Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΜΑ΄(41)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΜΑ΄(41)

Τὸ τίμιον σκεῦος τῆς ψυχῆς ἐν πολλῇ βαθύτητι τυγχάνει, ὥς πού φησιν· «ἄβυσσον καὶ καρδίαν αὐτὸς ἐρευνᾷ». Ἐκτραπέντος γὰρ τοῦ ἀνθρώπου τῆς ἐντολῆς καὶ ὑπὸ ἀπόφασιν ὀργῆς γεγενημένου, λαβοῦσα αὐτὸν ὑποχείριον ἡ ἁμαρτία, καὶ αὐτὴ ὥσπερ ἄβυσσός τις πικρίας ἐν λεπτότητι καὶ βαθύτητι τυγχάνουσα, εἰσελθοῦσα ἔνδον, τὰς νομὰς τῆς ψυχῆς κατέσχεν ἕως τῶν βαθυτάτων αὐτῆς ταμείων. Τοιούτῳ δὲ τρόπῳ παρεικάσωμεν τὴν ψυχὴν καὶ τὴν ἁμαρτίαν μιγεῖσαν, ὥσπερ ὅταν ᾖ δένδρον μέγιστον, ἔχον πολλοὺς κλῶνας, ἔχῃ δὲ καὶ τὰς ῥίζας ἐν τοῖς βαθυτάτοις τῆς γῆς, οὕτω τὰς νομὰς τῶν βαθυτάτων τῆς ψυχῆς ταμιείων ἡ παρεισελθοῦσα ἁμαρτία κατασχοῦσα, ἐν συνηθείᾳ γέγονε καὶ προλήψει, ἑκάστῳ νηπιόθεν συναυξανομένη καὶ συνανατρεφομένη καὶ τὰ κακὰ ἐκδιδάσκουσα.

Ἐπὰν τοίνυν χάριτος θείας ἐνέργεια ἐπισκιάσῃ τῇ ψυχῇ κατὰ τὸ μέτρον τῆς ἑκάστου πίστεως, καὶ δέξηται ἄνωθεν βοήθειαν, ἀκμὴν ἐν μέρει τινὶ ἐπεσκίασεν ἡ χάρις, μὴ νομίσῃ οὖν τις ὅλην τὴν ψυχὴν πεφωτίσθαι. Ἀκμὴν πολλὴ νομὴ τῆς κακίας ἔνδον ἐστί, καὶ πολλοῦ πόνου χρεία καὶ καμάτου τῷ ἀνθρώπῳ συμφωνοῦντος τῇ πρὸς αὐτὸν χάριτι. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ μέρους ἤρξατο ἡ θεία χάρις ἐπιφοιτᾶν τῇ ψυχῇ, δυναμένη ῥοπῇ ὥρας τὸν ἄνθρωπον καθαρίσασα τελειῶσαι, ἀλλ’ ἵνα δοκιμάσῃ τὴν προαίρεσιν τοῦ ἀνθρώπου, εἰ τὴν ἀγάπην πρὸς Θεὸν ὁλόκληρον ἀποσῴζει, μὴ συνδυάζων τῷ πονηρῷ ἐν μηδενί, ἀλλ’ ὅλον τῇ χάριτι ἑαυτὸν ἐκδιδούς· καὶ οὕτως εὐδοκιμοῦσα ἡ ψυχὴ χρόνοις καὶ καιροῖς καὶ τὴν χάριν ἐν μηδενὶ λυποῦσα μήτε ἐνυβρίζουσα ἐκ τοῦ κατ’ ὀλίγον βοηθεῖται. Καὶ αὐτὴ δὲ ἡ χάρις νομὴν λαμβάνει ἐν τῇ ψυχῇ καὶ ἕως τῶν βαθυτάτων αὐτῆς μερῶν καὶ διαλογισμῶν ἐρριζοῦται, ἐν καιροῖς πλείοσιν εὐδοκιμούσης καὶ συμφωνούσης τῆς ψυχῆς τῇ χάριτι, ἕως οὗ ὅλη ἡ ψυχὴ περιληφθῇ ὑπὸ τῆς ἐπουρανίου χάριτος, λοιπὸν βασιλευούσης ἐν αὐτῷ τῷ σκεύει.

Ἐὰν δέ τις μὴ ᾖ ἐν ταπεινοφροσύνῃ πολλῇ, παραδίδοται οὗτος τῷ σατανᾷ καὶ ἀπογυμνοῦται τῆς πρὸς αὐτὸν γενομένης θείας χάριτος καὶ πειράζεται ἐν θλίψεσι πολλαῖς, καὶ τότε φανεροῦται αὐτοῦ ἡ οἴησις, ὅτι γυμνὸς καὶ ταλαίπωρος ὑπάρχει. ὀφείλει οὖν ὁ πλουτῶν τῇ χάριτι τοῦ Θεοῦ ἐν πολλῇ ταπεινοφροσύνῃ καὶ συντριμμῷ καρδίας ὑπάρχειν, καὶ ὡς πτωχὸν καὶ μηδὲν ἔχοντα ἑαυτὸν ἡγεῖσθαι· ἀλλότριον γὰρ αὐτοῦ ἐστι, καὶ ἄλλος ἔδωκεν αὐτῷ, καὶ ὅτε βούλεται αἴρει αὐτό. Ὁ οὕτως ταπεινῶν ἑαυτὸν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων δύναται διαφυλάξαι τὴν πρὸς αὐτὸν γενομένην χάριν, καθὼς ὁ Κύριός φησιν· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Καίπερ ὢν ἐκλεκτὸς Θεοῦ, παρ’ ἑαυτῷ ἀποδεδοκιμασμένος ἤτω, καὶ ὢν πιστὸς ὡς ἀνάξιον ἑαυτὸν ἡγείσθω. Τοιαῦται γὰρ ψυχαὶ εὐαρεστοῦσι Θεῷ καὶ ζωοποιοῦνται ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: