Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία Ι΄(10)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία Ι΄(10)

Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ’ ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ’ ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι. Τετρωμέναι δὲ τῷ οὐρανίῳ πόθῳ καὶ ἔκπεινοι οὖσαι περὶ τὴν δικαιοσύνην τῶν ἀρετῶν, τὴν ἔκλαμψιν τοῦ Πνεύματος ἐν ἐπιθυμίᾳ πολλῇ καὶ ἀκορέστῳ ἔχουσιν. Εἰ δὲ καὶ θείων μυστηρίων διὰ τῆς πίστεως αὐτῶν ἐπίγνωσιν λαβεῖν ἀξιοῦνται εἴτε καὶ εὐφροσύνης ἐπουρανίου χάριτος μέτοχοι γίγνονται, οὐ πεποίθασιν ἐν ἑαυταῖς οἰόμεναι εἶναί τι, ἀλλ’ ὅσῳ πνευματικῶν χαρισμάτων καταξιοῦνται, τοσούτῳ μᾶλλον ἀκορέστως ἔχουσαι τοῦ οὐρανίου πόθου ἐμπόνως ἐπιζητοῦσι· καὶ ὅσον ἂν πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν λάβωσι, τοσούτῳ μᾶλλον ἔκπεινοι καὶ ἔκδιψοι εἰς τὴν μετάληψιν καὶ αὔξησιν τῆς χάριτος ὑπάρχουσι, καὶ ὅσῳ πνευματικῶς πλουτοῦσι, τοσούτῳ μᾶλλον ὡς πενόμεναί εἰσι παρ’ ἑαυταῖς, ἀκορέστως ἔχουσαι τῷ πνευματικῷ πόθῳ πρὸς τὸν οὐράνιον νυμφίον, ὥς φησιν ἡ γραφή· «οἱ τρώγοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν».

Αἱ τοιαῦται ψυχαὶ αἱ ἐμπύρως καὶ ἀκορέστως τὴν ἀγάπην πρὸς Κύριον ἔχουσαι ἄξιαι τῆς αἰωνίου ζωῆς τυγχάνουσι· διὸ καὶ τῶν παθῶν τῆς ἀπολυτρώσεως καταξιοῦνται καὶ τοῦ Ἁγίου Πνεύματος τοῦ ἀρρήτου καὶ μυστικῆς κοινωνίας ἐν πληρώματι χάριτος ἔκλαμψιν καὶ μετουσίαν τελείως κομίζονται. Ὅσαι δὲ ἄνανδροι καὶ χαῦνοι ψυχαί, μὴ ζητοῦσαι ἀπεντεῦθεν, ὡς ἔτι ἐν σαρκὶ τυγχάνουσι, τὸν ἁγιασμὸν τῆς καρδίας οὐκ ἐκ μέρους, ἀλλὰ τελείως δι’ ὑπομονῆς καὶ μακροθυμίας δέξασθαι καὶ κοινωνῆσαι τῷ Pαρακλήτῳ Pνεύματι ἐν τελειότητι μετὰ πάσης αἰσθήσεως καὶ πληροφορίας μὴ ἐλπίσασαι, καὶ τῶν παθῶν τῆς κακίας λυτρωθῆναι διὰ τοῦ πνεύματος μὴ ἐκδεξάμεναι ἢ πάλιν χάριτος θείας καταξιωθεῖσαι, εἰς ἀμεριμνίαν τινὰ καὶ ἄνεσιν, ὑπὸ τῆς κακίας κλεπτόμεναι, ἑαυτὰς ἐξέδωκαν.

‘Ως ὅτι λαβοῦσαι τὴν χάριν τοῦ Πνεύματος καὶ ἔχουσαι παράκλησιν τῆς χάριτος ἐν ἀναπαύσει καὶ πόθῳ καὶ γλυκύτητι πνευματικῇ. Καὶ ἐπὶ τούτῳ πεποιθυῖαι ὑψοῦνται καὶ ἀμεριμνοῦσι, μὴ συντριβόμεναι τὴν καρδίαν καὶ τῷ φρονήματι μὴ ταπεινούμεναι μήτε οὖσαι εἰς τὸ τέλειον τῆς ἀπαθείας μέτρον μήτε πληρωθῆναι τελείως τῆς χάριτος ἐν πάσῃ σπουδῇ καὶ πίστει ἐκδεξάμεναι, ἀλλ’ ἐπληροφορήθησαν καὶ ἐπανεπάησαν καὶ ἐναπέμειναν εἰς τὴν ὀλίγην τῆς χάριτος παράκλησιν, εἰς ἔπαρσιν μᾶλλον ἤπερ εἰς ταπείνωσιν προκόψασαι. Αἱ τοιαῦται ψυχαὶ καὶ οὗπερ κατηξιώθησαν χαρίσματος, ὁτεδήποτε ἀπογυμνοῦνται διὰ τὴν ἀμελῆ καταφρόνησιν καὶ τὸν μάταιον τῆς οἰήσεως αὐτῶν τῦφον.

Ψυχὴ γὰρ ἡ ἀληθῶς φιλόθεος καὶ φιλόχριστος κἂν μυρίας δικαιοσύνας ποιήσῃ, ὡς μηδὲν ἐργασαμένη οὕτως ἔχει παρ’ ἑαυτῇ διὰ τὸν πρὸς Κύριον ἀκόρεστον πόθον· κἂν νηστείαις κἂν ἀγρυπνίαις τὸ σῶμα καταδαπανήσῃ, ὡς μηδέπω ἀρξαμένη πονεῖν περὶ τὰς ἀρετὰς διάκειται· κἂν χαρισμάτων τοῦ πνεύματος διαφόρων ἢ καὶ ἀποκαλύψεων καὶ μυστηρίων οὐρανίων τυχεῖν καταξιωθῇ, ὡς μηδὲν ἀκμὴν κεκτημένη ἐν ἑαυτῇ ἐστι διὰ τὴν ἄμετρον καὶ ἀκόρεστον πρὸς Κύριον ἀγάπην. Ἀλλὰ πᾶσαν ἡμέραν ἔκπεινος καὶ ἔκδιψος διὰ πίστεως καὶ ἀγάπης ἐν προσκαρτερήσει εὐχῆς εἰς τὰ τῆς χάριτος μυστήρια καὶ εἰς πᾶσαν κατάστασιν ἀρετῆς ἀκορέστως ἔχει, ἔρωτι Πνεύματος οὐρανίῳ τετρωμένη καὶ πόθον ἔμπυρον διὰ τῆς χάριτος ἀεὶ ἐν ἑαυτῇ πρὸς τὸν οὐράνιον νυμφίον ἀνακινοῦσα, ἐπιθυμοῦσα τελείως καταξιωθῆναι τῆς πρὸς αὐτὸν μυστικῆς καὶ ἀρρήτου ἐν ἁγιασμῷ Πνεύματος κοινωνίας, ἀποκεκαλυμμένη τῷ τῆς ψυχῆς προσώπῳ καὶ ἐνατενίζουσα τῷ ἐπουρανίῳ νυμφίῳ, πρόσωπον πρὸς πρόσωπον ἐν φωτὶ πνευματικῷ καὶ ἀνεκλαλήτῳ, ἀνακιρνωμένη τούτῳ ἐν πληροφορίᾳ πάσῃ, συμμορφιζομένη τῷ θανάτῳ αὐτοῦ ἐν ἐπιθυμίᾳ πολλῇ, τὸν ὑπὲρ Χριστοῦ θάνατον προσδοκῶσα πάντοτε καὶ τῆς ἁμαρτίας καὶ τῆς σκοτίας τῶν παθῶν τελείαν λύτρωσιν δέξασθαι ὑπὸ τοῦ Πνεύματος ἐν πληροφορίᾳ πιστεύουσα, ἵνα καθαρισθεῖσα διὰ τοῦ πνεύματος ψυχῇ καὶ σώματι ἁγιασθεῖσα καθαρὸν σκεῦος εἰς ὑποδοχὴν τοῦ ἐπουρανίου μύρου καὶ μονὴν τοῦ ἀληθινοῦ βασιλέως Χριστοῦ γενέσθαι καταξιωθῇ. Καὶ τότε τῆς ἐπουρανίου ζωῆς ἀξία καθίσταται, οἰκητήριον καθαρὸν Πνεύματος Ἁγίου ἐντεῦθεν γενομένη.

Εἰς ταῦτα δὲ τὰ μέτρα ψυχὴν ἐλθεῖν οὔτε ὑφ’ ἓν οὔτε ἀδοκιμάστως ἐστίν, ἀλλὰ διὰ πόνων πολλῶν καὶ ἀγώνων καὶ χρόνων καὶ σπουδῆς μετὰ δοκιμασίας καὶ πειρασμῶν ποικίλων τὴν πνευματικὴν αὔξησιν καὶ προκοπὴν λαμβάνει ἕως τοῦ τελείου τῆς ἀπαθείας μέτρου, ἵνα εἰς πάντα πειρασμὸν ὑπὸ τῆς κακίας ἐπαγόμενον ὑπομένουσα προθύμως καὶ γενναίως τότε τῶν μεγάλων τιμῶν καὶ χαρισμάτων πνευματικῶν καὶ πλούτου οὐρανίου ἀξιωθῇ, καὶ οὕτως τῆς ἐπουρανίου βασιλείας γένηται κληρονόμος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: