Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΛΑ΄(31)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΛΑ΄(31)

∆εῖ τὸν πιστεύοντα αἰτεῖν τὸν Θεόν, μεταλλαγῆναι τῆς προαιρέσεως αὐτοῦ μεταβολῇ καρδίας μεταβαλλομένης ἀπὸ πικρότητος εἰς γλυκασίαν, καὶ μνημονεύειν πῶς ὁ τυφλὸς ἰάθη, ἡ αἱμορροοῦσα ὁμοίως ἁψαμένη τοῦ κρασπέδου ἰάσεως ἔτυχε, λεόντων φύσις ἡμερώθη, πυρὸς φύσις ἐνεκρώθη, πηγὴ πικρὰ ἐγλυκάνθη. Ὅτι τὸ ἄκρως καλὸν ὁ Θεός ἐστι. Πρὸς ὃν ὀφείλεις συναγαγεῖν τὸν νοῦν καὶ τοὺς λογισμοὺς καὶ μηδὲν ἄλλο ἐννοεῖν ἢ τὴν προσδοκίαν αὐτοῦ καθορᾶν.

Ἤτω οὖν ἡ ψυχὴ ὡς τέκνα ῥεμβόμενα συνάγουσα καὶ νουθετοῦσα τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐσκορπισμένους λογισμούς, εἰσαγέτω εἰς τὸν οἶκον τοῦ σώματος αὐτῆς, ἀεὶ προσδοκῶσα τὸν Κύριον ἐν νηστείᾳ καὶ ἀγάπῃ, πότε ἐλθὼν ἐξ ἀληθείας συναγάγῃ αὐτήν. Ἀδήλου δὲ τοῦ μέλλοντος ὄντος, ἐλπιζέτω πλέον ἔτι τῷ κυβερνήτῃ καλῶς ἐπελπίζουσα καὶ μνημονευέτω, πῶς καὶ Ῥαὰβ οὖσα μετὰ ἀλλοφύλων ἐπίστευσεν Ἰσραηλίταις καὶ μετ’ αὐτῶν κατηξιώθη· οἱ δὲ Ἰσραηλῖται τῇ ἀγάπῃ εἰς Αἴγυπτον μετεστράφησαν. Ὡς οὖν οὐδὲν ἔβλαψε τὴν Ῥαὰβ ἡ μετὰ τῶν ἀλλοφύλων οἴκησις, ἀλλ’ ἡ πίστις ᾠκείωσε τῇ μερίδι τῶν Ἰσραηλιτῶν, οὕτως οὐδὲν βλάψει ἁμαρτία τοὺς ἐν ἐλπίδι καὶ πίστει τὸν λυτρωτὴν ἐκδεχομένους, ὃς παραγενόμενος μεταβάλλει τοὺς λογισμοὺς τῆς ψυχῆς καὶ ποιεῖ αὐτοὺς θεϊκούς, οὐρανίους, ἀγαθούς, καὶ διδάσκει τὴν ψυχὴν εὐχὴν ἀληθινήν, ἀπερίσπαστον, ἀρέμβαστον. «Μὴ φοβοῦ,» φησιν «ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω», καὶ πάλιν· «πρόσεχε» φησὶ «σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα»· «μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τοῦτο τὸ ἔθνος πολὺ καὶ ἰσχυρόν».

Ἐὰν μὴ ἡμεῖς χαυνωθῶμεν καὶ παραδῶμεν τὰς νομὰς τοῖς ἀτάκτοις λογισμοῖς τῆς κακίας, ἀλλὰ τῷ θελήματι ἡμῶν ἕλκωμεν τὸν νοῦν, βιαζόμενοι τοὺς λογισμοὺς πρὸς τὸν Κύριον, πάντως ὁ Κύριος τῷ θελήματι αὐτοῦ ἐλεύσεται πρὸς ἡμᾶς καὶ ἐξ ἀληθείας συναγάγῃ ἡμᾶς πρὸς ἑαυτόν· πᾶσα γὰρ ἡ εὐαρέστησις καὶ ἡ διακονία ἐν τοῖς διαλογισμοῖς ἐστιν. Ὥστε σπούδασον ἀρέσαι τῷ κυρίῳ προσδοκῶν αὐτὸν ἀεὶ ἔσωθεν, ζητῶν αὐτὸν ἐν τοῖς διαλογισμοῖς καὶ βιαζόμενος καὶ ἀναγκάζων τὸ ἑαυτοῦ θέλημα καὶ τὴν προαίρεσιν πρὸς αὐτὸν ἀεὶ ἀνατείνεσθαι. Καὶ ὅρα πῶς ἔρχεται πρὸς σὲ καὶ μονὴν ποιεῖται παρὰ σοί. Ὅσον γὰρ συνάγεις τὸν νοῦν σου εἰς τὴν ζήτησιν αὐτοῦ, πολὺ πλέον αὐτὸς ἀναγκάζεται ὑπὸ τῆς ἰδίας εὐσπλαγχνίας καὶ χρηστότητος ἐλθεῖν πρός σε καὶ ἀναπαῦσαί σε. ᾯστηκε γὰρ θεωρῶν σου τὸν νοῦν, τοὺς διαλογισμούς, τὰς ἐνθυμήσεις, ἐπισκοπῶν πῶς ζητεῖς αὐτὸν καὶ εἰ ἐξ ὅλης τῆς ψυχῆς σου, εἰ μὴ νωθρῶς, εἰ μὴ ἀμελῶς.

Καὶ ὅταν ἴδῃ τὴν σπουδήν σου πρὸς τὴν αὐτοῦ ζήτησιν, τότε φανεροῦται καὶ ἐπιφαίνεταί σοι καὶ τῆς αὐτοῦ βοηθείας μεταδίδωσι καὶ τὴν νίκην σοι ποιεῖ, ῥυόμενός σε ἐκ τῶν ἐχθρῶν σου. Θεωρήσας γὰρ πρότερον τὴν σὴν πρὸς αὐτὸν ζήτησιν καὶ ὡς ὅλην σου τὴν προσδοκίαν ἀδιαλείπτως πρὸς αὐτὸν ἔχεις, οὕτως διδάσκει καὶ δίδωσί σοι εὐχὴν ἀληθινήν, ἀγάπην ἀληθινήν, ἥτις ἐστὶν αὐτὸς ἐν σοὶ πάντα γιγνόμενος, παράδεισος, «ξύλον ζωῆς», μαργαρίτης, στέφανος, οἰκοδόμος, γεωργός, παθητός, ἀπαθής, ἄνθρωπος, Θεός, οἶνος, «ὕδωρ ζῶν», πρόβατον, νυμφίος, πολεμιστής, ὅπλον, πάντα ἐν πᾶσι Χριστός. Καὶ ὥσπερ τὸ νήπιον οὐκ οἶδεν ἑαυτὸ θεραπεῦσαι ἢ τημελῆσαι, ἀλλὰ μόνον ἀποβλέπει πρὸς τὴν μητέρα, κλαῖον πότε σπλαγχνισθεῖσα τοῦτο ἀναλάβηται, οὕτως αἱ πισταὶ ψυχαὶ μόνῳ τῷ Κυρίῳ ἐπελπίζουσιν ἀεί, πᾶσαν δικαιοσύνην αὐτῷ ἀπονέμουσαι. Ὥσπερ γὰρ χωρὶς τῆς ἀμπέλου τὸ κλῆμα ψύγεται, οὕτως καὶ ὁ ἄνευ Χριστοῦ δικαιοῦσθαι θέλων. Ὡς «ὁ λῃστὴς καὶ ὁ κλέπτης ἐστὶν ὁ μὴ διὰ τῆς εἰσόδου εἰσερχόμενος, ἀλλὰ ἀλλαχόθεν ἀναβαίνων», ὡς ὁ ἄνευ τοῦ δικαιοῦντος ἑαυτῷ δικαιούμενος.

Ἄρωμεν οὖν τὸ σῶμα τοῦτο καὶ ποιήσωμεν θυσιαστήριον καὶ ἐπιθῶμεν ἐπάνω πᾶσαν ἡμῶν τὴν ἐνθύμησιν. Δεηθῶμεν τοῦ Κυρίου, ἵνα πέμψῃ ἐξ οὐρανοῦ τὸ ἀόρατον καὶ μέγα πῦρ καὶ καταφάγῃ τὸ θυσιαστήριον καὶ πάντα τὰ ἐν αὐτῷ, καὶ πάντες οἱ ἱερεῖς τῆς Βάαλ πέσωσιν, αἵτινές εἰσιν αἱ ἀντικείμεναι ἐνέργειαι, καὶ τότε ὀψόμεθα τὸν πνευματικὸν ὑετὸν ὡς ἴχνος ἀνθρώπου ἐρχόμενον ἐν ψυχῇ, ὥστε γενέσθαι ἐν ἡμῖν τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, καθὼς εἴρηται ἐν τῷ προφήτῃ· «ἀνορθώσω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω»· ἵνα τὴν ἐν νυκτὶ καὶ σκότει διαιτωμένην ψυχὴν ἐν μέθῃ ἀγνοίας τῇ ἰδίᾳ χρηστότητι ὁ Κύριος ἐπιλάμψῃ, καὶ λοιπὸν ἀνανήψασα ἐκείνη ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ ζωῆς ἔργα ἐπιτελοῦσα· ἐκεῖθεν γὰρ τρέφεται ψυχή, ἔνθα καὶ ἐσθίει, ἤτοι ἐκ τοῦ αἰῶνος τούτου ἤτοι ἐκ τοῦ Πνεύματος τοῦ Θεοῦ. Καὶ ὁ Θεὸς ἐκεῖ τρέφεται καὶ ζῇ καὶ ἀναπαύεται καὶ ἀναστρέφεται.

Τὸ λοιπὸν ἕκαστος εἰ βούλεται, δοκιμάσει ἑαυτόν, πόθεν τρέφεται καὶ ποῦ ζῇ καὶ ἐν οἷς ἐστιν, ἵν’ οὕτως νοήσας καὶ τὴν ἀκριβῆ διάκρισιν κτησάμενος τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τελείως ἑαυτὸν ἐπιδῷ. Λοιπὸν προσευχόμενος ἐν τῇ εὐχῇ πρόσεχε σεαυτῷ, ἐπέχων τοῖς λογισμοῖς καὶ ταῖς ἐνεργείαις πόθεν εἰσίν, ἐκ τοῦ Θεοῦ ἢ ἐκ τοῦ ἐναντίου, καὶ τίς προσφέρει τροφὴν τῇ καρδίᾳ, ὁ Κύριος ἢ οἱ κοσμοκράτορες τοῦ αἰῶνος τούτου. Καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὢ ψυχή, αἰτοῦ τὸν Κύριον ἐν πόνῳ καὶ πόθῳ τροφὴν οὐράνιον καὶ αὔξησιν καὶ ἐργασίαν Χριστοῦ κατὰ τὸ εἰρημένον· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ οὐκ ἐν σχήματι καὶ τύπῳ ὥς τινες νομίζουσιν. Ἰδοὺ γὰρ τῶν μόρφωσιν εὐσεβείας μόνον ἐχόντων ὁ νοῦς καὶ ἡ διάνοια ἔοικε τῷ κόσμῳ. Ἰδοὺ ὁ σεισμὸς καὶ ὁ σάλος τῆς προαιρέσεως αὐτῶν, ἡ ἄστατος γνώμη, ἡ δειλία καὶ ὁ φόβος, κατὰ τὸ εἰρημένον· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀπιστίαν καὶ σύγχυσιν τῶν ἀστάτων λογισμῶν· ὅσαι ὧραι σαλευόμενοι ὡς οἱ λοιποὶ πάντες ἄνθρωποι. Σχήματι δὲ μόνῳ καὶ νοήματι διαφέρουσιν οἱ τοιοῦτοι τοῦ κόσμου καὶ σωματικοῖς κατορθώμασι τοῦ ἔξω ἀνθρώπου, τῇ δὲ καρδίᾳ καὶ τῷ νῷ ἐν τῷ κόσμῳ σύρονται, καὶ δεσμοῖς γηΐνοις καὶ μεριμνῶν ἀνωφελῶν ἐμπεριέχονται, τὴν ἐξ οὐρανοῦ εἰρήνην ἐν καρδίᾳ μὴ κτησάμενοι, καθώς φησιν ὁ Ἀπόστολος ὅτι ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, ἥτις ἐστὶ βασιλεύουσα καὶ ἀνακαινίζουσα τὰς τῶν πιστῶν διανοίας ἐν ἀγάπῃ Θεοῦ καὶ πάσης τῆς ἀδελφότητος.

Δόξα καὶ προσκύνησις Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: