Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΚΕ΄(25)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΚΕ΄(25)

Οἷς ἐνυπάρχει ὁ θεῖος νόμος οὐκ ἐν μέλανι καὶ γράμμασιν ἐγγεγραμμένος, ἀλλ’ ἐν καρδίαις σαρκίναις ἐμπεφυτευμένος, οὗτοι τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτισθέντες καὶ ἀεὶ ὀρεγόμενοι οὐ τῆς αἰσθητῆς καὶ βλεπομένης ἐλπίδος, ἀλλὰ τῆς ἀοράτου καὶ νοητῆς, περιγίνεσθαι τῶν τοῦ πονηροῦ σκανδάλων ἰσχύουσιν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἐκ τῆς ἀηττήτου δυνάμεως. Οἱ δὲ μὴ λόγῳ Θεοῦ τετιμημένοι μήτε νόμῳ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι, οἴονται διὰ τοῦ ἰδίου αὐτεξουσίου καταργεῖν τὰς ἀφορμὰς τῆς ἁμαρτίας τῆς διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου κατακρινομένης. Τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τῷ ἀντιστῆναι τῷ διαβόλῳ κεῖται, ἀλλ’ οὐκ ἐπὶ τῷ δύνασθαι ἔχειν παντελῶς τὸ κράτος κατὰ τῶν παθῶν· «ἐὰν γὰρ μὴ ὁ Κύριος οἰκοδομήσῃ» φησὶν «οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν».

Ἀμήχανον γὰρ «ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα», μὴ πρότερον, καθ’ ὅσον δυνατὸν ἀνθρώπῳ, ἐκκαθάραντα ἑαυτὸν καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς Ἀποστόλοις· «ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Εἴπερ γὰρ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ Ἁγίου Πνεύματος στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, οὐκ ἂν εἴρητο ὑπὸ τοῦ Ἀποστόλου· ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει, καὶ πάλιν· ὃν ὁ Κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ Κυρίου· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καταξιωθῶμεν τῆς υἱοθεσίας, εἰς μάτην πολιτευόμεθα, ὡς πόρρω τῆς δυνάμεως τοῦ Θεοῦ τυγχάνοντες.

Ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης καὶ ὥσπερ ἐν κατόπτρῳ τὴν Χριστοῦ μορφὴν ὁρᾶν ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ’ ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ Θεοῦ ἀντίληψιν ἐν δυνάμει, ἧς ἀμήχανον μετασχεῖν, εἰ μή, ὡς προεῖπον, ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου, τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως, ἥτις φωτὸς ἀλλοτρία ἐστὶ καὶ ἐνέργεια πονηρίας, ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι καὶ πάντῃ ἀπεξενωμένη.

Τοιγαροῦν εἰ βούλει μαθεῖν, τίνος ἕνεκεν κτισθέντες ἐν τιμῇ καὶ κατοικισθέντες ἐν παραδείσῳ τελευταῖον συμπαρεβλήθημεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκε ὅτι διὰ τῆς παρακοῆς δοῦλοι τῶν τῆς σαρκὸς παθῶν γενόμενοι ἀπεκλείσαμεν ἑαυτοὺς τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι ἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα, καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι οὔπω ἐκληρονομήσαμεν τὴν γῆν τῆς ἐπαγγελίας τὴν ῥέουσαν γάλα καὶ μέλι. Οὔπω συνεφυράθημεν τῇ ζύμῃ τῆς εἰλικρινείας, ἀλλ’ ἔτι ἐσμὲν ἐν τῇ τῆς πονηρίας ζύμῃ. Οὔπω ἐρραντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ Θεοῦ, ἔτι γὰρ τὸ «πέταυρον τοῦ ᾅδου» καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ.

Οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ, ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου ἐγκατερρίζωται ἡμῖν. Οὔπω ἐνεδυσάμεθα «τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι», ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Οὔπω φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου, «σύμμορφοι τῆς δόξης αὐτοῦ» γεγόναμεν. Οὔπω προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ Θεῷ διὰ τὸ βασιλεύειν «τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι». Οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου, ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα. Οὔπω ἐνεδυσάμεθα τὰ ὅπλα τοῦ φωτός, ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη καὶ ἔργα. Οὔπω μετεμορφώθημεν τῇ ἀνακαινίσει τοῦ νοός, ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ «τοῦ νοὸς ματαιότητι». Οὔπω Χριστῷ συνεδοξάσθημεν διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ. Οὔπω τὰ στίγματα αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ· ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν.
Οὔπω «κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ» γεγόναμεν· ἔτι γὰρ πνεῦμα δουλείας ἡμῖν ἐνυπάρχει καὶ οὐχ υἱοθεσίας. Οὔπω γεγόναμεν ναὸς Θεοῦ καὶ οἰκητήριον πνεύματος ἁγίου· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν.

Ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα. Οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως. Οὔπω ἡμῖν «ἡμέρα διηύγασεν οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν». Οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης οὔτε ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν. Οὔπω ἀπειλήφαμεν τὴν τοῦ Κυρίου ὁμοίωσιν οὔτε γεγόναμεν τῆς «θείας φύσεως κοινωνοί». Οὔπω γεγόναμεν ἄδολος πορφύρα βασιλικὴ οὔτε ἀνόθευτος εἰκὼν θεϊκή. Οὔπω ἐτρώθημεν τῷ θείῳ ἔρωτι οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου. Οὔπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν. Καὶ ἵνα συνελὼν πάντα εἴπω, οὔπω ἐσμὲν γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἐπειδὴ ἔτι ἐσμὲν ὄφεις, γεννήματα ἐχιδνῶν.

Πῶς δὲ οὐκ ὄφεις οἱ μὴ ἐν τῇ ὑπακοῇ τοῦ Θεοῦ εὑρισκόμενοι, ἀλλ’ ἐν τῇ διὰ τοῦ ὄφεως γενομένῃ παρακοῇ; Ἐπὶ τούτοις τοίνυν πῶς μὲν ἀξίως ὀδύρωμαι τὴν συμφοράν, οὐχ εὑρίσκω. Πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην, ἀγνοῶ. Πῶς δὲ ᾄσω τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Πῶς θρηνήσω τὴν Ἱερουσαλήμ; Πῶς ἀποφύγω τὴν μοχθηρὰν δουλείαν τοῦ Φαραώ; Πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν; Πῶς ἀρνήσομαι τὴν πικρὰν τυραννίδα; Πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου; Πῶς περάσω τὴν ἐρυθρὰν θάλασσαν; Πῶς παρέλθω τὴν μεγάλην ἔρημον; Πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων; Πῶς νικήσω τοὺς ἀλλοφύλους; Πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη; Πῶς δέξομαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; Πῶς ὄψομαι τὸν ἀληθινὸν στῦλον τοῦ φωτὸς καὶ τῆς ἐκ τοῦ ἁγίου πνεύματος νεφέλης; Πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τρυφῆς; Πῶς πίω τὸ ἐκ τῆς ζωοποιοῦ πέτρας ὕδωρ; Πῶς παρέλθω τὸν Ἰορδάνην εἰσελθὼν εἰς τὴν ἀγαθὴν γῆν τῆς ἐπαγγελίας; Πῶς ἴδω τὸν ἀρχιστράτηγον Κυρίου, ὃν ἰδὼν Ἰησοῦς ὁ τοῦ Ναυῆ πεσὼν παραχρῆμα προσεκύνησεν;

Ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη, οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης.

Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον Θεοῦ γενέσθαι καὶ εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός». Σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων, ὅπως εὑρεθῇς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Ὑψίστου. Σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν, τὴν εἰρηνευομένην Ἱερουσαλὴμ καὶ ἀνωτάτην, ἔνθα καὶ ὁ παράδεισος.
Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων οὐχ ἑτέρως πως καταξιωθήσῃ, εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς κατὰ τὸν λέγοντα· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Οὐ γὰρ ἀγνοεῖς ὅτι οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι; Διό φησιν ὁ προφήτης μετὰ παρρησίας· τῶν δακρύων μου μὴ παρασιωπήσῃς, καὶ πάλιν· «ἔθου τὰ δάκρυά μου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου» καί· «ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός», καὶ ἐν ἑτέρῳ ψαλμῷ· τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων.

Τὸ γὰρ ὄντως «ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας» προχεόμενον δάκρυον ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου, οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ Κυρίου καὶ δακρύουσα κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ σωτῆρος· φησὶ γάρ· Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ὤ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων. Ὤ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς. Ὤ τῆς ἀνδρείας καὶ σοφῆς διανοίας. Ὤ ὀξύτης Πνεύματος Κυρίου, ἔρωτος σφοδρῶς πρὸς τὸν ἄχραντον νυμφίον ἐπαγομένου. Ὤ κέντρον πόθου ψυχῆς πρὸς τὸν Θεὸν λόγον. Ὤ σύντομος κοινωνία νύμφης πρὸς τὸν οὐράνιον νυμφίον.

Μίμησαι ταύτην ὡς τέκνον, μίμησαι πρὸς μηδὲν ἕτερον ἀφορῶσα, εἰ μὴ πρὸς μόνον τὸν εἰπόντα· «πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη»· ἔστι γὰρ πύρωσις τοῦ πνεύματος ἡ ἀναζωπυροῦσα τὰς καρδίας. Διότι τὸ ἄϋλον καὶ θεῖον πῦρ φωτίζειν μὲν ψυχὰς καὶ δοκιμάζειν εἴωθεν ὥσπερ ἄδολον χρυσὸν ἐν καμίνῳ, κακίαν δὲ ἀναλίσκειν ὥσπερ ἀκάνθας καὶ καλάμην. «Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί», διδοὺς «ἐκδίκησιν τοῖς μὴ εἰδόσιν αὐτὸν ἐν φλογὶ πυρὸς καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ».Τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν τοῖς Ἀποστόλοις, ἡνίκα ἐλάλουν γλώσσαις πυρίναις. Τοῦτο τὸ πῦρ διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν, τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε, τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσεν· οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν. Τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ. Τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε. Τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ μακάριος ∆αβὶδ ἔλεγε· δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.

Τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τῶν σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος μετὰ τὴν ἀνάστασιν, ὅθεν καὶ οἱ ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι κατὰ τὸ εἰρημένον· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ Θεοῦ θαυμάσια κατὰ τὸν λέγοντα· «ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου». Τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δὲ δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις. Τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν, ἀλλ’ «ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν» ἀϊδίου, ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ Θεοῦ σὺν τῷ Κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ, δοξάζοντες πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, ὧν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: