Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΚΣΤ΄(26)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΚΣΤ΄(26)

Μὴ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ προσχῇς, ἀγαπητέ, τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή. Ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Θεός, εἰ μὴ μόνον εἰς σέ. Βλέπε σοῦ τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν, ὅτι μὴ δι’ ἀγγέλων, ἀλλὰ δι’ ἑαυτοῦ ἦλθεν ὁ Κύριος εἰς σὴν πρεσβείαν, ὥστε σὲ τὸν ἀπολωλότα ἀνακαλέσασθαι, τὸν τετραυματισμένον, καὶ ἀποδοῦναί σοι τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. Δεσπότης γὰρ ἦν ὁ ἄνθρωπος ἀπὸ τοῦ οὐρανοῦ καὶ τῶν κάτω, καὶ διακριτικὸς παθῶν καὶ δαιμόνων ἀλλότριος, καθαρὸς ἀπὸ ἁμαρτίας, «εἰκὼν καὶ ὁμοίωμα» Θεοῦ, διὰ δὲ τῆς παραβάσεως ἀπολωλώς ἐστι καὶ τετραυματισμένος καὶ νενεκρωμένος· ἠμαύρωσε γὰρ τὸν νοῦν ὁ σατανᾶς. Ἔν τινι οὕτως ἐστὶ καὶ ἔν τινι ζῇ καὶ διακρίνει καὶ ἔχει θέλημα.

Ἐρώτησις: Οὐχὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἐρχομένου καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας;

Ἀπόκρισις: Προεῖπον ὅτι καὶ ἡ ἁμαρτία συνεκριζοῦται, καὶ ἀπολαμβάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ. Οὕτως μέντοι διὰ τῆς δυνάμεως τοῦ Πνεύματος καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ καὶ μείζων αὐτοῦ γίγνεται· ἀποΘεοῦται γὰρ ὁ ἄνθρωπος.

Ἐρώτησις: Εἰ ὁ σατανᾶς μέτρῳ ἐπαφίεται ἢ ὡς θέλει πολεμεῖ;

Ἀπόκρισις: Αὐτοῦ ἡ ὁρμὴ οὐ μόνον εἰς τοὺς Χριστιανούς, ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας καὶ εἰς ὅλον τὸν κόσμον. Εἰ οὖν παρεχωρεῖτο ὡς θέλει πολεμεῖν, πάντας ἂν ἠφάνισε. Διὰ τί; Ὅτι τὸ ἔργον αὐτοῦ καὶ τὸ θέλημα τοῦτό ἐστιν. Ὥσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη καὶ μέτρῳ ὑποκαίει τὴν κάμινον, οὐ πλέον ἵνα μὴ ὀπτηθέντα ὑπὲρ τὸ δέον ψοφήσῃ, οὐκ ἔλαττον ἵνα μὴ ἔνωμα ὄντα ἀπόληται· καὶ εἰ ὁ ἀργυροκόπος καὶ χρυσοχόος μέτρῳ βάλλει τὸ πῦρ, ἐὰν γὰρ πλεονάσῃ τὸ πῦρ, λύεται ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυται· καὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῷ κτήνει καὶ τῷ καμήλῳ ἢ ἄλλῳ τινὶ τῶν ζῴων, ὡς δύναται κατὰ ἀναλογίαν τὰ βάρη βαστάσαι, πόσῳ μᾶλλον ὁ Θεός, ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων, οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν διαφόρως.

Ὥσπερ δὲ μία οὖσα ἡ γῆ, ἡ μέν ἐστι τραχώδης, ἡ δὲ λεπτόγεως, καὶ ἄλλη μὲν ἐπιτηδεύει εἰς φυτείαν ἀμπελῶνος, ἄλλη δὲ εἰς σπόρον σίτου καὶ κριθῶν, οὕτως εἰσὶ διάφοροι καὶ αὗται τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων· οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται· ᾧ μὲν δίδοται διακονία λόγου, ᾧ δὲ διάκρισις, ἄλλῳ χαρίσματα ἰαμάτων. Οἶδε γὰρ ὁ Θεός, πῶς τις δύναται οἰκονομῆσαι, καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διάφορα. Ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί, ὡς δύναται ὑποδέξασθαι καὶ ὑπομεῖναι, οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις.

Ἐρώτησις: Εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει;

Ἀπόκρισις: Ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ, ποῦ ῥέπει καὶ συμφωνεῖ, μένει ἐν τῇ ταὐτότητι ἡ φύσις, ὁ σκληρὸς ἐν τῇ σκληρότητι καὶ ὁ κοῦφος ἐν τῇ κουφότητι. Συμβαίνει δὲ ὅτι ἰδιώτης ὤν τις ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρίζεται αὐτῷ ἀπόκρυφα μυστήρια, καὶ ἰδιώτης ἐστὶ τῇ φύσει. Ἄλλος ἀπὸ φύσεως σκληρὸς ὢν δίδωσιν ἑαυτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ Θεός, μένει δὲ ἡ φύσις ἐν τῇ σκληρότητι καὶ εὐδοκεῖ εἰς αὐτὸν ὁ Θεός. Ἄλλος ἐστὶ χρηστῶν ἠθῶν, ἐπιεικής, ἀγαθός, δίδωσιν ἑαυτὸν τῷ Θεῷ καὶ δέχεται μὲν αὐτὸν ὁ Κύριος. Μὴ ἐμμένοντα δὲ τοῖς ἀγαθοῖς ἔργοις οὐκ εὐδοκεῖ, ἐπειδὴ ἡ φύσις ὅλη τοῦ Ἀδὰμ τρεπτή ἐστιν ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν, δεκτικὴ τοῦ κακοῦ, ἀλλ’ εἰ θέλει οὐκ ἀποτελεστική.

Ὥσπερ σωμάτιον γραφόμενόν ἐστι διαφόρως· ἠθέλησας ἔγραψας, πάλιν ἀπήλειψας, δέχεται γὰρ τὸ σωμάτιον πᾶσαν γραφήν, οὕτως καὶ ὁ σκληρὸς ἔδωκεν αὐτοῦ τὸ θέλημα πρὸς τὸν Θεόν, ἐτράπη εἰς τὸ ἀγαθόν, ἐδέχθη ὑπὸ τοῦ Θεοῦ. Ὁ γὰρ Θεὸς ἵνα δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα, πάντας δέχεται, πᾶσαν προαίρεσιν. Οἱ Ἀπόστολοι εἰς ἣν ἂν πόλιν εἰσήρχοντο, ἐποίουν τινὰ χρόνον καὶ ἐκ τῶν κακουμένων τινὰς ἰῶντο, τινὰς δὲ οὔ· ἤθελον δὲ αὐτοὶ οἱ Ἀπόστολοι πάντας τοὺς νεκροὺς αὐτῶν ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν, καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα· οὐ γὰρ ἐπετρέπετο αὐτοῖς ὅσα ἤθελον ποιεῖν. Ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου, εἰ ἤθελεν ἡ σὺν αὐτῷ χάρις, ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι, ἄνθρωπος ἔχων παράκλητον· ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ Ἀπόστολος. Καὶ ποῦ ἡ συνοῦσα θεία δύναμις; Ταῦτα οἰκονομικῶς ἐγίνετο, εἴς τινα πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαυμάσια καὶ εἴς τινα ἀσθενεῖν αὐτούς, ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν ἀπίστων καὶ τῶν πιστῶν, καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ καὶ φανερωθῇ, εἴγε εἰς τὰ ἀσθενέστερα μέρη τινὲς οὐ σκανδαλίζονται. Εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι, ἀναγκαστικῇ δυνάμει ἐφύτευον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα, καὶ οὐ τὸ αὐτεξούσιον καὶ οὐκέτι πίστις καὶ ἀπιστία· ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ προσκόμματος καὶ πέτρα σκανδάλου.

Πλὴν τὸ περὶ τοῦ Ἰὼβ γεγραμμένον οὐκ ἔστιν ἁπλῶς, πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς· οὐ γὰρ ἠδύνατο ἄνευ ἐπιτροπῆς ἀφ’ ἑαυτοῦ τι ποιῆσαι. Ἀλλὰ τί λέγει τῷ Κυρίῳ ὁ διάβολος; Δός μοι αὐτὸν εἰς χεῖρας, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Οὕτως καὶ νῦν ὁ αὐτὸς Ἰώβ ἐστι καὶ ὁ αὐτὸς Θεὸς καὶ ὁ αὐτὸς διάβολος. Ἐν ὅσῳ οὖν τυγχάνει τις τῆς ἀντιλήψεως Θεοῦ καὶ ἔστι πρόθυμος καὶ ζέων τῇ χάριτι, ἐξαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ· ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνεις αὐτοῦ, δουλεύει σοι. Ἄφες αὐτὸν καὶ παράδος μοι, εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Λοιπὸν ὡς ὅτι παρακαλεῖται ἡ ψυχή, ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς. Ἔρχεται οὖν ὁ διάβολος ἐπιφέρων μυρία κακά, ἀπελπισμόν, ἀπόγνωσιν, διαλογισμοὺς πονηρούς, θλίβων τὴν ψυχήν, ἵνα χαυνώσῃ καὶ ἀλλοτριώσῃ ταύτην τῆς ἐλπίδος τοῦ Θεοῦ.

Ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει, οὐκ ἀπελπίζει, ἀλλὰ κρατεῖ ὃ κρατεῖ, καὶ ὅσα ἂν ἐπενέγκῃ αὐτῇ διὰ μυρίων πειρασμῶν, ὑπομένουσα λέγει· ἐὰν καὶ ἀποθάνω, ἐγὼ αὐτὸν οὐκ ἀφίω. Καὶ τότε ἐὰν ὑπομείνῃ εἰς τέλος ὁ ἄνθρωπος, ἄρχεται ὁ Κύριος διαλέγεσθαι τῷ σατανᾷ· ὁρᾷς, πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκες αὐτῷ, καὶ οὐχ ὑπήκουσε σοί, ἀλλ’ ἐμοὶ δουλεύει καὶ ἐμὲ φοβεῖται; τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκέτι ἔχει τι εἰπεῖν. Καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ, εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι, οὐκ ἂν ἐξῃτήσατο αὐτόν, ἵνα μὴ καταισχυνθῇ. Οὕτως καὶ νῦν εἰς τοὺς ὑπομένοντας θλίψεις καὶ πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ, ὅτι μηδὲν ἤνυσεν. Ἄρχεται γὰρ ὁ Κύριος λόγον αὐτῷ ποιεῖν· ἴδε παρεχώρησά σοι, ἴδε ἐπέτρεψά σοι πειράσαι αὐτόν. Μή τι ἠδυνήθης; Μὴ ὑπήκουσέ σοι;

Ἐρώτησις: Εἰ ἄρα ὅλους τοὺς λογισμοὺς τοῦ ἀνθρώπου καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς;

Ἀπόκρισις: Εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ, καὶ σὺ εἴκοσιν ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον, ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου; Ἑξακισχιλίων γὰρ ἤδη ἐστὶν ἐτῶν. Καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι, τί μέλλει ποιεῖν. Πειράζει γὰρ ὁ πειράζων, οὐκ οἶδε δέ, εἰ ὑπακούει αὐτῷ ἢ μὴ ὑπακούει, ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή. Οὔτε πάλιν λέγομεν, ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος. Ὥσπερ γὰρ ἐὰν ᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη· πρὸς λόγον δύο ἢ τρεῖς κλάδους τοῦ δένδρου δύναταί τις κατασχεῖν, οὕτω καὶ ἡ ψυχὴ πολλοὺς ἔχει κλάδους καὶ πολλὰ μέλη. Λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς, καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα μὴ κατεχόμενοι ὑπὸ τοῦ σατανᾶ.

Ἔν τινι γὰρ ἰσχυρότερόν ἐστι τὸ μέρος τῆς κακίας ἐν τῷ βρύειν τοὺς λογισμούς· ἔν τινι πάλιν ὁ λογισμὸς τοῦ ἀνθρώπου ὑπερνικᾷ, λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ Θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ· ἔν τινι κεκράτηται καὶ ἔν τινι ἔχει θέλημα. Προσέρχεται γάρ, ἔστιν ὅτε τῷ Θεῷ ζέων, καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει, ὅτι κατ’ αὐτοῦ ποιεῖ, καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον. Διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν Θεόν, ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι Θεόν, τοῦ πιστεῦσαι, τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν. Καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν, πλὴν εἰ καὶ ἐργάσεται, χρῄζει ἄνωθεν ὑετῶν καὶ ὄμβρων· ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς ἐργασάμενος τὴν γῆν. Οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα. Χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ καὶ πονῆσαι. Ζητεῖ γὰρ ὁ Θεὸς τὸν πόνον καὶ κάματον καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου. Ἀλλ’ ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη καὶ ὑετοὶ χάριτος, οὐδὲν ὠφέλησεν ὁ γεωργὸς καμών.

Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, ὅσα ἂν κάμῃ καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας, ὡς μηδὲν ποιήσας διακεῖσθαι καὶ νηστεύων λέγειν· οὐκ ἐνήστευσα εὐχόμενος, οὐκ ηὐξάμην παραμένων τῇ εὐχῇ, οὐ παρέμεινα, καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν καὶ κάμνειν. Κἂν δίκαιός ἐστι παρὰ Θεῷ, ὀφείλει λέγειν· ἐγὼ οὔκ εἰμι δίκαιος οὔτε κάμνω, ἀλλὰ καθ’ ἡμέραν ἄρχομαι. Ὀφείλει δὲ ἔχειν καθ’ ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως, καὶ λέγειν· ἐὰν σήμερον οὐκ ἐλυτρώθην, αὔριον λυτροῦμαι. Ὡς γὰρ ὁ φυτεύων ἄμπελον πρὶν ἢ ἐνάρξασθαι τοῦ καμάτου, ἔχει τὴν χαρὰν ἐν ἑαυτῷ καὶ τὴν ἐλπίδα, καὶ προδιαγράφει ἐν τῷ νῷ οἰνεῶνας καὶ ψηφίζει προσόδους, μήπω γενομένου οἴνου, καὶ οὕτως ἀναδέχεται τὸν κάματον, ἡ γὰρ ἐλπὶς καὶ ἡ προσδοκία ποιεῖ αὐτὸν προθύμως κάμνειν καὶ τέως ἐκ τοῦ οἴκου πολλὰς δαπάνας σκορπίζει· ὁμοίως καὶ ὁ οἰκοδομῶν οἶκον καὶ ὁ γεωργῶν πρῶτον ἐκ τῶν ἰδίων πολλὰ σκορπίζει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου, οὕτω κἀνταῦθα ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα ὅτι μέλλω λυτρώσεως τυγχάνειν καὶ ζωῆς, οὐ δύναται ὑπομένειν τὰς θλίψεις οὔτε τὸ φορτίον καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι· ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν καὶ ὑπομένειν τὰς θλίψεις.

Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δαλὸν φυγεῖν ἀπὸ πυρός, οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου, εἰ μὴ διὰ πολλοῦ καμάτου. Ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ σατανᾶς, ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν ὅτι ἐκ τούτου δύνασαι εὐαρεστῆσαι τῷ Θεῷ ὑποβάλλει τῇ ψυχῇ καὶ ὑποκλέπτει αὐτὴν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα, καὶ οὐκ οἶδεν ὑποκλεπτομένη διακρῖναι καὶ οὕτως ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου. Τὸ δὲ καιριώτατον ὅπλον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ τοῦτό ἐστιν, ἵνα εἰσελθὼν εἰς τὴν καρδίαν ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ ἑαυτὸν καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ, ὀργισθῇ τε καὶ ἐπιπλήξῃ, καὶ ταῖς συνούσαις ἐπιθυμίαις ἀντιτάξηται καὶ ἀντιπαλαίσῃ τοῖς λογισμοῖς καὶ μαχεσθῇ αὐτῷ.

Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμά σου ἀπὸ φθορᾶς καὶ πορνείας, ἔσωθεν δὲ μοιχεύεις τῷ Θεῷ, ἐμοίχευσας καὶ ἐπόρνευσας ἐν τοῖς λογισμοῖς σου, καὶ οὐδὲν ὠφέλησας τὸ σῶμα ἔχων παρθένον. Ὥσπερ ἐὰν ᾖ νεᾶνις καὶ νεανίσκος, καὶ δόλῳ κολακεύσας αὐτὴν φθείρῃ, λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ, ὅτι ἐμοιχεύθη, οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα, τῷ πονηρῷ πνεύματι, πορνεύει ἀπὸ Θεοῦ, καὶ γέγραπται· πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἔστι γὰρ πορνεία διὰ σώματος τελουμένη, καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ· ἡ αὐτὴ γὰρ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ ἢ δαιμόνων ἢ Θεοῦ καὶ ἀγγέλων. Καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ διαβόλου ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ.

Ἐρώτησις: Εἰ ἡσυχάζει ποτὲ ὁ σατανᾶς, καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου ἤ, ἕως ὅτε ζῇ, ἔχει πόλεμον;

Ἀπόκρισις: Ὁ σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν· ἕως ἂν ζῇ τις εἰς τὸν αἰῶνα τοῦτον καὶ φορῇ τὴν σάρκα, πολεμεῖται. Ἀλλ’ ὅταν τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ, λοιπὸν ἐκεῖ τί βλάπτει τὸν ἄνθρωπον, εἰ καὶ ἔρχεται ὁ σατανᾶς; πρὸς λόγον, ἔστι τις φίλος βασιλέως καὶ ἔχει δίκην πρὸς ἀντίδικον· ὅταν οὖν τὸν βασιλέα ἔχῃ ἐπιρρεπῆ καὶ φίλον αὐτοῦ, ὅστις βοηθεῖ αὐτῷ, οὐδὲν βλάπτεται. Ὅτε γάρ τις φθάσει ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς καὶ γενέσθαι φίλος βασιλέως, οὗτος λοιπὸν τί βλάπτεται ὑπό τινος; Εἰς τὸ φαινόμενόν εἰσι πόλεις λαμβάνουσαι δῶρα καὶ ἀννόνας παρὰ τοῦ βασιλέως· εἰ οὖν ὀλίγον τι λειτουργοῦσιν, οὐδὲν ζημιοῦνται, ὁπότε τοσαῦτα πορίζονται καὶ δέχονται παρὰ τοῦ βασιλέως. Οὕτως καὶ οἱ Χριστιανοί, εἰ καὶ πολεμοῦνται παρὰ τοῦ ἐχθροῦ, ἀλλ’ αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα καὶ ἐνεδύσαντο τὴν ἐξ ὕψους δύναμιν καὶ ἀνάπαυσιν καὶ οὐδὲν φροντίζουσι τοῦ πολέμου.

Ὥσπερ γὰρ ὁ Κύριος ἐνεδύσατο σῶμα καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν ἀναπαύσει εἰσίν. Εἰ δὲ καὶ ἔρχεται πόλεμος, ἔξωθεν κρούει ὁ σατανᾶς, ἀλλ’ αὐτοὶ ἔσωθεν ἠσφαλισμένοι εἰσὶ τῇ τοῦ Κυρίου δυνάμει καὶ οὐ φροντίζουσι τοῦ σατανᾶ. Καθὼς ἐκεῖ εἰς τὴν ἔρημον ἐπείρασε τὸν Κύριον ἡμέρας τεσσαράκοντα, τί αὐτὸν ἔβλαψεν, ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι αὐτοῦ; Ἔσωθεν γὰρ Θεὸς ἦν, οὕτω καὶ οἱ Χριστιανοί, εἰ καὶ ἔξωθεν πειράζονται, ἀλλ’ ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος καὶ οὐδὲν ἀδικοῦνται. Εἰς ταῦτα δὲ τὰ μέτρα εἴ τις ἔφθασεν, εἰς τὴν τελείαν ἀγάπην τοῦ Χριστοῦ καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν. Ὁ δὲ μὴ τοιοῦτος ἀκμὴν ἔσωθεν ἔχει πόλεμον· ὥραν ἀναπαύεται εἰς τὴν εὐχὴν καὶ ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ στήκει. Οὕτως γὰρ θέλει ὁ Κύριος· ἐπειδὴ ἀκμὴν νήπιός ἐστι, γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους, καὶ τὰ δύο πρόσωπα ἔσωθεν βρύει, καὶ τὸ φῶς καὶ τὸ σκότος, καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις. Εὔχονται ἐν ἀναπαύσει καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν.

Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος; «Ἐὰν ἔχω πάντα τὰ χαρίσματα, ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι·» ἐπειδὴ ταῦτα τὰ χαρίσματα προτρεπτικά εἰσι, καὶ οἱ ἐν τούτοις στήκοντες, εἰ καὶ ἐν φωτί, νήπιοί εἰσι. Πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τοιαῦτα μέτρα καὶ ἔσχον χαρίσματα ἰαμάτων καὶ ἀποκάλυψιν καὶ προφητείαν, καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην, ὅπου ὁ σύνδεσμος τῆς τελειότητος, ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον. Εἰ δέ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην, οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν. Εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης, μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι, ἀκμὴν ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ καὶ πόλεμον καὶ πτῶσιν, καὶ εἰ μὴ ἀσφαλίσεται, ῥίπτει αὐτὸν ὁ σατανᾶς.

Οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν· χάριτος εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον· ἀρκεῖ ἡμῖν, οὐ χρῄζομεν. Ἀλλ’ ὁ Κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν, καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν, ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες. Ἐν τοῖς φαινομένοις τὰ γράμματα ἀτέλεστά εἰσι, καὶ οὐδεὶς οἶδε τοῦτο εἰ μὴ σχολαστικὸς ὁ μετρίως μαθὼν γράμματα. Οὕτως καὶ ὧδε οὐδενί ἐστιν καταληπτὸς ὁ Θεὸς καὶ μετρητός, εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου, οὗ ἐδέξαντο, καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν. Εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς, ὅπου εἰσὶν ἰδιῶται, δοξάζεται ὑπ’ αὐτῶν ὡς σχολαστικός, ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι. Αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα, ἐὰν ἀπέλθῃ εἰς πόλιν, ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί, οὐ τολμᾷ παραφανῆναι αὐτοῖς οὔτε λαλῆσαι· ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν.

Ἐρώτησις: Εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ, τῆς ἁμαρτίας καὶ τῆς χάριτος, μεταστῇ ἐκ τοῦ κόσμου τούτου, ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη;

Ἀπόκρισις: Ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ, ἐκεῖ προχωρεῖ. Μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος, ἀντιλέγειν ὀφείλεις καὶ μισεῖν· τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν, τὸ δὲ μισῆσαι σόν ἐστι. Καὶ τότε βλέπων ὁ Κύριος τὸν νοῦν σου, ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης ψυχῆς, διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ (οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές) καὶ προσλαμβάνεταί σε εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς· ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους, καὶ εὐθέως μετατιθεῖ σε εἰς τὴν βασιλείαν αὐτοῦ· τῷ γὰρ Θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι, μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν. Χρῄζει γὰρ ὁ Θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου, ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος.

Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ, ὅτι καμὼν καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν· ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν, οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ, ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται, τοῦτο ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν. Ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ, οὐ δύναται καρποὺς ἀξίους τῷ Κυρίῳ ἀποδοῦναι. Τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; Τὸ ἀποτάξασθαι, τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου, τὸ ὑπομένειν ἐν τῇ εὐχῇ, τὸ ἀγρυπνεῖν, ἀγαπᾶν τὸν Θεὸν καὶ τοὺς ἀδελφούς· τοῦτο ἴδιον αὐτοῦ ἐστιν. Ἀλλ’ ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι, καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος τῇ ψυχῇ, καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ, οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ κυρίῳ.

Γέγραπται δέ, ὅτι ὁ γεωργὸς ὅταν ἴδῃ τὸ «κλῆμα φέρον καρπόν», καθαρίζει αὐτό, ἵνα πλείονα ἐξενέγκῃ· τὸ δὲ μὴ φέρον καρπὸν ἐκριζοῖ καὶ εἰς καῦσιν δίδωσι. Πλὴν τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἵνα, εἴτε νηστεύει εἴτε ἀγρυπνεῖ εἴτε εὔχεται εἴτε καλόν τι ποιεῖ, ἐπιγράφει ἅπαντα τῷ κυρίῳ, τοῦτο λέγων ὅτι εἰ μὴ ὁ Θεὸς ἐνεδυνάμωσέ με, οὐκ ἠδυνάμην νηστεύειν ἢ εὔχεσθαι ἢ ἐκ τοῦ κόσμου ἐξελθεῖν. Καὶ οὕτω βλέπων ὁ Θεὸς τὴν ἀγαθήν σου προαίρεσιν, ὅτι τὰ σὰ ἅπερ ἀπὸ φύσεως ποιεῖς τῷ Θεῷ ἐπιγράφεις, πάλιν αὐτὸς τὰ ἴδια αὐτοῦ, τὰ πνευματικά, τὰ θεῖα καὶ ἐπουράνια, σοὶ ταῦτα χαρίζεται. Τίνα δέ εἰσιν οἱ τοῦ Πνεύματος καρποί; Ἀγαλλίασις, εὐφροσύνη.

Ἐρώτησις: Ἀλλ’ ἐπειδή εἰσι φυσικοὶ καρποὶ τούτοις ὅμοιοι, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικὰ καὶ πῶς ἐστι τὰ πνευματικά;

Ἀπόκρισις: Τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ Θεῷ εὐπρόσδεκτα, ἀλλ’ οὐκ ἔστι καθαρά. Οἷον ἀγαπᾷς τὸν Θεόν, ἀλλ’ οὐ τελείως· ἔρχεται ὁ Κύριος διδούς σοι ἀγάπην ἄτρεπτον τὴν ἐπουράνιον. Εὔχῃ σὺ φυσικῶς μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι· δίδωσί σοι ὁ Θεὸς τὴν καθαρὰν εὐχὴν ἐν πνεύματι καὶ ἀληθείᾳ. Ἐν τοῖς φαινομένοις ἡ γῆ ὡς ἐπὶ τὸ πλεῖστον ἀφ’ ἑαυτῆς ἐκφέρει τὰς ἀκάνθας, ὁ δὲ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον, ἀλλ’ αἱ ἄκανθαι μὴ σπειρόμεναι ἀναφύουσι καὶ πληθύνονται· μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη τῷ Ἀδάμ· «τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ». Πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὗται ἔτι πληθύνονται. Ἀνάλαβε τοῦτο πνευματικῶς. Μετὰ γὰρ τὴν παράβασιν ἡ γῆ τῆς καρδίας ἐκφέρει ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ ἄνθρωπος, ἐμπονεῖ, καὶ ἔτι αἱ ἄκανθαι τῶν πονηρῶν πνευμάτων ἀναφύονται. Εἶτα αὐτὸ τὸ Ἅγιον «Πνεῦμα συναντιλαμβάνεται τῆς ἀσθενείας» τῶν ἀνθρώπων, καὶ ὁ Κύριος βάλλει ἐν αὐτῇ τῇ γῇ τῆς καρδίας σπόρον ἐπουράνιον καὶ ἐργάζεται αὐτήν, καὶ πεσόντος τοῦ σπόρου ἀκμὴν οἱ τρίβολοι καὶ αἱ ἄκανθαι ἀναφύονται. Πάλιν αὐτὸς ὁ Κύριος καὶ ὁ ἄνθρωπος ἐργάζονται τὴν γῆν τῆς ψυχῆς, καὶ ἔτι τὰ πονηρὰ πνεύματα καὶ αἱ ἄκανθαι βρύουσιν ἐκεῖ καὶ ἀναφύονται, ἕως οὗ γένηται θέρος καὶ πλεονάσῃ ἡ χάρις, καὶ καταξηρανθῶσιν ἐκ τῆς θέρμης τοῦ ἡλίου αἱ ἄκανθαι.

Εἰ γὰρ καὶ σύνεστι κακία τῇ φύσει, ἀλλ’ οὐχ οὕτω κατακυριεύει ταύτης ἢ ἔχει νομήν. Τὰς γὰρ τρυφερὰς χλόας τοῦ σίτου δύναται τὰ ζιζάνια συμπνίγειν, φθάσαντος δὲ θέρους μετὰ τὸ ξηρανθῆναι τοὺς καρποὺς οὐδὲν βλάπτουσι τὰ ζιζάνια τὸν σῖτον. Καὶ γὰρ ἐὰν συμβῇ τριάκοντα μοδίους εἶναι καθαροῦ σίτου, ἔστι δὲ μῖξις ἐκεῖ ζιζανίων ὡς χοίνικος, τί παραφαίνεται; Κέχωσται γὰρ διὰ τὸν πλεονασμὸν τοῦ σίτου. Οὕτω καὶ ἐν τῇ χάριτι. Ὅταν πλεονάσῃ ἡ δωρεὰ τοῦ Θεοῦ καὶ ἡ χάρις εἰς τὸν ἄνθρωπον, καὶ πλουτῇ εἰς τὸν Κύριον, σύνεστι δὲ ἡ κακία μερικῶς, οὐ δύναται βλάψαι τὸν ἄνθρωπον οὔτε ἔχει ἰσχύν τινα ἢ νομὴν κατ’ αὐτοῦ. Ἡ γὰρ τοῦ Κυρίου ἔλευσις καὶ ἡ πρόνοια διὰ τοῦτο γέγονεν, ἵνα τοὺς τῇ κακίᾳ δεδουλωμένους ὄντας καὶ ἐνόχους καὶ ὑποτεταγμένους ἐλευθερώσῃ καὶ ποιήσῃ νικητὰς τοῦ θανάτου τῆς ἁμαρτίας. Οὐκ ὀφείλουσιν οὖν οἱ ἀδελφοὶ ξενίζεσθαι, εἴγε ὑπό τινων θλίβονται πρὸς τὸ κακίας ἀπαλλαγῆναι.

Καὶ γὰρ εἰς τὸ παλαιόν, Μωσῆς καὶ Ἀαρὼν ἔχοντες τὴν ἱερωσύνην πολλὰ ἔπαθον. Καϊάφας δὲ τὴν ἐκείνων καθέδραν ἔχων αὐτὸς ἐδίωξε καὶ κατέκρινε τὸν Κύριον· ὅμως δὲ τὴν ἱερωσύνην ὁ Κύριος τιμῶν ἀφῆκεν αὐτὸν ἱερᾶσθαι. Ὁμοίως οἱ προφῆται ὑπ’ αὐτοῦ τοῦ ἔθνους ἐδιώκοντο. Λοιπὸν Πέτρος Μωσέα διεδέξατο, τὴν καινὴν ἐκκλησίαν Χριστοῦ καὶ τὴν ἀληθινὴν ἱερωσύνην ἐγχειρισθείς. νῦν γὰρ ἔστι βάπτισμα πυρὸς καὶ πνεύματος καὶ περιτομή τις ἐν καρδίᾳ γινομένη, τὸ γὰρ θεῖον καὶ ἐπουράνιον Πνεῦμα ἐπιδημεῖ ἐν τῷ νῷ. Πλὴν οὔτε οὗτοι οἱ τέλειοι, ἕως εἰσὶν εἰς τὴν σάρκα, ἀμεριμνοῦσι διὰ τὸ αὐτεξούσιον, ἀλλ’ ἔμφοβοί εἰσι, διὸ καὶ παραχωροῦνται πειράζεσθαι. Εἰ δὲ φθάσει ἡ ψυχὴ πρὸς ἐκείνην τὴν πόλιν τῶν ἁγίων ἀπελθεῖν, τότε δύναται μόνον ἄνευ θλίψεως καὶ πειρατηρίων εἶναι· ἐκεῖ γὰρ οὐκέτι ἐστὶ μέριμνα ἢ θλῖψις ἢ πόνος ἢ γῆρας ἢ σατανᾶς ἢ πόλεμος, ἀλλ’ ἀνάπαυσις, χαρά, εἰρήνη καὶ σωτηρία. Ὁ γὰρ Κύριος ἐν μέσῳ αὐτῶν ἐστιν, ὃς ἐπικαλεῖται σωτὴρ διὰ τὸ σῴζειν τοὺς αἰχμαλώτους, ἰατρὸς ἐπικέκληται, ἐπειδὴ οὐράνιον καὶ θεϊκὸν φάρμακον δίδωσι καὶ ἰᾶται τὰ πάθη τῆς ψυχῆς· ἔν τισι γὰρ κυριεύουσιν ἔτι τοῦ ἀνθρώπου. Πρὸς λόγον δὲ εἰπεῖν· ἔστι βασιλεὺς καὶ Θεὸς ὁ Ἰησοῦς, τύραννος δὲ καὶ ἄρχων κακὸς ὁ σατανᾶς.

Λοιπὸν ὁ Θεὸς καὶ οἱ ἄγγελοι αὐτοῦ τὸν ἄνθρωπον τοῦτον βούλονται οἰκειώσασθαι μεθ’ ἑαυτῶν εἰς τὴν βασιλείαν· ὁμοίως ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ θέλουσιν οἰκειώσασθαι τοῦτον εἰς ἑαυτούς. Μέση οὖν ἐστιν ἡ ψυχὴ τῶν δύο ὑποστάσεων, καὶ λοιπὸν εἰς οἷον ἂν μέρος ῥέψῃ τὸ θέλημα τῆς ψυχῆς, ἐκείνου γίνεται κτῆμα καὶ υἱός. Ὥσπερ δὲ εἰ ἀποστείλῃ τις πατὴρ εἰς πατρίδα ξένην τὸν ἑαυτοῦ υἱόν, ὅπου ἀπαντῶσιν αὐτὸν καθ’ ὁδὸν θηρία, καὶ δίδωσιν αὐτῷ φάρμακα καὶ ἀντίδοτα, ἵνα ἐὰν αὐτῷ ἐπέλθωσι τὰ θηρία ἢ δράκοντες, ἐπιδῷ τὸ φάρμακον καὶ ἀποκτείνῃ αὐτά, οὕτως καὶ ὑμεῖς σπουδάσατε λαβεῖν ἐπουράνιον φάρμακον, τὸ ἰαματικὸν καὶ ἀντίδοτον τῆς ψυχῆς, ἵνα δι’ αὐτοῦ ἀποκτείνητε τὰ ἰοβόλα θηρία τῶν ἀκαθάρτων πνευμάτων. Οὐκ ἔστι γὰρ εὔκολον πρᾶγμα καθαρὰν καρδίαν κτήσασθαι, εἰ μὴ μετὰ ἀγῶνος πολλοῦ καὶ καμάτου, ἵνα συνείδησιν καὶ καθαρὰν καρδίαν κτήσηται ἄνθρωπος, ἵνα ὁλοτελῶς ἐκριζωθῇ τὸ κακόν.

Καὶ γὰρ συμβαίνει χάριν εἶναι εἴς τινα, καὶ ἡ καρδία οὐ κεκαθάρισται, καὶ διὰ τοῦτο ἔπεσον οἱ πεσόντες, ὅτι οὐκ ἐπίστευσαν μετὰ τὴν χάριν συνεῖναι αὐτοῖς τὸν καπνὸν καὶ τὴν ἁμαρτίαν. Πάντες δὲ οἱ δίκαιοι διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ μέχρι τέλους εὐηρέστησαν τῷ Θεῷ. Ὁ Ἀβραὰμ κατὰ Θεὸν πλούσιος ὢν καὶ κατὰ κόσμον, γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε, καὶ ὁ ∆αβὶδ «ὄνειδος ἀνθρώπων» φησὶ «καὶ ἐξουδένωμα λαῶν, σκώληξ καὶ οὐκ ἄνθρωπος». Ὁμοίως πάντες οἱ προφῆται καὶ ἀπόστολοι κακουχούμενοι, ὀνειδιζόμενοι ἦσαν. Αὐτὸς ὁ Κύριος, ὅς ἐστιν ὁδὸς καὶ Θεός, ἐλθὼν οὐ δι’ ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν ἦλθε, μορφὴν δούλου λαβών, Θεὸς υἱὸς Θεοῦ, βασιλεὺς υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα καὶ θεραπεύων τοὺς τετραυματισμένους, ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος.

Ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τεταπεινωμένον ὡς ὅμοιον ἡμῖν. Δι’ ἡμᾶς οὕτως ἐφάνη, οὐ δι’ ἑαυτόν. Ἐννόησον, ἐν ᾗ ὥρᾳ ἔκραζον· σταύρωσον, σταύρωσον αὐτόν, καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας. Ὥσπερ ἐν τοῖς φαινομένοις ἐὰν ᾖ κακοποιὸς καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτως ὁ Κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ, ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν, κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. Ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον καὶ ἐρράπισαν αὐτόν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν; Γέγραπται γὰρ ὅτι «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων». Εἰ δὲ ὁ Θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ Δεσπότῃ σου ποιήσεις; Ὁ Θεὸς διὰ σὲ ἑαυτὸν ἐταπείνωσε, καὶ σὺ διὰ σεαυτὸν οὐ ταπεινοῦσαι, ἀλλ’ ἐπαίρῃ καὶ τυφοῦσαι; Ἦλθε γὰρ τὰς σὰς θλίψεις καὶ τὰ βάρη λαβεῖν καὶ τὴν αὐτοῦ ἀνάπαυσιν σοὶ δοῦναι· καὶ σὺ οὐ θέλεις πόνους βαστάσαι καὶ παθεῖν, ἵνα οὕτω δυνηθῇ σου τὰ τραύματα ἰάσεως τυχεῖν;

Δόξα τῇ ἀνοχῇ καὶ μακροθυμίᾳ αὐτοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: