Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΙΗ΄(18)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΙΗ΄(18)

Εἴ τις ἐν τῷ κόσμῳ πλούσιος σφόδρα τυγχάνει καὶ θησαυρὸν ἀπόκρυφον κέκτηται, ἐκ τοῦ θησαυροῦ καὶ πλούτου οὗπερ ἔχει πάντα ὅσα θέλει κτᾶται, καὶ οἷα βούλεται ἐν τῷ κόσμῳ ἐξαίρετα κτήματα εὐχερῶς ἐπισυνάγει τῷ θησαυρῷ, πεποιθὼς ὅτι δι’ αὐτοῦ πᾶσαν κτῆσιν ἣν ἂν βούληται εὐκόλως κτᾶται. Οὕτως καὶ οἱ ζητοῦντες παρὰ Θεοῦ καὶ εὑρόντες καὶ ἔχοντες τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρόν, αὐτὸν τὸν Κύριον ἐν ταῖς καρδίαις αὐτῶν ἐλλάμποντα, πᾶσαν δικαιοσύνην ἀρετῶν καὶ πᾶσαν κτῆσιν ἀγαθότητος τῶν ἐντολῶν τοῦ Κυρίου ἐκ τοῦ θησαυροῦ τοῦ ἐν αὐτοῖς ὄντος Χριστοῦ ἐπιτελοῦσι καὶ δι’ αὐτοῦ πλείονα πλοῦτον οὐράνιον ἐπισυνάγουσι. Διὰ γὰρ τοῦ ἐπουρανίου θησαυροῦ πᾶσαν ἀρετὴν δικαιοσύνης κατεργάζονται, πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ ἐν αὐτοῖς πλούτου πνευματικοῦ, καὶ εὐκόλως πᾶσαν δικαιοσύνην καὶ ἐντολὴν τοῦ Κυρίου διὰ τοῦ ἀοράτου τῆς χάριτος ἐν αὐτοῖς πλούτου ἐργάζονται. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· «ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι», τουτέστιν ὃν ἐν σαρκὶ ὄντες κτήσασθαι ἐν ἑαυτοῖς κατηξιώθησαν, τὴν ἁγιαστικὴν δύναμιν τοῦ πνεύματος, καὶ πάλιν· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.

Ὁ οὖν εὑρὼν καὶ ἔχων ἐν ἑαυτῷ τὸν ἐπουράνιον τοῦτον τοῦ Πνεύματος θησαυρόν, πᾶσαν δικαιοσύνην ἐντολῶν καὶ πᾶσαν ἐργασίαν ἀρετῶν ἀμώμως καὶ καθαρῶς ἐν τούτῳ κατεργάζεται, ἀβιάστως λοιπὸν καὶ εὐκόλως.

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν Θεὸν καὶ ἐκζητήσωμεν καὶ δεηθῶμεν αὐτοῦ, ἵνα τὸν θησαυρὸν τοῦ πνεύματος αὐτοῦ χαρίσηται ἡμῖν, καὶ οὕτως ἐν ταῖς ἐντολαῖς αὐτοῦ πάσαις ἀμώμως καὶ καθαρῶς ἀναστραφῆναι δυνηθῶμεν καὶ τὴν δικαιοσύνην τοῦ Πνεύματος πᾶσαν καθαρῶς καὶ τελείως ἀποπληρῶσαι διὰ τοῦ ἐπουρανίου θησαυροῦ, ὅς ἐστι Χριστός. Ὁ γὰρ πένης καὶ γυμνὸς καὶ πτωχὸς καὶ λιμώττων ἐν κόσμῳ οὐδὲν δύναται κτήσασθαι, τῆς πενίας αὐτὸν συνεχούσης· ὁ δὲ ἔχων θησαυρόν, ὡς προείρηται, εὐχερῶς οἷα βούλεται κτήματα καὶ ἀνωδύνως κτᾶται. Οὕτως καὶ ψυχὴ ἡ γυμνὴ καὶ ἔρημος ἀπὸ κοινωνίας Πνεύματος καὶ ὑπὸ τὴν δεινὴν πτωχείαν τῆς ἁμαρτίας οὖσα οὐδὲν δύναται κἂν θέλῃ, τῶν καρπῶν τοῦ Πνεύματος τῆς δικαιοσύνης ἐξ ἀληθείας ποιῆσαι πρὸ τῆς μεταλήψεως τοῦ Πνεύματος.

Ὅμως βιάζεσθαι χρὴ ἕκαστον ἑαυτὸν εἰς τὴν αἴτησιν τοῦ Κυρίου, ἵνα καταξιωθῇ λαβεῖν καὶ εὑρεῖν τὸν ἐπουράνιον τοῦ Πνεύματος θησαυρόν, ὥστε ἀκοπιάστως καὶ εὐχερῶς δυνηθῆναι ποιῆσαι πάσας τὰς ἐντολὰς τοῦ Κυρίου ἀμώμως καὶ καθαρῶς, ἃς πρὶν μετὰ βίας οὐκ ἠδύνατο κατορθῶσαι. Πένης γὰρ καὶ γυμνὸς ἀπὸ κοινωνίας Πνεύματος ὑπάρχων, πῶς ἠδύνατο τοιαῦτα πνευματικὰ κτήματα κτήσασθαι ἄνευ θησαυροῦ καὶ πλούτου πνευματικοῦ; Ἡ δὲ εὑροῦσα ψυχὴ τὸν Κύριον διὰ ζητήσεως Πνεύματος καὶ πίστεως καὶ ὑπομονῆς πολλῆς, τὸν ἀληθινὸν θησαυρόν, τοὺς καρποὺς τοῦ Πνεύματος κατεργάζεται, ὡς προείρηται, εὐχερῶς· πᾶσάν τε δικαιοσύνην καὶ ἐντολὰς τοῦ Κυρίου, ἃς ἐνετείλατο, τὸ πνεῦμα ἐν αὐτῇ καὶ δι’ αὐτῆς ποιεῖ καθαρῶς καὶ τελείως καὶ ἀμώμως.

Ἢ πάλιν ἑτέρῳ ὑποδείγματι χρησώμεθα. Ὥσπερ ἐάν τις ᾖ πλούσιος καὶ ποιήσῃ δεῖπνον πολυτελές· ἐκ τοῦ πλούτου αὐτοῦ καὶ θησαυροῦ οὗπερ ἔχει ἀναλίσκει καὶ οὐ δέδοικε, μή τινος αὐτῷ ἐνδεήσῃ πλοῦτον ἔχοντι μέγαν, καὶ οὕτως εὐφραίνει τοὺς δαιτυμόνας πολυτελῶς καὶ λαμπρῶς τοὺς κληθέντας ὑπ’ αὐτοῦ, διάφορα καὶ καινότερα παρέχων αὐτοῖς ἐδέσματα. Ὁ δὲ πένης καὶ ἐνδεὴς πλούτου ἐὰν βουληθῇ δεῖπνον κατασκευάσαι τισί, πάντα κιχρᾶται, καὶ αὐτὰ τὰ σκεύη καὶ ἱμάτια καὶ ἄλλα εἴδη, καὶ εἶθ’ οὕτως μετὰ τὸ δειπνῆσαι τοὺς κληθέντας ὡς ἐν δείπνῳ πένητος, ὕστερον ἑνὶ ἑκάστῳ ἀποδίδωσιν, ὅθεν ἐχρήσατο σκεῦος ἀργυροῦν ἢ ἱμάτιον ἢ ἕτερον εἶδος· καὶ οὕτως ἑκάστῳ ἀποδοθέντων πάντων αὐτὸς πένης καὶ γυμνὸς ἀπομένει, μὴ ἔχων ἴδιον πλοῦτον ἐξ οὗ εὐφραίνεσθαι δύναται.

Οὕτως καὶ οἱ πλούσιοι τῷ Πνεύματι τῷ Ἁγίῳ, ἔχοντες τὸν πλοῦτον τὸν ἐπουράνιον ἐν ἀληθείᾳ καὶ κοινωνίαν Πνεύματος ἐν ἑαυτοῖς, ἐπάν τισι λαλῶσι τὸν λόγον τῆς ἀληθείας καὶ ἐπάν τισι κοινωνῶσι λόγων πνευματικῶν καὶ εὐφρᾶναι ψυχὰς θελήσωσιν, ἐκ τοῦ ἰδίου πλούτου καὶ ἐκ τοῦ ἰδίου θησαυροῦ οὗ κέκτηνται ἐν ἑαυτοῖς, ἐξ αὐτοῦ λαλοῦσι καὶ ἐξ αὐτοῦ εὐφραίνουσι τὰς ψυχὰς τῶν ἀκουόντων τὸν πνευματικὸν λόγον, καὶ οὐ δεδοίκασι, μὴ ἐνδεήσῃ αὐτοῖς· ὅτι κέκτηνται ἐν ἑαυτοῖς θησαυρὸν οὐράνιον ἀγαθωσύνης, ἐξ οὗ προφέρουσι καὶ εὐφραίνουσι τοὺς πνευματικῶς ἑστιωμένους. Ὁ δὲ πένης καὶ μὴ κεκτημένος ἐκ τοῦ πλούτου τοῦ Χριστοῦ μήτε ἔχων πλοῦτον πνευματικὸν ἐν τῇ ψυχῇ, τὸν βρύοντα πᾶσαν ἀγαθωσύνην λόγων τε καὶ ἔργων καὶ ἐνθυμημάτων θείων καὶ μυστηρίων ἀλαλήτων, εἰ καὶ βούλεται οὗτος λόγον ἀληθείας λαλεῖν καὶ εὐφραίνειν τινὰς τῶν ἀκουόντων, ἀλλ’ ἐν δυνάμει καὶ ἀληθείᾳ τὸν λόγον τοῦ Θεοῦ μὴ κεκτημένος ἐν ἑαυτῷ, ἀλλὰ μόνον ἀπομνημονεύων καὶ κιχρώμενος λόγους ἐξ ἑκάστης γραφῆς ἢ παρὰ πνευματικῶν ἀνδρῶν ἀκούσας καὶ διηγούμενος καὶ διδάσκων, ἰδοὺ ἄλλους μὲν δοκεῖ εὐφραίνειν καὶ ἄλλοι ἀπολαύουσι τῶν λόγων· μετὰ δὲ τὸ διηγήσασθαι αὐτόν, ἕκαστος λόγος πρὸς τὰ ἴδια, ἀφ’ ὧν ἤρθη, ἀπέρχεται καὶ αὐτὸς πάλιν γυμνὸς ἀπομένει καὶ πένης, μὴ ἔχων ἴδιον θησαυρὸν Πνεύματος, ἀφ’ οὗ προφέρει καὶ ὠφελεῖ καὶ εὐφραίνει ἑτέρους, αὐτὸς πρῶτος μὴ εὐφραινόμενος μηδὲ ἀγαλλιώμενος τῷ πνεύματι.

∆ιὰ τοῦτο χρὴ πρῶτον ζητῆσαι παρὰ Θεοῦ ἐν πόνῳ καρδίας καὶ πίστει, ἵνα δῷ ἡμῖν εὑρεῖν τὸν πλοῦτον αὐτοῦ, τὸν ἀληθινὸν θησαυρὸν τοῦ Χριστοῦ ἐν ταῖς καρδίαις ἡμῶν, ἐν δυνάμει καὶ ἐνεργείᾳ πνεύματος. Καὶ οὕτως πρότερον ὠφέλειαν ἐν ἑαυτοῖς καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον εὑρόντες, τὸν Κύριον, τότε καὶ ἄλλους, ὡς δυνατὸν καὶ ἐφικτόν ἐστιν, ὠφελήσωμεν, ἀπὸ τοῦ ἔνδον θησαυροῦ τοῦ Χριστοῦ προφέροντες πᾶσαν ἀγαθωσύνην λόγων πνευματικῶν καὶ μυστηρίων ἐπουρανίων ποιούμενοι διήγησιν. Οὕτως γὰρ εὐδόκησεν ἡ ἀγαθότης τοῦ θελήματος τοῦ Πατρὸς τοῦ κατοικῆσαι ἐν παντὶ τῷ πιστεύοντι καὶ αἰτουμένῳ αὐτόν· «ὁ γὰρ ἀγαπῶν με» φησὶν «ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ πάλιν· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατήρ μου καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν». Οὕτως ἡ ἄπειρος χρηστότης τοῦ Πατρὸς ἠθέλησεν, οὕτως ἡ ἀνεννόητος ἀγάπη τοῦ Χριστοῦ εὐδόκησεν, οὕτως ἡ ἄρρητος ἀγαθότης τοῦ Πνεύματος ἐπηγγείλατο. Δόξα τῇ ἀρρήτῳ εὐσπλαγχνίᾳ τῆς Ἁγίας Τριάδος.

Οἱ γὰρ καταξιωθέντες «τέκνα γενέσθαι Θεοῦ» καὶ ἐκ Πνεύματος Ἁγίου «ἄνωθεν γεννηθῆναι» καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτούς, ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ Πνεύματός εἰσιν ὁδηγούμενοι, καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος ἐνεργούμενοι. Πρόσωπα δὲ ἐκ τῶν φαινομένων ἐν κόσμῳ ἀπολαύσεων ἐνέγκωμεν, τὰς ἐν ψυχῇ ἀναστροφὰς τῆς χάριτος ἐκ παραδειγμάτων μερικῶς ὑποδεικνύντες. Ἔστιν ὅτε γίνονται ὡς ἐν βασιλικῷ δείπνῳ εὐφραινόμενοι καὶ ἀγαλλιῶντες ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀνεκλαλήτῳ· ἄλλῃ ὥρᾳ εἰσὶν ὥσπερ νύμφη συναναπαυομένη ἐν κοινωνίᾳ τῷ νυμφίῳ αὐτῆς ἀναπαύσει θεϊκῇ. Ἄλλοτε γίνονται ὥσπερ ἄγγελοι ἀσώματοι, ἐν τοσαύτῃ κουφότητι καὶ ἐλαφρότητι ὄντες μετὰ τοῦ σώματος. Ἄλλοτέ εἰσιν ὥσπερ ἐν μέθῃ ποτοῦ εὐφραινόμενοι καὶ μεθύοντες τῷ πνεύματι μέθην θείαν μυστηρίων πνευματικῶν.

Ἄλλοτέ εἰσιν ὡς ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων, καὶ δεόμενοι ὑπὲρ ὅλου τοῦ Ἀδὰμ πένθος καὶ κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος εἰς τὴν ἀνθρωπότητα ἐκκαιόμενοι. Ἄλλοτε ἐν τοσαύτῃ ἀγαλλιάσει καὶ ἀγάπῃ ὑπὸ τοῦ Πνεύματος ἐκπυροῦνται, ὡς, εἰ δυνατόν, πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ. Ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτω παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ τοῦ πνεύματος, ὡς ἑαυτοὺς πάντων ἐσχατωτέρους καὶ ἐλάττους νομίζειν. Ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ Πνεύματος καταποθοῦνται. Ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς ἰσχυρῶς καταγωνίσεται τούτους νικήσας· ὁμοίως γὰρ καὶ πνευματικὸς λαμβάνει ὅπλα ἐπουράνια τοῦ Πνεύματος καὶ ἐπὶ τοὺς ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

Ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ ἡ ψυχὴ ἀναπαύεται, εἰς μόνην πνευματικὴν ἡδονὴν καὶ ἀνάπαυσιν ἄρρητον οὖσα καὶ εὐθηνίαν. Ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει Πνεύματος ἀνεξερευνήτου ὑπὸ τῆς χάριτος σοφίζεται, ἅπερ διὰ γλώσσης καὶ στόματος λαλῆσαι ἀδύνατον. Ἄλλοτε ὥσπερ εἷς τῶν ἀνθρώπων γίγνεται. Οὕτω ποικίλως ἐν αὐτοῖς ἡ χάρις ἀναστρέφεται καὶ πολυτρόπως ὁδηγεῖ τὴν ψυχήν, ἀναπαύουσα κατὰ τὸ θέλημα τοῦ Θεοῦ, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ Πατρὶ ἀποκαταστήσῃ.

Ταῦτα δὲ τὰ προειρημένα τοῦ Πνεύματος ἐνεργήματα μεγάλων μέτρων εἰσὶ τῶν ἐγγὺς τῆς τελειότητος ὄντων· αἱ γὰρ προειρημέναι τῆς χάριτος ποικίλαι ἀναπαύσεις διαφόρως μὲν λαλοῦνται, ἀδιαλείπτως δὲ εἰς αὐτοὺς ἐνεργοῦνται, ἐνέργειαν ἐνεργείας διαδεχομένης. Ὅταν γὰρ ἡ ψυχὴ πρὸς τὴν τελειότητα τοῦ Πνεύματος καταντήσῃ, τελείως πάντων τῶν παθῶν ἀποκαθαρισθεῖσα καὶ τῷ Παρακλήτῳ Πνεύματι διὰ τῆς ἀρρήτου κοινωνίας ἑνωθεῖσα καὶ ἀνακραθεῖσα, καὶ καταξιωθῇ πνεῦμα γενέσθαι, συγκεκραμένη τῷ πνεύματι, τότε ὅλη φῶς, ὅλη ὀφθαλμός, ὅλον πνεῦμα, ὅλον χαρά, ὅλον ἀνάπαυσις, ὅλον ἀγαλλίασις, ὅλον ἀγάπη, ὅλον σπλάγχνα, ὅλον ἀγαθότης καὶ χρηστότης γίνεται. Ὥσπερ γὰρ ἐν ἀβύσσῳ θαλάσσης λίθος πανταχόθεν ὕδατι περιέχεται, οὕτως οὗτοι παντὶ τρόπῳ Πνεύματι Ἁγίῳ ἀνακεκραμένοι ἀφωμοίωνται τῷ Χριστῷ, τὰς ἀρετὰς τῆς δυνάμεως τοῦ Πνεύματος ἀτρέπτως ἐν ἑαυτοῖς ἔχοντες, ἔσωθεν καὶ ἔξωθεν ὄντες ἄμωμοι καὶ ἄσπιλοι καὶ καθαροί.

Διὰ γὰρ τοῦ Πνεύματος καταρτισθέντες, πῶς δύνανται καρποὺς ἔξωθεν κακίας προαγαγεῖν; Ἀλλὰ πάντοτε διὰ πάντων οἱ καρποὶ τοῦ Πνεύματος ἐν αὐτοῖς διαλάμπουσι. Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν Θεὸν καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δῷ ἡμῖν τὴν ἐπουράνιον χάριν τῆς δωρεᾶς τοῦ Πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ Θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ τοῦ γυμνασμοῦ τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι, ὥς φησιν ὁ Ἀπόστολος· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Χριστοῦ», καὶ πάλιν· μέχρι καταντήσομεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἐπηγγείλατο ὁ Κύριος πᾶσι τοῖς πιστεύουσιν αὐτῷ καὶ αἰτουμένοις ἐν ἀληθείᾳ δωρήσασθαι τὰ μυστήρια τῆς ἀρρήτου κοινωνίας τοῦ Πνεύματος.

Καὶ ἡμεῖς οὖν ὁλοτελῶς ἑαυτοὺς τῷ Κυρίῳ ἀναθέντες τῶν προειρημένων ἀγαθῶν τυχεῖν σπεύσωμεν. Ψυχῇ καὶ σώματι ἀφιερωθέντες καὶ τῷ Σταυρῷ τοῦ Χριστοῦ προσηλωθέντες, ἄξιοι τῆς αἰωνίου βασιλείας γενώμεθα, δοξάζοντες Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: