Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄(50). Ομιλία Γ΄(3)

Μπορείτε να βρείτε ολόκληρο το βιβλίο εδώ : Άγιος Μακάριος ο Αιγύπτιος – Ομιλίαι πνευματικαί Ν΄ (50).

Άγιος Μακάριος ο Αιγύπτιος

Ομιλίαι πνευματικαί Ν΄(50)

Ομιλία Γ΄(3)

Οἱ ἀδελφοὶ ὀφείλουσιν ἐν ἀγάπῃ πολλῇ συνεῖναι ἀλλήλοις, εἴτε εὔχονται εἴτε ἀναγινώσκουσι τὰς γραφὰς εἴτε ἔργον τι ποιοῦσιν, ἵνα ἔχωσι τὸν θεμέλιον τῆς ἀγάπης πρὸς ἀλλήλους. Καὶ οὕτως δύναται εὐδοκία γενέσθαι εἰς ἐκείνας τὰς προαιρέσεις, καὶ οἱ εὐχόμενοι καὶ οἱ ἀναγινώσκοντες καὶ οἱ ἐργαζόμενοι πάντες δύνανται ἐν ἀκεραιότητι καὶ ἁπλότητι διάγοντες μετ’ ἀλλήλων ὠφεληθῆναι. Τί γὰρ γέγραπται; Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ἵνα ὃν τρόπον οἱ ἐν οὐρανοῖς ἄγγελοι σύνεισιν ἀλλήλοις ἐν ὁμονοίᾳ πολλῇ, ἐν ἀγάπῃ καὶ εἰρήνῃ διάγοντες, καὶ οὐκ ἔστιν ἐκεῖ ἔπαρσις ἢ φθόνος, ἀλλ’ ἐν ἀγάπῃ καὶ εἰλικρινείᾳ μετ’ ἀλλήλων εἰσίν, οὕτως καὶ οἱ ἀδελφοὶ ὦσι μετ’ ἀλλήλων.

Συμβαίνει τινὰς εἶναι τριάκοντα ὑπὸ τὸ ἕν. Ὅλην τὴν ἡμέραν καὶ τὴν νύκτα οὐ δύνανται προσκαρτερεῖν, ἀλλά τινες μὲν αὐτῶν σχολάζουσι τῇ εὐχῇ ὥρας ἓξ καὶ βούλονται ἀναγνῶναι, ἄλλοι δὲ προθύμως διακονοῦσιν, ἄλλοι ἐξ αὐτῶν ἐργάζονταί τι ἔργον.

Ὀφείλουσιν οὖν οἱ ἀδελφοί, εἴ τι ποιοῦσιν, ἐν ἀγάπῃ καὶ χαρᾷ εἶναι μετ’ ἀλλήλων. Καὶ ὁ ἐργαζόμενος περὶ τοῦ εὐχομένου οὕτω λεγέτω ὅτι ὃν ὁ ἀδελφός μου κτᾶται θησαυρόν, ἐπεὶ κοινός ἐστι, κἀγὼ ἔχω· καὶ ὁ εὐχόμενος περὶ τοῦ ἀναγινώσκοντος οὕτω λεγέτω ὅτι ὃ ἐκεῖνος ὠφελεῖται εἰς τὴν ἀνάγνωσιν, εἰς ἐμὸν κέρδος προχωρεῖ· καὶ ὁ ἐργαζόμενος αὖθις τοῦτο λεγέτω ὅτι τὴν διακονίαν ἣν ποιῶ, κοινή ἐστιν ὠφέλεια. Ὥσπερ γὰρ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστι σῶμα, καὶ βοηθοῦσιν ἀλλήλοις καὶ ἕκαστον ἴδιον ἔργον ἐκτελεῖ, πλὴν ὁ ὀφθαλμὸς ὑπὲρ ὅλου τοῦ σώματος βλέπει καὶ ἡ χεὶρ ὑπὲρ ὅλων τῶν μελῶν ἐργάζεται καὶ ὁ ποὺς περιπατεῖ ὅλα τὰ μέλη ἐπιφερόμενος, καὶ ἄλλο συμπάσχει, οὕτω καὶ οἱ ἀδελφοὶ μετ’ ἀλλήλων ἤτωσαν. Καὶ μήτε ὁ εὐχόμενος κρινέτω τὸν ἐργαζόμενον· διὰ τί οὐκ εὔχεται· μήτε ὁ ἐργαζόμενος κρινέτω τὸν εὐχόμενον ὅτι ἐκεῖνος παραμένει κἀγὼ ἐργάζομαι, μήτε ὁ διακονῶν κρινέτω τὸν ἕτερον. Ἀλλ’ ἕκαστος εἴ τι ποιεῖ, εἰς δόξαν Θεοῦ. Ὁ ἀναγινώσκων τὸν εὐχόμενον ἔχει ἐν ἀγάπῃ καὶ χαρᾷ τοῦτο λογιζόμενος ὅτι ὑπὲρ ἐμοῦ εὔχεται, καὶ ὁ εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο λογιζέσθω ὅτι ὃ ποιεῖ, εἰς κοινὴν ὠφέλειαν ποιεῖ.

Καὶ οὕτω δύναται ὁμοφωνία πολλὴ καὶ εἰρήνη καὶ συμφωνία ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης κρατεῖν ἀλλήλους, καὶ συνδιάγειν μετ’ ἀλλήλων ἐν ἀκεραιότητι καὶ ἀφελότητι καὶ εὐδοκίᾳ Θεοῦ. Τὸ δὲ κεφαλαιωδέστερον πάντων δηλονότι ἡ προσκαρτέρησίς ἐστι τῆς εὐχῆς. Πλὴν δὲ ἓν ζητεῖται, ἵνα ἔχῃ τις θησαυρὸν ἐν τῇ ψυχῇ καὶ τὴν ζωήν, ἥτις ἐστὶν ὁ Kύριος, ἐν τῷ νῷ· εἴτε ἐργάζεται εἴτε εὔχεται εἴτε ἀναγινώσκει, ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα τὸ μὴ παρερχόμενον, ὅ ἐστι τὸ Ἅγιον Πνεῦμα.

Εἰσὶ δέ τινες τοῦτο λέγοντες ὅτι ὁ Κύριος μόνους φανεροὺς καρποὺς ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων, τὰ δὲ κρυπτὰ ὁ Θεὸς κατορθοῖ. Οὐχ οὕτως δέ εἰσι τὰ πράγματα, ἀλλ’ ὥσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλίζεται, οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν ἀγῶνα καὶ πόλεμον. Ἀπαιτεῖ σε γὰρ ὁ Κύριος, ἵνα ὀργισθῇς σεαυτῷ καὶ μάχην ποιήσῃς μετὰ τοῦ νοός σου, μήτε συμφωνήσῃς μήτε συνηδυνθῇς τοῖς λογισμοῖς τῆς κακίας.

Λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ συνὸν κακόν, τοῦτο τῇ θείᾳ δυνάμει μόνον δυνατόν ἐστι κατορθῶσαι. Οὐκ ἔξεστι γὰρ οὔτε δυνατὸν ἀνθρώπῳ ἐξ ἰδίας δυνάμεως ἐκριζῶσαι τὴν ἁμαρτίαν. Τὸ ἀντιπαλαῖσαι, ἀντιμαχεσθῆναι, δεῖραι, δαρῆναι σόν ἐστιν· ἐκριζῶσαι δὲ Θεοῦ ἐστιν. Εἰ γὰρ σὺ ἠδύνου τοῦτο ποιῆσαι, τίς χρεία τῆς ἐλεύσεως τοῦ Κυρίου; Ὡς γὰρ οὐκ ἔστι τὸν ὀφθαλμὸν ἄνευ φωτὸς βλέπειν ἢ λαλεῖν ἄνευ γλώττης ἢ ἀκούειν ἄνευ ὤτων ἢ περιπατεῖν ἄνευ ποδῶν ἢ ἐργάζεσθαι ἄνευ χειρῶν, οὕτως οὐ δύναταί τις ἄνευ τοῦ Ἰησοῦ σωθῆναι ἢ εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν.

Εἰ δὲ λέγεις ὅτι ἐν τοῖς φαινομένοις οὐ πορνεύω, οὐ μοιχεύω, οὔκ εἰμι φιλάργυρος, λοιπὸν δίκαιός εἰμι, πεπλάνησαι ἐν τούτῳ νομίσας ὅτι πάντα ἐξετέλεσας. Οὔκ εἰσι μόνον τρία μέρη τῆς ἁμαρτίας, εἰς ἃ ὀφείλει τις ἀσφαλίσασθαι, ἀλλὰ μυρία· ἡ ἀφοβία, ἡ τύφωσις, ἡ ἀπιστία, τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις πόθεν ἐστίν; Οὐκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην καὶ τὸν ἀγῶνα ἐν τοῖς λεληθόσιν, ἐν τοῖς λογισμοῖς; Ὥσπερ ἐὰν ᾖ λῃστὴς ἐν οἰκίᾳ, τὸ λοιπὸν ὑποθλίβει σε καὶ οὐκ ἐᾷ σε ἀμεριμνεῖν, ἄρχῃ δὲ καὶ σὺ ἀντιτύπτειν αὐτόν, δέρεις, δέρῃ, οὕτως ὀφείλει καὶ ἡ ψυχὴ ἀντιπίπτειν καὶ ἀντιμάχεσθαι καὶ ἀντικρούειν.

Λοιπὸν ἡ προαίρεσις ἀντιμαχομένη καὶ ἔχουσα πόνον καὶ θλῖψιν ἄρχεται ἀνωτέρα γίγνεσθαι· πίπτει, ἐγείρεται, πάλιν ῥίπτει ἡ ἁμαρτία, εἰς δέκα ἢ εἰς εἴκοσιν ἀγῶνας νικᾷ τὴν ψυχὴν καὶ ῥίπτει, καὶ ἡ ψυχὴ διὰ χρόνου εἰς μίαν ἀγωγὴν νικᾷ τὴν ἁμαρτίαν. Πάλιν ἐὰν ὑπομείνῃ ἡ ψυχὴ καὶ μὴ χαυνωθῇ, κατὰ μέρος ἄρχεται πλεονάζειν καὶ διακρίνειν καὶ ἀποφέρεσθαι τὰ νικητήρια κατὰ τῆς ἁμαρτίας. Ἀλλ’ εἰ καὶ ἐν τούτοις ἐξετάζεται, ἀκμὴν ἡ ἁμαρτία καταστρέφει τὸν ἄνθρωπον, ἕως οὗ ἔλθῃ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καὶ τελείως νικήσῃ τὸν θάνατον· γέγραπται γάρ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Καὶ οὕτως ἀνώτεροι γίγνονται καὶ νικηταὶ τοῦ διαβόλου. Εἰ δέ, καθὼς προείπομεν, λέγει τις· οὐ πορνεύω, οὐ μοιχεύω, οὐ φιλαργυρῶ, ἀρκεῖ μοι, οὗτος εἰς τρία μέρη ἠγωνίσατο, καὶ εἰς ἄλλα εἴκοσιν, ἅπερ ἔχει ἡ ἁμαρτία κατὰ τῆς ψυχῆς, οὐκ ἠγωνίσατο, ἀλλ’ ἡττήθη. Ὀφείλει οὖν εἰς πάντα ἀγωνίζεσθαι καὶ ἀθλεῖν· ὁ γὰρ νοῦς, καθὼς πολλάκις εἴπομεν, ἀντίπαλός ἐστι καὶ ἔχει ἰσόρροπον δύναμιν πρὸς τὴν ἁμαρτίαν τοῦ ἀντιλέγειν καὶ ἐναντιοῦσθαι τοῖς λογισμοῖς.

Εἰ δὲ λέγεις ἰσχυροτέραν εἶναι τὴν ἐναντίαν δύναμιν καὶ βασιλεύειν τὸ ὅλον τὴν κακίαν κατὰ τοῦ ἀνθρώπου, ἄδικον ποιεῖς τὸν Θεὸν κατακρίνοντα τὴν ἀνθρωπότητα· διότι ὑπήκουσε τῷ σατανᾷ, ὁπότε ἰσχυρότερός ἐστι καὶ ἀναγκαστικῇ τινι δυνάμει ὑποτάσσει· μειζότερον καὶ ἰσχυρότερον αὐτὸν ἐποίησας τῆς ψυχῆς καὶ ἐντέλλῃ μοι· μὴ ὑπακούσῃς; Ὥσπερ ἐὰν ᾖ νεανίσκος καὶ ἔχῃ πάλην πρὸς παιδίον, καὶ ἐὰν ἡττηθῇ τὸ παιδίον, κατακρίνεται, διὰ τί ἡττήθη. Τοῦτο πολλῆς ἀδικίας ἐστίν. Ὅθεν ἡμεῖς λέγομεν ἀντίπαλον εἶναι τὸν νοῦν καὶ ἰσόρροπον, καὶ ἡ τοιαύτη ψυχὴ ἐπιζητοῦσα τυγχάνει βοηθείας καὶ ἀντιλήψεως καὶ καταξιοῦται τῆς λυτρώσεως. Ἡ γὰρ πάλη καὶ ὁ ἀγὼν ἐπὶ τῇ ἰσοδυναμίᾳ κεῖται.

Δοξάζομεν Πατέρα καὶ υἱὸν καὶ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πηγή : orthodoxfathers.com

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: