Άγιος Μάξιμος ο Ομολογητής – Προς Θεόπεμπτον Σχολαστικόν.

Ἐρωτήσαντα περί τοῦ κριτοῦ τῆς ἀδικίας· καί τοῦ, «Ἐάν τίς σε ῥαπίσῃ ἐπί τήν δεξιάν σιαγόνα· » καί τοῦ, «Μή μου ἅπτου, οὕπω γάρ ἀναβέβηκα πρός τόν Πατέρα. «

Οἷς Λόγος ὑπάρχει τό προσκυνούμενον, τούτοις καί βίος ἐκφάντωρ λόγου τό κατορθούμενον· ἵνα σφραγίδα γνώσεως ἀληθοῦς τήν πεῖραν λαβόντες τῆς πράξεως, μάθωσιν ἀφ᾿ ὧν, ὡς θέμις, πεπόνθασιν, ὅσον τοῦ τί εἰδέναι, μεῖζον τό γίνεσθαι· καί τούτου μᾶλλον, τό ἀεί καί μᾶλλον, ἕως ἄν αὐτοῖς ἡ πρός τόν αἴτιον ἀδίστακτος οἰκείωσις, κατορθωθείη, στάσει τήν κίνησιν περιγράφουσα καί ἀτρεψίᾳ γνώμης τήν ἔφεσιν· οἷς καί ἡ μετά χάριν ἐκθέωσις, ἱερᾶς τῆς κατά τόνδε τόν βίον καί θεοειδοῦς ἀγωγῆς, ἔπαθλον ἀντιδίδοται. Πρός οὕς μάλα σοφῶς καὐτός ἀπευθύνων τόν βίον, θεοφύλακτε δέσποτα, ζητεῖν ἐπείγῃ τό πᾶσι προκείμενον δι᾿ ἀγαθότητα, καί πάντας δι᾿ ἀπειρίαν διαδιδράσκον· τό μέν, ἵν᾿ ἑλκύσῃ πρός ἑαυτό, τῷ ἀμηχάνῳ τῆς ὡραιότητος κεντρίζον τήν ἔφεσιν· τό δέ, ἵνα στομώσῃ, τῇ τῆς ὑπεραπείρου καταπλήξει καί θείας ὑπεροχῆς περιστέλλον τόν κόρον, ὕβρεως ὄντα πατέρα καί διαχύσεως γέννημα, τοῖς τήν φλογίνην ῥομφαίαν οὐ προθεωροῦσι σύν τοῖς Χερουβίμ τεταγμένην καί στρεφομένην, οὐκ ἄλλοις, ἤ τοῖς δίχα φόβον πρός ἀρετήν ἐπιστρέφουσιν· ἔνθεν τῷ μεγέθει τῆς ἐπί τά καλά προκοπῆς συνεπεκτείνων τό μέτριον, ᾧ καί μᾶλλον ἐπαύξεις σύν ἀσφαλείᾳ τήν πρόοδον· ἠξίωσας ἀγνώτην ὄντα με καί ταπεινόν ἐπιγνῶναι, δι᾿ οὗ τοῖς κατ᾿ αὐτήν ἡ φύσις τρόπου παρείχετο· φημί δέ, τοῦ γράμματος ὁ λόγος συνδεκτικός τῶν ἀπόντων ἐστί, καί τῶν οὐ βλεπομένων ἐμφανιστικός· τοσοῦτον νοήσει παραδιδούς καί συνάπτων τόν τέως αἰσθήσει μή γνωριζόμενον, ὅσον διά ταύτης αὐτός χαραττόμενος παχύνεται σωματούμενος· ᾧ καί τήν ἐμήν οὐδένειαν εἰς πόθον ἤγαγες τόν ὑμέτερον πλέον, ᾗ θέαν τήν οἰκείαν ἀσωμάτως κεκίνηκας· προδείξας αὐτόν ἐπ᾿ ἀμφοῖν τούτοιν ἔχειν μᾶλλον τό ἴσον περί τόν λόγον, ἤ ὅσον ἕτεροι περί σέ τήν τοῦ λόγου χάριν παρά τούς ἄλλους προτερήματα· οἷς διά βίου κοσμούμενος, πῶς ποτε τήν ἐμήν ἀμβλυωπίαν πρός θεωρίαν ἐνάγειν ἐσπούδασας, ἱερῶν καί ταῦτα λόγων, καί ὧν ἡ ἐπίβασις, κρεῖττον ἤ κατά ἄνθρωπον, τόν οὔπω τελείως ὑπεραναβάντα τήν τῶν ἀστάτων καί διαστατῶν φύσιν καί γένεσιν· μή ὅτι γ᾿ ἐμοί τῷ φορυτῷ τούτων ἑκουσίως συμφυρομένῳ, καί σκώληκος δίκην τῇ σήψει τῶν ἀκαθάρτων καλινδουμένῳ καί ἡδομένῳ παθῶν. Πλήν τῆς εὐπειθείας χάριν, καί τῆς ὑμετέρας ἀγάπης τιμήν, τῶν ὑπέρ ἀξίαν κατατολμῶν, ἐκεῖνά φημι περί ὧν ἐκελεύσατε· στοχαστικῶς, ἀλλ᾿ οὐκ ἀποφαντικῶς.

Κριτήν ἀδικίας ἐν τῷ Εὐαγγελίῳ παραβολικῶς ὑπάρχειν καί λέγεσθαι, τόν ἡμέτερον λογισμόν, ἀρχῆθεν ἐκ παραβάσεως ἄδικων πεποιημένον τήν κρίσιν· ὡς τήν τοῦ Κτίσαντος μέν οὐ δεξάμενον ἐντολήν· τήν δέ τοῦ φθείροντος ἑλόμενον συμβουλήν· ἐξ οὗ καί τό χοϊκός εἶναι, τοῦ εἶναι, καί τοῦ θεῖος γενέσθαι πάμπολυ προετίμησε. Πόλιν δέ εἶναι τούτου, τήν αἴσθησιν, ἤ τόν ὁρώμενον κόσμον· οἷς παραλόγως κατά σχέσιν ἐπαναπαυόμενος, τῆς κατοικίας τήν παροικίαν ἠλλάξατο· μήτε Θεόν φοβούμενος, μήτε μήν ἄνθρωπον τόν αὐτόν γεγενημένον δι᾿ ἡμᾶς ἐντρεπόμενος· τό μέν, διά τήν ἄνοιαν· τό δέ, διά τήν καταφρόνησιν· ἐκείνην τε μή προορωμένην τῶν κριμάτων τό μέγεθος· καί ταύτην οὐκ εἰργομένην, ἥν τέως ἡ χρηστότης προσμένουσα τήν μεταβολήν ἀναστέλλει, τήν βάσανον· αἷς ἑαυτόν αὐθαδῶς περιέπειρε, τῇ δεδομένῃ παρά τοῦ Κτίσαντος εἰς ἐξάνυσιν τῶν καθηκότων αὐτεξουσίῳ τιμῇ παρά τό δέον ἀποχρησάμενος· καί τοῦ νοουμένου τό φανέν ἀγαθόν κρίνας, ὅ μή θέμις ἦν, αἱρετώτερον.

Χήραν δέ διοχλοῦσαν, τήν λογικήν ψυχήν ἅτε δή πρός καρπογονίαν ἱερῶν καί ὁσίων ἔργων οὐκ ἔχουσαν τόν τά καλά κατά φύσιν σπείροντα λόγον. Μόνῃ τῇ πρός αὐτήν ὁλικῇ ταύτῃ στοργῇ καί διαθέσει κρατούμενον· ἀλλ᾿ οὐ προσμένοντα διά τήν ἀπόνευσιν, καί τήν αὐθαίρετον πρός τά τῆδε ῥοπήν.

Ἀντίδικον δέ ταύτης, φημί τῆς ψυχῆς, τό τῆς δυστήνου σαρκός ἔνυλον κίνημά τε καί φρόνημα, δι᾿ οὗ τῆς ἐν ἡμῖν θείας εἰκόνος καί τοῦ κατ᾿ αὐτήν ἀξιώματος, τό τε κάλλος καταμολύνειν σπουδάζουσι, καί τό διαυγές ἀμαυροῦν οἱ ἀκάθαρτοι δαίμονες, ὁπηνίκα, δι᾿ ἡδονῆς ὑποπίπτουσιν, ἐπεισφρήσωσι δεινῶς ἡμῖν τά τῆς ἀτιμίας αἴσχη καί πάθη· δι᾿ ἅ καί ὁ θάνατος κατεκρίθη τῆς φύσεως, οὐχ ἑλομένης τό ἀπαρχῆς τῆς ὄντως κατατρυφῆσαι ζωῆς.

Ὑπωπιασμούς δέ τούς ἐκ τῆς συνειδήσεως μεθ᾿ ὑποφωνήσεώς τινος παρακλητικούς αἰκισμούς, οἷς προτεινομένοις ἐκ τῆς ψυχῆς, ἡρέμα πως εἴωθεν κάμπτεσθαι τό αὐστηρόν τοῦ λογισμοῦ, καί πρός τά καλά διά τήν χρονιωτέραν ἕξιν ἀνύπεικτον, οὐ φέροντος ἐνδομυχοῦσαν, καί οἷον αἰκίζουσάν τε συνεχῶς καί διοχλοῦσαν τήν βάσανον· ἕως λυμῄνηται τά τήν ψυχήν λυμαινόμενα πάθη, δι᾿ ἐγκρατείας, καί τῆς πρός τά μέλη τῆς σαρκός ἑκουσίου νεκρώσεως. Εἶτα καί πρός ἀγχιστείαν αὐτοῦ τοῦ λόγου δι᾿ εὐσεβείας, καί τῆς περί τά κρείττω τελεωτέρας ἀγάγοι σπουδῆς· οἷς φυσικῶς ἐνεργουμένοις, τά οἰκεῖα καί πατρικά παραβάλλων, ὁ ὑπέρ οὐσίαν καί φύσιν Θεός Κύριος ἡμῶν Ἰησοῦς Χριστός, Ὁ δέ Θεός μή ποιήσῃ, φησί, τήν ἐκδίκησιν ὑμῶν, δι᾿ ἐμοῦ σαρκωθέντος, καί τήν τοῦ καθαιρέτου τῆς φύσεως ποιουμένου καθαίρεσιν;

Οὕτω μέν οὖν τά περί τούτου διεξῆλθον ἐπιτόμως ἐγώ, καθ᾿ ὅσον τό ἐγχωροῦν τῆς διανοίας μέτρον ἐπήρκεσεν· εἰ καί ἄλλως ἄλλοι τόν τόπον κατανοήσαντες· οἱ μέν εἰς Χριστόν· οἱ δέ τοὔμπαλιν, εἰς τόν Ἀντίχριστον ἐξειλήφασι. Δέος δέ μοι νοεῖν, ἤ λέγειν ἑκάτερα· τό μέν, ὡς ἀσύγκριτον· οὐ γάρ μείων μέν Υἱοῦ· μείζων δέ Πατρός, ἡ ἐκδίκησις· ἤ δι᾿ ἄλλου, καί ἄλλη τό σύνολον, πλήν τοῦ Υἱοῦ. Καί πῶς ἐπί τῆς αὐτῆς συγκριτικῶς φησι, τό, Ὁ δέ Θεός, φησίν, οὐ ποιήσει τήν ἐκδίκησιν ὑμῶν; Οὐ γάρ ἔχει χώραν· ἤ διάφορος πάντως δειχθήσεται, καί μετά τῆς φύσεως οὐ δυναμένης τό ἴσον δρᾷν· καί διά τοῦτο λοιπόν οὐ συντασσομένης· εἰκονιζούσης δέ μόνον, ὡς ὑπερκειμένην, τήν ὑπερέχουσαν. Τό δέ, ὡς ἀνέκδετον καί ἀμήχανον, τό καλόν ποιεῖν τόν κακίας εὑρετήν καί διδάσκαλον· Οὐ γάρ δύναται, φησί, δένδρον σαπρόν καρπούς καλούς ποιεῖν· καλόν δέ ἡ ἐκδίκησις, καί τό τήν ὄχλησιν ἀφοσιοῦσθαι δεόντως τοῦ προσπελάζοντος· ἤ τούτῳ παραβάλλεσθαι τυχόν, ὅ μή θέμις, τόν Πατέρα, καί πάσης ἀρετῆς καί ζωῆς χορηγόν ἐξ Υἱοῦ, καί ταῦτα μονογενοῦς, καί ἴσου τήν φύσιν καί τήν ἀγαθότητα. Οὐ γάρ τά καλά διά τῶν κακῶν μηνύεσθαι πέφυκεν, ὥσπερ οὐδέ διά σκότους τό φῶς, ἤ θανάτου ζωή· καί τοῦ μηδαμῶς ὄντος, τό ὄν. Καί οὐ λέγω ταῦτα πρός τήν ἐκείνων ἀθέτησιν· ἔχομαι γάρ καί ἀντέχομαι ζωῆς πλέον, τῆς τῶν φαμένων διδασκαλίας· ἀλλά τό οἰκεῖον μέτριον δι᾿ ἄκραν δειλίαν ἀσφαλιζόμενος. Τήν δέ ἀνάγνωσιν τοῦ ὑποπιάζειν κανονίζειν οὐ πρέπον ἐμοί, διά τήν ἐν τούτοις ἀμαθίαν, ἤ τοῖς ἠσκημένοις καί σπουδῇ προελομένοις τήν παίδευσιν· οἵ ταύτην ὀφείλειν φασί κανονίζεσθαι βαρυτόνως μᾶλλον, ἤ περισπομένως, ὅτι τέ φασι τῶν ῥημάτων οὐδέν περισπᾶται, πλήν εἰ μή ἐκ συναιρέσεως βαρυτόνου καθέστηκεν, ὡς τό, νοῶ, καί ποιῶ, καί χρυσῶ, καί ὅσα τοιαῦτα, φυλάσσοντα καί μετά προθέσεως ἐπί τῆς αὐτῆς τόν τόνον.

Τήν δεξιάν, σιαγόνα, τήν δεξιάν πρᾶξίν φημι, καί ὅσην ἐνθέος ἡμῖν διά τῶν ἐντολῶν συνιστάμενος βίος χαρακτηρίζει, ῥαπιζομένην ὑπό τοῦ πονηροῦ τῇ προλήψει τῆς ἐνεργουμένης καλοκαγαθίας· καί τῇ πληγῇ τῆς ἐντεῦθεν οἰήσεως, φλεγμαίνουσάν πως διά κενοδοξίας, καί ἐπαιρομένην κατά τῶν μηδεμίαν, ἅ μή τήν ἴσην τυχόν κεκτημένων· δι᾿ ἥν ὥσπερ ἄλλην καί οἷον ἀριστεράν στρέφειν προσήκει, τόν ἤδη πρότερον ἡμᾶς κατά τήν ἀπάτην τοῦ αἰῶνος τούτου καταμολύναντα βίον, τούτῳ τε πλήττεσθαι συνεχῶς διά τῆς μνήμης· καί ὡς ἁμαρτωλούς μᾶλλον συστέλλεσθαι καί μετριάζειν, ἤ ὡς ἁγίους μετεωρίζεσθαι, καί δι᾿ ἔπαρσιν καταπίπτειν, οὐκ ἔχοντας πῆξιν ἱεράν τήν ταπείνωσιν. Τιμάσθω δέ μετά τῶν κατά θεωρίαν λαμβανομένων· μᾶλλον δέ καί πρό τούτων, εἰς ἑτοιμασίαν ἱεράν καί προκάθαρσιν, καί σωματικῶς ταῦτα τελούμενα διά τόν ἐντειλάμενον Κύριον· πραϋπαθείας ἐντεῦθεν ἕξιν τοῖς κατορθοῦσι δωρούμενον, καί τῆς τοῦ πλήττοντος περιγραφήν ἀπιστίας, τῷ ἑτοίμῳ τῆς παραδοχῆς τό πρόθυμον τῆς πληγῆς ἀναστέλλοντα, αἰδομένου τυχόν, εἰ μήτι ἄλλο, τό ὑπερβάλλον τῆς ὑποπτώσεως· καί τό μηδαμῶς ἀντιτείνεν τόν δυνάμενον τοῦτο ποιεῖν, εἰργόμενον δέ διά τήν πρόσαξιν.

Τό δέ, Μή μου ἅπτου, πρός τήν Μαγδαληνήν λέλεκται Μαρίαν παρά τοῦ Κυρίου, κηπουρόν αὐτόν εἶναι νομίσασαν· δηλοῦντος τοῦ μυστηρίου, καί ὑπεκφαίνοντος, ὡς ψυχή πᾶσα νοερά, μήπω τό συμφυές σκῆνος ὑπεραναβᾶσα, καί διά τοῦτο τῶν ἐν γενέσει καί φθορᾷ μόνον, οὐδέν οὐδαμῶς διαφερόντων λαχάνων κηπευομένων· ἴση γάρ ἐπ᾿ ἀμφοῖν ἤ τε ῥοή καί ἀποῤῥοή, καί ἡ τοῦ χρόνου περιγραφή καί περίοδος· δημιουργόν εἶναι τόν Λόγον ὑπολαμβάνουσα, διά τήν περί ταῦτα, καί ἕως τούτων πρόοδον αὐτοῦ καί συγκατάβασιν· οὐκ ἀξία τῆς τούτου κατά πνεῦμα καθέστηκεν ἐπαφῆς, καί ταῦτα τοῖς φαινομένοις αὐτόν ἐπιζητοῦσα· καί σάρκα δι᾿ ἡμᾶς γεγενημένον γινώσκουσα μόνον αὐτόν· ἀλλ᾿ οὐχί πρεπόντως καί Θεόν ἐκ Θεοῦ τοῦ Πατρός γεγεννημένον γινώσκουσα. Τοῦτο γάρ κατα τό εἰκός νοεῖν ὑποβάλλει, τό, Οὔπω ἀναβέβηκα πρός τόν Πατέρα μου, τό μή δι᾿ ἄκρας θεολογίας καί πίστεως, οἷς ἡ τῶν ὁρωμένων περιγράφεται φύσις, ὑψωθῆναι πρός τῆς οὕτω διακειμένης ψυχῆς· ἀλλ᾿ ἔτι παιδαγωγικῶς δεομένης εἰς ἐντελεστέραν τούτου κατάληψιν, ἐπί τήν ἀποκαλυπτικήν ἕξιν τῶν θείων ὡσεί τινα Γαλιλαίαν διά θεωρίας ἀναδραμεῖν· καί σύν τοῖς ὑπ᾿αὐτοῦ προτετυπωμένοις καί προβεβλημένοις λόγοις, ὅλον ὡς θέμις περιληφθῆναι, καί γενέσθαι τοσοῦτον ὅπερ αὐτός ἦν ὁ γενόμενος ὅπερ ἡμεῖς, ὅσον ἐδείχθη τοῦτο γενόμενος πλήν μόνης τῆς ἁμαρτίας, ὡς καί ἡμεῖς ἐκείνῳ δίχα μόνης τῆς φύσεως, ἡνίκα τῆς δωρεᾶς τῆς ἐπιτύχοιμεν· ἥν δι᾿ ἐλπίδος νῦν προσδεχόμενος, καί προσήκουσι τῶν ἐντολῶν ἔργοις δεόντως ἀποσεμνύνων, ἀπολαύσαις ὅσον ἐπίστευσας, καί τρυφήσαις ὅσον ἐπόνησας· μᾶλλον δέ πλέον καί ἀπειράκις ὅσον καί ὁ ταύτης δοτήρ ὑπερουσίως ὑπερανέστηκε καί φύσεως κίνησιν, καί παντός αἰῶνος περίληψιν.

Πηγή : el.wikisource.org/wiki

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: