Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία ΙΣΤ΄(16)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία ΙΣΤ΄(16)

Πᾶσαι αἱ νοεραὶ οὐσίαι, λέγω δὴ ἀγγέλων καὶ ψυχῶν καὶ δαιμόνων, ἀκέραιοι καὶ ἁπλούστατοι ὑπὸ τοῦ δημιουργοῦ ἐκτίσθησαν. Τὸ δέ τινας ἐξ αὐτῶν τραπῆναι εἰς τὸ κακὸν ἐκ τοῦ αὐτεξουσίου προσεγένετο αὐτοῖς· ἰδίῳ γὰρ θελήματι ἐξετράπησαν τοῦ προσήκοντος λογισμοῦ. Εἰ δέ φαμεν οὕτως ὑπὸ τοῦ δημιουργοῦ κτισθῆναι, ἄδικον κριτὴν λέγομεν τὸν Θεὸν πέμποντα εἰς πῦρ τὸν σατανᾶν. Εἰσὶ γάρ τινες τῶν αἱρετικῶν λέγοντες ὕλην ἄναρχον καὶ ὕλην ῥίζαν, καὶ ῥίζαν δύναμιν καὶ ἰσοδυναμίαν. Πρὸς τοῦτο οὖν ἔχεις εὐλόγως ἀντιθεῖναι ὅτι ποία ἐστὶ λοιπὸν ἡ νικῶσα δύναμις; Ἀνάγκη δὲ ὅτι ἡ τοῦ Θεοῦ. Λοιπὸν οὐκέτι ἐστὶν ἰσόχρονος ἢ ἰσοδύναμος ὁ ἡττώμενος. Οἱ λέγοντες ἐνυπόστατον τὸ κακὸν οὐδὲν ἴσασι. Θεῷ γὰρ οὐδέν ἐστι κακὸν ἐνυπόστατον κατὰ τὸ ἀπαθὲς αὐτοῦ καὶ θεϊκόν. Ἡμῖν δέ ἐστιν ἐνεργοῦν ἐν πάσῃ δυνάμει καὶ αἰσθήσει, πάσας ἐπιθυμίας ῥυπαρὰς ὑποβάλλον. Οὐ συνεκράθη δὲ οὕτως, ὃν τρόπον τινὲς λέγουσι τὴν μῖξιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἀλλ’ ὥς ἐστιν ἐν μιᾷ χώρᾳ ὁ σῖτος καθ’ ἑαυτὸν καὶ τὰ ζιζάνια καθ’ ἑαυτά· ὥς ἐστιν ἐν οἴκῳ ὁ λῃστὴς κατ’ ἰδίαν καὶ ὁ οἰκοδεσπότης κατ’ ἰδίαν.

Ἔστι πηγὴ ῥέουσα ὕδωρ καθαρὸν καὶ ὑπόκειται βόρβορος· ὅταν ταράξῃ τις τὸν βόρβορον, ὅλη ἡ πηγὴ θολοῦται. Οὕτως καὶ ἡ ψυχὴ ὅταν ταράσσηται, θολοῦται καὶ κιρνᾶται τῇ κακίᾳ, καὶ ἕν τι γίνεται ὁ σατανᾶς μετὰ τῆς ψυχῆς (πνεύματα ἀμφότερα), κατὰ τὴν πορνείαν ἢ τὸν φόνον· διὰ τοῦτο ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι. Πλὴν ἐν ἄλλῃ ὥρᾳ καθ’ ἑαυτήν ἐστιν ἡ ψυχὴ ἐνυπόστατος, μεταμελουμένη ἐφ’ οἷς ἔπραξε, καὶ κλαίει καὶ εὔχεται καὶ μνημονεύει Θεοῦ. Εἰ γὰρ πάντοτε ἦν ἡ ψυχὴ βεβυθισμένη εἰς τὸ κακόν, πῶς ἠδύνατο ταῦτα πράττειν, τοῦ σατανᾶ μηδέποτε θέλοντος εἰς μετάνοιαν ἔρχεσθαι τοὺς ἀνθρώπους; Ἄσπλαγχνος γὰρ ὑπάρχει. Καὶ ἡ γυνὴ κατὰ τὸ συντίθεσθαι τῷ ἀνδρὶ ἓν μετ’ αὐτοῦ. Ἄλλῃ δὲ ὥρᾳ κεχωρισμένοι εἰσίν, ὅτι πολλάκις ὁ εἷς αὐτῶν ἀποθνῄσκει καὶ ὁ ἕτερος ζῇ. Τοιοῦτόν τί ἐστι καὶ ἐπὶ τῇ κοινωνίᾳ τοῦ Ἁγίου Πνεύματος. Ἓν πνεῦμα γίνονται· «ὁ κολλώμενος γὰρ τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι». Τοῦτο δὲ γίνεται, ὅταν καταποθῇ ὁ ἄνθρωπος ἐν αὐτῇ τῇ χάριτι.

Εἰσὶ δέ τινες ἔχοντες γεῦσιν Θεοῦ, ἔτι ἐνεργούμενοι ὑπὸ τοῦ ἀντικειμένου, καὶ ξενίζονται ἄπειροι ὄντες· ὅτι μετὰ τὴν ἐπίσκεψιν τοῦ Θεοῦ ἐνεργοῦσι λογισμοὶ εἰς τὰ μυστήρια τοῦ Χριστιανισμοῦ· οἱ ἐν αὐτοῖς δὲ γηράσαντες οὐ ξενίζονται. Καὶ ὥσπερ οἱ ἔμπειροι γεωργοὶ ἐκ τῆς πολλῆς συνηθείας, ὅτε γένηται εὐφορία, οὐ τελείως ἀμέριμνοί εἰσιν, ἀλλ’ ἐκδέχονται καὶ λιμὸν καὶ στενοχωρίαν, οὔτε δὲ πάλιν ὅταν καταλάβῃ αὐτοὺς λιμὸς ἢ στενοχωρία, ἐπὶ πολὺ ἀπελπίζουσι, γνωρίζοντες τὴν μεταβολήν, οὕτως καὶ εἰς τὸ πνευματικόν. Ὅταν πειρασμοῖς ποικίλοις περιπέσῃ ἡ ψυχή, οὐ ξενίζεται οὔτε ἀπελπίζει, ἐπειδὴ οἶδεν ὅτι κατὰ συγχώρησιν ἀφίεται δοκιμασθῆναι καὶ παιδευθῆναι ὑπὸ τῆς κακίας· οὔτε δὲ πάλιν ὅτε ἐν πλούτῳ πολλῷ ἐστι καὶ ἀναπαύσει ἀμεριμνεῖ, ἀλλ’ ἐκδέχεται τὴν μεταβολήν. Καὶ ὁ ἥλιος, σῶμα καὶ δημιούργημα ὤν, καταλάμπων δὲ εἰς τόπους δυσώδεις ἔνθα ἐστὶ βόρβορος καὶ ἀκαθαρσίαι, οὐδὲν βλάπτεται ἢ μολύνεται, πόσῳ μᾶλλον τὸ καθαρὸν καὶ Ἅγιον Πνεῦμα, συνὸν τῇ ψυχῇ ἔτι ἐνεργουμένῃ ὑπὸ τοῦ πονηροῦ, οὐδὲν συμπεριλαμβάνει ἀπ’ αὐτῶν· καὶ γὰρ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε.

Καὶ ὅτε οὖν ἐν βάθει ἐστὶ καὶ πλουτεῖ τῇ χάριτι ὁ ἄνθρωπος, ἔστι λείψανον ἔτι παρ’ αὐτῷ τῆς κακίας, ἔχει τὸν ἀντιλήπτορα βοηθοῦντα αὐτῷ. Ὅταν οὖν τις ἐν θλίψεσιν ᾖ καὶ παθῶν τρικυμίαις, οὐκ ὀφείλει ἀπελπίσαι· ἐπὶ πλεῖον γὰρ οὕτω παχύνεται ἡ ἁμαρτία καὶ ἐπεισέρχεται. Ὅταν δὲ ἔχῃ τις πάντοτε τὴν ἐλπίδα τοῦ Θεοῦ, ὥσπερ λεπτύνεται καὶ ἐξυδαροῦται τὸ κακόν. Τὸ οὖν εἶναί τινας παραλελυμένους ἢ λελωβημένους, πυρέσσοντας καὶ ἀσθενοῦντας, τοῦτο ἐκ τῆς ἁμαρτίας προσεγένετο· αὕτη γὰρ ῥίζα ἐστὶ πάντων τῶν κακῶν, καὶ τὰ πάθη δὲ τῶν ἐπιθυμιῶν τῆς ψυχῆς καὶ τῶν κακῶν διαλογισμῶν ἐξ αὐτῆς εἰσιν. Ὥσπερ ἐὰν ᾖ πηγὴ ῥέουσα καὶ ἔχῃ τοὺς παρακειμένους τόπους διΰγρους καὶ νοτερούς, θέρμης δὲ γενομένης καὶ αὐτὴ καὶ οἱ ἔγγιστα τόποι ξηραίνονται, οὕτως καὶ εἰς τοὺς δούλους τοῦ Θεοῦ, εἰς οὓς πλεονάζει ἡ χάρις, ξηραίνει τὴν τοῦ πονηροῦ ἐπιθυμίαν, ὁμοίως δὲ καὶ τὴν φυσικήν, ἐπειδὴ νῦν οἱ τοῦ Θεοῦ ἄνθρωποι μειζότεροι γίγνονται τοῦ πρώτου Ἀδάμ.

Ὁ Θεὸς ἀπερίγραπτός ἐστι καὶ ἀκατάληπτος, πανταχοῦ ἐπιφαινόμενος, καὶ ἐν τοῖς ὄρεσι καὶ ἐν τῇ θαλάσσῃ καὶ ὑποκάτω τῆς ἀβύσσου, καὶ οὐχὶ κατὰ μετάβασιν, ὃν τρόπον οἱ ἄγγελοι κατερχόμενοι ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν· ἔστι γὰρ ἐν οὐρανῷ καὶ ἔστιν ὧδε. Ἀλλ’ ἐρεῖς μοι· πῶς δύναται ὁ Θεὸς ἐν τῇ γεέννῃ εἶναι ἢ πῶς δύναται ἐν τῷ σκότει εἶναι ἢ ἐν τῷ σατανᾷ ἢ ἐν τόποις, ὅπου ἐστὶ δυσωδία; Ἀποκρίνομαί σοι κἀγὼ ὅτι ἀπαθής ἐστι καὶ πάντα περιέχει· ἀπερίγραπτος γάρ ἐστι, καὶ ὁ σατανᾶς ὢν κτίσμα αὐτοῦ δεσμεῖται. Τὸ δὲ ἀγαθὸν οὔτε ῥυποῦται οὔτε σκοτίζεται. Εἰ δὲ οὐ λέγεις αὐτὸν περιέχειν τὰ πάντα καὶ τὴν γέενναν καὶ τὸν σατανᾶν, ποιεῖς αὐτὸν περίγραπτον εἰς ἐκεῖνον τὸν τόπον, ἐν ᾧ ἐστιν ὁ πονηρός, ἵνα ζητῶμεν ἄλλον ἀνώτερον αὐτοῦ· ἀνάγκη γὰρ τὸν Θεὸν πανταχοῦ εἶναι. Διὰ δὲ τὸ μυστήριον τῆς θεότητος καὶ τὴν λεπτότητα ἐν αὐτῷ περιεχόμενον τὸ σκότος οὐ καταλαμβάνει αὐτὸν οὔτε δύναται τὸ κακὸν μετέχειν τῆς καθαρότητος, εἰ καὶ ἐν αὐτῷ ἐστι. Τῷ οὖν Θεῷ οὐδὲν κακὸν ἐνυπόστατον, ἐπεὶ οὐδὲν ἀδικεῖται.

Ἡμῖν δέ ἐστι κακὸν διὰ τὸ οἰκεῖν ἐν τῇ καρδίᾳ καὶ ἐνεργεῖν, ὑποβάλλον λογισμοὺς πονηροὺς καὶ ῥυπαροὺς καὶ μὴ συγχωροῦν καθαρῶς προσεύχεσθαι, ἀλλ’ αἰχμαλωτίζον τὸν νοῦν εἰς τὸν αἰῶνα τοῦτον. Ἐνδέδυται οὖν τὰς ψυχάς, ἥψατο δὲ καὶ αὐτῶν τῶν ὀστέων καὶ μυελῶν. Ὥσπερ οὖν ἐστιν εἰς τὸν ἀέρα ὁ σατανᾶς καὶ ὁ Θεὸς παρὼν ἐκεῖ οὐδὲν ἀδικεῖται, οὕτως καὶ ἐν τῇ ψυχῇ ἐστιν ἡ ἁμαρτία· ὁμοίως δὲ καὶ χάρις Θεοῦ σύνεστι μηδὲν ἀδικουμένη. Ὥσπερ ἐὰν ᾖ δοῦλος ἐγγὺς τοῦ δεσπότου αὐτοῦ, οὗτος πάντοτε ἔγγιστα αὐτοῦ ὢν ὑπὸ φόβον ἐστί, μηδὲν ἄνευ αὐτοῦ διαπραττόμενος, οὕτως καὶ ἡμεῖς τῷ Δεσπότῃ Χριστῷ τῷ καρδιογνώστῃ τοὺς λογισμοὺς ἡμῶν ἀνατιθέναι καὶ φανεροῦν ὀφείλομεν καὶ ἔχειν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν ἐπ’ Αὐτόν, ὅτι Αὐτός μοῦ ἐστι πλοῦτος καὶ Αὐτός μοῦ ἐστι πατήρ, Αὐτός μοῦ ἐστι δόξα. Πάντοτε οὖν ἐν τῇ συνειδήσει ὀφείλεις ἔχειν τὴν μέριμναν καὶ τὸν φόβον. Ἐὰν δὲ καί τις μὴ ἔχῃ τὴν χάριν τοῦ Θεοῦ πεφυτευμένην καὶ πεπηγμένην ἐν ἑαυτῷ, ὥστε νυκτὸς καὶ ἡμέρας ὡς φυσικὸν εἶναι προσκεκολλημένον τῇ ψυχῇ τὸ καθ’ ὥραν ὁδηγοῦν αὐτὸν καὶ διϋπνίζον καὶ ὑπορθοῦν εἰς τὰ ἀγαθά, ἵνα γοῦν τὴν μέριμναν ἔχῃ, τὸν φόβον, τὸν πόνον ὡς φυσικὸν καὶ ἄτρεπτον, τὸν συντριμμὸν τῆς καρδίας πάντοτε πεπηγμένον.

Ὥσπερ δὲ μέλισσα κρυπτῶς ἐργαζομένη τὸ κηρίον ἐν τῷ κοσκίνῳ οὕτως καὶ ἡ χάρις κρυπτῶς ἐργάζεται ἐν ταῖς καρδίαις τὴν ἑαυτῆς ἀγάπην καὶ μεταβάλλει ἀπὸ πικρότητος εἰς γλυκύτητα, ἀπὸ τραχύτητος εἰς λειότητα. Ὥσπερ δὲ ἀργυροκόπος καὶ ἀναγλυφάριος ἀναγλύφων δίσκον κατὰ μέρος σκεπάζει ἅπερ γλύφει διάφορα ζῴδια· ἐπὰν δὲ τελέσῃ, τότε φανεροῖ αὐτὸν ἐξαστράπτοντα τῷ φωτί, οὕτως καὶ ὁ Κύριος, ὁ ἀληθινὸς τεχνίτης, ἀναγλύφει τὰς καρδίας ἡμῶν καὶ ἀνακαινίζει ἐν μυστηρίῳ, ἕως οὗ ἐκδημήσωσιν ἐκ τοῦ σώματος, καὶ τότε φαίνεται τῆς ψυχῆς τὸ κάλλος. Οἱ γὰρ θέλοντες σκεύη κατασκευάσαι καὶ ἐνυφᾶναι ζῴδια πρῶτον κηροπλαστοῦσι, καὶ οὕτως ἐκχέουσι καθ’ ὁμοιότητα ἐκείνου, ὥστε τὸ ἔργον κατ’ ἐκεῖνο ἀποτελεσθῆναι τὸ σχῆμα, οὕτως καὶ ἡ ἁμαρτία πνεῦμα οὖσα, εἰκόνα ἔχει καὶ μεταβάλλεται εἰς μορφὰς πολλάς. Ὁμοίως δὲ καὶ ὁ ἔσω ἄνθρωπος ζῴδιόν ἐστί τι, ἔχον εἰκόνα καὶ μόρφωσιν· ὁμοίωμα γάρ ἐστι τοῦ ἔξω ἀνθρώπου ὁ ἔσω. Μέγα οὖν ἐστι τὸ σκεῦος καὶ τίμιον, ἐπειδὴ ἀπὸ πάντων τῶν κτισμάτων ἐκεῖ εὐδόκησεν ὁ Κύριος. Καὶ οἱ μὲν ἀγαθοὶ λογισμοὶ τῆς ψυχῆς ἐοίκασι λίθοις τιμίοις καὶ μαργαρίταις, οἱ δὲ ἀκάθαρτοι λογισμοὶ μεμεστωμένοι εἰσὶν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας καὶ δυσωδίας.

Οἱ οὖν Χριστιανοὶ ἄλλου αἰῶνός εἰσιν, υἱοὶ Ἀδὰμ τοῦ ἐπουρανίου, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, ἀδελφοὶ Χριστοῦ φωτεινοὶ ὅμοιοι τῷ Πατρὶ αὐτῶν Ἀδὰμ τῷ πνευματικῷ καὶ φωτεινῷ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. Οὔκ εἰσι τοῦ κόσμου τούτου, ἀλλὰ ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· «οὔκ ἐστε ἐκ τοῦ κόσμου τούτου, ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου».

Ἀλλ’ ὥσπερ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν, ἀποστέλλει πρὸς τοὺς ἰδίους ἐπὶ τῷ κτισθῆναι αὐτῷ οἴκους, παραδείσους, ἐνδύματα ἀναγκαῖα· καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, τότε πλοῦτον πολὺν ἐπιφέρεται, μετὰ πολλῆς δὲ χαρᾶς προσδέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ καὶ προσγενεῖς, οὕτω κἂν τοῖς πνευματικοῖς. Εἴ τινες ἐμπορεύονται τὸν ἐπουράνιον πλοῦτον, ἴσασιν οἱ συμπολῖται, τουτέστι τὰ πνεύματα τῶν ἁγίων καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσι λέγοντες· εἰς μέγαν πλοῦτον εἰσῆλθον οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐπὶ τῆς γῆς. Ἔχοντες οὖν οὗτοι μεθ’ ἑαυτῶν τὸν Κύριον ἐν τῇ ἀναλύσει, ἐν μεγάλῃ χαρᾷ ἔρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ Κυρίου ἐκεῖ εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους καὶ ἐνδύματα ὁλολαμπρὰ καὶ πολυτελῆ.

Νήψεως οὖν ἐν πᾶσι χρεία, ἵνα μὴ καὶ ἃ δοκοῦμεν ἔχειν ἀγαθά, πρὸς βλάβην ἡμῶν γένωνται. Καὶ γὰρ οἱ χρηστοὶ κατὰ φύσιν ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι’ αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι’ αὐτῆς τῆς σοφίας κλέπτονται. Δεῖ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ Κύριον καὶ μὴ ἐφ’ ἑαυτόν. Ἡ γὰρ ἀρετὴ διὰ πολλῶν εἰδῶν ἀρτύεται, ὥσπερ ἔδεσμά τι τῶν ἀναγκαίων διὰ κονδίτου ἢ ἑτέρου τινός, καὶ τοῦτο οὐ μόνον διὰ μέλιτος ἀλλὰ καὶ πεπέρεως, καὶ οὕτως εὑρίσκεται χρήσιμον.

Οἱ λέγοντες μὴ εἶναι τὴν ἁμαρτίαν ἐν τῷ ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ τοῦτο μὴ ὁμολογοῦντες, ἀλλὰ λέγοντες· ἦχον ὑδάτων ἠκούσαμεν. Οὕτω καὶ αὐτοὶ καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῶν κυμάτων τῆς κακίας οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ καὶ τοῖς λογισμοῖς αὐτῶν τὴν ἁμαρτίαν.

Ἄλλοι οὖν εἰσιν οἱ λόγον μὲν ἔχοντες καὶ λαλοῦντες, μὴ ἠρτυμένοι δὲ τῷ ἐπουρανίῳ ἅλατι, καὶ διηγοῦνται περὶ τραπέζης βασιλικῆς μηδὲν φαγόντες ἢ κτησάμενοι. Ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα καὶ ἀνοιγέντων αὐτῷ θησαυρῶν, εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων ἐκείνων τῶν πολυτελῶν.

Ὥσπερ ἐὰν ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, πᾶσι κεκοσμημένον ἀγαθοῖς, ἐφ’ ᾧ ἔχει πάσας τὰς ἐλπίδας· καὶ συμβῇ τοῦτον ταφῆναι ὑπ’ αὐτῆς, λοιπὸν προσγίνεται αὐτῇ πόνος ἄπαυστος καὶ πένθος ἀπαραμύθητον, οὕτως καὶ ὁ νοῦς ὡς ἀποθανούσης ἀπὸ Θεοῦ τῆς ψυχῆς ὀφείλει πένθος ἀναλαβεῖν καὶ δάκρυα, πόνον ἄπαυστον, συντετριμμένην ἔχειν καρδίαν, ὑπὸ φόβον εἶναι καὶ μέριμναν, ἔχειν δὲ καὶ τὴν πεῖναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε. Τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις Θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλὰ χαίρει ὡς ὁ εὑρὼν θησαυρόν, καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν· ἐπέρχονται γὰρ οἱ λῃσταί.

Ὥσπερ ἐάν τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα εὕρῃ περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὐκέτι δέδοικε ζημίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτως καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες ἐν πολλοῖς πειρασμοῖς καὶ φοβεροῖς τόποις, εἶτα χάριτος πληρωθέντες καὶ μεμεστωμένοι τῶν ἀγαθῶν, οὐκέτι δεδοίκασι τοὺς θέλοντας αὐτοὺς συλῆσαι, ἐπειδὴ ὁ πλοῦτος οὐκ ἔστιν αὐτοῖς ὀλίγος. Ἔχουσι δὲ καὶ φόβον, οὐ τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ φόβον καὶ μέριμναν, πῶς διοικήσουσι τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα.

Ἔχει δὲ ὁ τοιοῦτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας ἁμαρτωλοὺς καὶ ἀτάκτους ἀνθρώπους, καὶ ὅσον εἰς ἄβυσσον τῆς χάριτος τοῦ φωτός ἐστι, τοσοῦτον ἑαυτὸν ἔχει πένητα καὶ πτωχὸν ἐν πᾶσι παρὰ πάντας ἁμαρτωλούς, καὶ ἔχει ἐν ἑαυτῷ τὸν τοιοῦτον λογισμὸν ἐμφυτευθέντα ὡς φυσικόν, καὶ ὅσον εἰσέρχεται εἰς γνῶσιν Θεοῦ, τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσον μανθάνει, ὡς μηδὲν εἰδώς ἐστι. Ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φυσικὰ ἐν τῇ ψυχῇ ἀπεργάζεται.

Ὥσπερ ἐὰν ᾖ παιδίον ὑπὸ νεανίσκου βασταζόμενον, καὶ ὁ βαστάζων αὐτὸ περιφέρει ὅπου θέλει, οὕτω καὶ ἡ κατὰ βάθους ἐνεργουμένη χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανούς, εἰς τὸν τέλειον κόσμον, εἰς τὴν αἰώνιον κατάπαυσιν. Καὶ ἐν αὐτῇ δὲ τῇ χάριτί εἰσι μέτρα καὶ ἀξιώματα. Ἄλλος ἐστὶν ὁ στρατηλάτης ἔχων παρρησίαν πρὸς τὸν βασιλέα καὶ ἄλλος ἐστὶν ὁ ἡγεμών.

Ὥσπερ οἶκος πεπληρωμένος καπνοῦ ὑπερεκχεῖ τοῦτον καὶ εἰς τὸν ἔξω ἀέρα, οὕτως κἂν τῇ ψυχῇ μεμεστωμένῃ ἡ κακία ὑπερεκχεῖται ἔξωθεν καὶ ἐπιτελεῖ καρπούς.

Ὡς οἱ ἐγκεχειρισμένοι ἀρχὰς ἐπαρχότητος ἢ θησαυρῶν βασιλικῶν πάντα τὸν χρόνον ἐν μερίμνῃ εἰσί, μήπως ἄρα προσκρούσωσι τῷ βασιλεῖ, οὕτω καὶ οἱ ἐμπιστευθέντες ἔργον πνευματικὸν ἀεὶ ἐν μερίμνῃ εἰσί, καὶ ἔχοντες ἀνάπαυσιν ὥσπερ οὔκ εἰσιν ἀναπεπαυμένοι. Ἡ βασιλεία γὰρ τοῦ σκότους ἡ ἐπεισελθοῦσα τῇ πόλει, τουτέστι τῇ ψυχῇ, καὶ οἱ διακατέχοντες βάρβαροι τὰς νομὰς αὐτῆς ἐξωθοῦνται ἀπ’ αὐτῆς.

Ἀποστέλλει γὰρ ὁ βασιλεὺς Χριστὸς εἰς ἐκδίκησιν τῆς πόλεως καὶ δεσμεῖ τοὺς τυράννους, καὶ στρατηγίαν ἐπουράνιον καὶ παράταξιν πνευμάτων ἁγίων ἐκεῖ κατοικίζει, ὥσπερ εἰς πατρίδα ἰδίαν. Καὶ λοιπὸν φαίνει ὁ ἥλιος ἐν τῇ καρδίᾳ, καὶ αἱ ἀκτῖνες αὐτοῦ διατρέχουσιν εἰς ὅλα τὰ μέλη, καὶ ἔστιν ἐκεῖ λοιπὸν βαθεῖα εἰρήνη βασιλεύουσα. Ὁ δὲ ἀγὼν τοῦ ἀνθρώπου καὶ ἡ ἄθλησις καὶ ἡ δοκιμασία καὶ ἡ πρὸς Θεὸν εὔνοια τότε φαίνεται, ὅτε τῆς χάριτος ὑποστελλομένης ἀνδρίσεται καὶ βοήσει πρὸς τὸν Θεόν.

Ἀλλὰ σὺ ἀκούων, ὅτι εἰσὶ ποταμοὶ δρακόντων καὶ στόματα λεόντων καὶ δυνάμεις αἱ ὑπὸ τὸν οὐρανὸν σκοτειναὶ καὶ πῦρ φλέγον καὶ καχλάζον ἐν τοῖς μέλεσιν, ὡς οὐδὲν ἡγῇ, μὴ εἰδὼς ὅτι ἐὰν μὴ δέξῃ τὸν ἀρραβῶνα τοῦ πνεύματος τοῦ Ἁγίου ἐν τῷ ἐξέρχεσθαι τοῦ σώματος, κατέχουσί σου τὴν ψυχήν, μὴ ἐῶντές σε ἀνελθεῖν εἰς τοὺς οὐρανούς; Ὁμοίως δὲ καὶ περὶ τοῦ ἀξιώματος τῆς ψυχῆς ἀκούων, πῶς ἐστι τιμία ἡ νοερὰ οὐσία, οὐ συνιεῖς ὅτι οὐκ εἶπε περὶ ἀγγέλων, ἀλλὰ περὶ τῆς ἀνθρωπίνης φύσεως τό· «ποιήσωμεν κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καὶ ὅτι «ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχεται», σὺ δὲ εἰς ἀθανασίαν ἐκλήθης, εἰς υἱοθεσίαν, εἰς ἀδελφότητα, εἰς νύμφην βασιλέως; Ἐν γὰρ τοῖς φαινομένοις πάντα τὰ τοῦ νυμφίου τῆς νύμφης εἰσί, καὶ πάντα τὰ τοῦ Κυρίου ὅσα εἰσίν, ἐμπιστεύει σοι. Ἦλθε γὰρ εἰς πρεσβείαν σὴν δι’ ἑαυτοῦ, ἵνα σε ἀνακαλέσηται. Καὶ σὺ οὐ νοεῖς οὐδὲ συνῆκας τὴν εὐγένειάν σου; Δικαίως ὁ πνευματοφόρος πενθεῖ σου τὴν πτῶσιν λέγων· ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: