐμπνεῦσαι τὴν δικαιοσύνην, τοῖς δὲ ἀναριθμήτοις εἰς σύνοδον συνηθροισμένοις ἱερεῦσιν ἀρνεῖσθαι. Πῶς δὲ αὕτη ἡ περαματικὴ κρίσις βεβαία ἔσται, πρὸς ἣν τῶν μαρτύρων τὰ ἀναγκαῖα πρόσωπα, ἢ διὰ τὴν τῆς φύσεως, ἢ διὰ τὴν τοῦ γήρως ἀσθένειαν, ἢ πολλοῖς ἄλλοις ἐμποδισμοῖς, ἐνεχθῆναι οὐ δύναται; Περὶ γὰρ τοῦ, τινὰς ὡσανεὶ ἐκ τοῦ πλευροῦ τῆς σῆς ἁγιωσύνης πέμπεσθαι, οὐδεμιᾷ τῶν Πατέρων συνόδῳ ὁρισθὲν εὑρίσκομεν· ἐπειδὴ ὅπερ πάλαι διὰ τοῦ αὐτοῦ συνεπισκόπου ἡμῶν Φαυστίνου, ὠσανεὶ ἐκ μέρους τῆς ἐν Νικαίᾳ συνόδου αὐτόθεν ἀπέσταλτο, ἐν ταῖς ἀληθεστέραις ἀπογραφαῖς τῆς ἐν Νικαίᾳ, ἅσπερ ἐδεξάμεθα ἀπὸ τοῦ ἁγιωτάτου Κυρίλλου, τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας συνεπισκόπου ἡμῶν, καὶ παρὰ τοῦ προσκυνητοῦ Ἀττικοῦ του ἐν Κωνσταντινουπόλει ἐπισκόπου, πεμφθείσας ἐκ τῶν αὐθεντικῶν, αἵτινες ἔτι μὴν πρὸ τούτου διὰ Ἰννοκεντίου τοῦ πρεσβυτέρου, καὶ Μαρκέλλου τοῦ ὑποδιακόνου, δι᾽ ὧν πρὸς ἡμᾶς παρ᾽ ἐκείνων ἀπεστάλησαν, τῷ τῆς προσκυνητῆς μνήμης Βονιφατίῳ τῷ ἐπισκόπῳ τῷ προηγησαμένῳ ὑμᾶς παρ᾽ ἡμῶν ἐξεπέμφθησαν, τοιοῦτο τί ποτε οὐκ ἠδυνήθημεν εὑρεῖν. Ἐκβιβαστὰς τοίνυν κληρικοὺς ὑμῶν τινῶν αἰτούντων μὴ θέλετε ἀποστέλλειν, μήτε παραχωρεῖν, ἵνα μὴ τὸν καπνώδη τύφον τοῦ κόσμου δόξωμεν εἰσάγειν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ, ἥτις τὸ φῶς τῆς ἁπλότητος, καὶ τῆς ταπεινοφροσύνης τὴν ἡμέραν τοῖς τὸν Θεὸν ἰδεῖν ἐπιθυμοῦσι προσφέρει. Τοῦ γὰρ κλαυσίμου Ἀπιαρίου, ἤδη ἀπὸ τοῦ ἀδελφοῦ ἡμῶν Φαυστίνου κατὰ τὰς ἰδίας ἀθεμίτους ἀχρειωσύνας ἐκ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἀποκινηθέντος, ἀμέριμνοί ἐσμεν, ὅτι τοῦτον τῇ δοκιμῃ καὶ ῥυθμίσει τῆς σῆς ἁγιωσύνης ἐν τῷ σῴζεσθαι τὴν ἀδελφικὴν ἀγάπην περαιτέρω ἡ Ἀφρικὴ οὐδαμῶς ὑπομείνῃ.

Ἡ ὑπογραφή

Ὁ Θεὸς ἡμῶν τὴν ἁγιωσύνην ὑμῶν ἐπὶ μήκιστον χρόνον φυλάξοι, ὑπὲρ ἡμῶν εὐχομένην, κύριε ἀδελφέ.

___________________________________________________________

Κανόνες τῆς ἐν Κωνσταντινουπόλει Πρωτοδευτέρας (ΑΒ) Συνόδου (861 μ. Χ.).

Κανὼν α´ τῆς ΑΒ´ Συνόδου. Γνώμῃ τοῦ Ἐπισκόπου οἰκοδομείσθω μοναστήριον.

Πρᾶγμα σεμνὸν οὕτω καὶ τίμιον καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατράσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθέν, ἡ τῶν μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πραττόμενον σήμερον. Τινὲς γὰρ ὄνομα μοναστηρίου ταῖς οἰκείαις περιουσίαις καὶ ὑπάρξεσι περιθέμενοι καὶ Θεῷ καθαγιάζειν ταύτας ἐπαγγελλόμενοι, κυρίους τε τῶν ἀφιερωθέντων ἑαυτοὺς ἀναγράφουσι καὶ μόνῃ τῇ προσηγορίᾳ τὸ θεῖον ἀφοσιοῦν ἐκμηχανᾶσθαι διεγνώκασι. Τὴν αὐτὴν γὰρ ἐξουσίαν καὶ μετὰ τὴν ἀφιέρωσιν οὐκ ἐρυθριῶσι σφετερίζεσθαι, ἥνπερ ἔχειν οὐκ ἐκωλύοντο πρότερον. Καὶ τοσαύτῃ καπηλείᾳ προσετρίβη τῷ πράγματι, ὥστε πολλὰ τῶν ἀφιερωθέντων, παρ᾿ αὐτῶν γε τῶν ἀφιερωσάντων, καθορᾶται πιπρασκόμενα, θάμβος ὁμοῦ καὶ μῖσος τοῖς ὁρῶσι παρεχόμενα. Καὶ οὐ μόνον οὐκ ἔστιν αὐτοῖς μεταμέλεια, ἐφ᾿ οἷς τῶν ἅπαξ ἀνατεθειμένων Θεῷ τὴν ἐξουσίαν ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ καὶ ἑτέροις ταύτην ἀδεῶς παραπέμπουσιν. Ὥρισεν οὖν διὰ ταῦτα ἡ ἁγία σύνοδος, μηδενὶ ἐξεῖναι μοναστήριον οἰκοδομεῖν ἄνευ τῆς τοῦ ἐπισκόπου γνώμης καὶ βουλῆς. Ἐκείνου δὲ συνειδότος καὶ ἐπιτρέποντος καὶ τὴν ὀφειλομένην ἐπιτελοῦντος εὐχήν, ὡς τοῖς πάλαι θεοφιλῶς νενομοθέτηται, οἰκοδομεῖσθαι μὲν τὸ μοναστήριον, πάντα δὲ τὰ ἐν αὐτῷ προσήκοντα, σὺν αὐτῷ ἐκείνῳ, βρεβίῳ ἐγκαταγράφεσθαι καὶ τοῖς ἐπισκοπικοῖς ἀρχείοις ἐναποτίθεσθαι, μηδαμῶς ἄδειαν ἔχοντος τοῦ ἀφιεροῦντος, παρὰ γνώμην τοῦ ἐπισκόπου, ἑαυτὸν ἡγούμενον ἢ ἀνθ᾿ ἑαυτοῦ ἕτερον καθιστᾶν. Εἰ γὰρ ἅπερ τις ἀνθρώπῳ χαρίζεται, τούτων οὐκέτι κύριος εἶναι δύναται, πῶς ἅπερ τις Θεῷ καθαγιάζει καὶ ἀνατίθησι, τούτων ὑφαρπάζειν τὴν κυριότητα παραχωρηθήσεται;

Κανὼν β´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ ὅτι ἀπαιτεῖται ὁ ἀναδεξόμενος τὸν μοναχόν.

Ἐπειδή τινες τὸν μονήρη βίον ὑποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ᾿ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εὐλαβείας προσλάβωσι καὶ τῶν οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν, (τῶν τριχῶν γὰρ μόνον τὴν ἀποβολὴν ποιούμενοι, ἐν τοῖς οἰκείοις παρεδρεύουσι, μηδεμίαν τῶν μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν ἢ κατάστασιν), ὥρισεν ἡ ἁγία σύνοδος, μηδένα τῶν ἁπάντων τοῦ μοναχικοῦ σχήματος ἀξιοῦν, ἄνευ παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι καὶ τὴν ἐπ᾿ αὐτῷ ἡγεμονίαν καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγγέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς καὶ μονῆς προεστηκότος καὶ ἱκανοῦ σῴζειν ψυχήν, ἀρτίως τῷ Θεῷ προσαγομένην. Εἰ δέ τις φωραθείη ἀποκουρεύων τινὰ χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν ἡγουμένου, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς κανόσι καὶ τὴν μοναδικὴν εὐταξίαν διαλύοντα, τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα, ἐν ὑποταγῇ καὶ μοναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τόπον ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραὶ καὶ τὸ μοναχικὸν σχῆμα ἠτίμωσαν καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασιν.

Κανὼν γ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ ἀμελοῦντος τῶν ὑπὸ χείρα μοναχῶν.

Καὶ τοῦτο κακῶς πραττόμενον, κατὰ πολὺ δὲ χεῖρον παροράσει καὶ ἀμελείᾳ παραπεμπόμενον, τυχεῖν ἐκρίθη διορθώσεως. Εἴ τις οὖν μονῆς προϊστάμενος, τοὺς ὑπ᾿ αὐτὸν τεταγμένους μοναχοὺς ἀποδιδράσκοντας, οὐ μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναζητείη ἢ ἐφευρίσκων οὐκ ἀναλαμβάνοιτο καὶ τῇ προσηκούσῃ καὶ καταλλήλῳ τοῦ πταίσματος ἰατρείᾳ τὸ νενοσηκὸς ἀνακτᾶσθαι καὶ ἐπιῤῥωννύειν ἀγωνίζοιτο, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος ἀφορισμῷ ὑποκεῖσθαι. Εἰ γὰρ ὁ ζῴων ἀλόγων τὴν προστασίαν ἐγχειριζόμενος καὶ τοῦ ποιμνίου καταμελῶν οὐκ ἀτιμώρητος καταλιμπάνεται, ὁ τῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἀρχὴν καταπιστευθείς καὶ ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὴν αὐτῶν σωτηρίαν ἀπεμπολῶν, πῶς οὐ δίκας τοῦ τολμήματος εἰσπραχθήσεται.

Κανὼν δ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τῶν καταλειπόντων τὰς οἰκείας μονάς, καὶ μὴ ἐπανελθόντων.

Πολυτρόπως ὁ πονηρὸς τοῦ μοναχικοῦ σχήματος τὸ σεβάσμιον ἐπονείδιστον θεῖναι κατηγωνίσατο καὶ πολλὴν εὗρεν εἰς τοῦτο συνδρομὴν τῆς προκατασχούσης αἱρέσεως τὸν καιρόν. Τὰς γὰρ ἰδίας μονὰς τῇ ἀνάγκη τῆς αἱρέσεως οἱ μονάζοντες καταλιμπάνοντες, οἱ μὲν εἰς ἑτέρας, οἱ δὲ εἰς κοσμικῶν ἀνδρῶν μετέπιπτον καταγώγια. Ἀλλὰ γάρ, ὅπερ αὐτοὺς δι᾿ εὐσέβειαν τότε πραττόμενον μακαριστοὺς ἀπέφαινεν, εἰς ἔθος ἄλογον μεταπεσόν, καταγελάστους παρίστησι. Πανταχοῦ γὰρ νῦν τῆς εὐσεβείας ἐξηπλωμένης καὶ σκανδάλων τῆς Ἐκκλησίας ἀπηλλαγμένης, ἔτι τινὲς τῶν οἰκείων μοναστηρίων ἀποφοιτῶντες καὶ καθάπερ τι ῥεῦμα δυσκάθεκτον ὧδε κἀκεῖσε μεταγγιζόμενοί τε καὶ μεταῤῥέοντες, πολλῆς μὲν πληροῦσι τῆς ἀκοσμίας τὰ μοναστήρια, πολλὴν δὲ τὴν ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσί τε καὶ καταλυμαίνονται. Ἀλλὰ τούτων τὸ ἄστατον τῆς ὁρμῆς καὶ ἀνυπότακτον ἡ ἁγία σύνοδος ἀνακόπτουσα, ὥρισεν, ἵνα εἴ τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς εἰς ἕτερον μεταπέσῃ μοναστήριον ἢ εἰς κοσμικὸν εἰσκωμάσῃ καταγώγιον, αὐτός τε καὶ ὁ τοῦτον ὑποδεξάμενος ἀφωρισμένος εἴη ἕως ἂν ὁ ἀποφυγὼν ἐπανέλθῃ, ἐξ ἧς κακῶς ἐξέπεσε μονῆς. Εἰ μέντοι γε ὁ ἐπίσκοπός τινας τῶν μοναχῶν, ἐπὶ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρούμενους, εἰς ἕτερον μοναστήριον ἐπὶ καταστάσει τῆς μονῆς θελήσει μετακομίσαι ἢ καὶ εἰς κοσμικὴν οἰκίαν, ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων, δοκιμάσει καταστῆσαι ἢ ἀλλαχόσε εὐδοκήσει ἐπιστῆσαι, τοῦτο οὔτε τοὺς ὑποδεχόμενους, οὔτε τοὺς μοναχοὺς ὑποδίκους ποιεῖ.

Κανὼν ε´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ τῆς πείρας χρόνου τῶν μονασόντων.

Τὰς ἀκρίτους καὶ ἀδοκιμάστους ἀποταγὰς ἐπὶ πολὺ τὴν μοναχικὴν εὐταξίαν λυμαινομένας εὑρίσκομεν. Προπετῶς γάρ τινες εἰς τὸν μονήρη βίον ἐαυτοὺς ἐπιῤῥίπτοντες καὶ πρὸς τὸ τραχὺ καὶ ἐπίπονον κατολιγωροῦντες τῆς ἀσκήσεως, ἐπὶ τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον ἀθλίως πάλιν ἐπαναστρέφουσιν. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος, μηδένα τοῦ μοναχικοῦ καταξιοῦσθαι σχήματος, πρὶν ἂν ὁ τῆς τριετίας χρόνος, εἰς πεῖραν αὐτοῖς ἀφεθείς, δοκίμους αὐτοὺς καὶ ἀξίους τῆς τηλικαύτης βιοτῆς παραστήσῃ. Καὶ τοῦτο κρατεῖν παντὶ τρόπῳ παρεκελεύσατο, πλὴν εἰ μήπου τις βαρεῖα προσπεσοῦσα νόσος τὸν χρόνον ἀναγκάσῃ συσταλῆναι τῆς δοκιμασίας, ἢ μήπου τις εἴη ἀνὴρ εὐλαβὴς καὶ τὸν μοναχικὸν βίον ἐν τῷ κοσμικῷ διανύων σχήματι. Ἐπὶ γὰρ τοῦ τοιούτου ἀνδρὸς εἰς ἀπόπειραν παντελῆ καὶ ὁ ἑξαμηνιαῖος ἀρκέσει χρόνος. Εἰ δέ τις παρὰ ταῦτα διαπράξεται, τὸν μὲν ἡγούμενον, τῆς ἡγουμενείας ἐκπίπτοντα, παιδείαν τῆς ἀταξίας τὴν ἐν ὑποταγῇ διαγωγὴν ἐφευρίσκειν, τὸν δὲ μονάσαντα ἐν ἑτέρᾳ μονῇ, τὴν μοναχικὴν ἀκρίβειαν φυλαττούσῃ, παραδίδοσθαι.

Κανὼν ς´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ μὴ ἴδιόν τι ἔχειν τοὺς μοναχούς.

Οἱ μοναχοὶ οὐδὲν ἴδιον ὀφείλουσιν ἔχειν, πάντα δὲ τὰ αὐτῶν προσκυροῦσθαι τῷ μοναστηρίῳ. Φησὶ γὰρ ὁ μακάριος Λουκᾶς περὶ τῶν εἰς Χριστὸν πιστευόντων καὶ τὴν τῶν μοναχῶν πολιτείαν διατυπούντων, ὡς οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά. Διὸ τοῖς ἐθέλουσι μονάζειν ἄδειαν δίδοται περὶ τῶν ὑπαρχόντων αὐτοῖς διατίθεσθαι πρότερον καὶ οἷς ἂν βούλοιντο προσώποις, μὴ κεκωλυμένοις δηλονότι παρὰ τοῦ νόμου τὰ αὐτῶν παραπέμπεσθαι. Μετὰ γάρ τοι τὸ μονάσαι, τῶν προσόντων αὐτοῖς ἁπάντων τὸ μοναστήριον ἔχει τὴν κυριότητα, καὶ οὐδὲν περὶ τῶν οἰκείων φροντίζειν ἢ διατίθεσθαι τούτοις παρακεχώρηται. Εἰ δέ τις φωραθείη κτῆσίν τινα, ἥτις οὐκ ἀπεκληρώθη τῷ μοναστηρίῳ, ἰδιοποιούμενος καὶ φιλοκτησίας πάθει δουλούμενος, ταύτην μὲν παρὰ τοῦ ἡγουμένου ἢ τοῦ ἐπισκόπου ἀναλαμβάνεσθαι καὶ πολλῶν παρουσίᾳ πιπρασκομένην πτωχοῖς καὶ ἀπόροις διανέμεσθαι. Τὸν δέ γε τὴν τοιαύτην κτῆσιν, κατὰ τὸν πάλαι Ἀνανίαν, ὑποσυλᾶν μελετήσαντα, τῷ προσήκοντι ἐπιτιμίῳ ἡ ἁγία σύνοδος ὥρισε σωφρονίζεσθαι. Δῆλον δὲ ὡς ἅτινα περὶ μοναζόντων ἀνδρῶν ἡ ἁγία σύνοδος ἐκανόνισε, τὰ αὐτὰ καὶ περὶ μοναζουσῶν γυναικῶν κρατεῖν ἐδικαίωσεν.

Κανὼν ζ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ μὴ οἰκοδομεῖν μονήν τὸν ἐπίσκοπον ἐπὶ καταλύσει τῆς Ἐπισκοπῆς.

Πολλὰς τῶν ἐπισκοπῶν ὁρῶμεν καταπιπτούσας καὶ ἀφανισμῷ τελείῳ κινδυνευούσας παραδίδοσθαι, ὅτι περ οἱ τούτων προεστηκότες τὴν περὶ αὐτῶν φροντίδα καὶ ἐπιμέλειαν εἰς νεουργίας μοναστηρίων καταναλίσκουσι, καὶ ταύτας διασπῶντες καὶ τὸν σφετερισμὸν τῶν εἰσόδων ἐκμηχανώμενοι, τὴν ἐκείνων ἐπαύξησιν πραγματεύονται. Ὥρισεν οὖν διὰ τοῦτο ἡ ἁγία σύνοδος, μηδενὶ τῶν ἐπισκόπων ἐξεῖναι μοναστήριον ἴδιον ἐπὶ καταλύσει τῆς οἰκείας ἐπισκοπῆς νεουργεῖν. Εἰ δέ τις φωραθείη τοῦτο τολμῶν, αὐτὸν μὲν τῷ προσήκοντι ἐπιτιμίῳ καθυποβάλλεσθαι, τὸ δὲ νεουργηθὲν ὑπ᾽ αὐτοῦ, ὡς μηδὲ τὴν ἀρχὴν μοναστηρίου δίκαιον ἀπειληφός, ὡς ἰδιόκτητον τῷ ἐπισκοπείῳ προσκυροῦσθαι. Οὐδὲν γὰρ τῶν παρανόμως καὶ ἀτάκτως παρυφισταμένων, τὸ πρόκριμα τῶν κανονικῶς συνισταμένων ἀποφέρεσθαι δύναται.

Κανὼν η´ τῆς ΑΒ´ Συνόδου. Περὶ τῶν μὴ διὰ νόσημα εὐνουχιζόντων.

Ὁ θεῖος καὶ ἱερὸς τῶν ἁγίων Ἀποστόλων κανών, τοὺς ἐκτέμνοντας ἑαυτοὺς αὐτοφονευτὰς κρίνει καὶ ἱερεῖς μὲν ὄντας, καθαιρεῖ, μὴ ὄντας δέ, τῆς ἐπὶ τὴν ἱερωσύνην προκοπῆς ἀπείργει, δῆλον ἐντεῦθεν καθιστῶν, ὡς εἴπερ ὁ ἑαυτὸν ἐκτέμνων αὐτοφονευτής ἐστιν, ὁ ἕτερον ἐκτέμνων πάντως φονευτής ἐστι. Θείη δ᾿ ἄν τις τὸν τοιοῦτον δικαίως καὶ τῆς δημιουργίας αὐτῆς ὑβριστήν. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος ὡς εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος εὐνουχίζων τινὰ ἐλεγχθείη, ἢ αὐτοχειρίᾳ ἤ ἐξ επιτάγματος, τοῦτον καθαιρέσει καθυποβάλλεσθαι, εἰ δὲ λαϊκὸς εἴη, ἀφορίζεσθαι· πλήν, εἰ μήπου νόσημά τι περιπεσὸν πρὸς ἐκτομὴν τοῦ πεπονθότος ἐκβιάζοιτο. Ὥσπερ γὰρ ὁ τῆς ἐν Νικαίᾳ συνόδου πρῶτος κανὼν τοὺς ἐν νόσῳ χειρουργηθέντας οὐ κολάζει διὰ τὸ νόσημα, οὕτω καὶ ἡμεῖς οὔτε τοὺς ἱερεῖς, ἐπιτάσσοντας εὐνουχίζεσθαι τοὺς νοσοῦντας, κατακρίνομεν, οὔτε μὴν τοὺς λαϊκούς, αὐτοχειρίᾳ πρὸς τὴν ἐκτομὴν χρεωμένους, αἰτιώμεθα· τοὺτο γὰρ ἰατρείαν τοῦ νοσήματος, ἀλλ᾿ οὐκ ἐπιβολὴν τοῦ πλάσματος, ἣ τῆς πλάσεως ὕβριν λογιζόμεθα.

Κανὼν θ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τῶν τυπτόντων ἀμέσως ἤ ἐμμέσως ἱερέων.

Τοῦ ἀποστολικοῦ καὶ θείου κανόνος τοὺς ἱερεῖς τύπτειν ἐπιχειροῦντας πιστοὺς ἁμαρτήσαντας ἢ ἀπίστους ἀδικήσαντας καθαιρέσει καθυποβάλλοντος, οἱ τὸν οἰκεῖον ἀποθεραπεύειν μηχανώμενοι θυμὸν καὶ τὰς ἀποστολικὰς διατάξεις παραχαράσσοντες τοὺς αὐτοχειρίᾳ τύπτοντας ἐξειλήφασι, μήτε τοῦ κανόνος μηδὲν τοιοῦτον ὑποσημαίνοντος, μήτε τοῦ ὀρθοῦ λόγου τοῦτο νοεῖν ἐπιτρέποντος. Μάταιον γὰρ ὡς ἀληθῶς καὶ λίαν ἐπισφαλές, τὸν αὐτοχειρίᾳ μὲν ἐν τῷ τύπτειν τρὶς ἢ τετράκις πλήξαντα καθαιρεῖσθαι, ἀδείας δὲ διδομένης τύπτειν ἐξ ἐπιτάγματος, τὸν ἀπηνῶς καὶ μέχρι θανάτου τὴν τιμωρίαν ἐπαύξοντα παρορᾶσθαι ἀτιμώρητον. Διόπερ, τοῦ κανόνος τὸ τύπτειν ἁπλῶς κολάζοντος, καὶ ἡμεῖς οὕτω συμψηφιζόμεθα. Χρὴ γὰρ τὸν τοῦ Θεοῦ ἱερέα διδασκαλίαις καὶ νουθεσίαις, ἔσθ᾿ ὅτε δὲ καὶ τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις, τὸν ἀτακτοῦντα παιδαγωγεῖν, ἀλλὰ μὴ ταῖς μάστιξι καὶ ταῖς πληγαῖς εἰς τὰ τῶν ἀνθρώπων σώματα ἐπιπηδᾶν. Εἰ δέ τινες εἶεν παντελῶς ἀνυποτακτοῦντες καὶ τῷ σωφονισμῷ τῶν ἐπιτιμίων μὴ ὑπείκοντες, τούτους, διὰ τῆς πρὸς τοὺς κατὰ τόπον ἄρχοντας ἐγκλήσεως, οὐδεὶς κωλύει σωφρονίζεσθαι. Καὶ γὰρ καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ συνόδου πέμπτος κανών, τοὺς θορυβοῦντας καὶ στάσεις τῇ ἐκκλησίᾳ παρεισάγοντας διὰ τῆς ἔξωθεν χειρὸς ἐκανόνισεν ἐπιστρέφεσθαι.

Κανὼν ι´ τῆς ΑΒ´ Συνόδου. Περὶ τῶν τοῖς ἱεροῖς εἰς οἰκείαν χρωμένων ὑπηρεσίαν.

Οἱ τοῖς πάθεσιν ἑαυτοὺς ἐκδότους παραστήσαντες, οὐ μόνον τὴν ἀπὸ τῶν ἱερῶν κανόνων τιμωρίαν οὐ φρίττουσιν, ἀλλὰ καὶ αὐτῶν ἐκείνων κατορχεῖσθαι τετολμήκασι. Στρεβλοῦσι γὰρ αὐτούς καὶ πρὸς τὸ ἐμπαθὲς αὐτῶν ἀποκιβδηλεύουσι τοῦ θελήματος, ἵνα τῇ φιλοτιμίᾳ τῆς ἐμπαθείας, κατὰ τὸν Θεολόγον Γρηγόριον, μὴ μόνον ἀνεύθυνον αὐτοῖς ᾖ τὸ κακόν, ἀλλὰ καὶ θεῖον νομίζοιτο. Τὸν γὰρ Ἀποστολικὸν κανόνα, τὸν λέγοντα· Σκεῦος χρυσοῦν ἢ ἀργυροῦν ἁγιασθέν, ἢ ὀθόνην μηδεὶς ἔτι εἰς οἰκείαν χρείαν σφετερίζεσθω, παράνομον γάρ, εἰ δέ τις φωραθείη, ἐπιτιμάσθω ἀφορισμῷ. Τοῦτο οὖν εἰς συνηγορίαν τῶν οἰκείων παρανομημάτων ἐκλαμβάνοντες, οὐ, φασί, δεῖν καθαιρέσεως ἀξίους κρίνεσθαι τοὺς τὴν σεβασμίαν τῆς ἁγίας τραπέζης ἐνδυτὴν εἰς οἰκεῖον χιτῶνα ἤ έτερόν τι τῶν ἀμφίων μετασχηματίζοντας, οὐ μήν, ἀλλ᾿ οὐδέ τοὺς τὸ ἅγιον ποτήριον, ὦ τῆς ἀσεβείας, ἢ τὸν σεπτὸν δίσκον ἢ τὰ τούτοις παραπλήσια εἰς ἰδίαν ἐκδαπανῶντας χρείαν ἢ καταχραίνοντας, ὁ γὰρ κανών, φασι, τοὺς εἰς τοῦτο περιπίπτοντας, ἀφορισμῷ μὲν καθυποβάλλεσθαι, ἀλλ᾿ οὐ καθαιρέσει ἐδικαίωσεν. Ἀλλὰ τίς ἂν ἀνάσχοιτο τῆς τοσαύτης παραποιήσεως καὶ δυσσεβείας τὸ μέγεθος; Τοῦ γὰρ κανόνος τοῖς τὸ μόνον ἁγιασθέν εἰς χρῆσιν, ἀλλ᾿ οὐκ εἰς τελείαν ἀρπαγὴν σφετεριζομένοις τὸν ἀφορισμὸν ἐπιπέμποντος, αὐτοὶ καὶ τοὺς καθαρπάζοντας καὶ ἱεροσυλοῦντας τὰ τῶν ἁγίων ἅγια ἐλευθεροῦσι τῆς καθαιρέσεως καὶ τοὺς εἰς βρωμάτων ὑπηρεσίαν, ὅσον γε τῇ ἐφ᾿ ἑαυτοὺς κρίσει, τοὺς σεβάσμιους δίσκους ἢ τὰ ἱερὰ ποτήρια καταμολύνοντας ἀκαθαιρέτους εἰσάγουσι. Καίτοι φανεροῦ καθεστηκότος τοῦ μιάσματος καὶ δῆλον ὄν, ὡς οἱ τὰ τοιαῦτα πράττοντες οὐ μόνον καθαιρέσεως, ἀλλὰ καὶ τῆς ἐσχάτης δυσσεβείας τῷ ἐγκλήματι περιπίπτουσι. Διόπερ ὥρισεν ἡ ἁγία σύνοδος, τοὺς τὸ ἅγιον ποτήριον ἢ τὸν δίσκον ἢ τὴν λαβίδα ἢ τὴν σεβασμίαν ἐνδυτὴν ἢ τὸν λεγόμενον ἀέρα ἢ ἁπλῶς τοὺς ἔν τι τῶν ἐν τῷ θυσιαστηρίῳ ἱερῶν καὶ ἁγίων σκευῶν ἢ ἀμφιασμάτων, εἰς ἴδιον κέρδος ὑφαρπάζοντας ἢ εἰς χρῆσιν αποχρωμένους ἀνίερον, παντελεῖ καθαιρέσει καθυποβάλλεσθαι. Τὸ μὲν γάρ ἐστι βεβηλῶσαι, τὸ δὲ, συλῆσαι τὰ ἅγια. Τοὺς μέντοι τὰ ἔξωθεν τοῦ θυσιαστηρίου ἀφωρισμένα σκεύη τινὰ ἢ ἄμφια εἰς χρῆσιν ἀνίερον ἑαυτοῖς ἢ ἑτέροις παρέχοντας, τούτους καὶ ὁ κανὼν ἀφορίζει καὶ ἡμεῖς συναφορίζομεν, τοὺς δὲ παντελῶς ἀφαρπάζοντες, τῇ τῶν ἱεροσύλων καταδίκῃ καθυποβάλλομεν.

Κανὼν ια´ τῆς ΑΒ´ Συνόδου. Περὶ κληρικῶν ἀξιώματα κοσμικὰ ἀναδεχομένων.

Τοὺς πρεσβυτέρους ἢ διακόνους, κοσμικὰς ἀρχὰς ἢ φροντίδας ἀναδεχομένους ἢ τὰς ἐν τοῖς οἴκοις τῶν ἀρχόντων λεγομένας κουρατωρείας, οἱ θεῖοι καὶ ἱεροὶ κανόνες καθαιρέσει καθυποβάλλουσι. Τοῦτο οὖν καὶ ἡμεῖς ἐπικυροῦντες, καὶ περὶ τῶν λοιπῶν τῶν ἐν τῷ κλήρῳ κατειλεγμένων διοριζόμεθα, ὡς, εἴ τις αὐτῶν κοσμικὰς ἀρχὰς μεταχειρίζοιτο, ἢ τὰς ἐν τοῖς τῶν ἀρχόντων οἴκοις ἢ προαστείοις λεγομένας κουρατωρείας ἀναδέχοιτο, τοῦτον τοῦ οἰκείου κλήρου ἐκδιώκεσθαι· οὐδεὶς γὰρ δύναται, κατὰ τὴν τοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν αὐτόλεκτον καὶ ἀψευδεστάτην φωνήν, δυσὶ κυρίοις δουλεύειν.

Κανὼν ιβ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τῶν αὐτῶν ἐν εὐκτηρίοις λειτουργούντων χωρίς γνώμης τῶν Ἐπισκόπων.

Τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας ἢ βαπτίζοντας κληρικούς, παρὰ γνώμην τοῦ ἐπισκόπου, καθαιρέσει καθυποβαλλούσης, καὶ ἡμεῖς τούτῳ συμψηφιζόμεθα. Τῆς γὰρ ἁγίας Ἐκκλησίας ὀρθοτομούσης καὶ τὸν ἀληθῆ πρεσβευούσης λόγον καὶ τὸ σεμνὸν τῆς πολιτείας συντηρούσης τε καὶ ἐκδιδασκούσης, ἀπηχὲς καὶ ἀνόσιον παραχωρεῖν τοὺς ἀπαιδευσίᾳ καὶ ἀναρχίᾳ συζῶντας, εἰς τὰς οἰκίας ὑποδυομένους, τὴν ταύτης εὐταξίαν διασπᾶν καὶ πολλῆς ταραχῆς καὶ σκανδάλων ἀποπληροῦν. Διόπερ, ἡ νῦν ἱερά καὶ θεοσυνέργητος σύνοδος, τῇ οἰκουμενικῇ καὶ ἁγίᾳ ἕκτῃ συνόδῳ συμφωνοῦσα, αποκεκληρωμένους εἶναι τοὺς ἐν τοῖς εὐκτηρίοις οἴκοις, ἔνδον οἰκίας οὖσι, λειτουργοῦντας διωρίσατο, τῆς ἀποκληρώσεως δηλονότι παρὰ τοῦ κατὰ τὸν τόπον ἐπισκόπου αὐτοῖς ἀπονεμηθείσης. Εἰ δέ τινες παρὰ τούτους, τοῦ ἐπισκόπου μὴ εὐδοκοῦντος, εἰς τὰς οἰκίας εἰσπίπτοντες ἅπτεσθαι τῆς λειτουργίας ἀποτολμῶσι, τούτους μὲν καθαιρεῖσθαι, τοὺς δὲ τῆς αὐτῶν κοινωνίας μετασχόντας τῷ ἀφορισμῶ καθυποβάλλεσθαι.

Κανὼν ιγ´ τῆς ΑΒ´ Συνόδου. Περὶ σχίσματος κληρικῶν ἀπὸ τῶν ἰδίων Ἐπισκόπων.

Τὰς τῶν αἱρετικῶν ζιζανίων ἐπισπορὰς ἐν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ὁ παμπόνηρος καταβαλών καὶ ταύτας ὁρῶν τῇ μαχαίρᾳ τοῦ Πνεύματος τεμνομένας προῤῥίζους, ἐφ᾿ ἑτέραν ἦλθε μεθοδείας ὁδόν, τῇ τῶν σχισματικῶν μανίᾳ τὸ τοῦ Χριστοῦ σῶμα μερίζειν ἐπιχειρῶν. Ἀλλὰ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν ἡ ἁγία σύνοδος ἀναστέλλουσα παντελῶς, ὥρισε τοῦ λοιποῦ, ἵνα, εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπὶ ἐγκλήμασί τισι τοῦ οἰκείου κατεγνωκὼς ἐπισκόπου, πρὸ συνοδικῆς διαγνώσεως καὶ ἐξετάσεως καὶ τῆς ἐπ᾿ αὐτῷ τελείας κατακρίσεως ἀποστῆναι τολμήσοι τῆς αὐτοῦ κοινωνίας καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς τῶν λειτουργιῶν εὐχαῖς, κατὰ τὸ παραδεδομένον τῇ Ἐκκλησίᾳ, μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθαιρέσει καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. Ὁ γὰρ ἐν πρεσβυτέρου τάξει τεταγμένος καὶ τῶν μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν καὶ πρὸ κρίσεως αὐτὸς κατακρίνων, ὅσον τὸ ἐπ᾿ αὐτῷ, τὸν οἰκεῖον πατέρα καὶ ἐπίσκοπον, οὗτος οὐδὲ τῆς τοῦ πρεσβυτέρου ἐστὶν ἄξιος τιμῆς ἢ ὀνομασίας. Οἱ δὲ τούτῳ συνεπόμενοι, εἰ μὲν τῶν ἱερωμένων εἶέν τινες, καὶ αὐτοὶ τῆς οἰκείας τιμῆς ἐκπιπτέτωσαν, εἰ δέ μοναχοὶ ἢ λαϊκοί, ἀφοριζέσθωσαν παντελῶς τῆς Ἐκκλησίας, μέχρις ἄν, τὴν πρὸς τοὺς σχισματικοὺς συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπίσκοπον ἐπιστραφεῖεν.

Κανὼν ιδ´ τῆς ΑΒ´ Συνόδου. Περὶ σχίσματος Ἐπισκόπων ἀπὸ τῶν ἰδίων μητροπολιτῶν.

Εἴ τις ἐπίσκοπος, ἐγκλήματος πρόφασιν ποιούμενος κατὰ τοῦ οἰκείου μητροπολίτου, πρὸ συνοδικῆς διαγνώσεως ἀποστήσει ἐαυτὸν τῆς πρὸς αὐτὸν κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ εἰθισμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος καθῃρημένον εἶναι· εἰ μόνον ἀποστὰς τοῦ οἰκείου μητροπολίτου σχίσμα ποιήσοι. Δεῖ γὰρ ἔκαστον τὰ οἰκεῖα μέτρα γινώσκειν καὶ μήτε τὸν πρεσβύτερον καταφρονεῖν τοῦ οἰκείου ἐπισκόπου, μήτε τὸν ἐπίσκοπον τοῦ οἰκείου Μητροπολίτου.

Κανὼν ιε´ τῆς ΑΒ´ Συνόδου. Περὶ σχίσματος μητροπολιτῶν ἀπὸ τῶν ἰδίων Πατριαρχῶν.

Τὰ ὁρισθέντα ἐπὶ πρεσβυτέρων καὶ ἐπισκόπων καὶ μητροπολιτῶν, πολλῷ μᾶλλον καὶ ἐπὶ πατριαρχῶν ἁρμόζει. Ὥστε, εἴ τις πρεσβύτερος ἤ ἐπίσκοπος ἢ μητροπολίτης τολμήσειεν ἀποστῆναι τῆς πρὸς τὸν οἰκεῖον πατριάρχην κοινωνίας καὶ μὴ ἀναφέρει τὸ ὄνομα αὐτοῦ, κατὰ τὸ ὡρισμένον καὶ τεταγμένον, ἐν τῇ θείᾳ μυσταγωγίᾳ, ἀλλὰ πρὸ ἐμφανείας συνοδικῆς καὶ τελείας αὐτοῦ κατακρίσεως σχίσμα ποιήσει, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος, πάσης ἱερατείας παντελῶς ἀλλότριον εἶναι, εἰ μόνον ἐλεγχθείη τοῦτο παρανομήσας. Καὶ ταῦτα μὲν ὥρισται καὶ ἐσφράγισται περὶ τῶν προφάσει τινῶν ἐγκλημάτων τῶν οἰκείων ἀφισταμένων προέδρων καὶ σχίσμα ποιούντων καὶ τὴν ἕνωσιν τῆς Ἐκκλησίας διασπώντων. Οἱ γὰρ δι᾿ αἱρεσίν τινα, παρὰ τῶν ἁγίων Συνόδων ἢ Πατέρων κατεγνωσμένην, τῆς πρὸς τὸν πρόεδρον κοινωνίας ἑαυτοὺς διαστέλλοντες, ἐκείνου τὴν αἵρεσιν δηλονότι δημοσίᾳ κηρύττοντος καὶ γυμνῇ τῇ κεφαλῇ ἐπ᾿ ἐκκλησίας διδάσκοντος, οἱ τοιοῦτοι οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑποκείσονται, πρὸ συνοδικῆς διαγνώσεως ἑαυτοὺς τῆς πρὸς τὸν καλούμενον ἐπίσκοπον κοινωνίας ἀποτειχίζοντες, ἀλλὰ καὶ τῆς πρεπούσης τιμῆς τοῖς ὀρθοδόξοις ἀξιωθήσονται. Οἱ γὰρ ἐπισκόπων, ἀλλὰ ψευδεπισκόπων καὶ ψευδοδιδασκάλων κατέγνωσαν, καὶ οὐ σχίσματι τὴν ἕνωσιν τῆς ἐκκλησίας κατέτεμον, ἀλλὰ σχισμάτων καὶ μερισμῶν τὴν ἐκκλησίαν ἐσπούδασαν ῥύσασθαι.

Κανὼν ις´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ μὴ ἐκλέγειν ἐπίσκοπον ζώντος τοῦ πρώτου.

Διὰ τὰς φιλονεικίας τε καὶ ταραχάς, τὰς ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ συμβαινούσας, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖόν ἐστι· τό, μηδενὶ τρόπῳ ἐπίσκοπον καταστῆναι ἐν τῇ ἐκκλησίᾳ, ἧς ἔτι ὁ προεστὼς ζῇ καὶ ἐν τῇ ἰδίᾳ συνίσταται τιμῇ, εἰμὴ αὐτὸς ἑκὼν τὴν ἐπισκοπὴν παραιτήσεται. Χρὴ γὰρ πρότερον τὴν αἰτίαν τοῦ μέλλοντος τῆς ἐπισκοπῆς ἐκδιώκεσθαι, κανονικῶς ἐξεταζομένην, εἰς πέρας ἄγεσθαι, εἶθ᾿ οὕτω, μετὰ τὴν αὐτοῦ καθαίρεσιν, ἕτερον ἀντ᾽ αὐτοῦ εἰς τὴν ἐπισκοπὴν προβιβάζεσθαι. Εἰ δέ τις τῶν ἐπισκόπων, ἐν τῇ ἰδίᾳ συνιστάμενος τιμῇ, μήτε παραιτεῖσθαι βούλοιτο, μήτε τὸν οἰκεῖον ἐθέλοι ποιμαίνειν λαόν, ἀλλὰ τῆς οἰκείας ἀποστὰς ἐπισκοπῆς ὑπὲρ τὸ ἐξάμηνον ἐν ἐτέρῳ διατρίβοι τόπῳ, μήτε βασιλικῷ προστάγματι κατεχόμενος, μήτε ταῖς τοῦ οἰκείου πατριάρχου λειτουργίαις ὑπηρετούμενος, μήτε μὴν ὑπὸ νόσου χαλεπῆς τε καὶ ἀκινησίαν ἐμποιούσης παντελῆ συνεχόμενος, ὁ τοιοῦτος οὖν, ὁ κατὰ μηδεμίαν τῶν εἰρημένων προφάσεων κωλυόμενος, τῆς οἰκείας ἀφιστάμενος ἐπισκοπῆς καὶ ὑπὲρ τὸν ἐξαμηνιαῖον χρόνον ἐν ἑτέρῳ διατρίβων τόπῳ, τῆς τοῦ ἐπισκόπου τιμῆς τε καὶ ἀξίας ἀλλοτριωθήσεται παντελῶς. Τὸν γὰρ τῆς ἐμπιστευθείσης αὐτῷ καταμελοῦντα ποίμνης καὶ ἐν ἑτέρῳ ὑπὲρ τὸ ἑξάμηνον χρονοτριβοῦντα τόπῳ, ὥρισεν ἡ ἁγία σύνοδος τῆς ἀρχιερωσύνης, δι᾿ ἧς ποιμαίνειν ἐτάχθη, παντελῶς ἀλλότριον καθιστᾶναι, καὶ εἰς τὸν αὐτοῦ τῆς ἐπισκοπῆς τόπον ἕτερον ἀντ᾿ αὐτοῦ προχειρίζεσθαι.

Κανὼν ιζ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ μὴ ἀθρόον λαϊκόν τινα, ἢ μοναχὸν ἐπισκοπεῖν.

Ἐν πᾶσι τῆς ἐκκλησιαστικῆς εὐταξίας φροντίζοντες, καὶ τοῦτο ὁρίσαι ἀναγκαῖον ἐθέμεθα. Ὥστε τοῦ λοιποῦ μηδένα τῶν λαϊκῶν ἢ μοναχῶν ἀθρόον εἰς τὸ τῆς ἐπισκοπῆς ὕψος ἀνάγεσθαι, ἀλλ᾿ ἐν τοῖς ἐκκλησιαστικοῖς βαθμοῖς ἐξεταζόμενον πρότερον, οὕτω τῆς ἐπισκοπῆς τὴν χειροτονίαν ὑποδέχεσθαι. Εἰ γὰρ καὶ μέχρι τοῦ νῦν ἀπὸ τῶν λαϊκῶν ἢ μοναχῶν τινες, ἀπαιτούσης χρείας, παραυτίκα τιμῆς ἄξιοι γεγόνασιν ἐπισκοπικῆς, ἀρετῇ τε διαπρέψαντες καὶ τὰς κατ᾿ αὐτοὺς ἐκκλησίας ὑψώσαντες, ἀλλὰ τό γε σπάνιον οὐδαμοῦ νόμον τῆς Ἐκκλησίας τιθέμενοι, ὁρίζομεν τοῦ λοιποῦ μηκέτι τοῦτο γίνεσθαι, εἰ μὴ κατὰ λόγον ὁ χειροτονούμενος διὰ τῶν ἱερατικῶν προέλθοι βαθμῶν, ἐν ἑκάστῳ τάγματι τὸν νενομισμένον χρόνον ἀποπληρῶν.

___________________________________________________________

Γενικὴ Σύνοδος (879-880)

Συνεκλήθη στὴν Κωνσταντινούπολη τὸ 879/880 (στὸ ναὸ τῆς Ἁγίας Σοφίας)

Ἀσχολήθηκε α) μὲ τὴν προσθήκη τοῦ Filioque στο Σύμβολο τῆς Πίστεως ἀπὸ τοὺς Λατίνους, β) μὲ τὴν ἀναγνώριση τοῦ Φωτίου, καὶ γ) μὲ τὸ πρωτεῖο τοῦ Πάπα.

Ἔλαβαν μέρος 383 ἐπίσκοποι (μεταξύ τους πρεσβύτεροι ὡς ἐκπρόσωποι ἐπισκόπων) ποὺ ἐκπροσωποῦσαν καὶ τὰ πέντε Πατριαρχεῖα.

Ἂν καὶ μερικοὶ τὴν κατατάσσουν ὡς Η´ Οἰκουμενική (Θεόδωρος Βαλσαμῶν, Νεῖλος Θεσσαλονίκης, Νεῖλος Ῥόδου, Συμεὼν Θεσσαλονίκης, Μᾶρκος Ἐφέσου, Γεννάδιος Σχολάριος κ.ἄ.), ἐπισήμως δεν ἀνακηρύχθηκε ὡς Οἰκουμενική.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ Τῼ ΝΑῼ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΜΕΓΑΛΗΣ ΣΥΝΟΔΟΥ (879-880)

Κανὼν α´ τῆς ἐν τῷ Ναῷ Μεγάλης Συνόδου. Περὶ τῶν ἐπιτιμηθέντων παρὰ τοῦ Ῥώμης, ὥστε οὕτως εἶναι καὶ παρὰ τοῦ Κωνσταντινουπόλεως, καὶ ἀνάπαλιν.

Ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥστε, εἰ τινες τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαϊκῶν ἢ ἐπισκόπων, ἐν τῇ Ἀσίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο, ἵνα ὦσιν οἱ τοιοῦτοι καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ, τουτέστιν ἢ καθῃρημένοι ἢ ἀναθεματισμένοι ἢ ἀφωρισμένοι. Οὓς μέντοι Φώτιος, ὁ ἁγιώτατος ἡμῶν πατριάρχης, κληρικοὺς ἢ λαϊκοὺς ἢ τοῦ ἀρχιερατικοῦ τάγματος καὶ ἱερατικοῦ, ἐν οἱᾳδήποτε παροικίᾳ, ὑπὸ ἀφορισμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης καὶ ἡ κατ᾿ αὐτὸν ἁγία τοῦ Θεοῦ Ῥωμαίων ἐκκλησία ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας, μηδὲ τῷ ταύτης προέδρῳ τὸ σύνολον καινοτομουμένων, μηδὲ νῦν, μήτε εἰς τὸ μετέπειτα.

Κανὼν β´ τῆς ἐν τῷ Ναῷ Μεγάλης Συνόδου. Ὅτι οἱ μονάσαντες ἐπίσκοποι, ἐκπίπτουσι τῆς ἀξίας.

Εἰ καὶ μέχρι τοῦ νῦν ἔνιοι τῶν ἀρχιερέων εἰς τὸ τῶν μοναχῶν κατιόντες σχῆμα ἐπὶ τῷ τῆς ἀρχιερωσύνης ἐβιάζοντο διαμένειν ὕψει, καὶ τοῦτο πράττοντες παρεωρῶντο, ἀλλ᾿ οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος, καὶ τοῦτο ρυθμίζουσα τὸ παρόραμα καὶ πρὸς τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πρᾶξιν, ὥρισεν, ἵνα εἴ τις ἐπίσκοπος ἢ εἴ τις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος πρὸς τὸν μοναδικὸν θελήσοι κατελθεῖν βίον καὶ τὸν τῆς μετανοίας τόπον ἀναπληρῶσαι, μηκέτι τοῦτον τῆς ἀρχιερατικῆς ἀντιποιεῖσθαι ἀξίας. Αἱ γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγῆς λόγον ἐπέχουσι καὶ μαθητείας, ἀλλ᾿ οὐχὶ διδασκαλίας ἢ προεδρείας, οὐδὲ ποιμένειν ἄλλους, ἀλλὰ ποιμαίνεσθαι ἐπαγγέλλονται. Διὸ, καθ᾿ ἃ προείρηται, θεσπίζομεν, μηκέτι τινὰ τῶν ἐν ἀρχιερατικῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώραν ἑαυτὸν καταβιβάζειν. Εἴ δέ τις τοῦτο τολμήσειε πρᾶξαι, μετὰ τὴν ἐκφώνησιν καὶ διάγνωσιν τῆς νῦν ἐκπεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ, οὐκέτι πρὸς τὸ πρότερον, ὅπερ δι᾿ αὐτῶν τῶν ἔργων ἠθέτησεν, ἀξίωμα ἐπαναστρέψει.

Κανὼν γ´ τῆς ἐν τῷ Ναῷ Μεγάλης Συνόδου. Περὶ τῶν τυπτόντων ἐπισκόπους λαϊκῶν.

Εἴ τις τῶν λαϊκῶν, αὐθεντήσας καὶ καταφρονήσας μὲν τῶν θείων καὶ βασιλικῶν προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς Ἐκκλησίας θεσμῶν τε καὶ νόμων, τολμήσειεν ἐπίσκοπόν τινα τύψαι ἢ φυλακίσαι, ἢ χωρὶς αἰτίας ἢ καὶ συμπλασάμενος αἰτίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.


Πηγή : users.uoa.gr/~nektar

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: