Άγιος Μάξιμος ο Ομολογητής – Περί Αγάπης (Πρόλογος προς Ελπίδιον, Πρώτη εκατοντάς, Δευτέρα εκατοντάς, Τρίτη εκατοντάς, Τετάρτη εκατοντάς).

Άγιος Μάξιμος ο Ομολογητής – Περί Αγάπης

  • Πρόλογος, προς Ελπίδιον
  • Πρώτη εκατοντάς
  • Δευτέρα εκατοντάς
  • Τρίτη εκατοντάς
  • Τετάρτη εκατοντάς

Πρόλογος, προς Ελπίδιον

Ἰδού πρός τῷ περί Ἀσκητικοῦ βίου λόγῳ, καί τόν περί Ἀγάπης λόγον πέπομφα τῇ σῇ τιμιότητι, πάτερ Ἐλπίδιε, ἐν ἰσαρίθμοις κεφαλαίοις τῶν τεσσάρων Εὐαγγελίων ἑκατοντάσιν· οὐδέν μέν ἴσως ἄξιον τῆς σῆς προσδοκίας· τῆς δέ γε ἡμετέρας δυνάμεως οὐκ ἔλαττον. Πλήν γινωσκέτω ἡ σή ἁγιωσύνη, ὅτι οὐδέ ταῦτα εἰσί τῆς ἐμῆς γεώργια διανοίας· ἀλλά τούς τῶν ἁγίων Πατέρων διελθών λόγους, κακεῖθεν τόν εἰς τήν ὑπόθεσιν συντείνοντα νοῦν ἀναλεξάμενος· καί ἐν ὀλίγοις πολλά κεφαλαιωδέστερον συναγαγών, ἵνα εὐσύνοπτα γένωνται διά τό εὐμνημόνευτον· ἀπέστειλα τῇ σῇ ὁσιότητι, παρακαλῶν εὐγνωμόνως ἀναγινώσκειν, καί μόνην θηρεύειν τήν ἐν αὐτοῖς ὠφέλειαν· τό δέ ἀκαλλές τῆς λέξεως [Fr.τῶν λέξεων] παραβλέπειν, καί εὔχεσθαι ὑπέρ τῆς ἡμῶν μετριότητος, τῆς πάσης πνευματικῆς ὠφελείας ἐρήμου. Παρακαλῶ δέ καί τοῦτο, μή εἰς ὄχλησιν ἡγεῖσθαι τά γεγραμμένα. Ἐπιταγήν γάρ πεπλήρωκα. Λέγω δέ τοῦτο, ἐπειδή οἱ λόγοις ἐνοχλοῦντες, πολλοί ἐσμεν σήμερον· οἱ δέ ἔργοις παιδεύοντες, ἤ καί παιδευόμενοι, πάνυ εἰσίν ὀλίγοι. Ἀλλά μᾶλλον ἐμπόνως προσέχειν ἑκάστῳ τῶν κεφαλαίων. Οὐ πάντα γάρ πᾶσιν, ὡς οἶμαι, εἰσίν εὔληπτα· ἀλλά καί πολλῆς τά πολλά τοῖς πολλοῖς δεόμενα τῆς συνεξετάσεως, εἰ καί δοκεῖ ἁπλούστερον εἰρῆσθαι. Ἴσως καί ἄν τι φανείῃ χρήσιμον τῇ ψυχῇ ἐξ αὐτῶν ἀνακαλυπτόμενον. Ἀναφανήσεται δέ πάντως Θεοῦ χάριτι, τῷ ἀπεριέργοις ἐννοίαις καί μετά φόβου Θεοῦ καί ἀγάπης ἀναγινώσκοντι. Τῷ δέ μή ὠφελείας χάριν πνευματικῆς ἐντυγχάνοντι, ἤ τούτῳ τῷ πονήματι, ἤ καί ἄλλῳ οἱῳδήποτε. (961) Ἀλλά τοῦ λέξεις θηρύειν πρός τό κακίζειν τόν συγγραψάμενον, ἵνα σεαυτόν ἐκείνου σοφώτερον δῆθεν, ὡς οἰησίας, παραστήσῃ, οὐδέν ὠφέλιμον οὐδαμόθεν οὐδέποτε ἀναφανήσεται.

Πρώτη εκατοντάς

α΄. Ἀγάπη μέν ἐστιν, διάθεσις ψυχῆς ἀγαθή, καθ᾿ ἥν οὐδέν τῶν ὄντων, τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ. Ἀδύνατον δέ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τόν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

 

β΄. Ἀγάπην μέν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεόν ἐλπίς· τήν δέ ἐλπίδα, ὑπομονή καί μακροθυμία· ταῦτας δέ, ἡ περιεκτική ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τόν δέ φόβον, ἡ εἰς τόν Κύριον πίστις.

 

γ΄. Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται τήν κόλασιν· ὁ δέ φοβούμενος τήν κόλασιν, ἐγκρατεύεται ἀπό τῶν παθῶν· ὁ δέ ἐγκρατευόμενος ἀπό τῶν παθῶν, ὑπομένει τά θλιβερά· ὁ δέ ὑπομένων τά θλιβερά, ἕξει εἰς Θεόν ἐλπίδα· ἡ δέ εἰς Θεόν ἐλπίς, χωρίζει πάσης γηΐνης προσπαθείας τόν νοῦν· ταύτης δέ ὁ νοῦς χωρισθείς, ἕξει τήν εἰς Θεόν ἀγάπην.

 

δ΄. Ὁ ἀγαπῶν τόν Θεόν, πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων προτιμᾷ τήν γνῶσιν αὐτοῦ, καί ἀδιαλείπτως διά τοῦ πόθου, ταύτῃ προσκαρτερεῖ.

 

ε΄. Εἰ πάντα τά ὄντα διά τοῦ Θεοῦ καί διά τόν Θεόν γέγονε· κρείττων δέ ὁ Θεός τῶν δι᾿ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τόν Θεόν τόν ἀσυγκρίτως κρείττονα, καί τοῖς χείροσιν ἐνασχολούμενος, δείκνυσιν ἑαυτόν προτιμῶντα τοῦ Θεοῦ, τά δι᾿ αὐτοῦ γεγονότα.

 

στ΄. Ὁ τῇ εἰς Θεόν ἀγάπῃ τόν νοῦν ἔχων προσηλωμένον, πάντων τῶν ὁρωμένων, καί αὐτοῦ τοῦ σώματος, ὡς ἀλλοτρίου καταφρονεῖ.

 

ζ΄. Εἰ κρείττων τοῦ σώματος ἡ ψυχή· καί κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτόν Θεός· ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ Θεοῦ τόν ὑπό αὐτοῦ κτισθέντα κόσμον, οὐδέν τῶν εἰλωλολατρούντων διενήνοχεν.

 

η΄. Ὁ τόν νοῦν τῆς εἰς Θεόν ἀγάπης καί προσεδρείας ἀποχωρίσας, καί τινι τῶν αἰσθητῶν προσεδεμένον ἔχων, οὗτός ἐστι ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ κτίσαντος Θεοῦ, τά ὑπ᾿ αὐτοῦ γεγονότα.

 

θ΄. Εἰ ἡ ζωή τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως· τοῦτον δέ ἡ εἰς Θεόν ἀγάπη τίκτει· καλῶς, Οὐδέν τῆς θείας ἀγάπης, εἴρηται, μεῖζον.

 

ι΄. Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρός Θεόν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε τινός τῶν ὄντων παντάπασι ἐπαισθάνεται. Ὑπό γάρ τοῦ θείου καί ἀπείρου φωτός καταλαμπόμενος, ἀναισθητεῖ πρός πάντα τά ὑπ᾿ αὐτοῦ γεγονότα· καθάπερ καί ὁ αἰσθητός ὀφθαλμός πρός τούς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος.

 

ια΄. Πᾶσαι μέν αἱ ἀρεταί συνεργοῦσι τῷ νῷ πρός τόν θεῖον ἔρωτα, πλέον δέ πάντων ἡ καθαρά προσευχή. Διά ταύτης γάρ πρός τόν Θεόν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων.

 

ιβ΄. Ὅταν διά τῆς ἀγάπης ὑπό τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ, καί ἔξω γενόμενος τῶν ὄντων τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατά τόν θεῖον Ἡσαΐαν ὑπό ἐκπλήξεως εἰς συναίσθησιν ἐλθών τῆς ἑαυτοῦ ταπεινώσεως, μετά διαθέσεως λέγει τά τοῦ προφήτου ῥήματα· Ὤ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καί ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγώ κατοικῶ, καί τόν βασιλέα Κύριον Σαβαώθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

 

ιγ΄. Ὁ ἀγαπῶν τόν Θεόν, οὐ δύναται μή καί πάντα ἄνθρωπον ὡς ἑαυτόν ἀγαπῆσαι, εἰ καί πρός τά πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διό καί τήν ἐπιστροφήν [edit. περιστρ.] αὐτῶν βλέπων καί τήν διόρθωσιν, ἀμετρήτῳ καί ἀνεκλαλήτῳ χαίρει χαρᾷ.

 

ιδ΄. Ἀκάθαρτος ἐστι ψυχή ἐμπαθής· λογισμῶν ἐπιθυμίας καί μίσους πεπληρωμένη.

 

ιε΄. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διά οἰονδήποτε πταῖσμα πρός τόν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεόν ἀγάπης· διότι ἡ εἰς Θεόν ἀγάπη, τῆς εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.

 

ιστ΄. Ὁ ἀγαπῶν με, φησίν ὁ Κύριος, τάς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μή ἀγαπῶν τόν πλησίον, τήν ἐντολήν οὐ τηρεῖ. Ὁ δέ τήν ἐντολήν μή τηρῶν, οὐδέ τόν Κύριον ἀγαπῆσαι δύναται.

 

ιζ΄. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς. [edit. δύναται].

 

ιη΄. Μακάριος ἄνθρωπος, ὁ μηδενί πράγματι φθαρτῷ ἤ προσκαίρῳ προσκείμενος.

 

ιθ΄. Μακάριος ὁ νοῦς, ὁ πάντα τά ὄντα περάσας, καί τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.

 

κ΄. Ὁ πρόνοιαν τῆς σαρκός εἰς ἐπιθυμίας [Duo Regit ἐπιθυμίαν] ποιούμενος, καί μνησικακίαν διά πρόσκαιρα πρός τόν πλησίον ἔχων· ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρά τόν κτίσαντα.

 

κα΄. Ὁ ἀνήδονον καί ἄνοσον τό σῶμα διατηρῶν, σύνδουλον αὐτό ἔχει πρός τήν τῶν κρειττόνων ὑπηρεσίαν.

 

κβ΄. Ὁ φεύγων πάσας τάς κοσμικάς ἐπιθυμίας, πάσης λύπης [edit. unusgue ὕλης, Reg. et Fr.] κοσμικῆς ἑαυτόν ἀνώτερον καθίστησι.

 

κγ΄. Ὁ τόν Θεόν ἀγαπῶν, καί τόν πλησίον πάντως ἀγαπᾷ. Ὁ δέ τοιοῦτος, χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾿ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

 

κδ΄. Ὁ κατά μίμησιν Θεοῦ τήν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφοράν πονηροῦ καί ἀγαθοῦ, δικαίου καί ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλά πᾶσιν ἐξ ἴσου κατά τήν χρείαν διανέμει· εἰ καί προτιμᾷ δι᾿ ἀγαθήν προαίρεσιν τοῦ φαύλου τόν ἐνάρετον.

 

κε΄. Ὥσπερ ὁ Θεός φύσει ὤν ἀγαθός καί ἀπαθής, πάντας μέν, ἐξ ἴσου ἀγαπᾷ, ὡς ἔργα αὐτοῦ· ἀλλά τόν μέν ἐνάρετον δοξάζει, ὡς καί τῇ γνώμῃ [edit et.Fr. τήν γνώσιν· alter Reg. τήν γνώμην], οἰκειούμενον· τόν δέ φαῦλον, δι᾿ ἀγαθότητα ἐλεεῖ, καί ἐν τῷ αἰῶνι τούτῳ παιδεύων ἐπιστρέφει· οὕτω καί ὁ τῇ γνώμῃ ἀγαθός καί ἀπαθής, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾶ· τόν μέν ἐνάρετον, διά τε τήν φύσιν καί τήν ἀγαθήν προαίρεσιν· τόν δέ φαῦλον, διά τε τήν φύσιν, καί τήν συμπάθειαν ἐλεῶν ὡς ἄφρονα καί ἐν σκότει διαπορευόμενον.

 

κστ΄. Οὐ μόνον διά μεταδόσεως χρημάτων ἡ διάθεσις τῆς ἀγάπης γνωρίζεται, ἀλλά πολλῷ μᾶλλον διά μεταδόσεως λόγου Θεοῦ καί σωματικῆς διακονίας.

 

κζ΄. Ὁ τοῖς τοῦ κόσμου πράγμασι [edit. et unus Reg. τῶν πραγμάτων] γνησίως ἀποταξάμενος, καί τῷ πλησίον διά τῆς ἀγάπης ἀνυποκρίτως δουλεύων, παντός πάθους ταχέως ἐλευθεροῦται, καί τῆς θείας ἀγάπης καί γνώσεως μέτοχος καθίσταται.

 

κη΄. Ὁ τήν θείαν ἀγάπης ἐν ἑαυτῶ κτησάμενος, οὐ κοπιᾷ κατοκολουθῶν ὀπίσω κυρίου τοῦ Θεοῦ αὐτοῦ, κατά τόν θεῖον Ἱερεμίαν· ἀλλά πάντα πόνον ὀνειδισμόν τε καί φέρει ὕβριν γενναίως, μηδενί τό σύνολον κακόν λογιζόμενος.

 

κθ΄. Ὅταν ὑβρισθῇς παρά τινος, ἤ ἔν τινι ἐξουδενωθῇς, τότε πρόσεχε ἀπό τῶν λογισμῶν τῆς ὀργῆς, μή σε τῆς ἀγάπης διά τῆς λύπης χωρίσαντες, ἐν τῇ χώρᾳ τοῦ μίσους καταστήσωσιν.

 

λ΄. Ὅταν ἐφ᾿ ὕβρει ἤ ἀτιμίᾳ πονήσῃς, γίνωσκε σευτόν μεγάλως ὠφεληθέντα, τῆς κενοδοξίας διά τῆς ἀτιμίας οἰκονομικῶς ἀπό σοῦ ἐκβληθείσης.

 

λα΄. Ὥσπερ μνήμη πυρός οὐ θερμαίνει τό σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης, οὐκ ἐνεργεῖ εἰς τήν ψυχήν τόν τῆς γνώσεως φωτισμόν.

 

λβ΄. Ὥσπερ τό φῶς τοῦ ἡλίου τόν ὑγιῆ ὀφθαλμόν εἰς ἑαυτό ἐφέλκεται· οὕτω καί ἡ γνῶσις τοῦ Θεοῦ τόν καθαρόν νοῦν φυσικῶς διά τῆς ἀγάπης πρός ἑαυτήν ἐπισπᾶται.

 

λγ΄. Νοῦς ἐστι καθαρός, ὁ ἀγνοίας χωρισθείς, καί ὑπό τοῦ θείου φωτός καταλαμπόμενος.

 

λδ΄. Ψυχή ἐστι καθαρά, ἡ παθῶν ἐλευθερωθεῖσα, καί ὑπό τῆς θείας ἀγάπης ἀδιαλείπτως εὐφραινομένη.

 

λε΄. Πάθος [Duo Regit tantum πάθος] ἐστί ψεκτόν, κίνησις ψυχῆς παρά φύσιν.

 

λστ΄. Ἀπάθειά ἐστιν εἰρηνική κατάστασις ψυχῆς, καθ᾿ ἥν δυσκίνητος γίνεται ψυχή πρός κακίαν.

 

λζ΄. Ὁ τούς καρπούς τῆς ἀγάπης διά σπουδῆς κτησάμενος, οὐ μετατίθεται ταύτης, κἄν μυρία πάσχῃ κακά. Καί πειθέτω σε Στέφανος ὁ τοῦ Χριστοῦ μαθητής, καί οἱ κατ᾿ αὐτόν· καί αὐτός ὁ Σωτήρ ὑπέρ τῶν φονευτῶν [al. φονευόντων] εὐχόμενος τῷ Πατρί, καί συγγνώμην παρ᾿ αὐτοῦ ὡς ἀγνοοῦσιν αἰτούμενος.

 

λη΄. Εἰ τῆς ἀγάπης ἐστί τό μακροθυμεῖν καί χρηστεύεσθαι, ὁ θυμομαχῶν καί πονηρευόμενος, ἀλλότριος δηλονότι τῆς ἀγάπης καθίσταται· ὁ δέ ἀγάπης ἀλλότριος, τοῦ Θεοῦ ἐστιν ἀλλότριος, εἴπερ ὁ Θεός ἀγάπης ἐστί.

 

λθ΄. Μή εἴπητε, φησίν ὁ θεῖος Ἱερεμίας, ὅτι ναός Κυρίου ἐστέ. Καί σύ μή εἴπῃς, ὅτι Ἡ ψιλή πίστις εἰς τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν δύναταί με σῶσαι. Ἀμήχανον γάρ τοῦτο, ἐάν μή καί τήν ἀγάπην εἰς αὐτόν διά τῶν ἔργων κτήσῃ. Τό δέ ψιλῶς πιστεύειν· Καί τά δαιμόνια πιστεύουσι καί φρίσσουσι.

 

μ΄. Ἔργον ἀγάπης ἐστίν ἡ εἰς τόν πλησίον ἐκ διαθέσεως εὐεργεσία καί μακροθυμία καί ὑπομονή· καί τό μετά ὀρθοῦ λόγου χρήσασθαι τοῖς πράγμασι.

 

μα΄. Ὁ ἀγαπῶν τόν Θεόν οὐ λυπεῖ, οὐδέ λυπεῖται πρός τινα διά πρόσκαιρα· μίαν δέ λύπης καί λυπεῖ καί λυπεῖται σωτήριον, ἥν ὁ μακάριος Παῦλος καί ἐλυπήθη καί ἐλύπησε τούς Κορινθίους.

 

μβ΄. Ὁ ἀγαπῶν τόν Θεόν, ἀγγελικόν βίον ἐπί γῆς ζῇ, νηστεύων καί ἀγρυπνῶν, ψάλλων καί προσευχόμενος, καί περί παντός ἀνθρώπους ἀεί καλά λογιζόμενος.

 

μγ΄. Εἰ οὗτινός τις ἐπιθυμεῖ, τούτου καί τυχεῖν ἀγωνίζεται· πάντων δέ τῶν ἀγαθῶν καί ἐπιθυμητῶν ἀγαθώτερον τό Θεῖον καί ἐπιθυμητότερον ἀσυγκρίτως· πόσης ἄρα σπουδήν ὀφείλομεν ἐνδείξασθαι, ἵνα τούτου τοῦ φύσει ἀγαθοῦ καί ἐπιθυμητοῦ τύχωμεν.

 

μδ΄. Μή μολύνῃς τήν σάρκα σου ἐν αἰσχροῖς πράξεσι, καί μή μιάνῃς τήν ψυχήν πονηροῖς λογισμοῖς καί ἡ εἰρήνη τοῦ Θεοῦ ἐπελεύσεται ἐπί σέ, τήν ἀγάπην φέρουσα.

 

με΄. Αἴκιζε τήν σάρκα σου ἀσιτίᾳ καί ἀγρυπνίᾳ, καί σχόλασον ἀόκνως ψαλμωδίᾳ καί προσευχῇ· καί ὁ ἁγιασμός τῆς σωφροσύνης ἐπί σέ ἐπελεύσεται, τήν ἀγάπην φέρων.

 

μστ΄. Ὁ τῆς θείας καταξιωθείς γνώσεως, καί τόν ταύτης φωτισμόν διά τῆς ἀγάπης κτησάμενος, οὐ ῥιπισθήσεταί ποτε ὑπό τοῦ τῆς κενοδοξίας πνεύματος [unus Reg. δαίμονος] · ὁ δέ ταύτης μήπω καταξιωθείς, εὐχερῶς ὑπ᾿ αὐτῆς περιφέρεται [edit. et unus Reg. φέρεται]. Ἐάν οὖν ὁ τοιοῦτος ἐν πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ πραττομένοις πρός τόν Θεόν ἀποβλέψῃ, ὡς δι᾿ αὐτόν πάντα ποιῶν, ῥᾳδίως σύν Θεῷ ἐκφεύξεται αὐτήν.

 

μζ΄. Ὁ μήπω τυχών τῆς θείας γνώσεως τῆς διά ἀγάπης ἐνεργουμένης, μέγα φρονεῖ ἐπί τοῖς ὑπ᾿ αὐτοῦ κατά Θεόν πραττομένοις. Ὁ δέ ταύτης τυχεῖν καταξιωθείς, μετά διαθέσεως λέγει τά τοῦ πατριάρχου Ἀβράαμ ῥήματα, ἅπερ ἡνίκα τῆς θείας καταξιώθη ἐπιφανείας, εἶπεν· Ἐγώ εἰμί γῆ καί σποδός.

 

μη΄. Ὁ φοβούμενος τόν Κύριον, συνόμιλον ἀεί ἔχει τήν ταπεινοφροσύνην· καί διά τῶν ταύτης ἐνθυμημάτων, εἰς τήν θείαν ἀγάπην καί εὐχαριστίαν ἔρχεται. Μνημονεύει γάρ τῆς κατά τόν κόσμον προτέρας διαγωγῆς, καί τῶν ποικίλων παραπτωμάτων, καί τῶν ἐκ νεότητος συμβάντων αὐτῷ πειρασμῶν· καί πῶς πάντων ἐκείνων ἐῤῥύσατο αὐτόν ὁ Κύριος, καί μετέστησεν ἀπό τῆς ἐμπαθοῦς ζωῆς, εἰς τόν κατά Θεόν βίον· καί σύν τῷ φόβῳ, προσλαμβάνεται καί τήν ἀγάπην, εὐχαριστῶν ἀεί μετά ταπενοφροσύνης πολλῆς τῷ εὐεργέτῃ, καί κυβερνήτῃ τῆς ζωῆς ἡμῶν.

 

μθ΄. Μή ῥυπώσῃς τόν νοῦν σου, λογισμῶν ἀνεχόμενος ἐπιθυμίας καί θυμοῦ, ἵνα μή τῆς καθαρᾶς προσευχῆς ἐκπεσών, τῷ τῆς ἀκηδίας πνεύματι περιπέσῃς.

 

ν΄. Τό τηνικαῦτα ὁ νοῦς τῆς πρός Θεόν παῤῥησίας ἐκπίπτει, ὁπηνίκα πονηροῖς ἤ ῥυπαροῖς λογισμοῖς συνόμιλλος γένηται.

 

να΄. Ὁ μέν ἄφρων ὑπό τῶν παθῶν ἀγόμενος, ὅτε μέν ὑπό τοῦ θυμοῦ κινούμενον ἐκταράσσεται, φεύγειν ἀλογίστως τούς ἀδελφούς ἐπείγεται· ὅτε δέ πάλιν ὑπό τῆς ἐπιθυμίας ἐκθερμαίνεται, μεταμελόμενος αὖθις προστρέχων ἀπαντᾷ. Ὁ δέ φρόνιμος, ἐπ᾿ ἀμφοτέρων τοὐναντίον ποιεῖ. Ἐπί μέν γάρ τοῦ θυμοῦ, τάς αἰτίας τῆς ταραχῆς ἐκκόψας, τῆς πρός τούς ἀδελφούς λύπης ἑαυτόν ἀπαλλάττει· ἐπί δέ τῆς ἐπιθυμίας, τῆς ἀλόγου ὁρμῆς καί συτυχίας ἐγκρατεύεται.

 

νβ΄. Ἐν τῷ καιρῷ τῶν πειρασμῶν, μή καταλίπῃς τό μοναστήριόν σου· ἀλλά φέρε γενναίως τά κύματα τῶν λογισμῶν, καί μάλιστα τῶν τῆς λύπης καί ἀκηδίας. Οὕτω γάρ οἰκονομικῶς διά τῶν θλίψεων δοκιμασθείς, ἕξεις βεβαίαν τήν εἰς Θεόν ἐλπίδα. Ἐάν δέ καταλιμπάνῃς, ἀδόκιμος καί ἄνανδρος καί ἄστατος εὑρεθήσῃ.

 

νγ΄. Ἐάν θέλῃς τῆς κατά Θεόν ἀγάπης μή ἐκπεσεῖν, μήτε τόν ἀδελφόν ἀφῇς κοιμηθῆναι λυπούμενον κατά σοῦ, μήτε σύ κοιμηθῇς λυπούμενος κατ᾿ αὐτοῦ· ἀλλ᾿ Ὕπαγε, διαλλάγηθι τῷ ἀδελφῷ σου, καί ἐλθών, πρόσφερε Χριστῷ καθαρῷ τῷ συνειδότι, δι᾿ ἐκτενοῦς προσευχῆς [edit τῆς εὐχῆς] δῶρον τῆς ἀγάπης.

 

νδ΄. Εἰ ὁ πάντα τά χαρίσματα τοῦ Πνεύματος ἔχων, ἀγάπην δέ μή ἔχων, οὐδέν ὠφελεῖται, κατά τόν Θεῖον Ἀπόστολον· πόσην ὀφείλομεν ἐνδείξασθαι σπουδήν, ἵνα ταύτην κτησώμεθα;

 

νε΄. Εἰ Ἡ ἀγάπη τῷ πλησίον κακόν οὐκ ἐργάζεται, ὁ φθονῶν τῷ ἀδελφῷ, καί λυπούμενος ἐπί τῇ εὐδοκιμήσει αὐτοῦ, καί σκώμμασι χραίνων τήν ὑπόληψιν αὐτοῦ, ἤ ἔν τινι, κακοηθείᾳ ἐπιβουλεύων αὐτῷ, πῶς οὐκ ἀλλότριον ἑαυτόν τῆς ἀγάπης καθίστησι, καί ἔνοχον τῆς αἰωνίου κρίσεως;

 

νστ΄. Εἰ Πλήρωμα νόμου ἡ ἀγάπη, ὁ μνησικακῶν τῶ ἀδελφῷ, καί δόλους κατ᾿ αὐτοῦ συσκευάζων [edit. σκευάζ.] καί κατευχόμενος αὐτοῦ καί ἐπιχαίρων τῷ πτώματι αὐτοῦ, πῶς ὁ παράνομός ἐστι, καί τῆς αἰωνίου κολάσεως ἄξιος;

 

νζ΄. Εἰ ὁ καταλαλῶν ἀδελφοῦ καί κρίνων ἀδελφόν, καταλαλεῖ καί κρίνει νόμον· ὁ δέ νόμος τοῦ Χριστοῦ ἐστιν ἡ ἀγάπη, πῶς τῆς ἀγάπης τοῦ Χριστοῦ ὁ κατάλαλος οὐκ ἐκπίπτει, καί αἴτιος ἑαυτῷ γίνεται κολάσεως αἰωνίου;

 

νη΄. Μή δῴης [ed. δῷς] τήν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδέ τήν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἤ ἀκούων κατά τοῦ πέλας, ἵνα μή ἐκπέσῃς τῆς θείας ἀγάπης, καί ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς.

 

νθ΄. Μή καταδέχου κατά τοῦ Πατρός σου λοιδορίαν, μηδέ προθυμοποιήσῃς τόν ἀτιμάζοντα αὐτόν· ἵνα μή ὁργισθῇ Κύριος ἐπί τοῖς ἔργοις σου, καί ἐξολοθρεύσῃ σε ἐκ γῆς ζώντων.

 

ξ΄. Ἐπιστόμιζε τόν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μή διπλῆν ἁμαρτίαν σύν αὐτῷ ἁμαρτάνῃς· καί σαυτόν ὀλεθρίῳ πάθει ἐθίζων, κακεῖνον κατά τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων.

 

ξα΄. Ἐγώ δέ λέγω ὑμῖν, φησίν ὁ Κύριος· Ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· προσεύχεσθε ὑπέρ τῶν ἐπιρεαζόντων ὑμᾶς. Διά τί ταῦτα προσέταξεν; Ἵνα σε μίσους καί λύπης καί ὁργῆς καί μνησικακίας ἐλευθερώσῃ, καί τοῦ μεγίστου κτήματος τῆς τελείας ἀγάπης καταξιώσῃ· ἥν ἀμήχανον ἔχειν, τόν μή πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντα κατά μίμησιν Θεοῦ, τοῦ πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπῶντος, καί θέλοντος σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

 

ξβ΄. Ἐγώ δέ λέγω ὑμῖν· Μή ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπί τήν δεξιάν σιαγόνα, στρέψον αὐτῷ καί τήν ἄλλην· καί τῷ θέλοντί σοι κριθῆναι καί τόν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καί τό ἱμάτιον· καί τῷ ἀγγαρεύοντί σε μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. Διά τί; Ἵνα καί σέ ἀόργητον καί ἀτάραχον διαφυλάξῃ καί ἄλυπον, κἀκεῖνον διά τῆς σῆς ἀνεξικακίας παιδεύσῃ, και ἀμφοτέρους ὡς ἀγαθός ὑπό τόν ζυγόν τῆς ἀγάπης ἀγάγῃ.

 

ξγ΄. Πρός ἅπερ πράγματά ποτε πεπόνθαμεν, τούτων καί τάς φαντασίας ἐμπαθεῖς περιφέρομεν. Ὁ οὖν τάς ἐμπαθεῖς νικῶν φαντασίας, καί τῶν πραγμάτων ὧν αἱ φαντασίαι πάντως καταφρονεῖ· ἐπειδή τοῦ πρός τά πράγματα πολέμου ὁ πρός τάς μνήμας τοσοῦτόν ἐστι χαλεπώτερος, ὅσον τοῦ κατ᾿ ἐνέργειαν ἁμαρτάνειν, τό κατά διάνοιαν ἐστιν εὐκοπώτερον.

 

ξδ΄. Τῶν παθῶν τά μέν ἐστι σωματικά, τά δέ ψυχικά. Καί τά μέν σωματικά, ἐκ τοῦ σώματος ἔχει τάς ἀφορμάς· τά δέ ψυχικά, ἐκ τῶν ἔξωθεν πραγμάτων. Ἀμφότερα δέ περικόπτει ἀγάπη καί ἐγκράτεια· ἡ μέν, τά ψυχικά, ἡ δέ τά σωματικά.

 

ξε΄. Τά μέν τῶν παθῶν, τοῦ θυμικοῦ· τά δέ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, τυγχάνει. Ἀμφότερα δέ, διά τῶν αἰσθήσεων κινεῖται. Τότε δέ κινεῖται, ὅτε ἀγάπης ἡ ψυχή καί ἐγκρατείας, ἐκτός εὑρίσκεται.

 

ξστ΄. Δυσκαταγώνιστα μᾶλλον τά τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς πάθη, παρά τά τοῦ ἐπιθυμητικοῦ τυγχάνει. Διό καί μεῖζον τό φάρμακον κατ᾿ αὐτοῦ, ἡ ἐντολή τῆς ἀγάπης ὑπό τοῦ Κυρίου ἐδόθη.

 

ξζ΄. Πάντα τά ἄλλα πάθη, ἤ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς, ἤ τοῦ ἐπιθυμητικοῦ μόνον ἐφάπτεται.ἤ καί τοῦ λογιστικοῦ, ὡς ἡ λήθη καί ἡ ἄγνοια· ἡ δέ ἀκηδία, πασῶν τῶν τῆς ψυχῆς δυνάμεων ἐπιδραττομένη, πάντα σχεδόν ὁμοθυμαδόν κινεῖ τά πάθη. Διό καί πάντων τῶν ἄλλων παθῶν ἐστι βαρύτατον. Καλῶς οὖν ὁ Κύριος τό κατ᾿ αὐτῆς φάρμακον δεδωκώς, Ἐν τῇ ὑπομονῇ ὑμῶν, λέγει, κτήσασθε τά ψυχάς ὑμῶν.

 

ξη΄. Μή πλήξῃς ποτέ τινα τῶν ἀδελφῶν, παραλόγως μάλιστα· μή ποτε μή φέρων τήν θλίψιν, ὑποχωρήσῃ· καί οὐ μή ἐκφεύξῃ ποτέ τόν ἔλεγχον τοῦ συνειδότος, ἀεί σοι λύπην ἐν τῷ καιρῷ τῆς προσευχῆς προξενοῦντα, καί τῆς θείας παῤῤησίας τόν νοῦν ἀπελαύνοντα.

 

ξθ΄. Μή ἀνάσχῃ τῶν σκάνδαλά σοι φερουσῶν ὑπονοιῶν, ἤ καί ἀνθρώπων, κατά τινων. Οἱ γάρ παραδεχόμενοι σκάνδαλα ἐν οἷῳ δήποτε τρόπῳ τῶν κατά προαίρεσιν ἤ παρά προαίρεσιν συμβαινόντων, οὐκ ἴσασι τήν ὁδόν τῆς εἰρήνης, τήν φέρουσαν διά τῆς ἀγάπης εἰς τήν γνῶσιν τοῦ Θεοῦ τούς ταύτης ἐραστάς.

 

ο΄. Οὔπω ἔχει τελείαν τήν ἀγάπην, ὁ ἔτι τοῖς γνώμαις τῶν ἀνθρώπων συνδιατιθέμενος. Οἷον, τόν μέν ἀγαπῶν, τόν δέ μισῶν, διά τόδε ἤ τόδε· ἤ καί τόν αὐτόν ποτέ μέν ἀγαπῶν, ποτέ δέ μισῶν, διά τάς αὐτάς αἰτίας.

 

οα΄. Ἡ τελεία ἀγάπη οὐ συνδιασχίζει τήν μίαν τῶν ἀνθρώπων φύσιν, ταῖς διαφόροις αὐτῶν γνώμαις· ἀλλ᾿ εἰς αὐτήν ἀεί ἀποβλεπομένη, πάντας ἀνθρώπους ἐξ ἴσου ἀγαπᾷ· τούς μέν σπουδαίους, ὡς φίλους· τούς δέ φαύλους, ὡς ἐχθρούς ἀγαπᾷ, εὐεργετοῦσα καί μακροθυμοῦσα, καί ὑπομένουσα τά παρ᾿ αὐτῶν ἐπαγόμενα· τό κακόν τό συνόλως μή λογιζομένη, ἀλλά καί πάσχουσα ὑπέρ αὐτῶν, εἰ καιρός καλέσειεν, ἵνα καί αὐτούς ποιήσῃ φίλους εἰ οἷόν τε· εἰ δέ μή, τῆς γε ἰδίας διαθέσεως οὐκ ἐκπίπτει, τούς τῆς ἀγάπης καρπούς ἀεί ἐξ ἴσου πρός πάντας ἀνθρώπους ἐνδεικνυμένη. Διό καί ὁ Κύριος ἡμῶν καί Θεός Ἰησοῦς, Χριστός, τήν αὐτοῦ ἀγάπην εἰς ἡμᾶς ἐνδειξάμενος, ὑπέρ ὅλης τῆς ἀνθρωπότητος ἔπαθεν, καί πᾶσιν ἐξ ἴσου τήν ἐλπίδα τῆς ἀναστάσεως ἐχαρίσατο· εἰ καί ἕκαστος ἑαυτόν, εἴτε δόξης, εἴτε κολάσεως καθίστησιν ἄξιον.

 

οβ΄. Ὁ μή καταφρονῶν δόξης καί ἀτιμίας, πλούτου καί πενίας, ἡδονῆς τε καί λύπης, τελείαν ἀγάπην οὔπω ἐκτήσατο. Ἡ γάρ τελεία ἀγάπη οὐ μόνον τούτων καταφρονεῖ, ἀλλά καί αὐτῆς τῆς προσκαίρου ζωῆς τε καί τοῦ θανάτου.

 

ογ΄. Ἄκουε τῶν καταξιωθέντων τῆς τελείας ἀγάπης, ποῖα λέγουσι· Τίς ἡμᾶς χωρίσει ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις; ἤ στενοχωρία; ἤ διωγμός; ἤ λιμός; ἤ γυμνότης; ἤ κίνδυνος; ἤ μάχαιρα; καθώς γέγραπται· Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τήν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, διά τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπό τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

 

οδ΄. Περί δέ τῆς εἰς τόν πλησίον ἀγάπης, ἄκουε πάλιν οἷα λέγουσιν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι καί τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ· ὅτι λύπη μοί ἐστι πολλή, καί ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Ηὐχόμην γάρ ἀνάθεμα εἶναι αὐτός ἐγώ ἀπό τοῦ Χριστοῦ ὑπέρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατά σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, καί τά ἑξῆς. Ὡσαύτως καί ὁ Μωϋσῆς, καί οἱ λοιποί ἅγιοι [unus Reg. καί πάντες οἱ ἅγιοι].

 

οε΄. Ὁ μή καταφρονῶν δόξης καί ἡδονῆς, καί τῆς τούτων αὐξητικῆς, καί δι᾿ αὐτάς συνισταμένης, φιλαργυρίας, τάς τοῦ θυμοῦ προφάσεις ἐκκόπτειν οὐ δύναται. Ὁ δέ ταύτας μή ἐκόπτων, τῆς τελείας ἀγάπης τυχεῖν οὐ δύναται.

 

οστ΄. Ταπείνωσις καί κακοπάθεια, πάσης ἁμαρτίας ἐλευθεροῦσι τόν ἄνθρωπον· ἡ μέν, τά τῆς ψυχῆς· ἡ δέ, τά τοῦ σώματος περικόπτουσα πάθη. Τοῦτο γάρ ποιῶν καί ὁ μακάριος φαίνεται Δαβίδ, ἐν οἷς εὔχεται πρός τόν Θεόν, λέγων· Ἰδέ τήν ταπείνωσίν μου καί τόν κόπον μου, καί ἄφες πάσας τάς ἁμαρτίας μου.

 

οζ΄. Διά μέν τῶν ἐντολῶν ὁ Κύριος, ἀπαθεῖς τούς ἐργαζομένους αὐτάς ἀποτελεῖ· διά δέ τῶν θείων δογμάτων, τόν φωτισμόν τῆς γνώσεως αὐτοῖς χαρίζεται.

 

οη΄. Πάντα τά δόγματα, ἤ περί Θεοῦ εἰσιν, ἤ περί ὁρατῶν καί ἀοράτων, ἤ περί τῆς ἐν αὐτοῖς προνοίας καί κρίσεως.

 

οθ΄. Ἡ μέν ἐλεημοσύνη, τό θυμικόν μέρος τῆς ψυχῆς θεραπεύει· ἡ δέ νηστεία, τήν μέν ἐπιθυμίαν μαραίνει· ἡ δέ προσευχή, τόν νοῦν καθαίρει, καί πρός τήν τῶν ὄντων θεωρίαν παρασκευάζει. Πρός γάρ τάς δυνάμεις τῆς ψυχῆς, καί τάς ἐντολάς ὁ Κύριος ἡμῖν ἐχαρίσατο.

 

π΄. Μάθετε ἀπ᾿ ἐμοῦ, φησίν, ὅτι πρᾶός εἰμι καί ταπεινός τῇ καρδίᾳ, καί τά ἑξῆς. Ἡ μέν πραότης, ἀτάραχον τόν θυμόν διαφυλάττει· ἡ δέ ταπείνωσις, τύφου καί κενοδοξίας τόν νοῦν ἐλευθεροῖ.

 

πα΄. Διττός ἐστιν ὁ τοῦ Θεοῦ φόβος· ὁ μέν ἐκ τῶν ἀπειλῶν τῆς κολάσεως ἡμῖν ἐντικτόμενος, δι᾿ ὅν ἡ ἐγκράτεια καί ἡ ὑπομονή, καί ἡ εἰς Θεόν ἐλπίς, καί ἡ ἀπάθεια, ἐξ ἧς ἡ ἀγάπη, κατά τάξιν ἡμῖν ἐγγίνονται· ὁ δέ, αὐτῇ τῇ ἀγάπῃ συνέζευκται, εὐλάβειαν τῇ ψυχῇ ἀεί ἐμποιῶν, ἵνα μή διά τήν τῆς ἀγάπης παῤῥησίαν, εἰς καταφρόνησιν Θεοῦ ἔλθῃ.

 

πβ΄. Τόν μέν πρῶτον φόβον ἔξω βάλλει ἡ τελεία ἀγάπη τῆς ψυχῆς τῆς κεκτημένης αὐτήν, μηκέτι τήν κόλασιν φοβουμένης· τόν δέ δεύτερον, ἑαυτῇ ἔχει ἀεί, ὡς εἴρηται συνεζευγμένον. Καί τῷ μέν πρώτῳ φόβῳ, ἁρμόζει τό, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπό κακοῦ. Καί, Ἀρχή σοφίας φόβος Κυρίου. Τῷ δέ δευτέρῳ, τό, Ὁ φόβος Κυρίου ἁγνός διαμένων εἰς αἰῶνα αἰῶνος. Καί τό, Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

 

πγ΄. Νεκρώσατε τά μέλη ὑμῶν τά ἐπί τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καί τήν πλεονεξίαν, καί τά ἑξῆς. Γῆν μέν ὠνόμασε, τό φρόνημα τῆς σαρκός· πορνείαν δέ εἶπε, τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν· ἀκαθαρσίαν δέ, τήν συγκατάθεσιν ἐκάλεσε· πάθος δέ, τόν ἐμπαθῆ λογισμόν ὠνόμασεν· ἐπιθυμίαν δέ κακήν, τήν ψιλήν τοῦ λογισμοῦ τῆς ἐπιθυμίας παραδοχήν· πλεονεξίαν δέ, τήν γεννητικήν τε καί αὐξητικήν τοῦ πάθους ὠνόμασεν ὕλην. Ταῦτα οὖν πάντα ὡς μέλη ὄντα τοῦ φρονήματος τῆς σαρκός, ἐκέλευσεν ὁ θεῖος Ἀπόστολος νεκρῶσαι.

 

πδ΄. Πρῶτον μέν ἡ μνήμη, ψιλόν τόν λογισμόν ἐπί τόν νοῦν ἀναφέρει· καί τούτου ἐγχρονίζοντος, κινεῖται τό πάθος· τούτου δέ μή ἀναιρουμένου, κάμπτει τόν νοῦν εἰς συγκατάθεσιν· ταύτης δέ γενομένης, ἔρχεται λοιπόν εἰς τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν. Ὁ οὖν πάνσοφος Ἀπόστολος πρός τούς ἀπό ἐθνῶν γράφων, τό ἀποτέλεσμα πρῶτον κελεύει ἀναιρεῖν τῆς ἁμαρτίας· εἶτα κατά τάξιν ἀναποδίζοντας, εἰς τήν αἰτίαν καταλήγειν. Ἡ δέ αἰτία ἐστίν, ἡ γεννητική, ὡς προείρηται, καί αὐξητική τοῦ πάθους πλεονεξία. Οἶμαι δέ ἐνταῦθα τήν γαστριμαργίαν σημαίνειν, ὡς μητέρα καί τροφόν τῆς πορνείας ὑπάρχουσαν. Ἡ γάρ πλεονεξία, οὐ μόνον ἐπί χρημάτων, ἀλλά καί ἐπί βρωμάτων κακή. Ὥσπερ καί ἡ ἐγκράτεια, οὐ μόνον ἐπί βρωμάτων, ἀλλά καί ἐπί χρημάτων καλή.

 

πε΄. Ὥσπερ στρουθίον τόν πόδα δεδεμένον ἀρχόμενον πέτεσθαι, ἐπί τήν γῆν κατασπᾶται σχοινίῳ ἑλκόμενον· οὕτω καί ὁ νοῦς μήπω ἀπάθειαν κτησάμενος, καί ἐπί τήν τῶν οὐρανίων γνῶσιν πετόμενος, ὑπό τῶν παθῶν καθελκόμενος, ἐπί τήν γῆν κατασπᾶται.

 

πστ΄. Ὅτε νοῦς τελείως τῶν παθῶν ἐλευθερωθῇ, τότε καί ἐπί τήν θεωρίαν τῶν ὄντων ἀμεταστρεπτί ὁδεύει, ἐπί τήν γνῶσιν τῆς ἁγίας Τριάδος τήν πορείαν ποιούμενος.

 

πζ΄. Καθαρός ὑπάρχων ὁ νοῦς, τά νοήματα τῶν πραγμάτων ἀναλαμβάνων, εἰς τήν πνευματικήν θεωρίαν αὐτῶν κινεῖται· ἀκάθαρτος δέ ἐκ ῥᾳθυμίας γεγονώς, τά μέν τῶν λοιπῶν πραγμάτων νοήματα ψιλά φαντάζεται· τά δέ ἀνθρώπινα δεχόμενος, εἰς αἰσχρούς ἤ πονηρούς λογισμούς μετατρέπεται.

 

πη΄. Ὅταν ἀεί ἐν τῷ καιρῷ προσευχῆς μηδέν τῶν τοῦ κόσμου νοημάτων διενοχλήσῃ τῷ νῷ, τότε γίνωσκε σαυτόν μή ἔξω εἶναι τῶν ὄρων τῆς ἀπαθείας.

 

πθ΄. Ὅταν ἡ ψυχή ἄρχηται τῆς ἰδίας ὑγείας ἐπαισθάνεσθαι, τότε καί τάς ἐν τοῖς ὕπνοις φαντασίας, ψιλάς καί ἀταράχους ἄρχεται βλέπειν.

 

τέσ. ἀνοικτό΄. Ὥσπερ τόν αἰσθητόν ὀφθαλμόν ἡ καλλονή τῶν ὁρατῶν· οὕτω καί τόν καθαρόν νοῦν, ἡ γνῶσις τῶν ἀοράτων πρός ἑαυτήν ἐπισπᾶται. Ἀόρατα δέ λέγω, τά ἀσώματα.

 

τεσ. ἀνοικτό α΄. Μέγα μέν τό πρός τά πράγματα μή πάσχειν· μεῖζον δέ πολλῷ, τό πρός τάς φαντασίας αὐτῶν ἀπαθῆ διαμεῖναι. Διότι ὁ διά τῶν λογισμῶν πρός ἡμᾶς τῶν δαιμόνων πόλεμος, τοῦ διά τῶν πραγμάτων πολέμου ἐστί χαλεπώτερος.

 

τεσ. ἀνοικτό β΄. Ὁ τάς ἀρετάς κατορθώσας, καί τῇ γνώσει πλουτήσας, ὡς φυσικῶς λοιπόν τά πράγματα διορῶν, πάντα κατά τόν ὀρθόν λόγον καί πράττει καί διαλέγεται, τό σύνολον μή παρατρεπόμενος. Ἐκ γάρ τοῦ εὐλόγως ἤ παραλόγως τοῖς πράγμασι χρήσασθαι, ἤ ἐνάρετοι ἤ φαῦλοι γινόμεθα.

 

τέσ. ἀνοικ. γ΄. Σημεῖον ἄκρας ἀπαθείας, τό ψιλά τά νοήματα τῶν πραγμάτων ἀεί ἀναβαίνειν ἐπί τήν καρδίαν, καί ἐγρηγορότος τοῦ σώματος, καί κατά τούς ὕπνους.

 

τέσ. ἀνοικ. δ΄. Διά μέν τῆς ἐργασίας τῶν ἐντολῶν, τά πάθη ὁ νοῦς ἀποδύεται· διά δέ τῆς τῶν ὁρατῶν πνευματικῆς θεωρίας, τά ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Διά δέ τῆς τῶν ἀοράτων γνώσεως, τήν τῶν ὁρατῶν θεωρίαν· ταύτην δέ, διά τῆς γνώσεως τῆς ἁγίας Τριάδος.

 

τέσ. ἀνοικ. ε΄. Ὥσπερ ὁ ἥλιος ἀνατέλλων καί τόν κόσμον φωτίζων, δείκνησί τε ἑαυτόν καί τά ὑπ᾿ αὐτοῦ φωτιζόμενα πράγματα· οὕτω καί ὁ τῆς δικαιοσύνης Ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων, καί ἑαυτόν δείκνυσι, καί πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων καί γενησομένων τούς λόγους.

 

τέσ. ἀνοικ. στ΄. Οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τόν Θεόν γινώσκομεν, ἀλλ᾿ ἐκ τῆς μεγαλουργίας αὐτοῦ καί προνοίας τῶν ὄντων. Διά τούτων γάρ ὡς δι᾿ ἐσόπτρων, τήν ἄπειρον ἀγαθότητα καί σοφίαν καί δύναμιν κατανοοῦμεν.

 

τέσ. ἀνοικ. ζ΄. Ὁ καθαρός νοῦς, ἤ ἐν τοῖς ψιλοῖς νοήμασι τῶν ἀνθρωπίνων πραγμάτων εὑρίσκεται, ἤ ἐν τῇ τῶν ὁρατῶν φυσικῇ θεωρίᾳ, ἤ ἐν τῇ τῶν ἀοράτων· ἤ ἐν τῷ φωτί τῆς ἁγίας Τριάδος.

 

τέσ. ἀνοικ. η΄. Ἐν τῇ τῶν ὁρατῶν θεωρίᾳ γενόμενος ὁ νοῦς, ἤ τούς φυσικούς αὐτῶν λόγους ἐρευνᾷ, ἤ τούς δι᾿ αὐτῶν σημαινομένους, ἤ αὐτήν τήν αἰτίαν ζητεῖ.

 

τέσ. ἀνοικ. θ΄. Ἐν δέ τῇ τῶν ἀοράτων διατρίβων, τούς τε φυσικούς αὐτῶν λόγους ζητεῖ, καί τήν αἰτίαν τῆς γενέσεως αὐτῶν, καί τά τούτοις ἀκόλουθα. Καί τίς ἡ περί αὐτούς πρόνοια καί κρίσις.

 

ρ΄. Ἐν δέ Θεῷ γενόμενος, τούς περί τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους, ζητεῖ μέν ὑπό τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ᾿ αὐτόν δέ τήν παραμυθίαν εὑρίσκει· ἀμήχανον γάρ τοῦτο, καί ἀνένδεκτον πάσῃ γενητῇ φύσει ἐξ ἴσου· ἐκ δέ τῶν περί αὐτόν παραμυθεῖται· λέγω δή, τῶν περί ἀϊδιότητος, ἀπειρίας τε καί ἀοριστίας· ἀγαθότητός τε καί σοφίας καί δυνάμεως, δημιουργικῆς τε καί προνοητικῆς καί κριτικῆς τῶν ὄντων. Καί τοῦτο πάντη καταληπτόν αὐτοῦ μόνον, ἡ ἀπειρία, καί αὐτό τό μηδέν γινώσκειν, ὑπέρ νοῦν γινώσκειν, ὥς που [edit. ὥσπερ] οἱ θεολόγοι ἄνδρες εἰρήκασι, Γρηγόριός τε καί Διονύσιος.

Δευτέρα εκατοντάς

α΄. Ὁ γνησίως τόν Θεόν ἀγαπῶν, οὗτος καί ἀπερισπάστως πάντως προσεύχεται· καί ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καί γνησίως τόν Θεόν ἀγαπᾷ. Οὐκ εὔχεται δέ ἀπερισπάστως, ὅ τινι ἐπιγείων ἔχων τόν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τόν Θεόν, ὅ τινι τῶν ἐπιγείων ἔχων τόν νοῦν δεδεμένον.

 

β΄. Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ, πάθος ἔχει πάντως πρός αὐτό· οἷον ἐπιθυμίας, ἤ λύπης, ἤ ὀργῆς, ἤ μνησικακίας· καί εἰ μή τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.

 

γ΄. Τά μέν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτόν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καί τοῦ Θεοῦ χωρίσαντα, αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. ἡ δέ τοῦ Θεοῦ ἀγάπη κρατήσασα, λύει αὐτόν τῶν δεσμῶν· παραφρονεῖν πείθουσα οὐ μόνόν τῶν αἰσθητῶν πραμγάτων, ἀλλά καί αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.

 

δ΄. Ἔργον τῶν ἐντολῶν,ψιλά ποιεῖν τά τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δέ καί θεωρίας, ἄϋλον καί ἀνείδεον τόν νοῦν ἀπεργάζεσθαι· ἐκ δέ τούτου συμβαίνει, τό ἀπερισπάστως προσεύχεσθαι.

 

ε΄. Οὐκ ἀρκεῖ πρακτική μέθοδος πρός τό τελείως τόν νοῦν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτόν ἀπερισπάστως προσεύχεσθαι, εἰ μή καί διάφοροι αὐτόν διαδέξονται πνευματικαί θεωρίαι. Ἡ μέν γάρ, ἀκρασίας καί μίσους μόνον τόν νοῦν ἐλευθεροῖ· αἱ δέ, καί λήθης καί ἀγνοίας αὐτόν ἀπαλλάττουσι· καί οὕτω δυνήσεται ὡς δεῖ προσεύξασθαι.

 

στ΄. Τῆς καθαρᾶς προσευχῆς δύο εἰσίν ἀκρόταται καταστάσεις· ἡ μέν, τοῖς πρακτικοῖς· ἡ δέ, τοῖς θεωρητικοῖς ἐπισυμβαίνουσα. Καί ἡ μέν, ἐκ φόβου Θεοῦ καί ἐλπίδος ἀγαθῆς τῇ ψυχῇ ἐγγίνεται· ἡ δέ, ἀπό θείου ἔρωτος καί ἀκροτάτης καθάρσεως. Γνωρίσματα δέ τοῦ μέν πρώτου μέτρου, τό ἐν τῷ συναγαγεῖν τόν νοῦν ἐκ πάντων τῶν τοῦ κόσμου νοημάτων, καί ὡς αὐτῷ αὐτοῦ περισταμένου τοῦ Θεοῦ, ὥσπερ καί παρέστη, ποιεῖσθαι τάς προσευχάς ἀπερισπάστως καί ἀνενοχλήτως· τοῦ δέ δευτέρου, τό ἐν αὐτῇ τῇ ὁρμῇ τῆς προσευχῆς ἁρπαγῆναι τόν νοῦν ὑπό τοῦ θείου καί ἀπείρου φωτός, καί μήτε ἑαυτοῦ μήτε τινός ἄλλου τῶν ὄντων τό σύνολον ἐπαισθάνεσθαι, εἰ μή μόνου τοῦ διά τῆς ἀγάπης ἐν αὐτῷ τήν τοιαύτην ἔλλαμψιν ἐνεργοῦντος. Τότε δέ καί περί τούς περί Θεοῦ λόγους κινούμενος, καθαράς καί τρανάς τάς περί αὐτοῦ λαμβάνει ἐμφάσεις.

 

ζ΄. Ὅ τις ἀγαπᾷ, τούτου καί ἀντέχεται πάντως· καί πάντων τῶν πρός τοῦτο ἐμποδιζόντων αὐτῷ, καταφρονεῖ, ἵνα μή αὐτοῦ στερηθῇ, καί τόν Θεόν ἀγαπῶν, ἐπιμελεῖται καθαρᾶς προσευχῆς· καί πᾶν πάθος πρός τοῦτο ἐμποδίζον αὐτῷ, ἀποβάλλει ἐξ ἑαυτοῦ.

 

η΄. Ὁ τήν μητέρα τῶν παθῶν ἀποβαλών φιλαυτίαν, καί τά λοιπά εὐχερῶς σύν Θεῷ ἀποτίθεται· οἷον ὁργήν, λύπην, μνησικακίαν, καί τά ἑξῆς· ὁ δέ ὑπό τοῦ πρώτου κρατούμενος, ὑπό τοῦ δευτέρου, κἄν μή θέλῃ, τιτρώσκεται. Φιλαυτία δέ ἐστι, τό πρός τό σῶμα πάθος.

 

θ΄. Διά τάς πέντε ταύτας αἰτίας οἱ ἄνθρωποι ἀγαπῶσιν ἀλλήλους, εἴτε ἐπαινετῶς, εἴτε ψεκτῶς. Οἷον, ἤ διά τόν Θεόν, ὡς ὁ ἐνάρετος πάντας, καί ὡς ὁ τόν ἐνάρετον κἄν μήπω ἐνάρετος· ἤ διά φύσιν, ὡς οἱ γονεῖς τά τέκνα, καί ἔμπαλιν· ἤ διά κενοδοξίαν, ὡς ὁ δοξαζόμενος τόν δοξάζοντα· ἤ διά φιλαργυρίαν, ὡς ὁ πλούσιον διά λῆψιν· ἤ διά φιληδονίαν, ὡς ὁ τήν γαστέρα θεραπευόμενος καί τά ὑπό γαστέρα. Καί ἡ μέν πρώτη, ἐπαινετή· ἡ δέ δευτέρα, μέση· αἱ δέ λοιπαί, ἐμπαθεῖς.

 

ι΄. Ἐάν τινάς μέν μισῇς, τινάς δέ οὐδέ ἀγαπᾷς οὐδέ μισῇς· ἑτέρους δέ ἀγαπᾷς, ἀλλά συμμέτρως· ἄλλους δέ σφόδρα ἀγαπᾷς· ἐκ ταύτης τῆς ἀνισότητος, γνῶθι ὅτι μακράν εἶ τῆς τελείας ἀγάπης, ἥτις ὑποτίθεται πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι [Fr. ἀγαπᾷν].

 

ια΄. Ἔκκλινον ἀπό κακοῦ, καί ποίησον ἀγαθόν. Τουτέστι, Πολέμησον τούς ἐχθρούς, ἵνα μειώσῃς τά πάθη· ἔπειτα δέ νῆφε, ἵνα μή αὐξήσωσι. Καί πάλιν· Πολέμησον, ἵνα κτήσῃ τάς ἀρετάς· καί μετέπειτα νῆφε, ἵνα αὐτάς διαφυλάξῃς. Καί τοῦτο ἄν εἴη, τό ἐργάζεσθαι, καί φυλάσσειν.

 

ιβ΄. Οἱ κατά συγχώρησιν Θεοῦ πειράζοντες ἡμᾶς, ἤ τό ἐπιθυμητικόν τῆς ψυχῆς ἐκθερμαίνουσιν, ἤ τό θυμικόν ἐκταράσσουσιν, ἤ τό λογικόν ἐπισκοτίζουσιν, ἤ τό σῶμα ὀδύναις περιβάλλουσιν, ἤ τά σωματικά διαρπάζουσιν.

 

ιγ΄. Ἤ δι᾿ ἑαυτῶν ἡμᾶς οἱ δαίμονες ἐκπειράζουσιν, ἤ τούς μή φοβουμένους τόν Κύριον καθ᾿ ἡμῶν ἐφοπλίζουσιν. Καί δι᾿ ἑαυτῶν μέν, ὅταν ἐκ τῶν ἀνθρώπων ἰδιάσωμεν, ὥσπερ τόν Κύριον ἐν τῇ ἐρήμῳ· διά τῶν ἀνθρώπων δέ, ὅταν μετά τῶν ἀνθρώπων συνδιατρίψωμεν, ὥσπερ καί τόν Κύριον διά τῶν Φαρισαίων. Ἀλλ᾿ ἡμεῖς εῖς τόν τύπον ἡμῶν ἀποβλεπόμενοι, ἀμφοτέρωθεν αὐτούς ἀποκρουσώμεθα.

 

ιδ΄. Ὅταν ἄρχηται ὁ νοῦς εἰς τήν ἀγάπην τοῦ Θεοῦ προκόπτειν, τότε καί ὁ δαίμων τῆς βλασφημίας ἄρχεται ἐκπειράζειν αὐτόν· καί τοιούτους αὐτῷ λογισμούς ὑποβάλλει, οἷους ἀνθρώπων μέν οὐδείς, μόνος δέ ὁ τούτων πατήρ διάβολος ἐφευρίσκει. Τοῦτο δέ ποιεῖ, φθονῶν τῷ θεοφιλεῖ· ἵνα εἰς ἀπόγνωσιν ἐλθών ὡς τοιαῦτα διανοηθείς, μηκέτι τολμήσῃ διά τῆς συνήθους προσευχῆς πρός αὐτόν ἀναπτῆναι. Οὐδέν δέ ἐντεῦθεν ὠφελεῖται ὁ ἀλάστωρ πρός τόν ἴδιον σκοπόν· ἀλλά καί μᾶλλον βεβαιοτέρους ἡμᾶς ἀπεργάζεται. Πολεμούμενοι γάρ καί ἀντιπολεμοῦντες, δοκιμώτεροι καί γνησιώτεροι εἰς τήν ἀγάπην τοῦ Θεοῦ εὑρισκόμεθα. Ἡ δέ ῥομφαία αὐτοῦ, εἰσέλθοι εἰς τήν καρδίαν αὐτοῦ, καί τά τόξα αὐτοῦ συντριβείη.

 

ιε΄. Ὁ νοῦς ἐπιβάλλων τοῖς ὁρατοῖς, κατά φύσιν νοεῖ τά πράγματα διά μέσης τῆς αἰσθήσεως· καί οὔτε ὁ νοῦς κακόν, οὔτε τό κατά φύσιν νοεῖν· οὔτε δέ τά πράγματα, οὔτε ἡ αἴσθησις· Θεοῦ γάρ εἰσι ταῦτα τά ἔργα. Τί οὖν ἐστι τό κακόν; Δῆλον ὅτι τό πάθος τοῦ κατά φύσιν νοήματος, ὅπερ δύναται μή εἶναι ἐν τῇ τῶν νοημάτων χρήσει, ἐάν ὁ νοῦς γρηγορῇ.

 

ιστ΄. Πάθος ἐστί κίνησις ψυχῆς παρά φύσιν, ἤ ἐπί φιλίαν ἄλογον, ἤ ἐπί μῖσος ἄκριτον, ἤ τινος, ἤ διά τι τῶν αἰσθητῶν. Οἷον ἐπί μέν φιλίαν ἄλογον, ἤ βρωμάτων, ἤ γυναικός, ἤ χρημάτων, ἤ δόξης παρερχομένης, ἤ τινος ἄλλου τῶν αἰσθητῶν, ἤ διά ταῦτα.Ἐπί μῖσος δέ ἄκριτον· οἷον ἤ τινος τῶν προειρημένων, ὡς εἴρηται, ἤ πρός τινα διά ταῦτα.

 

ιζ΄. Ἤ πάλιν κακία ἐστίν, ἡ ἐσφαλμένη κρίσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων. Οἷον ὡς ἐπί τῆς γυναικός, ἡ ὀρθή κρίσις τῆς συνουσίας, ὁ σκοπός ἐστι τῆς παιδοποιίας.Ὁ οὖν εἰς τήν ἡδονήν ἀποβλεψάμενος, ἐσφάλη περί τήν κρίσιν, τό μή καλόν ὡς καλόν ἡγησάμενος. Ὁ γοῦν τοιοῦτος, παραχρῆται γυναικί συνουσιαζόμενος. Καί ἐπί τῶν ἄλλων πραγμάτων καί νοημάτων.

 

ιη΄. Ὅτε τόν νοῦν σου οἱ [Fr. Ὅταν τοίνυν τόν νοῦν οἱ] δαίμονες τῆς σωφροσύνης ἐκβαλόντες, τοῖς τῆς προνείας λογισμοῖς περικυκλώσωσι, τότε μετά δακρύων λέγε πρός τόν Δεσπότην· Ἐκβαλόντες με νῦν περιεκύκλωσάν με, τό ἀγαλλίαμά μου λύτρωσαί με, ἀπό τῶν κυκλωσάντων με· καί σώζῃ.

 

ιθ΄. Βαρύς ὁ τῆς πορνείας δαίμων, καί σφοδρῶς ἐπιτίθεται τοῖς κατά τοῦ πάθους ἀγωνιζομένοις· καί μάλιστα ἐν τῇ ἀμελείᾳ τῆς διαίτης, καί ἐν ταῖς συντυχίαις τῶν γυναικῶν. Λεληθότως γάρ τῇ λειότητι τῆς ἡδονῆς ὑποκλέπτων τόν νοῦν, μετέπεια ἐπεμβαίνει διά τῆς μνήμης ἡσυχάζοντι, τό τε σῶμα ἐμπυρίζων, καί ποικίλας μορφάς τῷ νῷ παριστῶν. Διό καί πρός τήν συγκατάθεσιν τῆς ἁμαρτίας αὐτόν ἐκκαλεῖται· ἅς ἐάν θέλῃς μή ἐγχρονίζειν ἐν σοί, νηστείαν ἀναλαβοῦ καί κόπον καί ἀγρυπνίαν, καί τήν καλήν ἡσυχίαν μετά ἐκτενοῦς προσευχῆς.

 

κ΄. Οἱ τήν ψυχήν ἡμῶν ἀεί ζητοῦντες, διά τῶν ἐμπαθῶν λογισμῶν ζητοῦσιν, ἵνα αὐτήν εἰς τήν κατά διάνοιαν, ἤ τήν κατ᾿ ἐνέργειαν ἁμαρτίαν ἐμβάλωσιν. Ὅταν οὖν εὕρωσι τόν νοῦν μή παραδεχόμενον, τότε αἰσχυνθήσονται καί ἐντραπήσονται· ὅταν δέ τῇ πνευματικῇ θεωρίᾳ ἐνασχολούμενον, τότε ἀποστραφήσονται καί καταισχυνθήσονται σφόδρα διά τάχους.

 

κα΄. Διακόνου λόγον ἐπέχει, ὁ πρός τούς ἱερούς ἀγῶνας ἀλείφων τόν νοῦν, καί τούς ἐμπαθεῖς λογισμούς ἀπελεύνων ἀπ᾿ αὐτοῦ· πρεσβυτέρου δέ, ὁ εἰς τήν γνῶσιν τῶν ὄντων φωτίζων, καί τήν ψευδώνυμον γνῶσιν ἐξαφανίζων· ἐπισκόπου δέ, ὁ τῷ ἁγίῳ μύρῳ τελειῶν τῆς γνώσεως τῆς προσκυνητῆς καί ἁγίας Τριάδος.

 

κβ΄. Ἀσθενοῦσι μέν οἱ δαίμονες, ὅταν διά τῶν ἐντολῶν μειῶνται τά πάθη τά ἐν ἡμῖν· ἀπόλλυνται δέ, ὅταν εἰς τέλος διά τῆς ἀπαθείας τῆς ψυχῆς ἐξαφανίζωνται, μηκέτι εὑρίσκοντες τά δι᾿ ὧν ἐν αὐτῇ εὑρίσκοντο καί ἐπολέμουν αὐτήν· καί τοῦτο ἄν εἴη τό, Ἀσθενήσουσι, καί ἀπολοῦνται ἀπό προσώπου σου.

 

κγ΄. Οἱ μέν τῶν ἀνθρώπων διά φόβον ἀνθρώπινον τῶν παθῶν ἀπέχονται· οἱ δέ, διά κενοδοξίαν· ἄλλοι δέ, δι᾿ ἐγκράτειαν· ἕτεροι δέ, διά θείων κριμάτων τῶν παθῶν ἐλευθεροῦνται.

 

κδ΄. Πάντες οἱ λόγοι τοῦ Κυρίου, τά τέσσαρα ταῦτα περιέχουσι· τάς ἐντολάς, τά δόγματα, τάς ἀπειλάς, τάς ἐπαγγελίας· καί πᾶσαν σκληραγωγίαν διά ταῦτα ὑπομένομεν· οἷον, νηστείας, ἀγρυπνίας, χαμευνίας, κόπους καί μόχθους ἐν διακονίαις, ὕβρεις, ἀτιμίας, στρεβλώσεις, θανάτους, καί τά ὅμοια. Διά γάρ τούς λόγους τῶν χειλῶν σου, φησίν, ἐγώ ἐφύλαξα ὁδούς σκληράς.

 

κε΄. Μισθός τῆς ἐγκρατείας, ἡ ἀπάθεια· τῆς δέ πίστεως, ἡ γνῶσις· καί ἡ μέν ἀπάθεια, τίκτει τήν διάκρισιν· ἡ δέ γνῶσις, τήν εἰς θεόν ἀγάπην [Fr. τήν θείαν ἀγάπην].

 

κστ΄. Πρακτικήν μέν ὁ νοῦς κατορθῶν, εἰς φρόνησιν προκόπτει· θεωρητικήν δέ, εἰς γνῶσιν. Τῆς μέν γάρ ἐστιν, εἰς διάκρισιν ἀρετῆς καί κακίας φέρειν τόν ἀγωνιζόμενον· τῆς δέ, εἰς τούς περί ἀσωμάτων καί σωμάτων λόγους ἄγειν τόν μέτοχον. Τῆς δέ θεολογικῆς χάριτος, τοτηνικαῦτα καταξιοῦται, ὁπηνίκα τά προειρημένα πάντα διά τῶν τῆς ἀγάπης πτερῶν διαπεράσας, καί ἐν Θεῷ γενόμενος, τόν περί αὐτοῦ λόγον διά τοῦ πνεύματος, ὡς ἀνθρωπίνῳ νῷ δυνατόν, διασκοπήσει.

 

κζ΄. Θεολογεῖν μέλλων, μή τούς κατ᾿ αὐτόν ζητήσῃς λόγους (οὐ μή γάρ εὕρῃ ἀνθρώπινος νοῦς· ἀλλ᾿ οὐδέ ἄλλου τινός τῶν μετά Θεόν), ἀλά τούς περί αὐτόν, ὡς οἷόν τε, διασκόπει. Οἷον τούς περί ἀϊδιότητος, ἀπειρίας τε καί ἀοριστίας, ἀγαθότητός τε καί σοφίας καί δυνάμεως, δημιουργικῆς τε καί προνοητικῆς, καί κριτικῆς τῶν ὄντων. Οὗτος γάρ ἐν ἀνθρώποις μέγας θεολόγος, ὁ τούτων τούς λόγους κἄν ποσῶς ἐξευρίσκων.

 

κη΄. Δυνατός ἀνήρ, ὁ τῇ πράξει τήν γνῶσιν συζεύξας. Τῇ μέν γάρ, τήν ἐπιθυμίαν μαραίνει καί τόν θυμόν ἡμεροῖ· τῇ δέ, τόν νοῦν πτεροῖ, καί πρός Θεόν ἐκδημεῖ.

 

κθ΄. Ὅταν λέγῃ Κύριος· Ἐγώ, καί ὁ Πατήρ, ἕν ἐσμεν, τό ταυτόν τῆς οὐσίας σημαίνει. Ὅταν δέ πάλιν λέγῃ· Ἐγώ ἐν τῷ Πατρί, καί ὁ Πατήρ ἐν ἐμοί, τό ἀχώριστον δηλοῖ τῶν ὑποστάσεων. Οἱ οὖν Τριθεῖται χωρίζοντες τοῦ Πατρός τόν Υἱόν, εἰς ἀμφίκρημνον ἐμπίπτουσιν. Ἤ γάρ συναΐδιον λέγοντες τῷ Πατρί τόν Υἱόν, χωρίζοντες δέ αὐτόν ἐξ αὐτοῦ, ἀναγκάζονται λέγειν μή ἐξ αὐτοῦ γεγεννῆσθαι, καί ἐμπεσεῖν εἰς τό τρεῖς λέγειν Θεούς, καί τρεῖς ἀρχάς· ἤ ἐξ αὐτοῦ γεγεννῆσθαι λέγοντες, χωρίζοντες δέ, ἀναγκάζονται λέγειν μή συναΐδιον εἶναι τῷ Πατρί, καί ποιῆσαι ὑπό χρόνον τόν τῶν χρόνων δεσπότην. Χρή γάρ καί τόν ἕνα Θεόν τηρεῖν, καί τάς τρεῖς ὑποστάσεις ὁμολογεῖν, κατά τόν μέγαν Γρηγόριον· καί ἑκάστην μετά τῆς ἰδιότητος. Καί γάρ » διαιρεῖται» μέν, ἀλλ᾿ «ἀδιαιρέτως, κατά τόν αὐτόν καί συνάπτεται μέν, διῃρημένως δέ.» Καί διά τοῦτο, παράδοξος καί ἡ διαίρεσις καί ἡ ἕνωσις. Ἐπεί τί ἔχει τό παράδοξον, εἰ ὡς ἄνθρωπος ἀνθρώπῳ ἥνωταί τε καί κεχώρισται, οὕτω καί ὁ Υἱός τῷ Πατρί, καί οὐδέν πλέον;

 

λ΄. Ὁ τέλειος ἐν ἀγάπῃ, καί εἰς ἄκρον ἀπαθείας ἐλθών, οὐκ ἐπίσταται διαφοράν ἰδίου καί ἀλλοτρίου, ἤ ἰδίας καί ἀλλοτρίας, ἤ πιστοῦ καί ἀπίστου, ἤ δούλου καί ἐλευθέρου, ἤ ὅλως ἄρσενος καί θηλείας· ἀλλ᾿ ἀνώτερος τῆς τῶν παθῶν τυραννίδος γενόμενος, καί εἰς τήν μίαν φύσιν τῶν ἀνθρώπων ἀποβλεπόμενος, πάντας ἐξ ἴσου θεωρεῖ, καί πρός πάντας ἴσως διάκειται. Οὐκ ἔστι γάρ ἐν αὐτῷ Ἕλλην καί Ἰουδαῖος, οὐδέ ἄρσεν καί θῆλυ, οὐδέ δοῦλος καί ἐλεύθερος· ἀλλά πάντα καί ἐν πᾶσι Χριστός.

 

λα΄. Ἐκ τῶν ὑποκειμένων ἐν τῇ ψυχῇ παθῶν, λαμβάνουσιν οἱ δαίμονες τάς ἀφορμάς τοῦ κινεῖν ἐν ἡμῖν τούς ἐμπαθεῖς λογισμούς. Εἶτα διά τούτων πολεμοῦντες τόν νοῦν, ἐκβιάζονται αὐτόν εἰς συγκατάθεσιν ἐλθεῖν τῆς ἁμαρτίας. Ἡττηθέντος δέ αὐτοῦ, ἄγουσιν εἰς τήν κατά διάνοιαν ἁμαρτίαν. Καί ταύτης ἀποτελεσθείσης, φέρουσιν αὐτόν λοιπόν αἰχμάλωτον εἰς τήν πρᾶξιν. Μετά δέ ταύτην λοιπόν, οἱ τήν ψυχήν διά τῶν λογισμῶν ἐρημώσαντες, σύν αὐτοῖς ὑποχωροῦσι. Μένει δέ μόνον ἐν τῷ νῷ τό εἴδωλον τῆς ἁμαρτίας, περί οὗ φησίν ὁ Κύριος· ὅταν ἴδητε τό βδέλυγμα τῆς ἐρημώσεως ἑστώς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω· ὅτι τόπος ἅγιος καί ναός Θεοῦ, ὁ νοῦς ὑπάρχει τοῦ ἀνθρώπου, ἐν ᾧ οἱ δαίμονες διά τῶν ἐμπαθῶν λογισμῶν τήν ψυχήν ἐρημώσαντες, τό εἴδωλον τῆς ἁμαρτίας ἕστησαν. Ὅτι δέ καί ἱστορικῶς ἤδη ταῦτα γέγονεν, οὐδείς τῶν τά Ἰωσήππεια ἀνεγνωκότων, ὡς οἶμαι, ἀμφιβάλλει. Πλήν τινές φασι καί ἐπί τοῦ Ἀντιχρίστου ταῦτα γενήσεσθαι.

 

λβ΄. Τρία εἰσί τά κινοῦντα ἡμᾶς ἐπί τά καλά· τά φυσικά σπέρματα· αἱ ἅγιαι Δυνάμεις, καί ἡ ἀγαθή προαίρεσις. Καί τά μέν φυσικά σπέρματα, ὡς ὅταν ὅ θέλομεν ἵνα ποιῶσιν ἡμῖν οἱ ἄνθρωποι, καί ἡμεῖς ὁμοίως ποιῶμεν αὐτοῖς· ἤ ὡς ὅταν ἴδωμέν τινα ἐν στενώσει ἤ ἐν ἀνάγκῃ, καί φυσικῶς ἐλεῶμεν. Αἱ δέ ἅγιαι Δυνάμεις, οἷον ὅταν κινούμενοι ἐπί καλῷ πράγματι, εὕρωμεν συνεργίαν ἀγαθήν, καί κατευοδώμεθα. Ἡ δέ ἀγαθή προαίρεσις, ὡς ὅταν διακρίνοντες ἀπό τοῦ κακοῦ τό καλόν, αἱρώμεθα τό ἀγαθόν.

 

λγ΄. Τρία δέ πάλιν εἰσί τά κινοῦντα ἡμᾶς ἐπί τά κακά· τά πάθη, οἱ δαίμονες, καί ἡ κακή προαίρεσις. Καί τά μέν πάθη, ὡς ὅταν ἐπιθυμῶμεν πράγματος παρά λόγον· οἷον ἤ βρώματος, παρά τόν καιρόν, ἤ παρά τήν χρείαν, ἤ γυναικός παρά τόν σκοπόν τῆς παιδοποιΐας, καί τῆς μή νομίμου. Καί πάλιν, ὅταν ὁργιζώμεθα, ἤ λυπώμεθα παρά τό εἰκός· οἷον, κατά τοῦ ἀτιμάσαντος, ἤ ζημιώσαντος. Οἱ δέ δαίμονες, οἷον ὅταν ἐν τῇ ἐμελείᾳ ἡμῶν, καιροσκοποῦντες ἐπιτίθωνται ἡμῖν ἄφνω μετά πολλῆς σφοδρότητος κινοῦντες τά προειρημένα πάθη, καί τά ὅμοια. Ἡ δέ κακή προαίρεσις, οἷον, ὅτε ἐν γνώσει τοῦ καλοῦ, κακῶν ἀνθαιρώμεθα.

 

λδ΄. Μισθοί τῶν πόνων τῆς ἀρετῆς, εἰσίν ἡ ἀπάθεια καί ἡ γνῶσις. Αὗται γάρ πρόξενοι γίνονται βασιλείας οὐρανῶν· ὡς καί τά πάθη καί ἡ ἀγνωσία, κολάσεως αἰωνίου. Ὁ οὖν τούτους [in uno Reg. etn. ταύτας] διά δόξαν ἀνθρώπων ζητῶν, καί μή δι᾿ αὐτό τό καλόν, ἀκούει παρά τῆς Γραφῆς· Αἰτεῖτε, καί οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

 

λε΄. Εἰσί πολλά τινα φύσει καλά ὑπό τῶν ἀνθρώπων γινόμενα, ἀλλ᾿ οὐ καλά πάλιν διά τινα αἰτίαν· οἷον, νηστεία καί ἀγρυπνία, προσευχή καί ψαλμῳδία, ἐλεημοσύνη καί ξενοδοχία, φύσει καλά ἔργα εἰσίν· ἀλλ᾿ ὅταν διά κενοδοξίαν γίνωνται, οὐκ ἔτι καλά.

 

λστ΄. Πάντων τῶν πραττομένων ὑφ᾿ ἡμῶν τόν σκοπόν ζητεῖ ὁ Θεός· εἴτε δι᾿ αὐτόν πράττομεν, εἴτε δι᾿ ἄλλην αἰτίαν.

 

λζ΄. Ὅταν ἀκούσῃς τῆς Γραφῆς λεγούσης· Ὅτι σύ ἀποδώσεις ἑκάστῳ κατά τά ἔργα αὐτοῦ· οὐ παρά τόν ὀρθόν σκοπόν πραττόμενα, εἰ καί δοκεῖ καλά εἶναι, ὁ Θεός ἀποδίδωσιν· ἀλλά τά κατά τόν ὀρθόν δηλονότι. Οὐ γάρ εἰς τά γινόμενα, ἀλλ᾿ εἰς τόν σκοπόν τῶν γινομένων, ἡ τοῦ Θεοῦ κρίσις ἐφορᾷ.

 

λη΄. Ὁ τῆς ὑπερηφανίας δαίμων, διπλῆν ἔχει τήν πονηρίαν· ἤ γάρ ἑαυτῷ ἀναπείθει τόν μοναχόν ἐπιγράφειν τά κατορθώματα, καί οὐχί τῷ Θεῷ, τῷ καί χορηγῷ τῶν καλῶν, καί βοηθῷ πρός κατόρθωσιν· ἤ τούτῳ μή πειθόμενον, τούς ἔτι ἀτελεστέρους τῶν ἀδελφῶν ὑποβάλλει ἐξουθενεῖν. Ἀγνοεῖ δέ καί οὕτως ὁ ἐνεργούμενος, ὅτι τήν τοῦ Θεοῦ βοήθειαν ἀναπείθει αὐτόν ἀπαρνεῖσθαι. Εἰ γάρ ἐκείνους ὡς μή δυνηθέντας κατορθῶσαι ἐξουθενεῖ, ἑαυτόν δηλονότι ὡς ἐξ ἰδίας δυνάμεως κατορθώσαντα εἰσάγει. Ὅπερ ἐστί ἀμήχανον, τοῦ Κυρίου εἰπόντος· Χωρίς ἐμοῦ οὐ δύνασθαι ποιεῖν οὐδέν. Ἐπειδή ἡ ἡμετέρα ἀσθένεια κινουμένη ἐπί τά καλά, ἄνευ τοῦ τοῦ χορηγοῦ τῶν καλῶν εἰς τέλος ἄγειν οὐ δύναται.

 

λθ΄. Ὁ ἐγνωκώς τῆς ἀνθρωπίνης φύσεως τήν ἀσθένειαν, οὗτος εἴληφε πεῖραν τῆς θείας δυνάμεως· καί ὁ τοιοῦτος δι᾿ αὐτῆς τά μέν κατορθώσας· τά δέ σπεύδων κατορθῶσαι, οὐκ ἐξουθενεῖ ποτε οὐδένα ἀνθρώπων. Οἶδε γάρ, ὅτι ὥσπερ αὐτῷ ἐβοήθησε, καί πολλῶν παθῶν καί χαλεπῶν ἠλευθέρωσεν, οὕτω δυνατός ἐστι καί πᾶσι βοηθῆσαι ὅτε θέλει· καί μάλιστα τοῖς δι᾿ αὐτόν ἀγωνιζομένοις· εἰ καί κρίμασίν τισιν, ὑφ᾿ ἕν πάντας τῶν παθῶν οὐκ ἀπαλλάττει· ἀλλ᾿ ἰδίοις καιροῖς, ὡς ἀγαθός καί φιλάνθρωπος ἰατρός, ἕκαστον τῶν σπευδόντων ἰᾶται.

 

μ΄. Ἐπί τῇ τῶν παθῶν ἀνενεργησίᾳ, ἡ ὑπερηφανία ἐπισυμβαίνει, ἤ τῶν αἰτιῶν ἀποκρυπτομένων, ἤ τῶν δαιμόνων δολερῶς [edot. δολουργῶς] ὑποχωρούντων.

 

μα΄. Πᾶσα σχεδόν ἁμαρτία, διά ἡδονήν γίνεται· καί ἡ ταύτης ἀναίρεσις, διά κακοπαθείας καί λύπης, ἤ ἑκουσίου ἤ ἀκουσίου, διά μετανοίας, ἤ οἰκονομικῆς ἐπιφορᾶς [edit. περιφορ. ] διά τῆς προνοίας ἐπαγομένης· Εἰ γάρ ἑαυτούς ἐκρίνομεν, φησίν, οὐκ ἄν ἐκρινόμεθα· κρινόμενοι δέ, ὑπό Κυρίου παιδευόμεθα, ἵνα μή σύν τῷ κόσμῳ κατακριθῶμεν.

 

μβ΄. Ὅταν σοι ἔλθῃ ἐξ ἀπροσδοκήτου πειρασμός, μή τόν δι᾿ οὗ αἰτιῶ· ἀλλά τό διά τί ζήτει, καί εὑρίσκεις διόρθωσιν. Ἐπεί, εἴτε δι᾿ ἐκείνου, εἴτε δι᾿ ἄλλου, πιεῖν εἶχες τῶν τοῦ Θεοῦ κριμάτων τό ἀψίνθιον.

 

μγ΄. Ὅσον εἶ κακότροπος, τό κακοπαθεῖν μή ἀπαναίνου, ἵνα δι᾿ αὐτῆς ταπεινωθείς, τήν ὑπερηφανίαν ἐμέσῃ.

 

μδ΄. Οἱ μέν τῶν πειρασμῶν, ἡδονάς· οἱ δέ, λύπας· οἱ δέ, ὀδύνας σωματικάς τοῖς ἀνθρώποις προσάγουσι. Κατά γάρ τήν ἐγκειμένην τῇ ψυχῇ αἰτίαν τῶν παθῶν, καί τό φάρμακον ὁ ἰατρός τῶν ψυχῶν διά τῶν αὐτοῦ κριμάτων ἐπιτίθησιν.

 

με΄. Αἱ ἐπιφοραί τῶν πειρασμῶν, τοῖς μέν πρός ἤδη γεγονότων ἁμαρτημάτων ἀναίρεσιν· τοῖς δέ, πρός νῦν ἐνεργουμένων· ἄλλοις, πρός μελλόντων ἐνεργεῖσθαι ἀνακοπήν, ἐπάγονται. Δίχα τῶν πρός δοκιμήν ἐπισυμβαινόντων, ὡς ἐπί τοῦ Ἰώβ.

 

μστ΄. Ὁ μέν ἐχέφρων, τῶν θείων κριμάτων τήν ἰατρείαν ἀναλογιζόμενος, εὐχαρίστως φέρει τάς διά τούτων ἐπισυμβαινούσας αὐτῷ συμφορᾶς· μηδένα τούτων αἴτιον, ἤ τάς ἑαυτοῦ ἁμαρτίας λογιζόμενος. Ὁ δέ ἄφρων, τήν τοῦ Θεοῦ ἀγνοῶν σοφωτάτην πρόνοιαν, ἁμαρτάνων καί παιδευόμενος, ἤ τόν Θεόν, ἤ τούς ἀνθρώπους τῶν ἑαυτοῦ κακῶν αἰτίους λογίζεται.

 

μζ΄. Εἰσί τινα ἱστῶντα τά πάθη τῆς κινήσεως, καί μή ἐῶντα προβῆναι εἰς αὔξησιν· καί εἰσίν ἕτερα ἐλαττοῦντα, καί εἰς μείωσιν ἄγοντα. Οἷον, νηστεία καί κόπος καί ἀγρυπνία, οὐκ ἐῶσιν αὔξειν τήν ἐπιθυμίαν· ἀναχώρησις δέ καί θεωρία καί προσευχή, καί ἔρως εἰς Θεόν, ἐλαττοῦσιν αὐτήν, καί εἰς ἀφανισμόν ἄγουσι. Καί ἐπί τοῦ θυμοῦ δέ ὁμοίως. Οἷον, μακροθυμία καί ἀμνησικακία καί πραότης, ἱστῶσιν αὐτόν, καί οὐκ ἐῶσιν αὔξειν· ἀγάπη δέ καί ἐλεημοσύνη καί χρηστότης καί φιλανθρωπία, εἰς μείωσιν ἄγουσιν.

 

μη΄. Οὗτινος ὁ νοῦς διαπαντός ἐστι πρός Θεόν, τούτου καί ἡ ἐπιθυμία εἰς τόν θεῖον ὑπερηύξησεν ἔρωτα· καί ὁ θυμός ὁλοστός εἰς τήν θείαν μετετράπη ἀγάπην. Τῇ γάρ χρονίᾳ τῆς θείας ἐλλάμψεως μετουσίᾳ, ὅλος φωτοειδής γεγονώς, καί τό παθητικόν αὐτοῦ μέρος πρός ἑαυτόν συσφίγξας, εἰς ἔρωτα θεῖον, ὡς εἴρηται, ἀκατάληκτον, καί ἀγάπης ἀκατάπαυστον, ἔστρεψεν, ὅλως ἐκ τῶν ἐπιγείων ἐπί τό θεῖον μεταγαγών.

 

μθ΄. Οὐ πάντως ὁ μή φθονῶν, μηδέ ὀργιζόμενος μηδέ μνησικακῶν τῷ λυπήσαντι, ἤδη καί ἀγάπην ἔχει πρός αὐτόν. Δύναται γάρ καί μήπω ἀγαπῶν, κακόν ἀντί κακοῦ μή ἀποδοῦναι, διά τήν ἐντολήν· οὐ πάντως δέ ἔτι καί καλόν ἀνταποδῦναι κακοῦ, ἀβιάστως. Τό γάρ ἐκ διαθέσεως καλῶς ποιεῖν τοῖς μισοῦσι, μόνης ἐστί τῆς πνευματικῆς τελείας ἀγάπης.

 

ν΄. Οὐχ ὁ μή ἀγαπῶν τινα, ἤδη πάντως καί μισεῖ αὐτόν· οὐδέ πάλιν, ὁ μή μισῶν, ἤδη πάντως καί ἀγαπᾷ. Ἀλλά δύναται ὡς μέσος εἶναι πρός αὐτόν· τουτέστι, μήτε ἀγαπᾷν, μήτε μισεῖν. Τήν γάρ ἀγαπητικήν διάθεσιν, μόνοι οἱ ἐν τῶ ἐνάτῳ κεφαλαίῳ ταύτης τῆς ἑκατοντάδος εἰρημένοι πέντε τρόποι, ἐμποιεῖν πεφύκασιν, ὅ τε ἐπαινετός καί ὁ μέσος, καί οἱ ψεκτοί.

 

να΄. Ὅταν ἴδῃς τόν νοῦν σου τοῖς ὑλικοῖς ἡδέως ἐνασχολούμενον, καί τοῖς τούτων νοήμασιν ἐμφιλοχωροῦντα, γίνωσκε σεαυτόν ταῦτα μᾶλλον ἤ τόν Θεόν ἀγαπῶντα. Ὅπου γάρα ἐστιν ὁ θησαυρός σου, φησίν ὁ Κύριος, ἐκεῖ καί ἡ καρδία ἔσται.

 

νβ΄. Νοῦς Θεῷ συναπτόμενος, καί αὐτῷ ἐγχρονίζων διά προσευχῆς καί ἀγάπης, σοφός γίνεται καί ἀγαθός καί δυνατός καί φιλάνθρωπος καί ἐλεήμων καί μακρόθυμος· καί ἁπλῶς εἰπεῖν, πάντα σχεδόν τά θεῖα ἰδιώματα ἐν ἑαυτῷ περιφέρει. Τούτου δέ ἀναχωρῶν [Ft. ἀποχωρῶν], καί τῶν ὑλικῶν προσχωρῶν, ἤ κτηνώδης γίνεται φιλήδονος γεγονώς· ἤ θηριώδης, διά ταῦτα τοῖς ἀνθρώποις μαχόμενος.

 

νγ΄. Κόσμον λέγει ἡ Γραφή τά ὑλικά πράγματα· καί κοσμικοί εἰσι, οἱ τούτοις τόν νοῦν ἐνασχολοῦντες, πρός οὕς καί λέγει ἐντρεπτικώτερον· Μή ἀγαπᾷτε τόν κόσμον, μηδέ τά ἐν τῷ κόσμῳ. Ἡ ἐπιθυμία τῆς σαρκός, καί ἐπιθυμία τῶν ὀφθαλμῶν, καί ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· ἀλλ᾿ ἐκ τοῦ κόσμου ἐστί, καί τά ἑξῆς.

 

νδ΄. Μοναχός ἐστιν, ὁ τῶν ὑλικῶν πραγμάτων τόν νοῦν ἀποχωρίσας· καί δι᾿ ἐγκρατείας καί ἀγάπης καί ψαλμῳδίας καί προσευχῆς προσκαρτερῶν τῷ Θεῷ.

 

νε΄. Κτηνοτρόφος μέν ἐστιν νοητός, ὁ πρακτικός· κτηνῶν γάρ λόγος ἐπέχουσι τά ἠθικά κατορθώματα· διό καί ἔλεγεν ὁἸακώβ· Ἄνδρες κτηνοτρόφοι εἰσίν οἱ παῖδές σου. Ποιμήν δέ προβάτων, ὁ γνωστικός. Προβάτων γάρ ἐπέχουσιν οἱ λογισμοί, ἐπί τά ὄρη τῶν θεωρημάτων ὑπό τοῦ νοῦ ποιμαινόμενοι. Διά τοῦτο καί Βδέλυγμα τοῖς Αἰγυπτίοις πᾶς ποιμήν προβάτων, ἤγουν ταῖς ἐναντίαις δυνάμεσι.

 

νστ΄. Ὁ μέν φαῦλος νοῦς, κινουμένου τοῦ σώματος διά τῶν αἰσθήσεων ἐπί τάς ἰδίας ἐπιθυμίας καί ἡδονάς, ἐξακολουθεῖ, καί συγκατατίθεται ταῖς τούτου φαντασίαις καί ὁρμαῖς· ὁ δέ ἐνάρετος, ἐγκρατεύεται, καί κατέχει ἑαυτόν ἀπό τῶν ἐμπαθῶν φαντασιῶν καί ὁρμῶν, καί μᾶλλον φιλοσοφεῖ βελτίους ποιῆσαι τάς τοιαύτας αὐτοῦ κινήσεις.

 

νζ΄. Τῶν ἀρετῶν, αἱ μέν εἰσι σωματικαί· αἱ δέ, ψυχικαί. Καί σωματικαί μέν εἰσιν, οἷον νηστεία, ἀγρυπνία, χαμευνία, διακονία, ἐργόχειρον πρός τό μή ἐπιβαρῆσαί τινα, ἤ πρός μετάδοσιν, καί τά ἑξῆς. Ψυχικαί δέ εἰσιν, οἷον ἀγάπη, μακροθυμία, πραότης, ἐγκράτεια, προσευχή, καί τά ἑξῆς. Ἐάν οὖν ἔκ τινος ἀνάγκης, ἤ περιστάσεως σωματικῆς, οἷον ἀῤῥωστίας, ἤ τινος τῶν τοιούτων, συμβῇ ἡμῖν μή ἐκτελέσαι δυνηθῆναι τάς προειρημένας σωματικάς ἀρετάς, συγγνώμην ἔχομεν παρά Κυρίου, τοῦ καί τάς αἰτίας εἰδότος· τάς δέ ψυχικάς μή ἐκτελοῦντες οὐδεμίαν ἔξομεν ἀπολογίαν. Οὐ γάρ εἰσιν ὑπό ἀνάγκην.

 

νη΄. Ἡ εἰς Θεόν ἀγάπη, πάσης ἡδονῆς παρερχομένης, καί παντός πόνου καί λύπης πείθει καταφρονεῖν τόν μέτοχον αὐτῆς. Καί πειθέτωσάν σε οἱ ἅγιοι πάντες, τοσαῦτα πεπονθότες διά Χριστόν.

 

νθ΄. Πρόσεχε σεαυτῷ ἀπό τῆς μητρός τῶν κακῶν, φιλαυτίας, ἥτις ἐστίν ἡ τοῦ σώματος ἄλογος φιλία. Ἐκ ταύτης γάρ εὐλογοφανῶς τίκτονται οἱ πρῶτοι καί ἐμπαθεῖς καί γενικώτατοι τρεῖς ἐμμανεῖς λογισμοί· ὁ τῆς γαστριμαργίας λέγω, καί φιλαργυρίας, καί κενοδοξίας· τάς ἀφορμάς ἐκ τῆς ἀναγκαίας τοῦ σώματος δῆθεν λαμβάνοντες χρείας· ἐξ ὧν γεννᾶται ἅπας ὁ τῶν κακῶν κατάλογος. Δεῖ οὖν, ὡς εἴρηται, προσέχειν ἀναγκαίως, καί ταύτῃ πολεμεῖν μετά πολλῆς νήψεως. Ταύτης γάρ ἀναιρουμένης, συναναιροῦνται πάντες οἱ ἐξ αὐτῆς.

 

ξ΄. Τό τῆς φιλαυτίας πάθος, τῷ μέν μοναχῷ ἐλεεῖν ὑποτίθεται τό σῶμα, καί συνελθεῖν παρά τό προσῆκον εἰς τά βρώματα· οἰκονομίας δῆθεν χάριν καί κυβερνήσεως, ἵνα κατά μικρόν παρασυρόμενος, εἰς τόν βόθρον τῆς φιληδονίας ἐμπέσῃ. Τῷ δέ κοσμικῷ ἐντεῦθεν ἤδη πρόνοιαν αὐτῶ ποιεῖσθαι εἰς ἐπιθυμίαν ὑποβάλλει.

 

ξα΄. Τήν τῆς προσευχῆς ἀκροτάτην κατάστασιν, ταύτην εἶναι λέγουσι, τό ἔξω σαρκός καί κόσμου γενέσθαι τόν νοῦν, καί ἄϋλον πάντη καί ἀνείδεον ἐν τῶ προσεύχεσθαι. Ὁ οὖν ταύτην ἀλώβητον διατηρῶν τήν κατάστασιν, οὗτος ὄντως ἀδιαλείπτως προσεύχεται.

 

ξβ΄. Ὥσπερ τό σῶμα ἀποθνῆσκον, πάντων χωρίζεται τῶν τοῦ βίου πραγμάτων· οὕτω καί ὁ νοῦς ἐν τῷ ἄκρως προσεύχεσθαι ἀποθνήσκων, πάντων χωρίζεται τῶν τοῦ κόσμου νοημάτων. Ἐάν γάρ μή τόν τοιοῦτον θάνῃ θάνατον, μετά θεοῦ εὑρεθῆναι καί ζῆσαι οὐ δύναται.

 

ξγ΄. Μηδείς σε ἀπατήσῃ, μοναχέ, ὅτι ἔνι σε σωθῆναι ἡδονῇ καί κενοδοξίᾳ δουλεύοντα.

 

ξδ΄. Ὥσπερ τό σῶμα διά τῶν πραγμάτων ἁμαρτάνει, καί ἔχει πρός παιδαγωγίαν τάς σωματικάς ἀρετάς, ἵνα σωφρονῇ· οὕτω καί ὁ νοῦς διά τῶν ἐμπαθῶν νοημάτων, καί ἔχει ὡσαύτως πρός παιδαγωγίαν τάς ψυχικάς ἀρετάς, ἵνα καθαρῶς καί ἀπαθῶς ὁρῶν τά πράγματα, σωφρονῇ.

 

ξε΄. Ὥσπερ τάς ἡμέρας διαδέχονται αἱ νύκτες, καί τά θέρη οἱ χειμῶνες· οὕτω κενοδοξίαν καί ἡδονήν, λύπαι καί ὀδύναι, εἴτε ἐν τῷ παρόντι εἴτε ἐν τῷ μέλλοντι.

 

ξστ΄. Οὐκ ἔστιν ἁμαρτήσαντα ἐκφυγεῖν τήν μέλλουσαιν κρίσιν, ἄνευ ἑκουσίων ἐνταῦθα πόνων, ἤ ἀκουσίων ἐπιφορῶν.

 

ξζ΄. Διά πέντε αἰτίας φασι παραχωρεῖσθαι ἡμᾶς ὑπό Θεοῦ πολεμεῖσθαι ὑπό δαιμόνων. Καί πρώτην μέν εἶναί φασιν, ἵνα πολεμούμενοι καί ἀντιπολεμοῦντες, εἰς διάκρισιν τῆς ἀρετῆς καί τῆς κακίας ἔλθωμεν. Δευτέραν δέ, ἵνα πολέμῳ καί πόνῳ τήν ἀρετήν κτώμενοι, βεβαίαν αὐτήν καί ἀμετάπτωτον ἔξωμεν. Τρίτην δέ, ἵνα προκόπτοντες εἰς τήν ἀρετήν, μή ὑψηλοφρονῶμεν, ἀλλά μάθωμεν ταπεινοφρονεῖν. Τετάρτην δέ, ἵνα πειραθέντες τῆς κακίας, τέλειον μῖσος αὐτήν μισήσωμεν. Πέμπτην δέ ἐπί πάσαις, ἵνα ἀπαθεῖς γενόμενοι, μή ἐπιλαθώμεθα τῆς οἰκείας ἀσθενείας, μήτε τῆς τοῦ βοηθήσαντος δυνάμεως.

 

ξη΄. Ὥσπερ τοῦ πεινῶντος ὁ νοῦς ἄρτον φαντάζεται, καί τοῦ διψῶντος ὕδωρ, οὕτω καί τοῦ γαστριμάργου ποικιλίας ἐδεσμάτων· καί τοῦ φιληδόνου, μορφάς γυναικῶν· καί ὁ τοῦ κενοδόξου, τάς ἐξ ανθρώπων τιμάς· καί τοῦ φιλαργύρου, τά κέρδη· καί τοῦ μνησικάκου, τήν ἄμυναν τοῦ λυπήσαντος· καί τοῦ φθονεροῦ, τήν κάκωσιν τοῦ φθονουμένου, καί ἐπί τῶν ἄλλων παθῶν ὁμοίως. Ἐκ γάρ τῶν παθῶν ὀχλούμενος νοῦς, λαμβάνει τά ἐμπαθῆ νοήματα, καί ἐγρηγορότος τοῦ σώματος, καί κατά τούς ὕπνους.

 

ξθ΄. Ὅταν ἐπιθυμία αὔξῃ, τάς ποιητικάς τῶν ἡδονῶν ὕλας ἐν τοῖς ὕπνοις ὁ νοῦς φαντάζεται· ὅταν δέ ὁ θυμός, τά φόβων ποιητικά βλέπει πράγματα. Αὔξουσι μέντοι τά πάθη, οἱ ἀκάθαρτοι δαίμονες, συνεργόν τήν ἡμετέραν ἀμέλειαν λαμβάνοντες, καί ταῦτα ἐρεθίζοντες. Ἐλαττοῦσι δέ οἱ ἅγιοι ἄγγελοι, πρός τήν τῶν ἀρετῶν ἡμᾶς κινοῦντες ἐργασίαν.

 

ο΄. Τό μέν ἐπιθυμητικόν τῆς ψυχῆς πυκνότερον ἐρεθιζόμενον, ἕξιν φιληδονίας δυσκίνητον τῇ ψυχῇ ἐντίθησιν· ὁ δέ θυμός συνεχῶς ταρασσόμενος, δειλόν καί ἄνανδρον τόν νοῦν ἀπεργάζεται. Ἰῶνται δέ, τό μέν, ἄσκησις ἐπιτεταμένη νηστείας καί ἀγρυπνίας καί προσευχῆς· τόν δέ, χρηστότης καί φιλανθρωπία καί ἀγάπη καί ἔλεος.

 

οα΄. Ἤ διά τῶν πραγμάτων οἱ δαίμονες πολεμοῦσιν, ἤ διά τῶν ἐν τοῖς πράγμασιν ἐμπαθῶν νοημάτων. Καί διά μέν τῶν πραγμάτων, τούς ἐν τοῖς πράγμασιν ὄντας, διά δέ τῶν νοημάτων, τούς τῶν πραγμάτων κεχωρισμένους.

 

οβ΄. Ὅσον ἐστίν εὐκοπώτερον τό κατά διάνοιαν ἁμαρτάνειν τοῦ κατ᾿ ἐνέργειαν, τοσοῦτόν ἐστι βαρύτερος ὁ διά τῶν νοημάτων πόλεμος, τοῦ διά τῶν πραγμάτων.

 

ογ΄. Τά μέν πράγματα ἔξωθέν εἰσι τοῦ νοῦ· τά δέ τούτων νοήματα ἔσω συνίστανται. Ἐν αὐτῷ οὖν ἐστι, τό εὖ τούτοις χρήσασθαι, ἤ κακῶς. Τῇ γάρ ἐσφαλμένῃ τῶν νοημάτων χρήσει ἡ παράχρησις τῶν πραγμάτων ἀκολουθεῖ.

 

οδ΄. Διά τῶν τριῶν τούτων λαμβάνει ὁ νοῦς τά ἐμπαθῆ νοήματα· διά τῆς αἰσθήσεως, διά τῆς κράσεως, διά τῆς μνήμης. Καί διά μέν τῆς αἰσθήσεως, ὅταν προσβάλλοντα αὐτῇ τά πράγματα πρός ἅπερ τά πάθη κεκτήμεθα, κινῇ αὐτόν πρός ἐμπαθεῖς λογισμούς. Διά δέ τῆς κράσεως, ὅταν ἐξ ἀκολάστου διαίτης, ἤ ἐνεργείας δαιμόνων, ἤ νοσήματός τινος ἀλλοιουμένη ἡ τοῦ σώματος κρᾶσις, κινῇ αὐτόν πάλιν πρός ἐμπαθεῖς λογισμούς, ἤ κατά τῆς Προνοίας. Διά δέ τῆς μνήμης, ὅταν τῶν πραγμάτων πρός ἅπερ πεπόνθαμεν τά νοήματα ἡ μνήμη ἀναφέρῃ, καί κινῇ αὐτόν ὁμοίως πρός ἐμπαθεῖς λογισμούς.

 

οε΄. Τῶν εἰς χρῆσιν παρά Θεοῦ δοθέντων ἡμῖν πραγμάτων, τά μέν, ἐν τῇ ψυχῇ, τά δέ, ἐν τῷ σώματι, τά δέ, περί τό σῶμα εὑρίσκεται, οἷον, ἐν μέν τῇ ψυχῆ, αἱ δυνάμεις αὐτῆς· ἐν δέ τῷ σώματι, τά αἰσθητήρια καί τά λοιπά μέλη· περί δέ τό σῶμα, βρώματα, κτήματα, καί τά ἑξῆς. Τό οὖν εὖ τούτοις χρήσασθαι ἤ κακῶς, ἤ τοῖς περί ταῦτα συμβεβηκόσιν, ἤ ἐναρέτους ἤ φαύλους ἡμᾶς ἀποφαίνει.

 

οστ΄. Τῶν ἐν τοῖς πράγμασι συμβεβηκότων, τά μέν εἰσι τῶν ἐν τῇ ψυχῇ, τά δέ, τῶν ἐν τῶ σώματι, τά δέ, τῶν περί τό σῶμα πραγμάτων. Καί τῶν μέν ἐν τῆ ψυχῆ, οἷον, γνῶσις καί ἄγνοια, λήθη καί μνήμη, ἀγάπη και μῖσος, φόβος καί θάρσος, λύπη καί χαρά, καί τά ἑξῆς· τῶν δέ ἐν τῷ σώματι, οἷον, ἡδονή καί πόνος, αἴσθησις καί πήρωσις, ὑγεία καί νόσος, ζωή καί θάνατος, καί τά τοιαῦτα. Τῶν δέ περί τό σῶμα, οἷον, εὐτεκνία καί ἀτεκνία, πλοῦτος καί πενία, δόξα καί ἀδοξία, καί τά ἑξῆς. Τούτων δέ, τά μέν καλά, τά δέ κακά τοῖς ἀνθρώποις νομίζεται, οὐδέν αὐτῶν κακόν ὄν τῷ ἰδίῳ λόγῳ· παρά δέ τήν χρῆσιν, εἴτε κακά κυρίως, εἴτε ἀγαθά εὑρίσκεται.

 

οζ΄. Καλή ἡ γνῶσις τῇ φύσει· ὁμοίως δέ καί ὑγεία· ἀλλά τἀναντία τούς πολλούς ἤπερ ταῦτα ὤνησεν. Τοῖς γάρ φαύλοις οὐκ εἰς καλόν ἡ γνῶσις συμβαίνει, εἰ καί τῇ φύσει, ὡς εἴρηται, ἐστί καλή· ὁμοίως δέ οὐδέ ὑγεία, οὐδέ πλοῦτος, οὐδέ χαρά. Οὐ γάρ συμφερόντως τούτοις κέχρηνται. Ἄρα οὖν τἀναντία τούτοις συμφέρει. Οὐκοῦν οὐδέ ἐκεῖνα κακά τῷ ἰδίῳ λόγῳ τυγχάνει, εἰ καί δοκεῖ κακά εἶναι.

 

οη΄. Μή παραχρῶ τοῖς νοήμασιν, ἵνα μή ἐξ ἀνάγκης καί τοῖς πράγμασι παραχρήσῃ. Ἐάν γάρ μή τις πρῶτον κατά διάνοιαν ἁμαρτάνῃ, οὐκ ἄν ἁμάρτῃ ποτέ κατ᾿ ἐνέργειαν.

 

οθ΄. Εἰκών τοῦ χοϊκοῦ αἱ γενικαί κακίαι ὑπάρχουσιν· οἷον, ἀφροσύνη, δειλία, ἀκολασία, ἀδικία. Εἰκών δέ τοῦ ἐπουρανίου, αἱ γενικαί ἀρεταί, οἷον, φρόνησις, ἀνδρεία, σωφροσύνη, δικαιοσύνη. Ἀλλά καθώς ἐφορέσαμεν τήν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καί τήν εἰκόνα τοῦ ἐπουρανίου.

 

π΄. Εἰ θέλεις εὑρεῖν τήν ὁδόν τήν ἀπάγουσαν εἰς τήν ζωήν, ἐν τῇ ὁδῷ αὐτήν ζήτει, κἀκεῖ αὐτήν εὑρίσκεις, τῇ εἰπούσῃ· Ἐγώ εἰμι ἡ ὁδός, καί ἡ ζωή καί ἡ ἀλήθεια. Πλήν σφόδρα ἐμπόνως ζήτει, διότι ὀλίγοι εἰσίν οἱ εὑρίσκοντες αὐτήν· καί μήπως τῶν ὀλίγων ἀπολειφθείς, μετά τῶν πολλῶν εὑρεθήσῃ.

 

πα΄.Διά τά πέντε ταῦτα ἡ ψυχή ἀπό ἁμαρτιῶν ἀνακόπτεται· ἤ διά τόν φόβον τῶν ἀνθρώπων, ἤ διά τόν φόβον τῆς κρίσεως, ἤ διά τήν μέλλουσαν μισθαποδοσίαν, ἤ διά τήν ἀγάπην τοῦ Θεοῦ, ἤ τελευταῖον δία συνείδησιν τύπτουσαν.

 

πβ΄. Τινές φασιν, ὅτι οὐκ ἄν ἦν τό κακόν ἐν τοῖς οὖσιν, εἰ μήτι δ᾿ ἄν ἑτέρα τις ἦν δύναμις, ἡ ἀνθέλκουσα ἡμᾶς ἐπ᾿ αὐτό. Αὕτη δέ ἐστιν οὐδέν ἕτερον, ἤ ἡ τῶν κατά φύσιν τοῦ νοῦ ἐνεργειῶν ἀμέλεια. Διόπερ οἱ τούτων τήν ἐπιμέλειαν ποιούμενοι, τά μέν καλά, ἀεί ποιοῦσι· τά δέ κακά [Fr.Ὅρα τί ἐστι κακία], οὐδέποτε. Εἰ οὖν θέλεις καί σύν ἄπωσαι τήν ἀμέλειαν, καί συναπελαύνεις τήν κακίαν· ἥτις ἐστι ἡ ἐσφαλμένη χρῆσις τῶν νοημάτων, ᾗ ἐπακολουθεῖ ἡ παράχρησις τῶν πραγμάτων.

 

πγ΄. Κατά φύσιν ἐστί τοῦ ἐν ἡμῖν λογικοῦ μέρους, τό τε ὑποταγῆναι τῷ θείῳ λόγῳ, καί τό ἄρχειν τοῦ ἐν ἡμῖν ἀλόγου μέρους. Αὔτη οὖν ἡ τάξις ἐν πᾶσι φυλαχθήτω, καί οὔτε τό κακόν ἔσται ἐν τοῖς οὖσιν, οὔτε τό ἐπ᾿ αὐτό ἀνθέλκον εὑρεθήσεται.

 

πδ΄. Οἱ μέν τῶν λογισμῶν, ἁπλοῖ εἰσιν, οἱ δέ σύνθετοι. Καί ἁπλοῖ μέν εἰσιν, οἱ ἀπαθεῖς· σύνθετοι δέ, οἱ ἐμπαθεῖς, ὡς ἐκ πάθους καί νοήματος συγκείμενοι. Τούτων οὕτως ἐχόντων, πολλούς τῶν ἁπλῶν ἔστιν ἰδεῖν ἑπομένους τοῖς συνθέτοις, ὅταν ἄρξωνται κινεῖσθαι πρός τό κατά διάνοιαν ἁμαρτάνειν. Οἷον, ὡς ἐπί χρυσίου· ἀνέβη ἐπί τήν μνήμην τινός λογισμός περί χρυσίου ἐμπαθής· καί ὥρμησε τῇ διανοίᾳ ἐπί τό κλέπτειν, καί ἀπετέλεσε κατά νοῦν τήν ἁμαρτίαν. Συνείποντο δέ τῆ μνήμῃ τοῦ χρυσίου, καί ἡ μνήμη τοῦ βαλλαντίου καί τοῦ σκευαρίου καί τοῦ κουβουκλείου, καί τῶν ἑξῆς. Καί ἡ μέν μνήμη τοῦ χρυσίου, ἦν σύνθετος· εἶχε γάρ τό πάθος· ἡ δέ τοῦ βαλλαντίου καί τοῦ σκευαρίου καί τῶν ἑξῆς, ἁπλῆ. Οὐ γάρ εἶχε πρός αὐτά πάθος ὁ νοῦς. Καί ἐπί παντός δέ λογισμοῦ ὁμοίως ἔχει, ἐπί τε κενοδοξίας, καί ἐπί γυναικός, καί τῶν λοιπῶν. Οὐ γάρ πάντες οἱ συνεπόμενοι τῷ ἐμπαθεῖ λογισμῷ λογισμοί, καί ἐμπαθεῖς εἰσιν, ὡς ἀπέδειξεν ὁ λόγος.Ἐκ τούτων οὖν δυνάμεθα γνῶναι, ποῖα τά ἐμπαθῆ νοήματα, καί ποῖα τά ἁπλᾶ.

 

πε΄. Τινές μέν φασιν, ὅτι τῶν μορίων τοῦ σώματος καθαπτόμενοι οἱ δαίμονες κατά τούς ὕπνους, κινοῦσι τό πάθος τῆς πορνείας· εἶτα τό πάθος κινούμενον, ἀναφέρει τήν μορφήν τῆς γυναικός διά τῆς μνήμης ἐπί τόν νοῦν. Τινές δέ, ὅτι τῷ μέν νῷ ἐν σχήματι γυναικός παραφαίνονται· τῶν τε μορίων τοῦ σώματος καθαπτόμενοι, τήν ὄρεξιν κινοῦσι, καί οὕτω γίνονται αἱ φαντασίαι. Ἕτεροι δέ πάλιν, ὅτι τό πάθος τό ἐπικρατοῦν ἐν τῷ πλησιάζοντι δαίμονι, κινεῖ τό πάθος· καί οὕτως ἀνάπτεται πρός λογισμούς ἡ ψυχή, ἀναφέρουσα τάς μορφάς διά τῆς μνήμης. Καί ἐπί τῶν ἄλλων δέ ἐμπαθῶν φαντασιῶν ὁμοίως, οἱ μέν οὕτως, οἱ δέ οὕτως συμβαίνειν φασί. Πλήν ἐν οὐδενί τῶν εἰρημένων τρόπων ἰσχύουσι πάθος τό οἱονδήποτε κινῆσαι οἱ δαίμονες, παρούσης τῇ ψυχῇ ἀγάπης καί ἐγκρατείας, οὔτε ἐγρηγορότος τοῦ σώματος, οὔτε κατά τούς ὕπνους.

 

πστ΄. Τά μέν τῶν τοῦ νόμου ἐντολῶν καί σωματικῶς καί πνευματικῶς ἀνάγκη φυλάττειν· τά δέ, πνευματικῶς μόνον. Οἷον τό, Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, καί τά ὅμοια, καί σωματικῶς καί πνευματικῶς χρή φυλάττειν. Καί πνευματικῶς δέ τρισσῶς. Τό δέ περιτέμνεσθαι καί φυλάττειν τό Σάββατον, καί σφάξαι τόν ἀμνόν καί ἔδεσθαι ἄζυμα ἐπί πικρίδων, καί τά ὅμοια, πνευματικῶς μόνον.

 

πζ΄. Τρεῖς εἰσιν ἠθικαί καταστάσεις γενικώτεραι ἐν τοῖς μοναχοῖς. Καί πρώτη μέν, τό μηδέν ἁμαρτάνειν κατ᾿ ἐνέργειαν· δευτέρα δέ, τό μή ἐγχρονίζειν ἐν τῇ ψυχῆ τούς ἐμπαθεῖς λογισμούς· τρίτη δέ, τό τάς μορφάς τῶν γυναικῶν, καί τῶν λυπησάντων ἀπαθῶς θεωρεῖν κατά διάνοιαν.

 

πη΄. Ἀκτήμων ἐστίν ὁ ἀπαταξάμενος πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, καί μηδέν τό σύνολον ἐπί γῆς κεκτημένος πλήν τοῦ σώματος· καί τήν πρός αὐτό δέ σχέσιν διαῤῥήξας, τῷ Θεῷ καί τοῖς εὐσεβέσι τήν ἑαυτοῦ κατεπίστευσεν οἰκονομίαν.

 

πθ΄. Τῶν κτωμένων οἱ μέν ἀπαθῶς κτῶνται· διό καί στερούμενοι αὐτῶν, οὐ λυποῦνται· ὡς οἱ τήν ἁρπαγήν τῶν ὑπαρχόντων αὐτοῖς μετά χαρᾶς προσδεξάμενοι. Οἱ δέ ἐμπαθῶς κτῶνται· διότι μέλλοντες στερεῖσθαι, περίλυποι γίνονται· ὡς ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος, ἀπῆλθε λυπούμενος. Εἰ δέ καί στεροῦνται, μέχρι θανάτου λυποῦνται. Τοῦ οὖν ἀπαθοῦς καί τοῦ ἐμπαθοῦς τήν διάθεσιν ἡ στέρησις ἐλέγχει.

 

τεσ. ἀνοικ.΄. Τούς μέν ἄκρως προσευχομένους πολεμοῦσιν οἱ δαίμονες, ἵνα τά νοήματα τῶν αἰσθητῶν πραγμάτων ψιλά μή ἀναλαμβάνωσι· τούς δέ γνωστικούς, ἵνα ἐγχρονίζωσιν ἐν αὐτοῖς οἱ ἐμπαθεῖς λογισμοί· τούς δέ περί τήν πρᾶξιν ἀγωνιζομένους, ἵνα πείσωσιν αὐτούς κατ᾿ ἐνέργειαν ἁμαρτάνειν· παντί δέ τρόπῳ πρός πάντας ἀγωνίζονται, ἵνα ἀπό τοῦ Θεοῦ οἱ δείλαιοι τούς ἀνθρώπους χωρίσωσι.

 

τεσ. ἀνοικ. α΄. Οἱ κατά τόν βίον τοῦτον ὑπό τῆς θείας προνοίας εἰς εὐσέβειαν ἐγγυμναζόμενοι, διά τῶν τριῶν τούτων πειρασμῶν δοκιμάζονται· οἷον, ἤ διά τῆς τῶν ἡδέων δόσεως, ὡς ἐπί ὑγείας καί κάλλους καί εὐτεκνίας καί χρημάτων καί δόξης, καί τῶν ὁμοίων· ἤ διά τῆς τῶν λυπηρῶν ἐπιφορᾶς· οἷον, στερήσεως τέκνων, καί χρημάτων καί δόξης· ἤ διά τῶν ὀδύνας ἐμποιούντων τῷ σώματι· οἷον, νοσημάτων καί βασάνων, καί τῶν ἑξῆς. Καί πρός μέν τούς πρώτους λέγει ὁ Κύριος· Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής. Πρός δέ τούς δευτέρους καί τρίτους· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν.

 

τεσ. ἀνοικ. β΄. Τά τέσσαρα ταῦτά φασιν ἀλλοιῶσαι τήν κρᾶσιν τοῦ σώματος, καί διδόναι τῷ νῷ λογισμούς, εἴτε ἐμπαθεῖς δι᾿ αὐτῆς, εἴτε ἀπαθεῖς· οἷον, τούς ἀγγέλους, τούς δαίμονας, τούς ἀέρας, τήν δίαιταν. Καί τούς μέν ἀγγέλους λόγῳ φασίν ἀλλοιῶσαι· τούς δέ δαίμονας, δι᾿ ἐπαφῆς· τούς δέ ἀέρας, ταῖς μεταβολαῖς· τήν δέ δίαιταν, ταῖς τῶν βρωμάτων καί πομάτων ποιότησι, καί πλεονασμῷ καί ἐλαττώσει· πάρεξ τῶν διά μνήμης καί ἀκοῆς καί ὁράσεως συμβαινουσῶν αὐτῇ ἀλλοιώσεων, πρωτοπαθούσης τῆς ψυχῆς ἐκ τῶν συμπιπτόντων αὐτῆ λυπηρῶν ἤ χαροποιῶν. Καί ἐκ τούτων μέν πάσχουσα ἡ ψυχή, ἀλλοιοῖ τήν κρᾶσιν τοῦ σώματος· ἐκ δέ τῶν προειρημένων ἡ κρᾶσις ἀλλοιουμένη, παρέχει τῷ νῷ λογισμούς.

 

τεσ. ἀνοικ. γ΄. Θάνατος μέν ἐστι κυρίως ὁ τοῦ Θεοῦ χωρισμός· κέντρον δέ θανάτου, ἡ ἁμαρτία· ὅ δεξάμενος ὁ Ἀδάμ, ὁμοῦ τοῦ τῆς ζωῆς ξύλου, καί τοῦ παραδείσου καί τοῦ Θεοῦ ἐξόριστος γέγονε· ᾧ ἐπηκολούθησεν ἐξ ἀνάγκης καί ὁ τοῦ σώματος θάνατος. Ζωή δέ κυρίως ἐστίν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή, Οὗτος ἐν τῷ θανάτῳ γενόμενος, τόν νεκρωθέντα πάλιν εἰς τήν ζωήν ἐπανήγαγεν.

 

τεσ. ἀνοικ. δ΄. Ὁ λόγος συγγραφόμενος, ἤ πρός τήν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἤ πρός ὠφέλειαν, ἤ καί ἄμφω, ἤ πρός βλάβην τινῶν, ἤ πρός ἐπίδειξιν, ἤ ἐξ ἀνάγκης.

 

τεσ. ἀνοικ. ε΄. Τόπος ἐστί χλόης ἡ πρακτική ἀρετή· ὕδωρ ἀναπαύσεως, ἡ γνῶσις τῶν γεγονότων.

 

τεσσ. ἀνοικ. στ΄. Σκιά θανάτου ἐστίν ἡ ἀνθρωπίνη ζωή. Εἴ τις οὖν ἐστι μετά τοῦ Θεοῦ, καί ὁ Θεός μετ᾿ αὐτοῦ ἐστιν, οὗτος δύναται εἰπεῖν ἐναργῶς τό, Ἐάν γάρ πορευθῶ ἐν μέσῳ σκιᾶς θάνατου, οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ’ ἐμοῦ εἶ.

 

τεσσ. ἀνοικ. ζ΄. Νοῦς μέν καθαρός ὀρθά βλέπει τά πράγματα· λόγος δέ γεγυμνασμένος, ὑπ᾿ ὄψιν ἄγει τά ὁραθέντα· ἀκοή δέ λαμπρά ὑποδέχεται αὐτά. Ὁ δέ τῶν τριῶν ἐστερημένος, τόν εἰρηκότα κακίζει.

 

τεσσ. ἀνοικ. η΄. Μετά τοῦ Θεοῦ ἐστιν ὁ τήν ἁγίαν γινώσκων Τριάδα, καί τήν δημιουργίαν αὐτῆς, καί τήν πρόνοιαν· καί τό παθητόν μέρος τῆς ψυχῆς ἀπαθές κεκτημένος.

 

τεσσ. ἀνοικ. θ΄. Τήν ῥάβδον σημαίνειν φασί τήν κρίσιν τήν τοῦ Θεοῦ· τήν δέ βακτηρίαν, τήν πρόνοιαν. Τοῦ οὖν τῆς τούτων γνώσεως μετειληφότος ἐστί τό λέγειν· Ἡ ῥάβδος σου καί ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

 

ρ΄. Ὅτε ὁ νοῦς παθῶν γυμνωθῇ, καί τῇ τῶν ὄντων καταλάμπηται θεωρίᾳ, τότε δύναται καί ἐν Θεῷ γενέσθαι, καί ὡς δεῖ προσεύχεσθαι.

Τρίτη εκατοντάς

α΄. Ἡ μέν εὔλογος τῶν νοημάτων καί τῶν πραγμάτων χρῆσις, σωφροσύνης καί ἀγάπης καί γνώσεώς ἐστι ποιητική· ἡ δέ ἄλογος, ἀκολασίας καί μίσους καί ἀγνοίας.

 

β΄. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, καί τά ἑξῆς. Ἡ τράπεζα ἐνταῦθα σημαίνει τήν πρακτικήν ἀρετήν. Αὕτη γάρ ἐξ ἐναντίας τῶν θλιβομένων ἡμᾶς παρά Χριστοῦ ἡτοιμάσθη. Τό δέ ἔλαιον τό λιπαῖνον τόν νοῦ, τήν θεωρίαν τῶν γεγονότων. Τό δέ ποτήριον τοῦ Θεοῦ, τήν γνῶσιν τήν τοῦ Θεοῦ. Τό δέ ἔλεος αὐτοῦ, τόν Λόγον αὐτοῦ καί Θεόν. Οὗτος γάρ διά τῆς ἐνανθρωπήσεως αὐτοῦ καταδιώκει πάσας τάς ἡμέρας, ἕως οὗ πάντας καταλάβῃ τούς σωθησομένους, ὥσπερ τόν Παῦλον. Ὁ δέ οἶκος, τήν βασιλείαν, ἐν ᾗ ἀποκαθίστανται πάντες οἱ ἅγιοι. Ἡ δέ μακρότης τῶν ἡμερῶν, τήν αἰώνιον ζωήν.

 

γ΄. Κατά παράχρησιν αἱ κακίαι τῶν τῆς ψυχῆς δυνάμεων ἡμῖν ἐπισυμβαίνουσιν· οἷον, τῆς τε ἐπιθυμητικῆς, καί τῆς θυμοειδοῦς, καί τῆς λογιστικῆς. Καί τῆς μέν λογιστικῆς δυνάμεως παράχρησίς ἐστιν, ἀγνωσία καί ἀφροσύνη· τῆς δέ θυμοειδοῦς καί ἐπιθυμητικῆς, μῖσος καί ἀκολασία. Χρῆσις δέ τούτων, γνῶσις καί φρόνησις, ἀγάπη τε καί σωφροσύνη. Εἰ δέ τοῦτο, οὐδέν τῶν ὑπό Θεοῦ κτισθέντων καί γεγονότων ἐστί κακόν.

 

δ΄. Οὐ τά βρώματα κακά, ἀλλ᾿ ἡ γαστριμαργία· οὐδέ ἡ παιδοποιΐα, ἀλλ᾿ ἡ πορνεία· οὐδέ τά χρήματα, ἀλλ᾿ ἡ φιλαργυρία· οὐδέ ἡ δόξα, ἀλλ᾿ ἡ κενοδοξία. Εἰ δέ τοῦτο, οὐδέν ἐν τοῖς οὖσι κακόν, εἰ μή ἡ παράχρησις, ἥτις συμβαίνει ἐκ τῆς τοῦ νοῦ ἀμελείας περί τήν φυσικήν γεωργίαν.

 

ε΄. Τό ἐν δαίμοσι κακόν ταῦτα εἶναί φησιν ὁ μακάριος Διονύσιος, θυμόν ἄλογον, ἄνουν ἐπιθυμίαν, φαντασίαν προπετῆ. Ἀλογία δέ καί ἄνοια καί προπέτεια ἐπί τῶν λογικῶν στερήσεις εἰσί λόγου καί νοῦ καί περισκέψεως. Αἱ δέ στερήσεις, τῶν ἕξεών εἰσι δεύτεραι. Ἄρα οὖν ἦν ὅτε ὑπῆρχεν ἐν αὐτοῖς λόγος καί νοῦς καί περίσκεψις εὐλαβής. Εἰ δέ τοῦτο οὐδέ οἱ δαίμονες φύσει κακοί· ἀλλ᾿ ἐκ παραχρήσεως τῶν φυσικῶν δυνάμεων κακοί γεγόνασι.

 

στ΄. Τά μέν τῶν παθῶν, ἀκολασίας· τά δέ, μίσους· τά δέ, καί ἀκολασίας καί μίσους εἰσί ποιητικά.

 

ζ΄. Πολυφαγία καί ἡδυφαγία, ἀκολασίας εἰσίν αἴτια [Fr. αἴτιαι]· φιλαργυρία δέ καί κενοδοξία, μίσους πρός τόν πλησίον. Ἡ δέ τούτων μήτηρ φιλαυτία τῶν ἀμφοτέρων ἐστίν αἰτία.

 

η΄. Φιλαυτία ἐστίν ἡ πρός τό σῶμα ἐμπαθής καί ἄλογος φιλία· ᾗ ἀντίκειται ἀγάπη καί ἐγκράτεια. Ὁ ἔχων τήν φιλαυτίαν, δῆλον ὅτι ἔχει πάντα τά πάθη.

 

θ΄. Οὐδείς, φησίν Ἀπόστολος, τήν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλ᾿ ὑποπιάζει δηλονότι καί δουλαγωγεῖ, μηδέν πλέον αὐτῇ παρέχων, πλήν διά τροφῆς καί σκεπασμάτων· καί τούτων μόνων, τῶν πρός τό ζῇν ἀναγκαίων. Οὕτως οὖν ἀπαθῶς τις ἀγαπᾷ αὐτήν· καί ὡς ὑπηρέτιν τῶν θείων ἐκτρέφει αὐτήν, καί θάλπει τοῖς τήν ἔνδειαν αὐτῆς ἀποπληροῦσι μόνοις.

 

ι΄. Ὅν τις ἀγαπᾷ, τοῦτον πάντως καί σπεύδει θεραπεύειν. Εἰ οὖν τόν Θεόν τις ἀγαπᾷ, πάντως καί τά ἀρεστά αὐτῷ σπεύδει ποιεῖν· εἰ δέ τήν σάρκα, τά ταύτην τέρποντα ἐκτελεῖν.

 

ια΄. Τῷ μέν Θεῷ ἀρέσκει ἀγάπη καί σωφροσύνη, καί θεωρία καί προσευχή· τῇ δέ σαρκί, γαστριμαργία καί ἀκολασία, καί τά τούτων αὐξητικά. Διά τοῦτο, Οἱ ἐν σαρκί ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Οἱ δέ τοῦ Χριστοῦ, τήν σάρκα ἐσταύρωσαν σύν τοῖς παθήμασι καί ταῖς ἐπιθυμίαις.

 

ιβ΄. Ὁ νοῦς ἐάν μέν νεύσῃ πρός Θεόν, ἔχει δοῦλον τό σῶμα, καί πλέον οὐδέν αὐτῷ παρέχει τῶν πρός τό ζῇν ἀναγκαίων· ἐάν δέ νεύσῃ πρός τήν σάρκα, δουλοῦται τοῖς πάθεσι, πρόνοιαν αὐτῆς ἀεί εἰς ἐπιθυμίας ποιούμενος.

 

ιγ΄. Εἰ θέλεις τῶν λογισμῶν περιγίνεσθαι, ἐπιμελοῦ τῶν παθῶν, καί εὐχερῶς αὐτούς ἐκ τοῦ νοῦ ἀπό τούτων ἐξελαύνεις [Fr.ἐκ τοῦ νοῦ ἀπελαύνεις]. Οἷον, ἐπί μέν τῆς πορνείας, νήστευε, ἀγρύπνει, κοπίασον, ἰδίασον. Ἐπί δέ τῆς ὀργῆς καί τῆς λύπης, καταφρόνει δόξης καί ἀτιμίας καί τῶν ὑλικῶν πραγμάτων. Ἐπί δέ τῆς μνησικακίας, προσεύχου ὑπέρ τοῦ λυπήσαντος, καί ἀπαλλάττῃ.

 

ιδ΄. Μή τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις ἑαυτόν παραμέτρει, ἀλλά τῇ ἐντολῆ τῆς ἀγάπης μᾶλλον παράτεινον. Τοῖς μέν γάρ παραμετρῶν, εἰς τόν βόθρον τῆς οἰήσεως ἐμπίπτεις· τῇ δέ παρατείνων, εἰς τό ὕψος τῆς ταπεινοφροσύνης προκόπτεις.

 

ιε΄. Εἰ ὅλως τῆς πρός τόν πλησίον ἀγάπης τήν ἐντολήν φυλάττεις, ὑπέρ τίνος τῆς πρός αὐτόν λύπης τήν πικρίαν ἐντίκτεις, ἤ δῆλον ὅτι ταύτης τά πρόσκαιρα προτιμῶν καί αὐτῶν ἀντιποιούμενος, τόν ἀδελφόν πολεμεῖς;

 

ιστ΄. Οὐ διά τήν χρείαν τοσοῦτον τό χρυσίον ζηλωτόν τοῖς ἀνθρώποις γέγονεν, ὅσον τό δι᾿ αὐτοῦ τούς πολλούς τάς ἡδονάς θεραπεύειν.

 

ιζ΄. Τρία εῖσί τά αἴτια τῆς τῶν χρημάτων ἀγάπης, φιληδονία, κενοδοξία καί ἀπιστία. Χαλεπωτέρα δέ τῶν δύο ἡ ἀπιστία καθέστηκεν.

 

ιη΄. Ὁ μέν φιλήδονος ἀγαπᾷ ἀργύριον, ἵνα δι᾿ αὐτῦ τρυφήσῃ· ὁ δέ κενόδοξος, ἵνα δι᾿ αὐτοῦ δοξασθῇ· ὁ δέ ἄπιστος, ἵνα κρύψῃ καί φυλάξῃ, λιμόν φοβούμενος, ἤ γῆρας ἤ νόσον ἤ ξενιτείαν· καί ἐπ᾿ αὐτῷ μᾶλλον ἐλπίζει, ἤ ἐπί τῷ Θεῷ τῷ πάσης κτίσεως δημιουργῷ, καί προνοητῇ, ἕως τῶν ἐσχάτων καί μικροτάτων ζώων.

 

ιθ΄. Τέσσαρές εἰσιν οἱ περιποιούμενοι χρήματα· οἱ προειρημένοι τρεῖς, καί ὁ οἰκονομικός. Μόνος δέ οὗτος δηλονότι ὀρθῶς περιποιεῖται, ἵνα ἑκάστῳ τήν χρείαν παρέχων μή διαλείπῃ ποτέ.

 

κ΄. Πάντες οἱ ἐμπαθεῖς λογισμοί ἤ τό ἐπιθυμητικόν τῆς ψυχῆς ἐρεθίζουσιν, ἤ τό θυμικόν ἐκταράσσουσιν, ἤ τό λογιστικόν ἐπισκοτίζουσι· καί ἐκ τούτου συμβαίνει τόν νοῦν ὀφθαλμιάσαι πρός τήν πνευματικήν θεωρίαν, καί τήν τῆς προσευχῆς ἐκδημίαν. Καί τούτου χάριν ὀφείλει ὁ μοναχός, καί μάλιστα ὁ ἡσυχάζων, ἀκριβῶς τοῖς λογισμοῖς προσέχειν, καί τάς τούτων αἰτίας καί γνῶναι καί ἐκκόπτειν. Γινώσκειν δέ οὗτως· οἷον, ἐρεθίζουσι τό ἐπιθυμητικόν τῆς ψυχῆς αἱ ἐμπαθεῖς μνῆμαι τῶν γυναικῶν· τούτων δέ αἰτία, ἡ τῶν βρωμάτων καί πομάτων ἀκρασία, καί ἡ αὐτῶν τῶν γυναικῶν πυκνή καί ἄλογος συντυχία. Περικόπτει δέ ταύτας πεῖνα καί δίψα καί ἀγρυπνία καί ἀναχώρησις. Τόν δέ θυμόν πάλιν ἐκταράσσουσιν αἱ ἐμπαθεῖς μνῆμαι τῶν λυπησάντων· αἰτία δέ τούτων, φιληδονία καί κενοδοξία καί φιλοϋλία. Διά γάρ ταῦτα ὁ ἐμπαθής λυπεῖται, ἤ ὡς στερηθείς, ἤ ὡς μή ἐπιτυχών. Περικόπτει δέ ταύτας ἡ τούτων αὐτῶν καταφρόνησις καί ἐξουδένωσις, διά τήν εἰς Θεόν ἀγάπην.

 

κα΄. Γινώσκει ὁ Θεός ἑαυτόν, γινώσκει καί τά ὑπ᾿ αὐτοῦ γεγονότα. Γινώσκουσι δέ καί αἱ ἅγιαι Δυνάμεις τόν Θεόν· γινώσκουσι δέ καί τά ὑπό Θεοῦ γεγονότα. Ἀλλ’ οὐχ ὡς ὁ Θεός γινώσκει ἑαυτόν καί τά ὑπ᾿ αὐτοῦ γεγονότα, οὕτω καί αἱ ἅγιαι Δυνάμεις τόν Θεόν καί τά ὑπ᾿ αὐτοῦ γεγονότα.

 

κβ΄. Ὁ μέν Θεός ἑαυτόν γινώσκει, ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ· τά δέ ὑπ᾿ αὐτοῦ γεγονότα, ἐκ τῆς σοφίας αὐτοῦ· δι᾿ ἧς καί ἐν ᾗ τά πάντα ἐποίησεν. Αἱ δέ ἅγιαι Δυνάμεις τόν μέν Θεόν μετοχῇ γινώσκουσιν, ὑπέρ μετοχήν ὄντα· τά δέ ὑπ᾿ αὐτοῦ γεγονότα, ἀναλήψει τῶν ἐν αὐτοῖς θεωρημάτων.

 

κγ΄. Ἔξω μέν τοῦ νοῦ εἰσι τά γεγονότα· ἔνδον δέ τήν αὐτῶν θεωρίαν ἀναλαμβάνει. Οὐχ οὕτως δέ ἐπί Θεοῦ τοῦ ἀϊδίου καί ἀπείρου καί ἀορίστου, καί τό εἶναι καί εὖ εἶναι καί ἀεί εἶναι τοῖς οὖσι χαρισαμένου.

 

κδ΄. Θεοῦ μετέχει τοῦ ἁγίου ἡ λογιστική καί νοερά οὐσία, αὐτῷ τε τῷ εἶναι, καί τῇ πρός τό εὖ εἶναι ἐπιτηδειότητι· ἀγαθότητός τέ φημι, καί σοφίας· καί τῇ πρός τό ἀεί εἶναι χάριτι. Ταύτῃ οῦν τόν Θεόν γινώσκει. Τά δέ ὑπ᾿ αὐτοῦ γεγονότα, τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνικῆς σοφίας· ἥτις ἐστί ψιλή καί ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη.

 

κε΄. Τέσσαρα τῶν θείων ἰδιωμάτων, συνεκτικά καί φρουρητικά καί διασωστικά τῶν ὄντων, δι᾿ ἄκραν ἀγαθότητα ἐκοινοποίησεν ὁ Θεός, παραγαγών εἰς τό εἶναι τήν λογικήν καί νοεράν οὐσίαν· τό ὄν, τό ἀεί ὄν, τήν ἀγαθότητα καί σοφίαν. Τούτων τά μέν δύο τῇ οὐσίᾳ παρέσχε· τά δέ δύο, τῇ γνωμικῇ ἐπιτηδειότητι· τήν ἀγαθότητα καί τήν σοφίαν· ἵνα ἅπερ ἐστίν αὐτός κατ᾿ οὐσίαν, γίνηται ἡ κτίσις κατά μετουσίαν. Διά ταύτην [Calecas ταῦτα], καί κατ᾿ εἰκόνα καί ὁμοίωσιν Θεοῦ λέγεται γεγενῆσθαι. Καί κατ᾿ εἰκόνα μέν, ὡς ὄν, ὄντος· καί ὡς ἀεί ὄν, ἀεί ὄντος· εἰ καί μή ἀνάρχως, ἀλλ᾿ ἀτελευτήτως· καθ᾿ ὁμοίωσιν δέ, ὡς ἀγαθός, ἀγαθοῦ· καί ὡς σοφός, σοφοῦ· τοῦ κατά φύσιν, ὁ κατά χάριν. Καί κατ᾿ εἰκόνα μέν, πᾶσα φύσις λογική ἐστι τοῦ Θεοῦ· καθ᾿ ὁμοίωσιν δέ, μόνοι οἱ ἀγαθοί καί σοφοί.

 

κστ΄. Πᾶσα ἡ λογική καί νοερά οὐσία διῄρηται εἰς δύο· τουτέστιν, εἰς τήν ἀγγελικήν καί τήν ἀνθρωπίνην φύσιν. Καί πᾶσα ἡ ἀγγελική φύσις διῄρηται πάλιν εἰς δύο καθολικάς γνώμας τε καί ἀγέλας, ἁγίας τε καί ἐναγεῖς· τουτέστιν, εἰς ἁγίας Δυνάμεις καί ἀκαθάρτους δαίμονας. Καί πᾶσα ἡ ἀνθρωπίνη διῄρηται εἰς γνώμας μόνον καθολικάς δύο, εὐσεβεῖς λέγω καί ἀσεβεῖς.

 

κζ΄. Ὁ μέν Θεός ὡς αὐτοΰπαρξις ὤν καί αὐτοαγαθότης καί αὐτοσοφία· μᾶλλον δέ ἀληθέστερον εἰπεῖν, καί ὑπέρ ταῦτα πάντα, οὐδέν ἔχει τό σύνολον ἐναντίον. Τά δέ κτίσματα, ὡς πάντα μέν μεθέξει καί χάριτι τήν ὕπαρξιν ἔχοντα· τά δέ λογικά καί νοερά, καί τήν ἀγαθότητος καί σοφίας ἐπιτηδειότητα, ἔχει ἐναντίον· τῇ μέν ὑπάρξει, τό μή ὑπάρχειν· τῇ δέ τῆς ἀγαθότητος καί σοφίας ἐπιτηδειότητι, κακίαν καί ἀγνωσίαν. Καί τό μέν ὑπάρχειν ἀεί ἤ μή ὑπάρχειν ταῦτα [Fr. τά λογικά καί νοερά], ἐν τῇ ἐξουσίᾳ τοῦ πεποιηκότος ἐστί· τό δέ μετέχειν τῆς ἀγαθότητος αὐτοῦ καί τῆς σοφίας ἤ μή μετέχειν, ἐν τῇ βουλήσει τῶν λογικῶν ὑπάρχει.

 

κη΄. Οἱ μέν Ἕλληνες ἐξ ἀϊδίου λέγοντες συνυπάρχειν τῷ Θεῷ τήν τῶν ὄντων οὐσίαν, τάς δέ περί αὐτήν ποιότητας μόνον ἐξ αὐτοῦ ἐσχηκέναι· τῇ μέν οὐσίᾳ, οὐδέν λέγουσιν ἐναντίον· ἐν δέ ταῖς ποιότησι μόναις, τήν ἐναντίωσιν εἶναι. Ἡμεῖς δέ μόνην λέγομεν τήν θείαν οὐσίαν μέ ἔχειν τι ἐναντίον, ὡς ἀΐδιόν τε οὖσαν καί ἄπειρον, καί ἀϊδιότητος ἀλλήλαις χαριστικήν· τῇ δέ τῶν ὄντων οὐσίᾳ, εἶναι μέν τό μή ὄν ἐναντίον· καί ἐν τῇ ἐξουσίᾳ τοῦ κυρίως ὄντος ὑπάρχειν, τό ἀεί εἶναι αὐτήν ἤ μή εἶναι, ἀμεταμέλητα δέ εἶναι τά χαρίσματα αὐτοῦ. Καί διά τοῦτο, καί ἔστιν ἀεί, καί ἔσται τῇ παντοκρατορικῇ δυνάμει διακρατουμένη, εἰ καί ἔχει τό μή ὄν ἐναντίον, ὡς εἴρηται, ὡς ἐκ μή ὄντος εἰς τό εἶναι παραχθεῖσα, καί ἐν τῇ βουλήσει αὐτοῦ ἔχουσα τό εἶναι αὐτήν ἤ μή εἶναι.

 

κθ΄. Ὥσπερ τό κακόν στέρησίς ἐστιν ἀγαθοῦ, καί ἡ ἀγνωσία στέρησίς ἐστι

 

γνώσεως· οὕτω καί τό μή ὄν στέρησίς ἐστι τοῦ ὄντος· οὐ τοῦ κυρίως δέ ὄντος· οὐκ ἔχει γάρ ἐναντίον· ἀλλά τοῦ κατά μέθεξιν τοῦ κυρίως ὄντος. Καί αἱ μέν τῶν προτέρων στερήσεις τῇ γνώμῃ τῶν γεγονότων ἕπονται· ἡ δέ τοῦ δευτέρου ἐν τῇ βουλήσει τοῦ πεποιηκότος ὑπάρχεται· τοῦ ἀεί δι᾿ ἀγαθότητα βουλομένου εἶναι τά ὄντα, καί ἀεί ὑπ᾿ αὐτοῦ εὐεργετεῖσθαι.

 

λ΄. Πάντα τά γεγονότα, τά μέν εἰσι λογικά καί νοερά, καί τῶν ἐναντίων δεκτικά· οἷον, ἀρετῆς καί κακίας, καί γνώσεως καί ἀγνωσίας· τά δέ σώματα διάφορα, ἐκ τῶν ἐναντίων συνεστῶτα· τουτέστι, γῆς, ἀέρος, πυρός, ὕδατος· καί τά μέν εἰσι ἀσώματα πάντη καί ἄϋλα, εἰ καί τινα τούτων συνέζευκται σώμασι· τά δέ ἐξ ὕλης καί εἴδους μόνον ἔχει τήν σύστασιν.

 

λα΄. Πάντα τά σώματα, κατά φύσιν ἐστίν ἀκίνητα· κινεῖται δέ ὑπό τῆς ψυχῆς· τά μέν, λογικῆς· τά δέ, ἀλόγου· τά δέ ἀναισθήτου.

 

λβ΄. Τῶν ψυχικῶν δυνάμεων ἡ μέν ἐστι θρεπτική καί αὐξητική· ἡ δέ φανταστική καί ὁρμητική· ἡ δέ λογιστική καί νοητική. Καί τῆς μέν πρώτης μόνης μετέχουσι τά φυτά· τῆς δέ δευτέρας πρός ταύτῃ τά ἄλογα ζῶα· τῆς δέ τρίτης πρός ταῖς δυσίν, οἱ ἄνθρωποι. Καί αἱ μέν δύο δυνάμεις, φθαρταί· ἡ δέ τρίτη, ἄφθαρτος καί ἀθάνατος ἀποδείκνυται.

 

λγ΄. Ἀλλήλαις μεταδιδοῦσαι φωτισμοῦ αἱ ἅγιαι Δυνάμεις· καί τῇ ἀνθρωπίνῃ φύσει, ἤ τῆς αὐτῶν ἀρετῆς μεταδιδόασιν, ἤ τῆς ἐν αὐταῖς γνώσεως. Καί ἀρετῆς μέν, οἷον θεομιμήτου ἀγαθότητος, καθ᾿ ἥν καί ἑαυτάς, καί ἀλλήλας, καί τάς ὑποβεβηκυίας εὐεργετοῦσι, θεοειδεῖς ἀργαζόμεναι· γνώσεως δέ, ἤ περί Θεοῦ τι ὑψηλότερον· Σύ γάρ, φησίν, Ὕψιστος εἰς τόν αἰῶνα, Κύριε· ἤ περί σωμάτων, βαθύτερον· ἤ περί ἀσωμάτων, ἀκριβέσερον· ἤ περί προνοίας, τρανότερον· ἤ περί κρίσεως, σαφέστερον.

 

λδ΄. Νοός ἐστι ἀκαθαρσία, πρῶτον μέν, τό γνῶσιν ἔχειν ψευδῆ· δεύτερον δέ, τό ἀγνοεῖν τι τῶν καθόλου· ὡς πρός ἀνθρώπινον νοῦν λέγω· ἀγγέλου γάρ ἐστι το μηδέν τῶν ἐπί μέρους ἀγνοεῖν· τρίτον δέ, τό ἐμπαθεῖς ἔχειν λογισμούς· τέταρτον δέ, τό συγκατατίθεσθαι τῇ ἁμαρτίᾳ.

 

λε΄. Ψυχῆς ἐστιν ἀκαθαρσία, τό μή ἐνεργεῖν κατά φύσιν. Ἐκ τούτου γάρ τίκτονται τῷ νῷ οἱ ἐμπαθεῖς λογισμοί. Τότε γάρ κατά φύσιν ἐνεργεῖ, ὅταν αἱ παθητικαί αὐτῆς δυνάμεις· ὁ θυμός λέγω καί ἡ ἐπιθυμία, ἐν τῇ τῶν πραγμάτων καί τῶν ἐν αὐτοῖς νοημάτων προβολῇ, ἀπαθεῖς διαμείνωσι.

 

λστ΄. Σώματός ἐστιν ἀκαθαρσία, ἡ κατ᾿ ἐνέργειαν ἁμαρτία.

 

λζ΄. Ἀγαπᾷ ἡσυχίαν ὁ πάσχων πρός τά τοῦ κόσμου· καί ἀγαπᾷ πάντας ἀνθρώπους, ὁ μηδέν ἀγαπῶν ἀνθρώπινον· καί γνῶσιν ἔχει Θεοῦ καί τῶν θείων, ὁ μή σκανδαλιζόμενος εἴς τινας, εἴτε διά παραπτώματα, εἴτε διά λογισμούς ἐξ ὑπονοίας.

 

λη΄. Μέγα μέν τό μή πάσχειν πρός τά πράγματα· μεῖζον δέ τούτου πολλῷ, τό πρός τά τούτων νοήματα ἀπαθῆ διαμεῖναι.

 

λθ΄. Ἀγάπη καί ἐγκράτεια ἀπαθῆ τόν νοῦν διατηροῦσι πρός τε τά πράγματα, καί πρός τά τούτων νοήματα.

 

μ΄. Οὐ πρός τά πράγματα ὁ νοῦς πολεμεῖ τοῦ θεοφιλοῦς, οὐδέ πρός τά τούτων νοήματα· ἀλλά πρός τά πάθη τά τοῖς νοήμασι συνεζευμένα. Οἷον, οὐ πρός τήν γυναῖκα πολεμεῖ, οὐδέ πρός τόν λυπήσαντα, οὐδέ πρός τάς τούτων φαντασίας· ἀλλά πρός τά πάθη τά ταῖς φαντασίαις συνεζευγμένα.

 

μα΄. Ἅπας ὁ πόλεμος τοῦ μοναχοῦ πρός τούς δαίμονας, ἵνα τά πάθη τῶν νοημάτων χωρίσῃ. Ἄλλως γάρ ἀπαθῶς τά πράγματα βλέπειν οὐ δύναται.

 

μβ΄. Ἄλλο ἐστί πρᾶγμα, καί ἄλλο νόημα, καί ἄλλο πάθος. Καί πρᾶγμα μέν ἐστιν, οἷον, ἀνήρ, γυνή, χρυσός, καί τά ἑξῆς. Νόημα δέ, οἷον, μνήμη ψιλή τινος τῶν προειρημένων. Πάθος δέ, οἷον, φιλία ἄλογος, ἤ μῖσος ἄκριτόν τινος τῶν προειρημένων. Πρός οὖν τό πάθος ἐστί τοῦ μοναχοῦ ἡ μάχη.

 

μγ΄. Νόημά ἐστι ἐμπαθές, λογισμός σύνθετος ἀπό πάθους καί νοήματος. Χωρίσωμεν τό πάθος ἀπό τοῦ νοήματος, καί ἀπομένει ὁ λογισμός ψιλός. Χωρίζομεν δέ δι᾿ ἀγάπης πνευματικῆς καί ἐγκρατείας, ἐάν θέλωμεν.

 

μδ΄. Αἱ μέν ἀρεταί, τῶν παθῶν τόν νοῦν χωρίζουσι· αἱ δέ πνευματικαί θεωρίαι, τῶν ψιλῶν νοημάτων· ἡ δέ καθαρά προσευχή αὐτῷ αὐτόν παρίστησιν τῷ Θεῷ.

 

με΄. Αἱ μέν ἀρεταί, διά τήν γνῶσιν τῶν γεγονότων· ἡ δέ γνῶσις, διά τόν γινώσκοντα· ὁ δέ γινώσκων, διά τόν ἀγνώστως γινωσκόμενον, καί ὑπέρ γνῶσιν γινώσκοντα.

 

μστ΄. Οὐχ ὡς προσδεόμενός τινος ὁ ὑπερπλήρης Θεός, παρήγαγεν εἰς τό εἶναι τά γεγονότα· ἀλλ᾿ ἵνα αὐτά μέν αὐτοῦ ἀναλόγως μετέχοντα ἀπολαύῃ, [Fr. ἀπολαύσῃ] αὐτός δέ εὐφρανθῇ ἐπί τοῖς ἔργοις αὐτοῦ ὁρῶν αὐτά εὐφραινόμενα, καί τόν ἀκόρεστον ἀκορέστως ἀεί κορεννύμενα.

 

μζ΄. Πολλούς ἔχει ὁ κόσμος πτωχούς τῷ πνεύματι, ἀλλά παρά τό προσῆκον. Καί πολλούς πενθοῦντας, ἀλλά διά ζημίας χρημάτων, ἤ ἀποβολάς τέκνων. Καί πολλούς πραεῖς, ἀλλά πρός τά ἀκάθαρτα πάθη. Καί πολλούς πεινῶντας καί διψῶντας, ἀλλά τό ἁρπάζειν τά ἀλλότρια, καί κερδαίνειν ἐξ ἀδικίας. Καί πολλούς ἐλεήμονας, ἀλλά πρός τό σῶμα καί τά τοῦ σώματος. Καί καθαρούς τῆ καρδίᾳ, ἀλλά διά κενοδοξίαν. Καί εἰρηνοποιούς, ἀλλά τήν ψυχήν τῇ σαρκί ὑποτάσσοντας. Καί πολλούς ὀνειδιζομένους, ἀλλ᾿ ἐπ᾿ αἰσχροῖς ἁμαρτήμασι· ἀλλ᾿ ἐκεῖνοι μόνοι μακάριοι, οἱ διά Χριστόν καί κατά Χριστόν ταῦτα καί ποιοῦντες καί πάσχοντες. Διατί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καί, Αὐτοί τόν Θεόν ὄψονται, καί τά ἑξῆς. Ὥστε, οὐχ ὅτι ποιοῦσι ταῦτα καί πάσχουσι, εἰσί μακάριοι· ἀλλ᾿ ὅτι διά Χριστόν καί κατά Χριστόν ταῦτα καί ποιοῦσι καί πάσχουσι.

 

μη΄. Ἐν πᾶσι τοῦ ὑφ᾿ ἡμῶν πραττομένοις, ὁ σκοπός ζητεῖται παρά Θεῷ, ὡς πολλάκις εἴρηται· εἴτε δι᾿ αὐτόν, εἴτε δι᾿ ἄλλο τι πράττομεν. Ὅταν οὖν τι θέλωμεν πρᾶξαι ἀγαθόν, μή τήν ἀνθρωπαρέσκειαν, ἀλλά τόν Θεόν σχῶμεν σκοπόν· ἵνα εἰς αὐτόν ἀεί ἀποβλεπόμενοι, δι᾿ αὐτόν πάντα πράξωμεν· ἵνα μή καί τόν τόπον ὑπομένωμεν, καί τόν μισθόν ἀπολέσωμεν.

 

μθ΄. Καί τά ψιλά τῶν ἀνθρωπίνων πραγμάτων νοήματα, καί τά πάντων τῶν γεγονότων θεωρήματα, ἀπόβαλε τοῦ νοός ἐν τῷ καιρῷ τῆς προσευχῆς· ἴνα μή τά ἥττονα φανταζόμενος, τοῦ πάντων τῶν ὄντων ἀσυγκρίτως κρείττονος ἐκπέσῃς.

 

ν΄. Ἐάν τόν Θεόν γνησίως ἀγαπήσωμεν, δι᾿ αὐτῆς τῆς ἀγάπης τά πάθη ἀποβάλλομεν. Ἡ δέ εἰς αὐτόν ἀγάπη ἐστί, τό προτιμᾷν αὐτόν τοῦ κόσμου, καί τήν ψυχήν τῆς σαρκός· ἐν τῷ τῶν κοσμικῶν μέν καταφρονεῖν πραγμάτων, αὐτῷ δέ σχολάζειν διά παντός, διά τε ἐγκρατείας καί ἀγάπης καί προσευχῆς καί ψαλμῳδίας, καί τῶν ἑξῆς.

 

να΄. Ἐάν σχολάζοντες τῷ Θεῷ χρόνῳ πολλῷ, τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐπιμελώμεθα, οὐκ ἔτι πρός τάς τῶν λογισμῶν προσβολάς ἐξοκείλομεν· ἀλλά καί ἀκριβέστερον τάς τούτων αἰτίας κατανοοῦντες και ἐκκόπτοντες, διορατικώτεροι γινόμεθα· ὥστε πληρωθῆναι εἰς ἡμᾶς τό, Καί ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· και ἐν τοῖς ἐπανισταμένοις ἐπ᾿ ἐμέ πονηρευομένοις, ἀκούσεται τό οὖς μου.

 

νβ΄. Ὅταν βλέπῃς τόν νοῦν σου εὐσεβῶς καί δικαίως ἀναστρεφόμενον ἐν τοῖς τοῦ κόσμου νοήμασι, γίνωσκε καί τό σῶμα σου καθαρόν καί ἀναμάρτητον διαμένειν· ὅταν δέ τόν νοῦν βλέπῃς κατά διάνοιαν ἁμαρτίαις σχολάζοντα, καί μή ἀνακόπτῃς, γίνωσκε καί τό σῶμά σου μή πολυχρονίζειν τοῦ τοῖς αὐτοῖς περιπεσεῖν.

 

νγ΄. Ὥσπερ τό σῶμα ἔχει κόσμον τά πράγματα, οὕτω καί ὁ νοῦς ἔχει κόσμον τά νοήματα· καί ὥσπερ τό σῶμα πορνεύεται μετά τοῦ σώματος τῆς γυναικός, οὕτω καί ὁ νοῦς πορνεύει μετά τοῦ νοήματος τῆς γυναικός, διά τῆς φαντασίας τοῦ ἰδίου σώματος. Τήν γάρ μορφήν τοῦ ἰδίου σώματος βλέπει μιγνυμένην μετά τῆς μορφῆς τῆς γυναικός κατά διάνοιαν. Ὡσαύτως καί τήν μορφήν τοῦ λυπήσαντος ἀμύνεται κατά διάνοιαν, διά τῆς μορφῆς τοῦ ἰδίου σώματος. Καί ἐπί τῶν ἄλλων ἁμαρτημάτων ὁμοίως. Ἅπερ γάρ πράττει τό σῶμα κατ᾿ ἐνέργειαν εἰς τόν κόσμον τῶν πραγμάτων, ταῦτα πράττει καί ὁ νοῦς εἰς τόν κόσμον τῶν νοημάτων.

 

νδ΄. Οὐκ ἔστι φρίξαι καί ἐκπλαγῆναι καί ἐκστῆναι τῇ διανοίᾳ, ὅτι ὁ μέν Θεός καί Πατήρ κρίνει οὐδένα, πᾶσαν δέ τήν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ δέ Υἱός κράζει· Μή κρίνετε, ἵνα μή κριθῆτε· Μή καταδικάζετε, ἵνα μή καταδικασθῆτε. Ὁ δέ Ἀπόστολος ὁμοίως· Μή πρό καιροῦ τι κρίνετε, ἕως ἄν ἔλθῃ ὁ Κύριος· καί, Ἐν ᾧ κρίματι κρίνεις τόν ἕτερον, σεαυτόν κατακρίνεις· οἱ δέ ἄνθρωποι ἀφέντες τό κλαίειν τάς ἑαυτῶν ἁμαρτίας, ἦραν τήν κρίσιν ἀπό τοῦ Υἱοῦ, καί αὐτοί ὡς ἀναμάρτητοι, κρίνουσι καί καταδικάζουσι ἀλλήλους; Καί ὁ μέν οὐρανός ἐξέστη ἐπί τούτῳ· ἡ δέ γῆ, ἔφριξεν· αὐτοί δέ οὐκ αἰσχύνονται ἀναισθητοῦντες.

 

νε΄. Ὁ τάς τῶν ἄλλων ἁμαρτίας περιεργαζόμενος, ἤ καί ἐξ ὑπονοίας τόν ἀδελφόν κρίνων, οὔπω ἔβαλεν ἀρχήν μετανοίας, οὐδέ ἐρευνᾷν τοῦ γνῶναι [Fr. καί γνῶναι] τάς ἑαυτοῦ ἁμαρτίας, ἐν ἀληθείᾳ βαρυτέρας οὔσας μολίβδου πολυταλάντου· οὐδέ ἔγνω πόθεν γίνεται ἄνθρωπος βαρυκάρδιος ἀγαπῶν ματαιότητα καί ζητῶν ψεῦδος. Διά τοῦτο ὡς ἄφρων καί ἐν σκότει διαπορευόμενος, ἀφείς τάς ἑαυτοῦ ἁμαρτίας, τάς τῶν ἄλλων φαντάζεται, ἤ οὔσας, ἤ νομιζομένας ἐξ ὑπονοίας.

 

νστ΄. Ἡ φιλαυτία, ὡς πολλάκις εἴρηται, πάντων τῶν ἐμπαθῶν λογισμῶν αἰτία καθίσταται. Ἐκ γάρ ταύτης γεννῶνται οἱ τρεῖς γενικώτατοι τῆς ἐπιθυμίας λογισμοί· ὁ τῆς γαστριμαργίας, καί τῆς φιλαργυρίας καί τῆς κενοδοξίας. Ἐκ δέ τῆς γαστριμαργίας γεννᾶται ὁ τῆς πορνείας· ἐκ δέ τῆς φιλαργυρίας, ὁ τῆς πλενονεξίας· ἐκ δέ τῆς κενοδοξίας, ὁ τῆς ὑπερηφανείας. Οἱ δέ λοιποί πάντες, ἑκάστῳ τῶν τριῶν ἀκολουθοῦσιν· ὅ τε τῆς ὀργῆς, καί ὁ τῆς λύπης καί ὁ τῆς μνησικακίας καί ὁ τῆς ἀκηδίας καί φθόνου καί καταλαλιᾶς, καί οἱ λοιποί. Ταῦτα οὖν τά πάθη, συνδεσμοῦσι τόν νοῦν τοῖς ὑλικοῖς πράγμασι, καί κατέχουσιν αὐτόν εἰς τήν γῆν, λίθου δίκην βαρυτάτου αὐτῷ ἐπικείμενα· φύσει ὄντα αὐτόν πυρός κουφότερον καί ὀξύτερον.

 

νζ΄. Ἀρχή μέν πάντων τῶν παθῶν, ἡ φιλαυτία· τέλος δέ, ἡ ὑπερηφανία. Φιλαυτία δέ ἐστιν, ἡ πρός τό σῶμα ἄλογος φιλία. Ὁ ταύτην ἐκκόψας, συνέκοψε πάντα τά πάθη τά ἐξ αὐτῆς.

 

νη΄. Ὥσπερ οἱ γονεῖς τῶν σωμάτων, προσπάσχουσι τοῖς ἐξ αὐτῶν γεννωμένοις· οὕτω καί ὁ νοῦς, φυσικῶς τοῖς ἑαυτοῦ πρόσκειται λόγοις. Καί ὥσπερ τοῖς ἐκείνων ἐμπαθεστέροις, κἄν πάντως κατά πάντα ὦσιν οἱ παῖδες καταγελαστότατοι, πάντων φαίνονται ἐπιεικέστατοι καί εὐμορφότατοι· οὕτω καί τῷ ἄφρονι νῷ, οἱ αὐτοῦ λόγοι, κἄν πάντων ὦσι μοχθηρότεροι, πάντων φαίνονται φρονιμώτεροι. Τῷ δέ σοφῷ, οὐχ οὕτως οἱ ἑαυτοῦ λόγοι· ἀλλ᾿ ὅταν δόξῃ πληροφορεῖσθαι ὅτι ἀληθεῖς εἰσι καί καλοί, τότε μάλιστα οὐ πιστεύει τῆ ἑαυτοῦ κρίσει· ἀλλ᾿ ἄλλους σοφούς τῶν ἑαυτοῦ λόγων καί λογισμῶν κριτάς καθίστησι, μή εἰς κενόν τρέχῃ ἤ ἔδραμε· καί δι᾿ αὐτῶν, τήν βεβαίωσιν λαμβάνει.

 

νθ΄. Ὅταν τινά νικήσῃς τῶν ἀτιμοτέρων παθῶν, οἷον, ἤ γαστριμαργίαν, ἤ πορνείαν, ἤ ὀργήν, ἤ πλεονεξίαν, εὐθύς ἐφίπταται ἐπί σέ ὁ τῆς κενοδοξίας λογισμός· ἐάν δέ τοῦτον νικήσῃς, ὁ τῆς ὑπερηφανίας διαδέχεται.

 

ξ΄. Πάντα τά ἄτιμα πάθη κρατοῦντα τῆς ψυχῆς, τόν τῆς κενοδοξίας ἐξ αὐτῆς ἀπελαύνουσι λογισμόν· καί πάντων τῶν προειρημένων ἡττωμένων, ἐπ᾿ αὐτόν ἀναλύουσιν.

 

ξα΄. Ἡ κενοδοξία, ποτέ μέν ἀναιρουμένη, ποτέ δέ μένουσα, τίκτει τήν ὑπερηφανίαν· καί ἀναιρουμένη μέν, οἴησιν ἐμποιεῖ· μένουσα δέ, ἀλαζονείαν.

 

ξβ΄. Κενοδοξίαν ἀναιρεῖ, ἡ κρυπτή ἐργασία· ὑπερηφανίαν δέ, τό τῷ Θεῷ ἐπιγράφειν τά κατορθώματα.

 

ξγ΄. Ὁ γνώσεως Θεοῦ καταξιωθείς, καί τῆς ἐκ ταύτης ἡδονῆς ἀπολαύσας γνωσίως, οὗτος καταφρονεῖ τῶν ἐκ τοῦ ἐπιθυμητικοῦ τικτομένων πασῶν ἡδονῶν.

 

ξδ΄. Ὁ ἐπιθυμῶν τῶν ἐπιγείων, ἤ βρωμάτων ἐπιθυμεῖ, ἤ τῶν τά ὑπογάστρια θεραπευόντων, ἤ δόξης ἀνθρωπίνης, ἤ χρημάτων, ἤ τινος ἄλλου τῶν τούτοις ἑπομένων· καί εἰ μή τι τούτων κρεῖττον εὕροι ὁ νοῦς, ἐφ’ᾧ τήν ἐπιθυμίαν μετενέγκῃ οὐκ ἄν τούτων ἀσυγκρίτως, ἡ τοῦ Θεοῦ γνῶσις καί τῶν θείων ἐστί.

 

ξε΄. Οἱ τῶν ἡδονῶν καταφρονοῦντες, ἤ φόβῳ καταφρονοῦσιν, ἤ ἐλπίδι, ἤ γνώσει, ἤ καί τῇ εἰς Θεόν ἀγάπῃ.

 

ξστ΄. Ἡ ἄνευ πάθους τῶν θείων γνῶσις, οὐ πείθει τόν νοῦν εἰς τέλος καταφρονεῖν τῶν προσύλων· ἀλλ᾿ ἔοικε λογισμῷ ψιλῷ πράγματος αἰσθητοῦ. Διό πολλούς ἐστιν εὑρεῖν τῶν ἀνθρώπων γνῶσιν ἔχοντας πολλήν, καί ἐν τοῖς σαρκός πάθεσι δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους. Πρός ὀλίγον γάρ ἐξ ἐπιμελείας καθαρθέντες, καί τῆς γνώσεως ἐπιτυχόντες, ὕστερον ἀμελήσαντες, ὡμοιώθησαν τῷ Σαούλ· ὅς βασιλείας καταξιωθείς, καί ἀναξίως πολιτευσάμενος, μετ᾿ ὀργῆς φοβερᾶς ἐξ αὐτῆς ἀπεβλήθη.

 

ξζ΄. Ὥσπερ ὁ ψιλός τῶν ἀνθρωπίνων πραγμάτων λογισμός, οὐκ ἀναγκάζει τόν νοῦν καταφρονεῖν τῶν θείων· οὕτως οὐδέ ψιλή γνῶσις τῶν θείων, πείθει εἰς τέλος καταφρονεῖν τῶν ἀνθρωπίνων· διότι ἐν σκιαῖς νῦν ὑπάρχει καί εἰκασμοῖς ἡ ἀλήθεια. Καί διά τοῦτο δεῖται τοῦ μακαρίου πάθους τῆς ἁγίας ἀγάπης, τῆς συνδεσμούσης τόν νοῦν τοῖς πνευματικοῖς θεωρήμασι, καί πειθούσης προτιμᾷν τῶν ὑλικῶν, τά ἄϋλα· καί τῶν αἰσθητῶν τά νοητά καί θεῖα.

 

ξη΄. Οὐ πάντως ὁ τά πάθη ἐκκόψας, καί ψιλούς τούς λογισμούς ἐργασάμενος, ἤδη αὐτά καί ἐπί τά θεῖα ἔτρεψεν· ἀλλά δύναται, μήτε πρός τά ἀνθρώπινα πάσχειν, μήτε πρός τά θεῖα· ὅπερ ἐπισυμβαίνει ἐπί τῶν πρακτικῶν μόνον, καί μήπω γνώσεως καταξιωθέντων· οἵ φόβῳ κολάσεως, ἤ ἐλπίδι βασιλείας τῶν παθῶν ἀπέχονται.

 

ξθ΄. Διά πίστεως περιπατοῦμεν, οὐ διά εἴδους· καί ἐν ἐσόπτροις τήν γνῶσιν ἔχομεν καί αἰνίγμασι. Καί διά τοῦτο, πολλῆς δεόμεθα τῆς ἐν αὐτοῖς ἀσχολίας, ἵνα τῇ χρονίᾳ τούτων μελέτῃ καί ἀδολεσχίᾳ, ἕξιν δυσαπόσπαστον τῶν θεωρημάτων ποιήσωμεν.

 

ο΄. Ἐάν πρός ὀλίγον τῶν παθῶν τάς αἰτίας ἐκκόψαντες τοῖς πνευματικοῖς ἐνασχοληθῶμεν θεωρήμασι, μή ἐν αὐτοῖς δέ ἀεί διατρίψωμεν, αὐτό τοῦτο ἔχοντες ἔργον, εὐχερῶς πάλιν ἐπί τά τῆς σαρκός πάθη περιτρεπόμεθα· μηδέν ἄλλο ἐκεῖθεν καρπωσάμενοι, ἤ ψιλήν γνῶσιν μετά οἰήσεως· ἧς τό τέλός,ἥ τε αὐτῆς κατά μικρόν τῆς γνώσεως σκότωσις, καί ἡ παντελής τοῦ νοῦ ἐπί τά ὑλικά ἐκτροπή.

 

οα΄. Πάθος ἀγάπης ψεκτόν, τοῖς ὑλικοῖς πράγμασι τόν νοῦν ἐνασχολεῖ· πάθος ἀγάπης ἐπαινετόν, καί τοῖς θείοις αὐτόν συνδεσμεῖ. Εἴωθε γάρ ὁ νοῦς ἐν οἷς χρονίζει πράγμασι, ἐν αὐτοῖς καί πλατύνεσθαι· ἐν οἷς δέ πλατύνεται, ἐν αὐτοῖς καί τήν ἐπιθυμίαν καί τήν ἀγάπην τρέψαι, εἴτε ἐν τοῖς θείοις καί οἰκείοις καί νοητοῖς, εἴτε ἐν τοῖς τῆς σαρκός πράγμασί τε καί πάθεσι.

 

οβ΄. Ὁ Θεός ἔκτισε τόν ἀόρατον κόσμον καί τόν ὁρώμενον· καί τήν ψυχήν καί τό σῶμα δηλονότι αὐτός ἐποίησε. Καί εἰ ὁ ὁρώμενος κόσμος τοιοῦτός ἐστι [ Fr. οὕτως ἐστί] καλός, ποῖος ἄρα ἐστίν ὁ ἀόρατος; Εἰ δέ κρείττων τούτου ἐκεῖνος, πόσον ὑπ τούς δύο, ὁ κτίσας τούτους Θεός; Εἰ οὖν κρείττων πάντων τῶν γεγονότων ὁ πάντων δημιουργός τῶν καλῶν, τίνι τῷ λόγῳ ἀφείς ὁ νοῦς τό πάντων κρεῖττον, τοῖς πάντων χείροσιν ἐνασχολεῖται; λέγω δή τοῖς τῆς σαρκός πάθεσιν. Ἤ δῆλον, ὅτι ταύτῃ μέν ἐκ γενετῆς συναναστραφείς καί συνεθίσας· τοῦ δέ πάντων κρείττονος, καί ὑπέρ τά πάντα, οὔπω τελείαν εἴληφε πεῖραν; Ἐάν οὖν χρονίᾳ ἀσκήσει τῆς τῶν ἡδονῶν ἐγκρατείας, καί τῆς τῶν θείων μελέτης κατά μικρόν αὐτόν τῆς τοιαύτης σχέσεως ἀποῤῥήξωμεν, πλατύνεταί τε ἐν τοῖς θείοις κατ᾿ ὀλίγον προκόπτων, καί τό οἰκεῖον γνωρίζει ἀξίωμα· καί τέλος, ὅλον τόν πόθον ἐπί τό Θεῖον μεταφέρει.

 

ογ΄. Ὁ ἀπαθῶς λέγων ἁμάρτημα ἀδελφοῦ, κατά δύο αἰτίας λέγει· ἤ ἵνα αὐτόν διορθώσηται, ἤ ἵνα ἄλλον ὠφελήσῃ. Εἰ δέ ἐκτός τούτων λέγει, εἴτε αὐτῷ εἴτε ἄλλῳ, ὀνειδίζων ἤ διασύρων αὐτόν λέγει, καί οὐ μή ἐκφύγῃ τήν θείαν ἐγκατάλειψιν· ἀλλ᾿ ἤ τῷ αὐτῷ, ἤ ἄλλῳ πταίσματι πάντως περιπεσεῖται, καί ὑπό ἑτέρων ἐλεγχθείς καί ὀνειδισθείς καταισχυνθήσεται.

 

οδ΄. Οὐχ εἷς λόγος τῶν τήν αὐτήν ἁμαρτίαν κατ᾿ ἐνέργειαν ἁμαρτανόντων ἐστίν, ἀλλά διάφοροι. Οἶον, ἄλλο ἐστί τό ἀπό ἕξεως ἁμαρτάνειν, καί ἄλλο τό κατά συναρπαγήν· ὅς, οὔτε πρό τῆς ἁμαρτίας εἶχε τήν ἐνθύμησιν, οὔτε μετά τήν ἁμαρτίαν· ἀλλά καί σφόδρα ἐπί τῷ γεγονότι ὀδυνᾶται. Ὁ δέ ἀπό ἕξεως, ἐκ τοῦ ἐναντίου· καί πρῶτον γάρ κατά διάνοιαν οὐκ ἐπαύετο ἁμαρτάνων, καί μετά τό πρᾶξαι, τῆς αὐτῆς ἐστι διαθέσεως.

 

οε΄. Ὁ διά κενοδοξίαν τάς ἀρετάς μετερχόμενος, δῆλον ὅτι καί τήν γνῶσιν διά κενοδοξίαν μετέρχεται. Ὁ δέ τοιοῦτος, οὐδέ πρός οἰκοδομήν δηλονότι πράττει τι, ἤ διαλέγεται· ἀλλ᾿ ἐν πᾶσι τήν παρά τῶν βλεπόντων ἤ ἀκουόντων δόξαν θηρώμενος. Ἐλέγχεται δέ τό πάθος, ὅταν τινές τῶν προειρημένων τοῖς ἔργοις ἤ τοῖς λόγοις αὐτοῦ ψόγον ἐπιφέρωσι, καί ἐπί τούτῳ σφόδρα λυπῆται· οὐ διά τό μή ἐκείνους οἰκοδομεῖσθαι (οὐδέ γάρ τοῦτο εἶχε σκοπόν), ἀλλά διά τό αὐτόν ἐξουδενωθῆναι.

 

οστ΄. Τό τῆς φιλαργυρίας πάθος ἐντεῦθεν ἐλέγχεται· ἐν τῷ χαίροντα λαμβάνειν· καί λυπούμενον μεταδιδόναι. Οὐ δύναται δέ ὁ τοιοῦτος οἰκονομικός εἶναι.

 

οζ΄. Διά ταῦτά τις πάσχων ὑπομένει· ἤ διά τήν ἀγάπην τοῦ Θεοῦ, ἤ διά τήν ἐλπίδα τῆς μισθαποδοσίας, ἤ διά τόν φόβον τῆς κολάσεως, ἤ διά τόν φόβον τῶν ἀνθρώπων, ἤ διά τήν φύσιν, ἤ διά τήν ἡδονήν, ἤ διά κέρδος, ἤ διά κενοδοξίαν, ἤ διά ἀνάγκην.

 

οη΄. Ἄλλο ἐστί λογισμῶν ἀπαλλαγῆναι, καί ἄλλο παθῶν ἐλευθερωθῆναι. Καί πολλάκις τις λογισμῶν ἀπαλλάττεται μή παρόντων τῶν πραγμάτων ἐκείνων, πρός ἅπερ τά πάθη κέκτηται· κρύπτεται δέ τά πάθη ἐν τῇ ψυχῇ, καί ἀναφαινόντων τῶν πραγμάτων ἐλέγχονται. Χρή οὖν τηρεῖν τόν νοῦν ἐπί τῶν πραγμάτων, καί γνῶναι πρός ποῖον ἔχει τό πάθος.

 

οθ΄. Φίλος ἐκεῖνός ἐστι γνήσιος, ὁ τάς ἐκ περιστάσεως θλίψεις καί ἀνάγκαις καί συμφοράς ἐν καιρῶ πειρασμοῦ συνυποφέρων τῷ πλησίον ὡς ἰδίας, ἀθορύβως καί ἀταράχως.

 

π΄. Μή ἀτιμάσῃς τήν συνείδησιν, ἄριστά σοι ἀεί συμβουλεύουσαν. Γνώμην γάρ θείαν καί ἀγγελικήν σοι ὑποτίθεται· καί τῶν κρυπτῶν τῆς καρδίας μολυσμάτων ἐλευθεροῖ, καί παῤῥησίαν πρός τόν Θεόν ἐν τῇ ἐξόδῳ σοι χαρίζεται.

 

πα΄. Εἰ θέλεις γενέσθαι ἐπιγνώμων καί μέτριος, καί τῷ πάθει τῆς οἰήσεως μή δουλεύειν, ἀεί ζήτει ἐν τοῖς οὖσι, τί ἐστι κρυπτόμενον τήν σύν γνῶσιν [Fr. τῇ σῇ γνώσει]. Καί εὑρίσκων πάμπολλα καί διάφορα πράγματα λανθάνοντά σε, θαυμάσεις τε ἐπί τῇ σῇ ἀγνωσίᾳ, καί συστελεῖς τό φρόνημα· καί σεαυτόν ἐπιγνούς, συνήσεις πολλά καί μεγάλα καί θαυμαστά πράγματα. Ἐπεί τό νομίζειν εἰδέναι, οὐκ ἐᾷ προκόπτειν εἰς τό εἰδέναι.

 

πβ΄. Οὗτος ἀκριβῶς θέλει σωθῆναι, ὁ τοῖς ἰατρικοῖς φαρμάκοις μή ἀνθιστάμενος. Αὗται δέ εἰσιν ὀδύναι καί λύπαι διά ποικίλων ἐπιφορῶν ἐπαγόμεναι. Ὁ δέ ἀνθιστάμενος, οὐκ οἶδε τί ἐνταῦθα πραγματεύεται, οὐδέ τί ἐντεῦθεν ὠνησόμενος ἀπελεύσεται.

 

πγ΄. Κενοδοξία καί φυλαργυρία ἀλλήλων εἰσί γεννητικαί. Οἱ μέν γάρ κενοδοξοῦντες, πλουτοῦσιν· οἱ δέ πλουτοῦντες, κενοδοξοῦσιν· ἀλλ᾿ ὡς κοσμικοί· ἐπεί ὁ μοναχός ἀκτήμων ὤν, μᾶλλον κενοδοξεῖ. Ἀργύριον δέ ἔχων, κρύπτει αὐτό, αἰσχυνόμενος ὡς ἀνοίκειον πρᾶγμα τοῦ σχήματος ἔχων.

 

πδ΄. Τῆς τοῦ μοναχοῦ κενοδοξίας ἴδιον, τό ἐπ᾿ ἀρετῆ κενοδοξεῖν, καί τοῖς ταύτῃ ἀκολουθοῦσι· τῆς δέ ὑπερηφανίας αὐτοῦ ἴδιον, τό ἐπί κατορθώμασιν ἐπαίρεσθαι, καί ἐξουθενεῖν τούς ἄλλους· καί τό ἑαυτῷ ταῦτα, καί μή τῷ Θεῷ ἐπιγράφειν. Τῆς δέ τοῦ κοσμικοῦ κενοδοξίας καί ὑπερηφανίας ἴδιον, τό ἐπί κάλλει καί πλούτῳ καί δυναστείᾳ καί φρονήσει κενοδοξεῖν καί ἐπαίρεσθαι.

 

πε΄. Τά τῶν κοσμικῶν κατορθώματα, πτώματά εἰσι τῶν μοναχῶν· καί τῶν μοναχῶν κατορθώματα, πτώματά εἰσι τῶν κοσμικῶν. Οἷον, τά τῶν κοσμικῶν κατορθώματα, πλοῦτός ἐστι καί δόξα καί δυναστεία καί τρυφή καί εὐσαρκία καί εὐτεκνία, καί τά τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθών ὁ μοναχός, ἀπόλλυται. Τά δέ τοῦ μοναχοῦ κατορθώματα, ἀκτημοσύνη, ἀδοξία, ἀδυναμία, ἐγκράτεια, κακοπάθεια, καί τά τούτων ἀκόλουθα· εἰς ἅπερ ἐλθών ὁ φιλόκοσμος παρά πρόθεσιν, πτῶμα ἡγεῖται μέγα· καί κινδυνεύει πολλάκις καί ἀγχόνῃ χρήσασθαι· τινές δέ καί ἐχρήσαντο.

 

πστ΄. Τά βρώματα διά δύο αἰτίας ἐκτίσθη· τροφῆς ἕνεκα, καί θεραπείας. Οἱ οὖν πάρεξ τούτων μεταλαμβάνοντες, ὡς παραχρώμενοι τοῖς εἰς χρῆσιν παρά Θεοῦ δοθεῖσιν, ὡς τρυφῆται κατακρίνονται. Καί ἐπί πάντων δέ τῶν πραγμάτων, ἡ παράχρησίς ἐστιν ἡ ἁμαρτία.

 

πη΄. Ἄλλο ἐστί μάχεσθαι τῷ ψιλῷ λογισμῷ, ἵνα μή κινήσῃ τό πάθος· καί ἄλλο ἐστί, τό, ἐμπαθεῖ μάχεσθαι, ἵνα μή γένηται συγκατάθεσις. Οἱ ἀμφότεροι δέ τρόποι, οὐκ ἐῶσι χρονίσαι τούς λογισμούς.

 

πθ΄. Ἡ λύπη τῇ μνησικακίᾳ συνέζευκται. Ὅταν οὖν ὁ νοῦς τό πρόσωπον τοῦ ἀδελφοῦ μετά λύπης ἐσοπτρίζηται, δῆλον ὅτι μνησικακίαν ἔχει πρός αὐτόν· Ὁδοί δέ μνησικάκων εἰς θάνατον, διότι, πᾶς μνησίκακος, παράνομος.

 

τεσ. ἀνοικ.΄. Ἐάν μέν σύ μνησικακῇς τινι, προσεύχου ὑπέρ αὐτοῦ, καί ἱστᾷς τό πάθος τῆς κινήσεως, χωρίζων τήν λύπην διά τῆς προσευχῆς, ἐκ τῆς μνήμης τοῦ κακοῦ, οὗπέρ σοι ἐποίησεν· ἀγαπητικός δέ γενόμενος καί φιλάνθρωπος, παντελῶς ἐκ τῆς ψυχῆς τό πάθος ἐξαφανίζεις.Ἐάν δέ ἄλλος σοι μνησικακῇ, χαριστικός γενοῦ πρός αὐτόν καί ταπεινός, καί καλῶς συναυλίζειν, καί ἀπαλλάττεις αὐτόν τοῦ πάθους.

 

τέσ. ἀνοικ. α΄. Τοῦ φθονοῦντος τήν λύπην, κόπῳ στήσεις· συμφοράν γάρ ἡγεῖται, τό ἐν σοί φθονούμενον· καί οὐ δυνατόν ἄλλως στῆσαι, εἰ μή τι κρύψεις αὐτόν. Εἰ δέ πολλούς μέν ὠφελεῖ, ἐκεῖνον δέ λυπεῖ, ποίου μέρους περιφρονήσεις; Ἀναγκαῖον οὖν τῆς τῶν πολλῶν γενέσθαι ὠφελείας, κἀκείνου δέ κατά δύναμιν μή ἀμελεῖν· μηδέ τῇ τοῦ πάθους πονηρίᾳ συναπαχθῆναι· ὡς οὐχί τῷ πάθει, ἀλλά τῷ πάσχοντι ἀμυνόμενον· ἀλλά τῇ ταπεινοφροσύνῃ ἡγεῖσθαι αὐτόν ὑπερέχοντα σεαυτοῦ, καί ἐν παντί καιρῷ καί τόπῳ καί πράγματι, προτιμᾷν αὐτόν. Τόν δέ σόν φθόνον δύνασαι στῆσαι, ἐάν ἐν οἷς χαίρει ὁ ὑπό σοῦ φθονούμενος, συγχαίρῃς· καί ἐν οἷς λυπεῖται, καί αὐτός σύ συλλυπῇ πληρῶν τό τοῦ Ἀποστόλου, τό, Χαίρειν μετά χαιρόντων, καί κλαίειν μετά κλαιόντων.

 

τέσ. ἀνοικ. β΄. Ὁ νοῦς ἡμῶν μέσος [Reg.1, μέσον] ἐστι δύο τινῶν, ἑκάστου τά ἴδια ἐνεργοῦντος· τοῦ μέν, τήν ἀρετήν· τοῦ δέ, τήν κακίαν· τουτέστι ἀγγέλου καί δαίμονος. Ἐξουσίαν δέ ἔχει ὁ νοῦς, καί δύναμιν ᾧ θέλει εἴτε ἕπεσθαι, εἴτε ἀντιστῆναι.

 

τέσ. ἀνοικ. γ΄. Αἱ μέν ἅγιαι Δυνάμεις προτρέπονται ἡμᾶς ἐπί τά καλά· τά δέ φυσικά σπέρματα καί ἡ ἀγαθή προαίρεσις, βοηθοῦσιν ἡμῖν· τάς δέ τῶν δαιμόνων προσβολάς, τά πάθη καί ἡ πονηρά προαίρεσις συνιστῶσι.

 

τέσ. ἀνοικτ. δ΄. Τόν καθαρόν νοῦν, ποτέ μέν, αὐτός ὁ Θεός αὐτῷ ἐπιβαίνων διδάσκει· ποτέ δέ, αἱ ἅγιαι Δυνάμεις τά καλά ὑποτίθενται· ποτέ δέ, ἡ φύσις τῶν πραγμάτων θεωρουμένη.

 

τέσ. ἀνοικ. ε΄. Χρή τόν καταξιωθέντα γνώσεως νοῦν, τά τε νοήματα τηρεῖν ἀπαθῆ τῶν πραγμάτων· καί τά θεωρήματα, ἀσφαλῆ· καί τήν τῆς προσευχῆς κατάστασιν ἀθόλωτον. Οὐ δύναται δέ ταῦτα τηρεῖν ἐκ τῶν τῆς σαρκός ἀναδόσεως, διά τῆς τῶν δαιμόνων ἐπιβουλῆς καπνιζόμενος.

 

τεσ. ἀνοικ. στ΄. Οὐ δι᾿ ὅσα λυπούμεθα, διά ταῦτα καί ὀργιζόμεθα. Πλεονάζει γάρ τά τήν λύπην ἐμποιοῦντα, παρά τήν ὀργήν. Οἷον, ἐκλάσθη τάδε· ἀπώλετο τάδε· ἀπέθανεν ὁ δεῖνα. Διά γάρ τά τοιαῦτα, λυπούμεθα μόνον· διά δέ τά λοιπά, καί λυπούμεθα καί ὀργιζόμεθα, ἀφιλοσόφως διακείμενοι.

 

τέσ. ἀνοικ. ζ΄. Δεχόμενος ὁ νοῦς τά τῶν πραγμάτων νοήματα, πρός ἕκαστον νόημα μετασχηματίζεσθαι πέφυκε. Θεωρῶν δέ ταῦτα πνευματικῶς, πρός ἕκαστον θεώρημα ποικίλως μεταμορφοῦσθαι. Ἐν δέ Θεῶ γενόμενος, ἄμορφος πάντη καί ἀσχημάτιστος γίνεται. Τόν γάρ μονοειδῆ θεωρῶν, μονοειδής γίνεται καί ὅλος φωτοειδής.

 

τέσ. ἀνοικ. η΄. Ψυχή ἐστι τελεία, ἧς ἡ παθητική δύναμις νένευκεν ὁλοτελῶς πρός Θεόν.

 

τέσ. ἀνοικ. θ΄. Νοῦς ἐστι τέλειος, ὁ διά πίστεως ἀληθοῦς, τόν ὑπεράγνωστον ὑπεραγνώστως ὑπερεγνωκώς· καί τῶν αὐτοῦ δημιουργημάτων, τά καθόλου θεασάμενος· καί τῆς ἐν αὐτοῖς Προνοίας καί κρίσεως, τήν περιληπτικήν γνῶσιν παρά Θεοῦ εἰληφώς· ὡς ἐν ἀνθρώποις δέ φημι.

 

ρ΄. Τριχῶς τέμνεται ὁ χρόνος· καί ἡ μέν πίστις, τοῖς τρισί συμπαρατείνεται τμήμασι· ἡ δέ ἐλπίς, τῷ ἑνί· ἡ δέ ἀγάπη, τοῖς δυσί. Καί ἡ μέν πίστις καί ἐλπίς μέχρι τινός· ἡ δέ ἀγάπη, εἰς ἀπείρους αἰῶνας τῷ ὑπεραπείρῳ ὑπερηνωμένη, καί ἀεί ὑπεραύξουσα διαμένει. Καί διά τοῦτο, Μείζων πάντων ἡ ἀγάπη.

Τετάρτη εκατοντάς

α΄. Πρῶτον μέν θαυμάζει ὁ νοῦς τήν θείαν ἐννοούμενος κατά πάντα ἀπειρίαν, καί τό ἀνέκβατον ἐκεῖνο καί πολυπόθητον πέλαγος. Δεύτερον δέ ἐκπλήττεται, πῶς ἐκ τοῦ μηδενός τήν τῶν ὄντων εἰς τό εἶναι παρήγαγεν ὕπαρξιν. Ἀλλ᾿ ὥσπερ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδέ τῆς φρονήσεως αὐτοῦ ἔστιν εὕρεσις.

 

β΄. Πῶς γάρ οὐ θαυμάζει τό ἄπλετον ἐκεῖνο θεωρῶν, καί ὑπέρ ἔκπληξιν ἀγαθότητος πέλαγος; Ἤ πῶς οὐκ ἐξίσταται, ἐννοούμενος, πῶς καί πόθεν ἤ τε λογική καί νοερά γέγονεν οὐσία, καί τά τέσσαρα στοιχεῖα, ἐξ ὧν τά σώματα, μηδεμιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα, ταῦτα εἰς τό εἶναι παρήγαγεν; Ἀλλά τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τήν παντοδύναμον ἀγαθότητα, καί τήν δραστήριον αὐτῆς καί ὑπέρ νοῦν σοφίαν καί γνῶσιν.

 

γ΄. Ἐξ ἀϊδίου δημιουργός ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖν Λόγῳ ὁμοουσίῳ καί Πνεύματι δι᾿ ἄπειρον ἀγαθότητα. Καί μή εἴπῃς, Τίνι τῷ λόγῳ νῦν ἐδημιούργησεν ἀεί ἀγαθός ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία, τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.

 

δ΄. Τήν ἐξ ἀϊδίου ἐν αὐτῷ ὁ Δημιουργός τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καί προεβάλετο. Ἄτοπον γάρ ἐστιν ἐπί Θεοῦ τοῦ παντοδυνάμου διστάσαι, εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται.

 

ε΄. Δι’ ἥν μέν αἰτίαν ὁ Θεός ἐδημιούργησε, ζήτει· ἐστί γάρ γνῶσις. Τό δέ πῶς, καί διά τί προσφάτως, μή ζήτει· οὐκ ἔστι γάρ τῷ σῷ ὑποπίπτουσα νῷ. Διότι τῶν θείων, τά μέν ληπτά, τά δέ, ἄληπτα τοῖς ἀνθρώποις. Θεωρία γάρ ἀχαλίνωτος, τάχα ἄν καί κατά κρημνῶν ὤσειεν, ὡς ἔφη τις τῶν ἁγίων.

 

στ΄. Τινές φασι συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τά δημιουργήματα, ὅπερ ἀμήχανον. Πῶς γάρ τῷ πάντη ἀπείρῳ, τά κατά πάντα πεπερασμένα, συνυπάρχειν δύναται ἐξ ἀϊδίου; ἤ πῶς κυρίως δημιουργήματα, εἰ συναΐδια τῷ Δημιουργῷ; Ἀλλ᾿ οὗτος ὁ λόγος τῶν Ἑλλήνων ἐστίν· οἵτινες οὐσιῶν μέν οὐδαμῶς, ποιοτήτων, ἀλλ᾿ οὐσιῶν πεποιωμένων, δημιουργόν τόν Θεόν εἰσάγουσιν. Ἡμεῖς δέ τόν παντοδύναμον ἐγνωκότες Θεόν, οὐ ποιοτήτων, ἀλλ᾿ οὐσιῶν πεποιωμένων, δημιουργόν αὐτόν εἶναί φαμεν. Εἰ δέ τοῦτο, οὐκ ἐξ ἀϊδίου συνύπαρκτα τῷ Θεῷ τά δημιουργήματα.

 

ζ΄. Κατά τι μέν γνωστόν τό Θεῖον καί τά θεῖα· κατά τι δέ, ἄγνωστον. Καί γνωστόν μέν, τοῖς περί αὐτό θεωρήμασιν· ἅγνωστον δέ, τοῖς κατ᾿ αὐτό.

 

η΄. Μή ἕξεις καί ἐπιτηδειότητας ζητήσῃς ἐπί τῆς ἁπλῆς καί ἀπείρου οὐσίας τῆς ἁγίας Τριάδος, ἵνα μή σύνθετον αὐτήν ποιήσῃς, ὥσπερ τά κτίσματα· ὅπερ ἄτοπον καί ἀθέμιτον ἐπί Θεοῦ ἐννοῆσαι.

 

θ΄. Μόνη ἁπλῆ καί μονοειδής καί ἄποιος καί εἰρηναῖος καί ἀστασίαστος, ἡ ἄπειρος οὐσία καί παντοδύναμος καί δημιουργική τῶν ὅλων. Πᾶσα δέ ἡ κτίσις, σύνθετος ὑπάρχει ἐξ οὐσίας καί συμβεβηκότος· καί ἐπιδεής ἀεί τῆς θείας προνοίας, ὡς τροπῆς οὐκ ἐλευθέρα.

 

ι΄. Πᾶσα ἡ νοερά οὐσία, καί αἰσθητική, ἔλαβεν δυνάμεις παρά Θεοῦ εἰς τό εἶναι παραχθεῖσα ἀντιληπτικάς τῶν ὄντων· ἡ μέν νοερά τάς νοήσεις· ἡ δέ αἰσθητική, τάς αἰσθήσεις.

 

ια΄. Ὁ μέν Θεός, μετέχεται μόνον· ἡ δέ κτίσις, καί μετέχει καί μεταδίδωσι. Καί μετέχει μέν τοῦ εἶναι, καί τοῦ εὖ εἶναι· μεταδίδωσι δέ, τοῦ εὖ εἶναι μόνον· ἀλλ᾿ ἑτέρως μέν ἡ σωματική, ἑτέρως δέ ἡ ἀσώματος οὐσία.

 

ιβ΄. Ἡ μέν ἀσώματος οὐσία, καί λέγουσα καί πράττουσα καί θεωρουμένη, τοῦ εὖ εἶναι μεταδίδωσιν· ἡ δέ σωματική, θεωρουμένη μόνον.

 

ιγ΄. Τό μέν ἀεί εἶναι, ἤ μή εἶναι τήν λογικήν καί νοεράν οὐσίαν, ἐν τῇ βουλήσει ἐστί τοῦ τά πάντα καλά δημιουργήσαντος· τό δέ ἀγαθά ταῦτα εἶναι κατά προαίρεσιν ἤ φαῦλα, ἐν τῷ θελήματι τῶν γεγονότων ὑπάρχει.

 

ιδ΄. Οὐ περί τήν οὐσίαν τῶν γεγονότων, τό κακόν θεωρεῖται· ἀλλά περί τήν ἐσφαλμένην καί ἀλόγιστον κίνησιν.

 

ιε΄. Εὐλόγως κινεῖται ἡ ψυχή, ὅταν τό μέν ἐπιθυμητικόν αὐτῆς τῇ ἐγκρατείᾳ πεποίωται· τό δέ θυμικόν, τῆς ἀγάπης ἀντέχεται, τό μῖσος ἀποστρεφόμενον· τό δέ λογιστικόν, πρός τόν Θεόν διάγει, διά προσευχῆς καί θεωρίας πνευματικῆς.

 

ιστ΄. Οὕπω ἔχει τελείαν ἀγάπην, οὐδέ τῆς θείας Προνοίας κατά βάθος τήν γνῶσιν, ὁ ἐν καιρῷ πειρασμοῦ μή μακροθυμῶν ἐπί τοῖς συμβαίνουσι λυπηροῖς· ἀλλ᾿ ἀποκόπτων ἑαυτόν τῆς τῶν πνευματικῶν ἀδελφῶν ἀγάπης.

 

ιζ΄. Σκοπός τῆς θείας Προνοίας, τό, τούς ὑπό τῆς κακίας ποικίλως διεσχισμένους, διά τῆς ὀρθῆς πίστεως καί πνευματικῆς ἀγάπης ἑνοποιεῖν. Εἴπερ διά τοῦτο πέπονθεν ὁ Σωτήρ, Ἵνα τά τέκνα τοῦ Θεοῦ τά διεσκορπισμένα, συναγάγῃ εἰς ἕν. Ὁ οὖν μή στέγων τά ὀχληρά, μηδέ φέρων τά λυπηρά, μηδέ ὑπομένων τά ἐπίπονα, ἐκτός τῆς θείας ἀγάπης καί τοῦ σκοποῦ τῆς Προνοίας περιπατεῖ;

 

ιη΄. Εἰ ἡ ἀγάπη μακροθυμεῖ καί χρηστεύεται, ὁ ὀλιγοψυχῶν ἐπί τοῖς συμβαίνουσι λυπηροῖς, καί διά τοῦτο πονηρευόμενος ἐπί τοῖς λυπήσασι, καί τῆς πρός αὐτούς ἀγάπης ἑαυτόν ἀποκόπτων, πῶς τοῦ σκοποῦ τῆς θείας Προνοίας οὐκ ἐκπίπτει.

 

ιθ΄. Πρόσεχε σεαυτῷ, μήποτε ἡ χωρίζουσά σε ἐκ τοῦ ἀδελφοῦ κακία, οὐκ ἐν τῷ ἀδελφῷ· ἀλλ᾿ ἐν σοί εὑρίσκηται· καί σπεῦσον αὐτῷ διαλλαγῆναι, ἵνα μή τῆς ἐντολῆς τῆς ἀγάπης ἐκπέσῃς.

 

κ΄. Μή καταφρονήσῃς τῆς ἐντολῆς τῆς ἀγάπης, ὅτι δι᾿ αὐτῆς υἱός Θεοῦ ἔσῃ· ἥν παραβαίνων, υἱός γεέννης εὑρεθήσῃ.

 

κα΄. Τά χωρίζοντα τῆς τῶν φίλων ἀγάπης, εἰσί ταῦτα τό φθονεῖν, ἤ φθονεῖσθαι· τό ζημιοῦν, ἤ ζημιοῦσθαι· τό ἀτιμάζειν, ἤ ἀτιμάζεσθαι, καί οἱ ἐξ ὑπονοίας λογισμοί. Μήποτε οὖν ἕδρασάς τι τοιοῦτον ἤ πέπονθας, καί διά τοῦτο τῆς τοῦ φίλου ἀγάπης χωρίζῃ [unus Reg. ἀποχωρίζῃ].

 

κβ΄. Συνέβη σοι πειρασμός ἐκ τοῦ ἀδελφοῦ, καί ἡ λύπη εἰς μῖσός σε ἤγαγε. Μή νικῶ ὑπό τοῦ μίσους, ἀλλά νίκα ἐν τῇ ἀγάπῃ τό μῖσος. Νικήσεις δέ τρόπῳ τοιούτῳ· προσευχόμενος ὑπέρ αὐτοῦ γνησίως πρός τόν Θεόν· τήν τε ἀπολογίαν αὐτοῦ δεχόμενος· ἤ καί αὐτός διά ταύτης αὐτόν θεραπεύων, καί σεαυτόν αἴτιον τοῦ πειρασμοῦ λογιζόμενος, καί μακροθυμῶν μέχρις οὗ παρέλθῃ τό νέφος.

 

κγ΄. Μακρόθυμός ἐστιν, ὁ τό τέλος ἐκδεχόμενος τοῦ πειρασμοῦ, καί τό καύχημα τῆς καρτερίας λαμβάνων.

 

κδ΄. Ἀνήρ μακρόθυμος, πολύς ἐν φρονήσει· ὅτι πάντα τά συμβαίνοντα ἐπί τό τέλος ἀναφέρει· κἀκεῖνο περιμένων, ἀνέχεται τῶν λυπηρῶν. Τό δέ τέλος ἐστί, ζωή αἰώνιος, κατά τόν θεῖον Ἀπόστολον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τόν μόνον ἀληθινόν Θεόν, καί ὅν ἀπέστειλας Ἰησοῦν Χριστόν.

 

κε΄. Μή εὔκολος ἔσο ἐπί ἀποβολῇ πνευματικῆς ἀγάπης, διότι ἄλλη σωτηρίας ὁδός οὐχ ὑπολέλειπται τοῖς ἀνθρώποις.

 

κστ΄. Μή τόν χθές πνευματικόν ἀδελφόν καί ἐνάρετον, διά τό ἐν σοί σήμερον ἐξ ἐπηρείας τοῦ πονηροῦ ἐγγινόμενον μῖσος, κρῖνε φαῦλον καί πονηρόν· ἀλλά διά τῆς μακροθυμούσης ἀγάπης τά χθεσινά καλά λογιζόμενος, τό σήμερον μῖσος τῆς ψυχῆς ἀπόβαλε.

 

κζ΄. Μή ὅν ἐπῄνεις χθές ὡς καλόν, καί ἐνεκωμίαζες ὡς ἐνάρετον, σήμερον ὡς φαῦλον καί πονηρόν κακολογήσῃς διά τήν σήν ἐξ ἀγάπης εἰς μῖσος μεταβολήν τόν τοῦ ἀδελφοῦ σου ψόγον, ἀπολογίαν τοῦ ἐν σοί πονηροῦ μίσους ποιούμενος· ἀλλά τοῖς αὐτοῖς ἐγκωμίοις ἐπίμεινον, κἄν ἔτι ὑπό τῆς λύπης κεκράτησαι, καί εἰς τήν σωτηρίαν ἀγάπης εὐχερῶς ἐπανέρχῃ.

 

κη΄. Μή τόν συνήθη τοῦ ἀδελφοῦ ἔπαινον, διά τήν ἔτι ἐν σοί πρός αὐτόν ὑπάρχουσαν κεκρυμμένην λύπην, ἐν τῇ τῶν λοιπῶν ἀδελφῶν συντυχίᾳ νοθεύσῃς· συμπαραμίσγων τοῖς λόγοις λεληθότως τόν ψόγον· ἀλλά καθαρῷ τῷ ἐπαίνῳ ἐν τῇ συντυχίᾳ χρῆσαι, καί γνησίως ὑπέρ αὐτοῦ, ὡς σαυτοῦ, προσεύχου· καί τοῦ ὀλεθρίου μίσους τάχιστα ἀπαλλάττῃ.

 

κθ΄. Μή εἴπῃς· Οὐ μισῶ τόν ἀδελφόν, τήν μνήμην αὐτοῦ ἀποστρεφόμενος. Ἀλλά ἄκουσον Μωϋσέως λέγοντος· Μή μισήσῃς τόν ἀδελφόν σου τῇ διανοίᾳ σου· ἐλεγμῷ ἐλέγξεις τόν ἀδελφόν σου καί οὐ λήψῃ δι᾿ αὐτόν ἁμαρτίαν.

 

λ΄. Ἐάν ἀδελφός τυχόν πειραζόμενος ἐπιμείνῃ κακολογῶν σε, ἀλλά σύ γε μή ἐξενεχθῇς τῆς ἀγαπητικῆς καταστάσεως, τοῦ αὐτοῦ πονηροῦ δαίμονος ἀνεχόμενος, ἐνοχλοῦντος κατά διάνοιαν. Οὐκ ἐξενεχθήσῃ δέ ταύτης, ἐάν λοιδορούμενος εὐλογήσῃς· ἐάν ἐπιβουλευόμεος, εὐνοήσῃς. Αὕτη ἐστίν ἡ ὁδός τῆς κατά Χριστόν φιλοσοφίας· καί ὁ μή ταύτην ὁδεύων οὐ συναυλίζεται αὐτῷ.

 

λα΄. Μή ὡς εὐνοοῦντας λογίζου, τούς λόγους σοι φέροντας λύπην ἐν σοί καί μῖσος τόν πρός ἀδελφόν ἐργαζομένους, κἄν ἀληθεύειν δοκῶσιν· ἀλλ᾿ ὡς θανατοῦντας ὄφεις τούς τοιούτους ἀποστρέφου· ἵνα κἀκείνους τοῦ κακολογεῖν ἀνακόψῃς, καί τήν σεαυτοῦ ψυχήν πονηρίας ἀπαλλάξῃς.

 

λβ΄. Μή λόγοις δι᾿ αἰνιγμάτων τόν ἀδελφόν κεντήσῃς, ἵνα μή τά ὅμοια παρ᾿ αὐτοῦ ἀντιδεχόμενος, τήν τῆς ἀγάπης διάθεσιν ἐξ ἀμφοτέρων ἀπελάσῃς. Ἀλλά μετά παῤῥησίας ἀγαπητικῆς, ὕπαγε, ἔλεγξον αὐτόν, ἵνα τάς αἰτίας τῆς λύπης λύσας, ταραχῆς καί λύπης ἀμφοτέρους ἀπαλλάξῃς.

 

λγ΄. Ἐρεύνησον τήν συνείδησιν μετά πάσης ἀκριβείας, μήποτε τῇ σῇ αἰτίᾳ ὁ ἀδελφός οὐ διηλλάγη· καί μή παραλογίζου ταύτην, τά κρυπτά σου γινώσκουσαν, καί κατηγοροῦσάν σου ἐν τῷ καιρῷ τῆς ἐξόδου, καί ἐν καιρῷ δέ προσευχῆς, πρόσκομμά σοι γινομένην.

 

λδ΄. Μή μνημόνευε ἐν τῷ καιρῷ τῆς εἰρήνης, τῶν ἐν τῷ καιρῷ τῆς λύπης ὑπό τοῦ ἀδελφοῦ λεχθέντων· κἄν τε κατά πρόσωπον τά λυπηρά ἐῤῥέθη, κἄν τε πρός ἄλλον περί σοῦ, καί μετά ταῦτα ἤκουσας· ἵνα μή τῶν λογισμῶν τῆς μνησικακίας ἀνεχόμενος, εἰς τό ὀλέθριον μῖσος τοῦ ἀδελφοῦ ὑποστρέψῃς.

 

λε΄. Οὐ δύναται ψυχή λογική πρός ἄνθρωπον μῖσος τρέφουσα, πρός τόν Θεόν εἰρηνεῦσαι, τόν τῶν ἐντολῶν δοτῆρα· Ἐάν γάρ, φησί, μή ἀφῆτε τοῖς ἀνθρώποις τά παραπτώματα αὐτῶν, οὐδέ ὁ Πατήρ ἡμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τά παραπτώματα ὑμῶν. Εἰ δέ ἐκεῖνος εἰρηνεύειν οὐ θέλει, ἀλλά σύ γε σεαυτόν ἀπό μίσους φύλαξον, προσευχόμενος ὑπέρ αὐτοῦ γνησίως, καί μή κακολογῶν αὐτόν πρός τινα.

 

λστ΄. Ἡ τῶν ἁγίων ἀγγέλων ἄφραστος εἰρήνη, ταῖς δυσί ταύταις κεκράτηται διαθέσεσι· τῇ τε πρός τόν Θεόν, καί τῇ πρός ἀλλήλους ἀγάπῃ. Ὁμοίως δέ, καί πάντων τῶν ἀπ᾿ αἰῶνος ἁγίων. Παγκάλως οὖν εἴρηται ὑπό τοῦ Σωτῆρος ἡμῶν, ὅτι Ἐν ταύταις ταῖς δυσίν ἐντολαῖς ὁ νόμος ὅλος καί οἱ προφῆται κρέμανται.

 

λζ΄. Μή ἔσο αὐτάρεσκος, καί οὐκ ἔσῃ μισάδελφος· καί μή ἔσο φίλαυτος, καί ἔσῃ φιλόθεος.

 

λη΄. Πνευματικοῖς συζῆσαι προῃρημένος, τοῖς σοῖς θελήμασιν ἀπό θυρῶν ἀπόταξαι· οὐ μή γάρ ἑτέρῳ τρόπῳ εἰρηνεῦσαι δυνήσῃ, οὔτε πρός τόν Θεόν, οὔτε πρός τούς συζῶντας.

 

λθ΄. Ὁ τελείαν ἀγάπην κτήσασθαι δυνηθείς, καί ὅλον τόν βίον αὐτοῦ, πρός ταύτην ῥυθμίσας, οὗτος λέγει Κύριον Ἰησοῦν ἐν Πνεύματι ἁγίῳ. Καί ἐκ τοῦ ἐναντίου, τά ἐναντία δηλονότι.

 

μ΄. Ἡ μέν εἰς Θεόν ἀγάπη, εἰς τήν θείαν ὁμιλίαν ἀεί φιλεῖ πτερῶσαι τόν νοῦν· ἡ δέ εἰς τόν πλησίον, ἀεί καλά λογίζεσθαι περί αὐτοῦ παρασκευάζει.

 

μα΄. Τοῦ ἔτι δόξαν ἀγαπῶντος κενήν, ἤ τινι τῶν ὑλικῶν πραγμάτων προσκειμένου, ἐστί τό πρός ἀνθρώπους λυπεῖσθαι διά πρόσκαιρα, ἤ μνησικακεῖν αὐτοῖς, ἤ μῖσος ἔχειν πρός αὐτούς, ἤ λογισμοῖς δουλεύειν αἰσχροῖς· τῆς δέ φιλοθέου ψυχῆς, ταῦτα πάντα ἀλλότρια.

 

μβ΄. Ὅταν μηδέν εἴπῃς, μηδέ πράξῃς αἰσχρόν κατά διάνοιαν, καί ὅταν τῷ ζημιώσαντι ἤ κακολογήσαντι μή μνησικακήσῃς· καί ὅταν ἐν τῷ καιρῷ τῆς προσευχῆς ἄϋλον καί ἀνείδεον ἀεί ἔχῃς τόν νοῦν, τότε γνῶθι, ὅτι ἔφθασας εἰς τό μέτρον τῆς ἀπαθείας καί τῆς τελείας ἀγάπης.

 

μγ΄. Οὐ μικρός ἀγών κενοδοξίας ἀπαλλαγῆναι· ἀπαλλάττεται δέ τις, διά κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καί συχνοτέρας προσευχῆς. Σημεῖον δέ τῆς ἀπαλλαγῆς, τό μηκέτι μνησικακεῖν τῷ κακολογήσαντι, ἤ κακολογοῦντι.

 

μδ΄. Εἰ θέλεις εἶναι δίκαιος, ἀπόνεμε ἑκάστῳ τῶν ἐν σοί μερῶν τά κατ᾿ ἀξίαν· ψυχῇ λέγω καί σώματι. Καί τῷ μέν λογιστικῷ τῆς ψυχῆς, ἀναγνώσματα καί θεωρήματα πνευματικά, καί προσευχήν· τῷ δέ θυμικῷ ἀγάπην πνευματικήν, τήν τῷ μίσει ἀντικειμένην· τῷ δέ ἐπιθυμητικῷ, σωφροσύνην καί ἐγκράτειαν· τῷ δέ σαρκίῳ, διατροφήν καί σκεπάσματα, τά μόνα ἀναγκαιότερα.

 

με΄. Κατά φύσιν ὁ νοῦς ἐνεργεῖ, ὅταν τά πάθη ἔχῃ ὑποτεταγμένα, καί τούς λόγους τῶν ὄντων θεωρῇ, καί πρός τόν Θεόν διάγῃ.

 

μστ΄. Ὥσπερ ὑγεία καί νόσος πρός τό σῶμα θεωρεῖται τοῦ ζώου, καί φῶς καί σκότος πρός τόν ὀφθαλμόν· οὕτως ἀρετή καί κακία πρός τήν ψυχήν, καί γνῶσις καί ἀγνωσία πρός τόν νοῦν.

 

μζ΄. Ἐν τοῖς τρισί τούτοις ὁ Χριστιανός φιλοσοφεῖ· ἐν ταῖς ἐντολαῖς, ἐν τοῖς δόγμασι, καί ἐν τῇ πίστει. Καί αἱ μέν ἐντολαί, τῶν παθῶν τόν νοῦν χωρίζουσι· τά δέ δόγματα, εἰς τήν γνῶσιν τῶν ὄντων αὐτόν εἰσάγουσι· ἡ δέ πίστις, εἰς τήν θεωρίαν τῆς ἁγίας Τριάδος.

 

μη΄. Οἱ μέν τῶν ἀγωνιζομένων, ἀποκρούονται μόνον τούς ἐμπαθεῖς λογισμούς· οἱ δέ καί αὐτά τά πάθη περικόπτουσι. Καί ἀποκρούεται μέν τις τούς ἐμπαθεῖς λογισμούς· οἷον, ἤ ψαλμῳδίᾳ, ἤ προσευχῇ, ἤ μετεωρισμῷ, ἤ ἄλλῳ τινί τοπικῷ περισπασμῷ. Ἐκκόπτει δέ τά πάθη, τῶν πραγμάτων ἐκείνων πειρφρονῶν, πρός ἅπερ αὐτά κέκτηται.

 

μθ΄. Πρός ἅπερ τά πάθη κεκτήμεθα πράγματα, εἰσί ταῦτα, οἷον, γυνή, χρήματα, δῶρα, καί τά ἑξῆς. Καί τῆς μέν γυναικός, τότε δύναταί τις περιφρονεῖν, ὅτε καί μετά τήν ἀναχώρησιν, καί τό σῶμα δεῖ δι᾿ ἐγκρατείας μαραίνει· τῶν δέ χρημάτων, ὅτε πείθει τόν λογισμόν ἐν παντί τῇ αὐταρκείᾳ στοιχῆσαι· τῆς δέ δόξης, ὅτε τήν κρυπτήν ἀγαπήσει τῶν ἀρετῶν ἐργασίαν, καί Θεῷ φαινομένην μόνῳ· καί ἐπί τῶν ἄλλων ὡσαύτως· ὁ δέ τούτων περιφρονῶν, οὐδέ εἰς μῖσός τινος ἔρχεταί ποτε.

 

ν΄. Ὁ μέν τοῖς πράγμασιν ἀποταξάμενος, οἷον τῇ γυναικί καί τοῖς χρήμασι, καί τοῖς ἑξῆς, τόν ἔξω ἄνθρωπον ἐποίησε μοναχόν· οὔπω δέ καί τόν ἔσω. Ὁ δέ τοῖς τούτων ἐμπαθέσι νοήμασι, τόν ἔσω ἄνθρωπον, ὅ ἐστιν ὁ νοῦς. Καί τόν μέν ἔξω ἄνθρωπον, εὐκόλως τις ποιεῖ μοναχόν, μόνον ἐάν θελήσῃ· οὐκ ὀλίγος δέ ἀγών, τόν ἔσω ἄνθρωπον ποιῆσαι μοναχόν.

 

να΄. Τίς ἄρα ἐστίν ἐν τῇ γενεᾷ ταύτῃ, ὁ παντάπασιν ἀπαλλαγείς ἐμπαθῶν νοημάτων, καί τῆς καθαρᾶς καί ἀΰλου καταξιωθείς προσευχῆς· ὅπερ ἐστί σημεῖον τοῦ ἔνδον μοναχοῦ;

 

νβ΄. Πολλά πάθη ἐν ταῖς ψυχαῖς ἡμῶν κέκρυπται· τότε δέ ἐλέγχονται, ὅταν τά πράγματα ἀναφαίνωνται.

 

νγ΄. Δύναταί τις μή ὀχλεῖσθαι ὑπό παθῶν ἐν τῇ τῶν πραγμάτων ἀπουσίᾳ, μερικῆς τυχών ἀπαθείας· ἐάν δέ ἀναφανῶσι τά πράγματα, εὐθύς τά πάθη τόν νοῦν περισπῶσι.

 

νδ΄. Μή νόμιζε τελείαν ἔχειν ἀπάθειαν, τοῦ πράγματος μή παρόντος. Ὅταν δέ φανῇ, καί μένῃς ἀκίνητος, πρός τε τό πρᾶγμα, καί τήν μετά ταῦτα μνήμην αὐτοῦ, τότε γνῶθι σεαυτόν τῶν ὅρων αὐτῆς ἐπιβεβηκέναι. Πλήν μηδέ οὕτω καταφρονήσῃς, διότι ἀρετή μέν χρονίζουσα, νεκροῖ τά πάθη· ἀμελουμένη δέ, πάλιν ἐγείρει αὐτά.

 

νε΄. Ὁ ἀγαπῶν τόν Χριστόν, πάντως καί μιμεῖται αὐτόν κατά δύναμιν. Οἶον, ὁ Χριστός τούς ἀνθρώπους εὐεργετῶν οὐκ ἐπαύσατο· καί ἀχαριστούμενος καί βλασφημούμενος, ἐμακροθύμει· καί τυπτόμενος ὑπ᾿ αὐτῶν καί φονευόμενος, ὑπέμενε, μηδενί τό σύνολον τό κακόν λογιζόμενος. Ταῦτα δέ τά τρία, τά ἔργα εἰσί τῆς εἰς τόν πλησίον ἀγάπης, ὧν χωρίς ὁ λέγων ἀγαπᾷν τόν Χριστόν, ἤ τῆς βασιλείας αὐτοῦ τυχεῖν, ἑαυτόν ἀπατᾷ· Οὐ γάρ ὁ λέγων μοι, φησί, Κύριε, Κύριε, οὗτος εἰσελεύσεται εἰς τήν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τό θέλημα τοῦ Πατρός μου. Καί πάλιν· Ὁ ἀγαπῶν ἐμέ, καί τάς ἐντολάς μου τηρήσει, καί τά ἑξῆς.

 

νστ΄. Ἅπαξ ὁ σκοπός τῶν ἐντολῶν τοῦ Σωτῆρος, ἵνα ἀκρασίας καί μίσους τόν νοῦν ἐλευθερώσῃ, καί εἰς τήν αὐτοῦ ἀγάπην καί τοῦ πλησίον, ἀγάγῃ· ἐξ ὧν τίκτεται τό φέγγος τῆς κατ᾿ ἐνέργειαν ἁγίας γνώσεως.

 

νζ΄. Μερικῆς γνώσεως παρά τοῦ Θεοῦ καταξιωθείς, μή ἀμέλει ἀγάπης καί ἐγκρατείας. Αὗται γάρ τό παθητικόν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσαι, τήν ἐπί τήν γνῶσιν ὁδόν ἀεί σοι εὐτρεπίζουσιν.

 

νη΄. Ὁδός ἐπί τήν γνῶσίν ἐστιν, ἀπάθεια καί ταπείνωσις, ὧν χωρίς οὐδείς ὄψεται τόν Κύριον.

 

νθ΄. Ἐπειδή ἡ γνῶσις φυσιοῖ, ἡ δέ ἀγάπη οἰκοδομεῖ· σύζευξον τῇ γνώσει τήν ἀγάπην, καί ἔσῃ ἄτυφος· καί πνευματικός οἰκοδόμος, καί σεαυτόν οἰκοδομῶν, καί πάντας τούς ἐγγίζοντάς σοι.

 

ξ΄. Ἐντεῦθεν ἡ ἀγάπη οἰκοδομεῖ, ἐπειδή οὐδέ φθονεῖ, οὐδέ πρός φθονοῦντας πικραίνεται· οὐδέ τό φθονούμενον δημοσεύει ἐπιδεικτικῶς· οὐδέ λογίζεται ἑαυτόν ἤδη κατειληφέναι· καί ὧν δέ οὐκ οἶδεν, ὁμολογεῖ ἀνερυθριάστως τήν ἄγνοιαν. Οὕτως οὖν τόν νοῦν ἄτυφον ἀπεργάζεται, καί προκόπτειν εἰς τήν γνῶσιν ἀεί παρασκευάζει.

 

ξα΄. Πέφυκέ πως παρέπεσθαι τῇ γνώσει ἡ οἴησις καί φθόνος ἐν προοιμίοις μάλιστα. Καί ἡ μέν οἴησις, ἔνθοθεν μόνον· ὁ δέ φθόνος, καί ἔνθοθεν καί ἔξωθεν. Καί ἔνδοθεν μέν, πρός τούς ἔχοντας γνῶσιν· ἔξωθεν δέ, ἀπό τῶν ἐχόντων. Ἡ οὖν ἀγάπη, τά τρία ἀνατρέπει· τήν μέν οἴησιν, ἐπειδή οὐ φυσιοῦται. Τόν δέ ἔνδοθεν φθόνον, ἐπεί οὐ ζηλοῖ· τόν δέ ἔξωθεν, ἐπειδή μακροθυμεῖ καί χρηστεύεται. Ἀνάγκη οὖν τόν ἔχοντα γνῶσιν, προσλαβέσθαι καί τήν ἀγάπην, ἵνα ἄτρωτον τόν νοῦν ἐν παντί διαφυλάττῃ.

 

ξβ΄. Ὁ τοῦ χαρίσματος τῆς γνώσεως καταξιωθείς, καί λύπην, ἤ μνησικακίαν πρός ἄνθρωπον ἔχων, ἤ μῖσος, ὅμοιός ἐστι τῷ ἀκάνθαις καί τριβόλοις τούς ὀφθαλμούς κατακεντοῦντι [Fr.τοῦ κατακεντοῦντος]. Διό ἀναγκαίως δέεται ἡ γνῶσις ἀγάπης.

 

ξγ΄. Μή ὅλην τήν σχολήν σου περί τήν σάρκα ἔχε, ἀλλά ὅρισόν αὐτῇ τήν κατά δύναμιν ἄσκησιν· καί ὅλον τόν νοῦν σου, περί τά ἔνδον τρέψον· Ἡ γάρ σωματική γυμνασία, πρός ὀλίγον ἐστίν ὠφέλιμος· ἡ δέ εὐσέβεια, πρός πάντα ἐστίν ὠφέλιμος καί τά ἑξῆς.

 

ξδ΄. Ὁ ἀδιαλείπτως περί τά ἔνδον τάς διατριβάς ποιούμενος, σωφρονεῖ, μακροθυμεῖ, χρηστεύεται, ταπεινοφρονεῖ. Οὐ μόνον δέ, ἀλλά καί θεωρεῖ, καί θεολογεῖ, καί προσεύχεται. Καί τοῦτό ἐστιν ὅ λέγει ὁ Ἀπόστολος· Πνεύματι περιπατεῖτε, καί τά ἑξῆς.

 

ξε΄. Ὁ τήν πνευματικήν ὁδόν ὁδεύειν μή ἐπιστάμενος, τῶν ἐμπαθῶν νοημάτων οὐ ποιεῖται φροντίδα· ἀλλ᾿ ὅλην τήν σχολήν περί τήν σάρκα ἔχει, καί ἤ γαστριμαργεῖ καί ἀκολασταίνει, λυπεῖταί τε καί ὀργίζεται καί μνησικακεῖ, καί ἐντεῦθεν τόν νοῦν σκοτίζει· ἤ ἀμέτρως τῇ ἀσκήσει κέχρηται, θολεῖ τήν διάνοιαν.

 

ξστ΄. Οὐδέν τῶν ἐκ Θεοῦ εἰς χρῆσιν ἡμῖν δοθέντων ἀναιρεῖ ἡ Γραφή· ἀλλά τήν ἀμετρίαν κολάζει, καί τήν ἀλογιστίαν διορθοῦται. Οἷον, οὐ κωλύει ἐσθίειν, οὐδέ παιδοποιεῖν, οὐδέ χρήματα ἔχειν καί ὀρθῶς διοικεῖν· ἀλλά κωλύει γαστριμαργεῖν, πορνεύειν, καί τά ἑξῆς. Ἀλλ᾿ οὐδέ τό νοεῖν ταῦτα κωλύει (διά τοῦτο γάρ γεγόνασιν), ἀλλά τό ἐμπαθῶς νοεῖν.

 

ξζ΄. Τά μέν τῶν ὑφ᾿ ὑμῶν κατά Θεόν πραττομένων, κατ᾿ ἐντολήν πράττεται· τά δέ, κατ᾿ ἐντολήν, ἀλλ᾿ ὡς ἄν τις εἴποι, καθ᾿ ἑκούσιον προσφοράν. Οἷον κατ᾿ ἐντολήν μέν, τό ἀγαπᾷν τόν Θεόν καί τόν πλησίον· τό ἀγαπᾷν τούς ἐχθρούς· τό μή μοιχεύειν μηδέ φονεύειν [unus Reg. φθονεῖν], καί τά λοιπά· ἅτινα καί παραβάντες, κατακρινόμεθα. Οὐ κατ᾿ ἐντολήν δέ, τό παρθενεύειν, ἡ ἀγαμία, ἡ ἀκτημοσύνη, ἡ ἀναχώρησις, καί τά ἑξῆς. Ταῦτα δώρων λόγον ἐπέχουσιν· ἵνα ἐάν τινας τῶν ἐντολῶν κατορθῶσαι ἐξ ἀσθενείας μή δυνηθῶμεν, διά τῶν δώρων τόν ἀγαθόν ἡμῶν ἐξιλεωσώμεθα Δεσπότην.

 

ξη΄. Ὁ τήν ἀγαμίαν τιμῶν ἤ παρθενίαν, ἀναγκαίως ὀφείλει ἔχειν τήν ὀσφύν περιεζωσμένην, καί τόν λύχνον καιόμενον· τήν μέν ὀσφύν δι᾿ ἐγκρατείας· τόν δέ λύχνον, διά προσευχῆς καί θεωρίας καί ἀγάπης πνευματικῆς.

 

ξθ΄. Τινές τῶν ἀδελφῶν, ἐκτός ἑαυτούς εἶναι νομίζουσι, τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων. Οὐ γάρ ἴσασι διά τήν ἀμέλειαν τῆς τῶν ἐντολῶν ἐργασίας, ὅτι ὁ τήν εἰς Χριστόν πίστιν ἀνόθευτον ἔχων, πάντα τά θεῖα χαρίσματα συλλήβδην ἔχει ἐν ἑαυτῷ. Ἐπειδή γάρ τῆς εἰς αὐτόν κατ᾿ ἐνέργειαν ἀγάπης διά τήν ἀργίαν μακράν ἐσμέν, τῆς δεικνούσης ἡμῖν τούς ἐν ἡμῖν θείους θησαυρούς, εἰκότως ἐκτός ἑαυτούς τῶν θείων νομίζομεν χαρισμάτων.

 

ο΄. Εἰ ὁ Χριστός ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διά τῆς πίστεως, κατά τόν θεῖον Ἀπόστολον· πάντες δέ οἱ θησαυροί τῆς σοφίας καί τῆς γνώσεως ἐν αὐτῷ εἰσιν ἀπόκρυφοι· πάντες ἄρα οἱ θησαυροί τῆς σοφίας καί τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι. Φανεροῦνται δέ τῇ καρδίᾳ, κατά τήν ἀναλογίαν τῆς ἑκάστου διά τῶν ἐντολῶν καθάρσεως.

 

οα΄. Οὗτός ἐστιν ὁ θησαυρός ὁ ἐν τῷ ἀγρῷ κεκρυμμένος τῆς καρδίας σου, ὅν οὔπω εὗρες διά τήν ἀργίαν. Εἰ γάρ εὗρες, ἄρα ἄν πέπρακες πάντα, καί ἐκτήσω τόν ἀγρόν τοῦτον. Νῦν δέ τόν ἀγρόν ἀφείς, τά περί τόν ἀγρόν περιέπεις· ἐν οἷς οὐδέν ἄλλο εὑρίσκεται, πλήν ἀκανθῶν καί τριβόλων.

 

οβ΄. Διά τοῦτο λέγει ὁ Σωτήρ· Μακάριοι οἱ καθαροί τῇ καρδίᾳ, ὅτι αὐτοί τόν Θεόν ὄψονται. Τότε δέ ὄψονται αὐτόν, καί τούς ἐν αὐτῷ θησαυρούς, ὅτε διά ἀγάπης καί ἐγκρατείας ἑαυτούς καθαίρουσι· καί τοσούτῳ πλέον, ὅσῳ τήν κάθαρσιν ἐπιτείνουσι.

 

ογ΄. Διά τοῦτο πάλιν λέγει· Πωλήσατε τά ὑπάρχοντα ὑμῶν, καί δότε ἐλεημοσύνην, καί ἰδού πάντα ὑμῖν καθαρά ἔσται· ὡς μηκέτι τοῖς περί τό σῶμα σχολαζόντων πράγμασιν, ἀλλά τόν νοῦν καθαίρειν σπευδόντων, ἀπό μίσους καί ἀκρασίας· ὅν καρδίαν ὀνομάζει ὁ Κύριος. Ταῦτα γάρ τόν νοῦν ῥυποῦντα, οὐκ ἐῶσι βλέπειν τόν ἐν αὐτῷ κατοικοῦντα Χριστόν, διά τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος.

 

οδ΄. Ὁδούς ἡ Γραφή τάς ἀρετάς ὀνομάζει. Μεῖζων δέ πασῶν τῶν ἀρετῶν, ἡ ἀγάπη καθέστηκε. Διά τοῦτο ἔλεγεν ὁ Ἀπόστολος· Ἔτι καθ᾿ ὑπερβολήν ὁδόν ὑμῖν δείκνυμι· ὡς καταφρονεῖν πείθουσαν τῶν ὑλικῶν πραγμάτων, καί μηδέν τῶν προσκαίρων προτιμᾷν τῶν αἰωνίων.

 

οε΄. Ἡ εἰς Θεόν ἀγάπη, ἀνθίσταται τῇ ἐπιθυμίᾳ· πείθει γάρ τόν νοῦν ἐγκρατεύεσθαι ἀπό τῶν ἡδονῶν. Ἡ δέ εἰς τόν πλησίον, ἀνθίσταταιτῷ θυμῷ· ποιεῖ γάρ καταφρονεῖν δόξης καί χρημάτων. Καί ταῦτά εἰσι τά δύο δηνάρια, ἅπερ ὁ Σωτήρ δέδωκε τῷ πανδοχεῖ, ἵνα σου ἐπιμέλειαν ποιήσηται. Ἀλλά μή φανῇς ἀγνώμων τοῖς λῃσταῖς συνδυάζων, μή ποτε πάλιν πληγῇς, καί οὐκ ἔτι ἡμιθανής, ἀλλά νεκρός εὑρεθήσῃ.

 

οστ΄. Κάθαιρε τόν νοῦν σου ἀπό ὀργῆς, καί μνησικακίας, καί τῶν αἰσχρῶν λογισμῶν. Καί τότε δυνήσῃ γνῶναι τήν τοῦ Χριστοῦ ἐνοίκησιν.

 

οζ΄. Τίς σε ἐφώτισεν εἰς τήν πίστιν τῆς ἁγίας καί ὁμοουσίου καί προσκυνητῆς Τριάδος; ἤ τίς σοι ἐγνώρισε τήν ἔνσαρκον οἰκονομίαν τοῦ ἑνός τῆς ἁγίας Τριάδος; Τίς δέ σε ἐδίδαξε τούς περί ἀσωμάτων λόγους, ἤ τούς περί γενέσεως καί συντελείας τοῦ ὁρωμένου κόσμου· ἤ περί τῆς ἐκ νεκρῶν ἀναστάσεως καί αἰωνίου ζωῆς, ἤ περί τῆς δόξης τῆς βασιλείας τῶν οὐρανῶν, καί τῆς φοβερᾶς κρίσεως; Οὐχί ἡ χάρις τοῦ Χριστοῦ ἡ ἐνοικοῦσα ἐν σοί; ἥτις ἐστίν ὁ ἀῤῥαβών τοῦ ἁγίου Πνεύματος; Τί μεῖζον ταύτης τῆς χάριτος; ἤ τί κρεῖττον ταύτης τῆς σοφίας καί τῆς γνώσεως; ἤ τί τῶν ἐπαγγελιῶν ὑψηλότερον; Εἰ δέ ἐσμεν ἀργοί καί ἀμελεῖς, καί μή καθαίρομεν ἑαυτούς τῶν κωλυόντων ἡμᾶς, καί τόν νοῦν ἡμῶν ἐκτυφλούντων παθῶν, ὥστε δύνασθαι καί τρανότερον ἡλίου τούς περί τούτων λόγους ὁρᾷν, ἑαυτούς αἰτιασώμεθα, καί μή τήν τῆς χάριτος ἐνοίκησιν ἀρνησώμεθα.

 

οη΄. Ὁ ἐπαγγειλάμενός σοι Θεός τά αἰώνια ἀγαθά, καί τόν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ δεδωκώς, ἐνετείλατό σοι ἐπιμελεῖσθαί σε τοῦ βίου, ἵνα ὁ ἔσω ἄνθρωπος τῶν παθῶν ἐλευθερωθείς, ἄρξηται ἀπεντεῦθεν τῆς τῶν ἀγαθῶν ἀπολαύσεως.

 

οθ΄. Τῶν θείων καί ὑψηλῶν καταξιωθείς θεωρημάτων, σφόδρα ἐπιμελοῦ ἀγάπης καί ἐγκρατείας· ἵνα τό παθητικόν ἀτάραχον διαφυλάττων, ἀνέκλειπτον ἕξῃς τό τῆς ψυχῆς φέγγος.

 

π΄. Τό θυμικόν τῆς ψυχῆς, ἀγάπῃ χαλίνωσον· καί τό ἐπιθυμητικόν αὐτῆς ἐγκρατείᾳ καταμάρανον· καί τό λογικόν αὐτῆς προσευχῇ πτέρωσον· καί τό φῶς τοῦ νοῦ οὐκ ἀμαυροῦταί ποτε.

 

πα΄. Τά τήν ἀγάπην λύοντα, εἰσί ταῦτα· οἷον, ἀτιμία, ζημία, συκοφαντία, ἤ εἰς πίστιν,ἤ εἰς βίον· δαρμοί, πληγαί, καί τά ἑξῆς· καί ταῦτα ἤ αὐτῷ συμβαίνοντα, ἤ τινι τῶν αὐτοῦ συγγενῶν ἤ φίλων.Ὁ οὖν διά τι τούτων λύων τήν ἀγάπην, οὔπω ἔγνω τίς ὁ σκοπός τῶν τοῦ Χριστοῦ ἐντολῶν.

 

πβ΄. Σπούδασον ὅσον δύνασαι πάντα ἄνθρωπον ἀγαπῆσαι. Εἰ δέ τοῦτο οὔπω δύνασαι, κἄν μηδένα μισήσῃς, οὐ δύνασαι δέ οὐδέ τοῦτο ποιῆσαι, εἰ μή τῶν τοῦ κόσμου πραγμάτων καταφρονήσῃς.

 

πγ΄. Ὁ δεῖνα ἐβλασφήμησε· μή μισήσῃς ἐκεῖνον, ἀλλά τήν βλασφημίαν, καί τόν βλασφημῆσαι παρασκευάσαντα δαίμονα. Εἰ δέ τόν βλασφημήσαντα μισεῖς, ἄνθρωπον ἐμίσησας, καί τήν ἐντολήν παρέβης· καί ὅπερ ἐκεῖνος τῷ λόγῳ ἐποίησε, ποιεῖς σύ τῷ ἔργῳ. Εἰ δέ τήν ἐντολήν φυλάττεις, τά τῆς ἀγάπης ἐπίδειξαι· καί εἴ τι δύνασαι, βοήθησον, ἵνα τοῦ κακοῦ αὐτόν ἀπαλλάξῃς.

 

πδ΄. Οὐ θέλει σε ὁ Χριστός μῖσος ἔχειν πρός ἄνθρωπον, ἤ λύπην ἤ ὀργήν ἤ μνησικακίαν τοσύνολον καθ᾿ οἱονδήποτε τρόπον, ἤ δι᾿ οἱονδήποτε πρᾶγμα πρόσκαιρον. Καί τοῦτο πάντη βοῶσι τά τέσσαρα Εὐαγγέλια.

 

πε΄. Πολλοί ἐσμεν οἱ λέγοντες, ὀλίγοι δέ οἱ ποιοῦντες. ἀλλ᾿ οὖν τόν λόγον τοῦ Θεοῦ οὐδείς ὤφειλε νοθεύειν διά τήν ἰδίαν ἀμέλειαν· ἀλλ᾿ ὁμολογεῖν μέν τήν ἑαυτοῦ ἀσθένειαν, μή ἀποκρύπτειν δέ τήν τοῦ Θεοῦ ἀλήθειαν· ἵνα μή ὑπόδικοι γενώμεθα, μετά τῆς τῶν ἐντολῶν παραβάσεως, καί τῆς τοῦ λόγου τοῦ Θεοῦ παρεξηγήσεως.

 

πστ΄. Ἀγάπη καί ἐγκράτεια, παθῶν τήν ψυχήν ἐλευθεροῦσιν· ἀνάγνωσις καί θεωρία, ἀγνοίας τόν ἀπαλλάττουσιν· ἡ δέ τῆς προσευχῆς κατάστασις, αὐτῷ παρίστησιν αὐτόν τῷ Θεῷ.

 

πζ΄. Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες τῶν πραγμάτων τοῦ κόσμου καταφρονοῦντας, ἵνα μή δι᾿ αὐτά τούς ἀνθρώπους μισήσωμεν καί τῆς ἀγάπης ἐκπέσωμεν, τότε συκοφαντίας καθ᾿ ἡμῶν ἐγείρουσιν, ἵνα τήν λύπην μή φέροντες, τούς συκοφαντήσαντας μισήσωμεν.

 

πη΄. Οὐκ ἔστι πόνος ψυχῆς βαρύτερος συκοφαντίας, κἄν τε εἰς πίστιν, κἄν τε εἰς βίον τις συκοφαντεῖται· καί οὐδείς ταύτης καταφρονεῖν δύναται, εἰ μή μόνος ὁ εἰς Θεόν ἀποβλεπόμενος ὡς ἡ Σωσάννα, τόν μόνον δυνάμενον καί ἐξ ἀναγκῶν ῥύσασθαι ὥσπερ κἀκείνην, καί τούς ἀνθρώπους πληροφορῆσαι, ὡς καί περί ἐκείνης· καί τήν ψυχήν τῇ ἐλπίδι παραμυθήσασθαι.

 

πθ΄. Ὅσον εὔχῃ ἐκ τῆς ψυχῆς ὑπέρ τοῦ συκοφαντήσαντος, τοσοῦτον καί ὁ Θεός πληροφορεῖ τούς σκανδαλισθέντας.

 

τέσσ. ἀνοικ. ΄. Φύσει ἀγαθός μόνος ὁ Θεός· καί γνώμῃ ἀγαθός, μόνος ὁ θεομίμητος. Σκοπός γάρ αὐτῷ ἐστι, τῷ φύσει ἀγαθῷ τούς πονηρούς συνάψαι, ἵνα γένωνται ἀγαθοί. Διά τοῦτο ὑπ᾿ αὐτῶν λοιδορούμενος εὐλογῇ· διωκόμενος ἀνέχεται· βλασφημούμενος παρακαλεῖ· φονευόμενος ὑπερεύχεται. Πάντα ποιεῖ, ἵνα τοῦ σκοποῦ τῆς ἀγάπης μή ἐκπέσῃ.

 

τέσσ. ἀνοικ. α΄. Αἱ μέν ἐντολαί τοῦ Κυρίου, διδάσκουσιν ἡμᾶς τοῖς μέσοις εὐλόγως χρήσασθαι πράγμασι· ἡ δέ εὔλογος τῶν μέσων χρῆσις, τήν τῆς ψυχῆς καθαίρει κατάστασιν· ἡ δέ καθαρά κατάστασις, τίκτει τήν διάκρισιν· ἡ δέ διάκρισις, τίκτει τήν ἀπάθειαν, ἐξ ἦς τίκτεται ἡ τελεία ἀγάπη.

 

τέσσ. ἀνοικ. β΄. Οὔπω ἔχει τήν ἀπάθειαν, ὁ διά σύμβασιν πειρασμοῦ, τό ἐλάττωμα τοῦ φίλου παραβλέπειν μή δυνάμενος, ἤ ὅν τυχόν, ἤ δέ εἶναι δοκοῦν. Τά γάρ ἐγκείμενα τῇ ψυχῇ πάθη ἐκταρασσόμενα, ἐκτυφλοῖ τήν διάνοιαν, καί οὐκ ἐᾷ διαβλέψαι εἰς τάς τῆς ἀληθείας αὐγάς, οὐδέ διακρῖναι τό κρεῖττον ἀπό τοῦ χείρονος. Οὐκ ἄρα οὖν οὐδέ τήν τελείαν ἀγάπην ὁ τοιοῦτος ἐκτήσατο, τήν ἔξω βάλλουσαν τόν φόβον τῆς κρίσεως.

 

τέσσ. ἀνοικ. γ΄. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα. Ἐπειδή τάς τοῦ φίλου συμφοράς, ἰδίας λογίζεται· καί συνυποφέρει αὐτῷ μέχρι θανάτου κακοπαθῶν.

 

τέσσ. ἀνοικ. δ΄. Πολλοί μέν οἱ φίλοι, ἀλλ᾿ ἐν καιρῷ εὐημερίας· ἐν δέ καιρῷ πειρασμῶν, μόλις ἄν εὑρήσεις ἕνα.

 

τέσσ. ἀνοικ. ε΄. Πάντα μέν ἄνθρωπον, ἐκ ψυχῆς ἀγαπητέον· ἐπί τῷ Θεῷ μέ μόνῳ τήν ἐλπίδα θετέον, καί ἐξ ὅλης ἰσχύος αὐτόν θεραπευτέον. Ἐφόσον γάρ αὐτός ἡμᾶς συντηρεῖ, οἵ τε φίλοι πάντες ἡμᾶς περιέπουσι, καί οἱ ἐχθροί πάντες πρός ἡμᾶς ἀδυνατοῦσιν. Ἐπάν δέ αὐτός ἡμᾶς ἐγκαταλίπῃ, οἵ τε φίλοι πάντες ἡμᾶς ἀποστρέφονται, καί οἱ ἐχθροί πάντες καθ᾿ ἡμῶν ἰσχύουσι.

 

τέσσ. ἀνοικ. στ΄. Τέσσαρές εἰσι γενικοί ἐγκαταλείψεως τρόποι· ἡ μέν, οἰκονομική, ὡς ἐπί τοῦ Κυρίου· ἵνα διά τῆς δοκούσης ἐγκαταλείψεως, οἱ ἐγκαταλελειμένοι σωθῶσιν. ἡ δέ, πρός δοκιμήν, ὡς ἐπί τοῦ Ἰώβ καί Ἰωσήφ· ἵνα ὁ μέν, ἀνδρείας· ὁ δέ, σωφροσύνης στῆλαι ἀναφανῶσιν. Ἡ δέ, πρός παίδευσιν πνευματικήν, ὡς ἐπί τοῦ Ἀποστόλου, ἵνα ταπεινοφρονῶν, τήν ὑπερβολήν φυλάξῃ τῆς χάριτος. Ἡ δέ κατά ἀποστροφήν, ὡς ἐπί τῶν Ἰουδαίων, ἵνα κολαζόμενοι πρός μετάνοιαν κατακαμφθῶσι. Σωτήριοι δέ πάντες οἱ τρόποι ὑπάρχουσι, καί τῆς θείας ἀγαθότητος καί φιλανθρωπίας ἀνάμεστοι.

 

τέσσ. ἀνοικ. ζ΄. Μόνον οἱ ἀκριβεῖς τῶν ἐντολῶν φύλακες, καί γνήσιοι τῶν θείων κριμάτων μύσται, τούς κατά συγχώρησιν Θεοῦ πειραζομένους, οὐ καταλιμπάνουσι φίλοις. Οἱ δέ τῶν ἐντολῶν καταφρονηταί, καί τῶν θείων κριμάτων ἀμύητοι, ὅταν μέν ὁ φίλος εὐημερῇ, συναπολαύουσιν αὐτῷ· ἐπάν δέ πειραζόμενος κακοπαθῇ, καταλιμπάνουσιν αὐτόν. Ἔστι δέ ὅταν καί μετά τῶν ἐναντίων ἵστανται.

 

τέσσ. ἀνοικ. η΄. Οἱ μέν τοῦ Χριστοῦ φίλοι, πάντας ἀγαπῶσι γνησίως. Οὐχ ὑπό πάντων δέ ἀγαπῶνται. Καί οἱ μέν τοῦ Χριστοῦ, μέχρι τέλους τήν συνέχειαν τῆς ἀγάπης διατηροῦσιν· οἱ δέ τοῦ κόσμου, μέχρι οὗ ἀλλήλοις διά τά κόσμου προσκρούσωσι.

 

τέσσ. ἀνοικ. θ΄. Φίλος πιστός, σκέπη κραταιά. Ἐπειδή καί εὐημεροῦντι τῷ φίλῳ σύμβουλός ἐστιν ἀγαθός καί συνεργός σύμψυχος· καί κακοπαθοῦντι ἀντιλήπτωρ γνησιώτατος καί ὑπέρμαχος συμπαθέστατος.

 

ρ΄. Πολλοί μέν πολλά περί ἀγάπης εἰρήκασιν· ἐν μόνοις δέ τοῖς Χριστοῦ μαθηταῖς ταύτην ζητήσας, εὑρήσεις· ἐπεί καί μόνοι αὐτοί εἶχον τήν ἀληθινήν Ἀγάπην τῆς ἀγάπης διδάσκαλον, περί ἧς ἔλεγον· Ἐάν ἔχω προφητείαν, καί εἰδῶ τά μυστήρια πάντα, καί πᾶσαν τήν γνῶσιν, ἀγάπην δέ μή ἔχω, οὐδέν ὠφελοῦμαι. Ὁ οὖν κτησάμενος τήν ἀγάπην, αὐτόν τόν Θεόν ἐκτήσατο· ἐπειδή ὁ Θεός ἀγάπης ἐστίν. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Πηγή : el.wikisource.org/wiki

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: