Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΗ΄(38)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΗ΄(38)

Πολλοὶ δίκαιοι φαινόμενοι νομίζονται εἶναι Χριστιανοί· τεχνιτῶν δέ ἐστι καὶ πεπειραμένων δοκιμάσαι, εἰ ἀληθῶς οἱ τοιοῦτοι ἔχουσι τὸ σίγνον καὶ τὴν εἰκόνα τοῦ βασιλέως, μήπως ἄρα παρακεχάρακται τεχνιτῶν ἔργα, καὶ θαυμάζουσι τεχνῖται καὶ ψέγουσιν. Εἰ δὲ μὴ ὦσι τεχνῖται, οὐ δύνανται δοκιμάσαι τοὺς δολίους ἐργάτας, ἐπειδὴ καὶ αὐτοὶ ἐπιφέρονται σχῆμα μοναζόντων ἤτοι Χριστιανῶν. Καὶ γὰρ οἱ ψευδαπόστολοι ἔπασχον ὑπὲρ τοῦ Χριστοῦ καὶ αὐτοὶ εὐηγγελίζοντο βασιλείαν οὐρανῶν. Διὰ τοῦτο λέγει ὁ Ἀπόστολος· «ἐν κινδύνοις περισσοτέρως, ἐν θλίψεσιν ὑπερβαλλόντως», θέλων δεῖξαι ὅτι πλεῖον αὐτῶν ἔπαθε.

Χρυσὸς εὐχερῶς εὑρίσκεται, μαργαρῖται δὲ καὶ λίθοι τίμιοι προχωροῦντες εἰς διάδημα βασιλέως σπανίως εὑρίσκονται· πολλάκις γὰρ ἐξ αὐτῶν οὐχ εὑρίσκονται προχωροῦντες. Οὕτως καὶ οἱ Χριστιανοὶ ἐποικοδομοῦνται εἰς τὸν στέφανον τοῦ Χριστοῦ, ἵνα κοινωνοὶ γένωνται τῶν ἁγίων αἱ ψυχαὶ ἐκεῖναι. Δόξα τῷ οὕτως ἀγαπήσαντι τὴν ψυχὴν ταύτην καὶ ὑπὲρ αὐτῆς παθόντι καὶ ἀναστήσαντι αὐτὴν ἐκ νεκρῶν. Ὥσπερ δὲ τῷ Μωϋσῇ «κάλυμμα ἐπετίθετο εἰς τὸ πρόσωπον» πρὸς τὸ μὴ δύνασθαι προσέχειν τῷ προσώπῳ αὐτοῦ τὸν λαόν, οὕτω καὶ νῦν «ἐπὶ τὴν καρδίαν σου κεῖται» κάλυμμα πρὸς τὸ μὴ βλέπειν τὴν δόξαν τοῦ Θεοῦ. Ὅταν δὲ περιαιρεθῇ τοῦτο, τότε ἐπιφαίνεται καὶ ἐμφανίζει ἑαυτὸν τοῖς Χριστιανοῖς καὶ τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐκζητοῦσιν ἐν ἀληθείᾳ, καθὼς λέγει ὅτι «ἐμφανίσω αὐτῷ ἐμαυτὸν καὶ μονὴν παρ’ αὐτῷ ποιήσω».

Σπουδάσωμεν οὖν προσελθεῖν τῷ ἀψευδεῖ Χριστῷ, ἵνα τύχωμεν τῆς ἐπαγγελίας καὶ τῆς καινῆς διαθήκης, ἣν ἐνεκαίνισεν ὁ Κύριος διὰ σταυροῦ καὶ θανάτου, διαρρήξας πύλας ᾅδου καὶ ἁμαρτίας, καὶ ἐξαγαγὼν τὰς πιστὰς ψυχὰς καὶ δοὺς αὐταῖς ἔνδον παράκλητον καὶ ἀνενέγκας εἰς τὴν βασιλείαν αὐτοῦ. Συμβασιλεύσωμεν οὖν αὐτῷ καὶ ἡμεῖς εἰς τὴν Ἱερουσαλὴμ τὴν πόλιν αὐτοῦ, εἰς τὴν ἐπουράνιον ἐκκλησίαν, εἰς τὸν χορὸν τῶν ἁγίων ἀγγέλων. Οἱ δὲ ἐπὶ πολὺν χρόνον γυμνασθέντες ἀδελφοὶ καὶ δοκιμασθέντες, οὗτοι δύνανται τοῖς ἀπείροις βοηθῆσαι καὶ συμπαθῆσαι.

Τινὲς γὰρ ἀσφαλισάμενοι ἑαυτοὺς καὶ ὑπὸ χάριτος Θεοῦ ἐνεργηθέντες μεγάλως, οὕτως εὗρον τὰ μέλη αὐτῶν ἡγιασμένα, ὥστε λογίζεσθαι αὐτοὺς ὅτι οὐ συμβαίνει εἰς Χριστιανισμὸν γίνεσθαι ἐπιθυμίαν, ἀλλὰ κέκτηνται νοῦν σώφρονα καὶ ἁγνόν· καὶ ἔστι λοιπὸν ὁ ἔσω ἄνθρωπος μετέωρος εἰς τὰ θεῖα καὶ ἐπουράνια, ὥστε νομίσαι τὸν τοιοῦτον ἤδη ἐφθακέναι εἰς τὰ τέλεια μέτρα. Καὶ ὡς ἐνόμιζε προσηγγικέναι ἤδη τῷ εὐδίῳ λιμένι, ἐπανέστησαν αὐτῷ κλύδωνες, ὥστε πάλιν εὑρεθῆναι εἰς τὸ μέσον τοῦ πελάγους καὶ εἰσενεχθῆναι ὅπου ἡ θάλασσα, οὐρανὸς καὶ θάνατός ἐστιν ἕτοιμος. Οὕτως ἡ ἁμαρτία ἐπεισελθοῦσα «κατειργάσατο πᾶσαν ἐπιθυμίαν» κακήν. Αὖθις δὲ οἱ τοιοῦτοι χάριτός τινος ἀξιωθέντες καὶ ὥσπερ εἰπεῖν ἀπὸ ὅλου βυθοῦ τῆς θαλάσσης ψεκάδα τινὰ δεξάμενοι, εὑρίσκουσιν αὐτοὶ ἐκεῖνοι καθ’ ὥραν καὶ καθ’ ἡμέραν τοσαύτην θαυματουργίαν γινομένην, ὥστε τὸν ἐνεργούμενον ἐπὶ τῇ παραδόξῳ καὶ ξένῃ καὶ θεϊκῇ ἐργασίᾳ θαμβεῖσθαι καὶ ἐκπλήττεσθαι πῶς ἐσοφίσθη. Φωτίζει γὰρ αὐτὸν ἡ χάρις, λοιπὸν ὁδηγεῖ, εἰρηνεύει, ἀγαθύνει τὰ πάντα, οὖσα θεία καὶ ἐπουράνιος, ὥστε πρὸς σύγκρισιν ἐκείνου βασιλεῖς καὶ δυνάστας, σοφοὺς καὶ ἀξιωματικοὺς ὡς ἐλαχίστους καὶ εὐτελεῖς ἡγεῖσθαι. Μετὰ δὲ καιρὸν καὶ ὥραν μεταβάλλεται τὰ πράγματα, ὥστε ἐξ ἀληθείας τὸν τοιοῦτον ἑαυτὸν ἡγεῖσθαι ἁμαρτωλότερον πάντων ἀνθρώπων, καὶ πάλιν ἄλλῃ ὥρᾳ ὁρᾶν ἑαυτὸν οἷον βασιλέα μέγιστον ἐξαίσιον ἢ δυνάστην φίλον βασιλέως, πάλιν ἄλλῃ ὥρᾳ ἑαυτὸν ὁρᾶν ἀσθενῆ καὶ πτωχόν. Λοιπὸν εἰς ἀμηχανίαν ἐμπίπτει ὁ νοῦς διὰ τί οὕτως καὶ πάλιν οὕτως; Ὅτι ὁ σατανᾶς μισόκαλος ὢν τὰ πονηρὰ ὑποβάλλει τοῖς τὴν ἀρετὴν κατορθοῦσι, καὶ ἀγωνίζεται αὐτοὺς μεταστρέψαι· ἔργον γὰρ ἔχει τοῦτο.

Ἀλλὰ σὺ τούτῳ μὴ ὑποταγῇς, τὴν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐπιτελουμένην δικαιοσύνην ἐργαζόμενος, ἐν ᾧ τὸ τοῦ Χριστοῦ βῆμα ἕστηκεν ἅμα τῷ ἀχράντῳ ἁγιαστηρίῳ, ὅπως τὸ μαρτύριον τῆς συνειδήσεως σοῦ καυχήσηται ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ τοῦ καθαρίσαντός σου «τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων», ἵνα τῷ πνεύματί σου Θεῷ λατρεύσῃς, ἵνα γνῷς τί προσκυνεῖς, κατὰ τὸν εἰπόντα· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. Πείσθητι τῷ ὁδηγοῦντί σε Θεῷ, κοινωνησάτω ἡ ψυχή σου τῷ Χριστῷ ὡς κοινωνεῖ νύμφη νυμφίῳ· «τὸ γὰρ μυστήριον τοῦτο μέγα ἐστί» φησίν, «ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἄμωμον ψυχήν».

ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: