Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΓ΄(33)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΓ΄(33)

∆εῖ ἡμᾶς μὴ κατὰ ἔθος σωματικὸν μήτε κραυγῆς ἔθει μήτε συνηθείᾳ σιωπῆς μήτε κλίσεως γονάτων προσεύχεσθαι, ἀλλὰ νηφαλέως τῷ νῷ προσέχοντας προσδοκᾶν τὸν Θεόν, πότε ἐπιστῇ καὶ ἐπισκέψεται διὰ πασῶν τῶν ἐξόδων τὴν ψυχὴν καὶ τῶν τρίβων αὐτῆς καὶ αἰσθητηρίων. Καὶ οὕτως ἡνίκα χρὴ σιωπᾶν καὶ ἡνίκα χρὴ βοᾶν καὶ ἐν κραυγῇ προσεύχεσθαι, μόνον ὁ νοῦς ἐρρωμένος ᾖ πρὸς τὸν Θεόν. Ὥσπερ γὰρ τὸ σῶμα ὅταν ἐργάζηταί τι, ὅλον δι’ ὅλου ἀπασχολεῖται, ἐγκείμενον τῷ ἔργῳ, καὶ πάντα αὐτοῦ τὰ μέλη ἀλλήλοις βοηθεῖ, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου ἀποδεδόσθω εἰς τὴν πρὸς Κύριον αἴτησιν καὶ ἀγάπην, μὴ ῥεμβομένη καὶ περιφερομένη τοῖς λογισμοῖς, ἀλλ’ ὅση δύναμις σπουδάζουσα καὶ συνάγουσα ἑαυτὴν σὺν πᾶσι τοῖς λογισμοῖς καὶ τῇ προσδοκίᾳ προσανακειμένη Χριστοῦ.

Καὶ οὕτως αὐτὸς ἐπιλάμψει, ἀληθινὴν διδάσκων αἴτησιν, διδοὺς εὐχὴν καθαρὰν πνευματικήν, Θεοῦ ἀξίαν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ προσκύνησιν. Ὥσπερ δὲ ὁ ἐμπορίας τέχνην ἐπανελόμενος οὐ μονότροπον ἔχει τοῦ κέρδους τὴν ἐπίνοιαν, ἀλλὰ πάντοθεν αὔξειν καὶ πολυπλασιάζειν τὸ κέρδος ἐπείγεται, ἀπὸ ταύτης ἐφ’ ἑτέραν μετιῶν ἐπίνοιαν καὶ ἐντεῦθεν πρὸς ἕτερον τρέχων πόρον, καὶ ἀπὸ τοῦ μηδὲν ὀνήσαντος ἀεὶ ἀποπηδῶν ἐπὶ τὸ κερδαλεώτερον τρέχει, οὕτως καὶ ἡμεῖς τὴν ψυχὴν ἡμῶν ποικίλως καὶ ἐντέχνως εὐτρεπίσωμεν, ὅπως κερδήσωμεν τὸ ἀληθινὸν καὶ μέγα κέρδος, τὸν Θεὸν τὸν διδάσκοντα ἡμᾶς ἐξ ἀληθείας προσεύχεσθαι. Οὕτως γὰρ ἐπαναπαύσεται ὁ Κύριος τῇ ἀγαθῇ τῆς ψυχῆς προαιρέσει, θρόνον δόξης αὐτὴν ἐργαζόμενος, ἐπικαθήμενός τε καὶ ἐπαναπαυόμενος ἐπ’ αὐτήν. Οὕτως γὰρ παρὰ Ἰεζεκιὴλ τοῦ προφήτου ἠκούσαμεν περὶ τῶν πνευματικῶν ζῴων τῶν ὑπεζευγμένων τῷ δεσποτικῷ ἅρματι· ὁλόφθαλμα γὰρ ἡμῖν παριστᾷ ταῦτα, ὥσπερ ἐστὶν ἡ ψυχὴ ἡ βαστάζουσα τὸν Θεόν, μᾶλλον δὲ βασταζομένη ὑπὸ τοῦ Θεοῦ· γίγνεται γὰρ ὅλη ὀφθαλμός.

Καὶ ὃν τρόπον οἶκος, τὸν δεσπότην παρόντα ἔχων, πάσης γέμει εὐκοσμίας καὶ ὡραιότητος καὶ εὐπρεπείας, οὕτω καὶ ψυχὴ ἡ ἔχουσα τὸν Δεσπότην αὐτῆς πρὸς ἑαυτὴν καὶ ἐν αὐτῇ καταμένοντα πάσης ὡραιότητος γέμει· τὸν γὰρ Κύριον σὺν τοῖς πνευματικοῖς αὐτοῦ θησαυροῖς ἔνοικον ἔχει καὶ ἡνίοχον. Οὐαὶ δὲ οἰκίᾳ, ἦς ὁ δεσπότης ἀποδημεῖ καὶ ὁ Κύριος οὐ πάρεστιν, ὅτι ἠρήμωται κατεσκαμμένη, γέμουσα πάσης ἀκαθαρσίας καὶ ἀκαταστασίας· ἐκεῖ «σειρῆνες καὶ δαιμόνια» κατὰ τὸν προφήτην οἰκοῦσιν· ἐν γὰρ τῇ ἠρημωμένῃ οἰκίᾳ αἴλουροι καὶ κύνες καὶ πᾶσα ἀκαθαρσία ἐστίν. Οὐαὶ ψυχῇ τῇ μὴ ἀνισταμένῃ ἐκ τῆς χαλεπῆς πτώσεως αὐτῆς καὶ ἀπολαμβανούσῃ τὸν καλὸν οἰκοδεσπότην Χριστὸν ἔνοικον, ἀλλὰ μενούσῃ ἐν τῇ ἀκαθαρσίᾳ αὐτῆς, καὶ ἔνδον αὐτῆς ἐχούσῃ τοὺς πείθοντας αὐτὴν καὶ ἀναγκάζοντας ἔχθραν ἔχειν πρὸς τὸν ἑαυτῆς νυμφίον καὶ βουλομένους φθείρειν τὰ νοήματα αὐτῆς ἀπὸ τοῦ Χριστοῦ.

Ὅταν δὲ ἴδῃ ὁ Κύριος, ὅτι συνάγει ἑαυτὴν ὅσον τὸ κατὰ δύναμιν, ἀεὶ τὸν Κύριον ζητοῦσα καὶ προσδοκῶσα νυκτὸς καὶ ἡμέρας καὶ βοῶσα πρὸς αὐτόν, καθὼς ἐνετείλατο ἀδιαλείπτως προσεύχεσθαι ἐν παντί, ποιήσει τὴν ἐκδίκησιν αὐτῆς ὡς ὑπέσχετο, καθαρίσας αὐτὴν ἀπὸ τῆς ἐν αὐτῇ κακίας, καὶ ἄμωμον καὶ ἄσπιλον νύμφην «αὐτὸς ἑαυτῷ παραστήσει» αὐτήν. Εἰ οὖν πιστεύεις ταῦτα ἀληθῆ εἶναι ὥσπερ καὶ εἰσί, πρόσεχε σεαυτῷ, εἰ εὗρεν ἡ ψυχή σου τὸ ὁδηγοῦν αὐτὴν φῶς καὶ τὴν ἀληθινὴν βρῶσιν καὶ πόσιν, ἥτις ἐστὶν ὁ Κύριος. Εἰ δὲ οὐκ ἔχεις, ζήτησον νυκτὸς καὶ ἡμέρας, ἵνα λάβῃς. Ὅταν οὖν ἴδῃς τὸν ἥλιον, ζήτησον τὸν ἀληθινὸν ἥλιον· τυφλὸς γὰρ εἶ. Ὅταν θεωρῇς φῶς, βλέψον εἰς τὴν ψυχήν σου, εἰ εὗρες τὸ ἀληθινὸν φῶς καὶ ἀγαθόν· σκιὰ γάρ ἐστι πάντα τὰ φαινόμενα τῶν ἀληθινῶν τῆς ψυχῆς πραγμάτων. Ἔστι γὰρ παρὰ τὸν φαινόμενον ἄλλος ἄνθρωπος ἔνδον, καὶ ὀφθαλμοὶ οὓς ἐτύφλωσεν ὁ σατανᾶς, καὶ ὦτα ἃ ἐκώφευσε· καὶ ἦλθεν ὁ Ἰησοῦς τοῦτον τὸν ἔσω ἄνθρωπον ὑγιῆ ποιῆσαι. ᾯ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: