Άγιος Μάξιμος ο Ομολογητής – Ερμηνεία εις τον νθ΄ Ψαλμόν.

Εἰς τό τέλος, τοῖς ἀλλοιωθησομένης· εἰς στηλογραφίαν τῷ Δαβίδ· εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τήν Μεσοποταμίαν, καί τήν Συρίαν Σωβᾶ · καί ἐπέστρεψεν Ἰωάβ, καί ἐπάταξε τήν φάραγγα τῶν Ἀλῶν δώδεκα χιλιάδας.

Εἰς τό τέλος, τοῖς ἀλλοιωθησομένοις ὁ παρών ἐπιγράφεται [ἐπιγέγραπται] ψαλμός· διά τε τήν ἐπί τέλει τῶν χρόνων διά τῆς ἐπιδημίας τοῦ Χριστοῦ γενομένην τοῖς ἀνθρώποις ἐξ ἀπιστίας εἰς πίστιν, καί ἀπό κακίας εἰς ἀρετήν, καί ἀγνοίας εἰς γνῶσιν Θεοῦ γνωμικήν τε καί προαιρετικήν μεταβολήν καί ἀλλοίωσιν· Διά τε τήν εἰς ὕστερον ἐπί τέλει τῶν αἰώνων γενησομένην δι᾿ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ καθολικήν τοῦ παντός γένους τῶν ἀνθρώπων ἐν χάριτι φυσικήν ἐκ θανάτου καί φθορᾶς εἰς ζωήν ἀθάνατον καί ἀφθαρσίαν, διά τῆς προσδοκωμένης ἀναστάσεως, ἀλλοίωσίν τε καί ἀνανέωσιν. Εἰς στηλογραφίαν δέ τῷ Δαβίδ· τουτέστιν, αὐτῷ τῷ Χριστῷ· διά τε τήν γενομένην ἤδη κατά τήν θείαν αὐτοῦ σάρκωσιν στήλης δίκην, ἐν αὐτῷ μέν ὡς ἀρχηγῷ καί Σωτῆρι, καί μετ᾿ αὐτόν ἐν τοῖς κατ᾿ αὐτόν εὐσεβῶς βιοῦσι, τῆς κακίας ἀναίρεσιν· διά τε τόν ἔτι δι᾿ αὐτοῦ γενησόμενον παντελῆ τοῦ τε θανάτου καί τῆς φθορᾶς ἀφανισμόν. Εἰς διδαχήν δέ ὁπόταν ἐνεπύρισε τήν Μεσοποταμίαν, καί τήν Συρίαν Σωβᾶ [Fr. Σωβάλ] . Εἰς διδαχήν ἡμῖν, τοῖς ἀλλοιουμένοις καί ἀλλοιωθησομένοις, δηλονότι τήν ἐπαινετήν καί θείαν ἀλλοίωσιν, ὁ ψαλμός ἐπιγέγραπται παρά τοῦ Δαβίδ τοῦ νοητοῦ· λέγω δέ Χριστοῦ τοῦ Θεοῦ. Μόνος γάρ αὐτός ἀληθινός βασιλεύς ὑπάρχων τοῦ Ἰσραήλ καί ὁρῶντος Θεόν, ὡς πάσης ἀναιρέτης κακίας καί ἀγνωσίας, καί νικητής παντός χρόνου καί φύσεως, δι᾿ ὧν ἐν ἡμῖν κακία συνίστασθαι πέφυκεν· ἐνεπύρισε τήν Μεσοποταμίαν, διά σαρκός ἡμῖν ὁμιλήσας· τουτέστι, τήν ἐπικλυζομένην τοῖς παρά φύσιν πάθεσι τῆς σαρκός ἕξιν τῆς κακίας. Καί τήν Συρίαν Σωβᾶ, τουτέστι τήν δεδουλωμένην τῷ χρόνῳ, ἤγουν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν. Ἑπτά γάρ ἡ Σωβᾶ ἑρμηνεύεται· σαφῶς δέ τοῦτο δηλοῖ τήν χρονικήν ἰδιότητα. Ἑβδοματικός γάρ ὁ χρόνος. Φησίν γάρ καί χρόνον εἴωθεν ὁ διάβολος συνεπικινεῖν ἑαυτῷ κατά τῆς ἀρετῆς καί τῆς γνώσεως, τούς ἀφανεῖς συμπλέκων πολέμους, ὡς τάς δύο Συρίας κατά τοῦ Δαβίδ ὁ Ἀδρααζάρ. Ἀδρααζάρ γάρ εἰς τήν Ἑλλάδα φωνήν μεταφραζόμενος, λύων ἰσχύν ἤ κατασκάπτων δύναμιν ἑρμηνεύεται· ὅστις ἐστίν ὁ διάβολος, ὁ δι᾿ ἀπάτην τήν πνευματικήν ἰσχύν τῆς ἡμετέρας φύσεως κατ᾿ ἀρχάς τῇ παραβάσει τῆς θείας ἐντολῆς διαλύσας, καί τῷ χρόνῳ καί τῇ φύσει δουλώσας τόν ἄνθρωπον. Ἄνευ γάρ τῶν ὑπό φύσιν καί χρόνον, μάχεσθαι τοῖς ἀνθρώποις παντελῶς οὐ δύναται.

Καί ἐπέστρεψεν Ἰωάβ καί ἐπάταξε τήν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας. Πᾶς γάρ ὁ τῷ νοητῷ βασιλεῖ Δαβίδ στρατηγῶν, τουτέστι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ, κατά τῶν ἐναντίων δυνάμεων, πατάσσει δώδεκα χιλιάδας ἐν τῇ φάραγγι τῶν Ἁλῶν. Φάραγξ δέ ἐστιν Ἁλῶν ἡ σάρξ, ὡς χωρίον παθῶν ἀτιμίας διά τῆς παρακοῆς γενομένη· ἐν ᾗ καθάπερ φάραγγι διά λόγου καί θεωρίας, πᾶς εὐσεβής καί φιλόθεος πατάσσει φύσιν καί χρόνον· ἤγουν τήν ἐπ᾿ αὐτοῖς τῆς ψυχῆς παράλογον πρόληψιν, μηδαμῶς ἐμμένων διά τό ὕψος τῆς ἀρετῆς καί τῆς γνώσεως, τοῖς ὑπό φύσιν καί χρόνον νόμοις. Ὁ γάρ δώδεκα ἀριθμός τήν φύσιν δηλοῖ καί τόν χρόνον· εἴπερ πενταδική μέν ἡ φύσις διά τάς αἰσθήσεις· ἑβδοματικός δέ χρόνος, ὡς πᾶσι καθέστηκεν εὔδηλον. Πέντε δέ τοῖς ἑπτά συνθείς, τόν δώδεκα πληρώσαις ἄν σαφῶς ἀριθμόν.

Τυχόν δέ καί τήν κακῶς δι᾿ ἀπάτης παρά φύσιν συμπλακεῖσαν τῇ τετράδι τῶν αἰσθητῶν τριάδα τῶν δυνάμεων τῆς ψυχῆς κατά τήν σχέσιν, δι᾿ ἧς πᾶσα γίνεσθαι πέφυκεν ἁμαρτία, ὁ τῶν ἀνῃρημένων ἀριθμός ὑποσημαίνει· ὅν καταφονεύσει καλῶς, ὁ τῷ νοητῷ Δαβίδ ἐν τοῖς ὑπέρ ἀληθείας ἀγῶσιν ὑπουργῶν, καί γνωστικῶς τάς ἀοράτους μάχας συνάπτων, καί κατά τῶν πονηρῶν δυνάμεων πνευματικῶς παραταττόμενος. Πᾶσα γάρ ψυχῆς δύναμις παρά φύσιν κινουμένη, τοῖς αἰσθητοῖς συμπλέκεσθαι πέφυκεν. Ἐπειδάν οὖν ὅ τε λόγος καί ὁ θυμός καί ἡ ἐπιθυμία, τρεῖς τόν ἀριθμόν οὖσαι γενικαί τῆς ψυχῆς δυνάμεις, τοῖς αἰσθητοῖς ἡττηθῶσι, τέσσαρσιν οὖσι, τόν δώδεκα ἀριθμόν ἀποτελεῖ. Τέσσαρα γάρ ἐπί τρία, καί τρία ἐπί τέσσαρα τοῖς πέντε συντιθέμενα, τοῦτον πληροῖ τόν ἀριθμόν· ὅν ἀναιρεῖ, ὁ τῷ Κυρίῳ πιστῶς προσχωρῶν, καί καλῶς ἀριστεύων κατά παντός ἀφανοῦς καί πολεμίου πνεύματος.

Ἐπιγέγραπται γοῦν ὁ παρών ψαλμός, Τοῖς μέν ἀλλοιωθησομένοις, ἡμῖν εἰς διδαχήν, τῶν εἰς ἡμᾶς παρά τοῦ νοητοῦ Δαβίδ γενομένων ἀγαθῶν· Εἰς στηλογραφίαν δέ τῶ Δαβίδ, τουτέστιν εἰς ἀνάῤῥησιν τῶν ὑπέρ ἡμῶν αὐτοῦ θείων καί σωτηρίων κατορθωμάτων. Ἀνάῤῥησιν γάρ κατορθωμάτων ἡ στηλογραφία δηλοῖ, κατά τούς ἐπιστήμονας τῶν τοιούτων ὀνομάτων ἐξηγητάς.

Ὁ Θεός, ἀπώσω ἡμᾶς, καί καθεῖλες ἡμᾶς· ὠργίσθης, καί ᾠκτείρησας ἡμᾶς.

Ἀπώσατο ἡμᾶς ὁ Θεός, ὅταν μή φυλάξαντες κατ᾿ ἀρχάς τήν ἐντολήν, ἀνάξιοι ἐφάνημεν τῆς κατά πρόσωπον αὐτοῦ ὁμιλίας. Καθεῖλεν ἡμᾶς, ὅτ᾿ ἄν τοῦ ὕψους τῆς ἐν τῷ παραδείσῳ δόξης, διά τήν ἡμῶν κακίαν ἀπεξένωσεν· ὠργίσθη, ὅτ᾿ ἄν ἐπί τιμωρίᾳ καί κολάσει τῆς κακίας, τῷ τοῦ θανάτου ἐπιτιμίῳ ἡμᾶς καθυπέβαλεν· ὠκτείρησεν ἡμᾶς, ὅτ᾿ ἄν διά τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Θεοῦ Λόγου σαρκωθέντος, καί τήν ὑπέρ πάντων ἡμῶν ὀφειλήν καταδεξαμένου, ἐλυτρώσατο ἡμᾶς τοῦ θανάτου, καί εἰς τήν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν.

Συνέσεισας τήν γῆν καί συνετάραξας αὐτήν· ἴασαι τά συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.

Συνέσεισεν ἡμῶν τήν γῆν καί συνετάραξε, τουτέστι τήν καρδίαν, δούς ἡμῖν τήν μάχαιραν τοῦ πνεύματος, τήν τό χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνουσαν, καί τόν νόμον τοῦ πνεύματος κατά τοῦ νόμου τῆς σαρκός ἐγείρουσαν· καί τόν κατά τῶν παθῶν ἐπαινετόν πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν· καί τήν ἐν ἡμῖν τῶν παθῶν συνέχειαν συσσείουσαν, καί συνταράσσουσαν, ἐπί ταῖς κατά πρόληψιν ἀτόποις μνήμαις τήν συνείδησιν. Ἰᾶται δέ τά συντρίμματα τῆς ἡμῶν καρδίας, ἅπερ σαλευθεῖσά τε καί ὀλισθήσασα διά τῆς παρακοῆς καταρχάς ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως, ὑπέμεινε, διά τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως.

Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπό προσώπου τόξου· ὅπως ἀν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.

Δεικνύει σκληρά τοῖς φοβουμένοις αὐτόν διά τῶν ἐντολῶν ὁ Θεός, κατά τήν πρακτικήν φιλοσοφίαν· τούς τρόπους τῆς τοῦ σώματος νεκρώσεως ὑποτιθέμενος· ἤ τοὐναντίον, διά τῆς ποικίλης προνοίας καί κρίσεως, φιλανθρώπως πρός τό συμφέρον παιδεύων ἡμᾶς, τούς μή κατά θέλησιν ἀνεχομένους τόν θεῖον ζυγόν ὑπελθεῖν τοῦ νόμου τῶν ἐντολῶν. Ποτίζει δέ οἶνον κατανύξεως, ἤγουν τήν ἑπομένην τῇ διά τῆς πρακτικῆς καθάρσει κατά τήν πνευματικήν θεωρίαν χαριζόμενος γνῶσιν· πᾶσα γάρ γνῶσις πνευματική κατανύσσει τήν καρδίαν, εἰς συνείσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ᾿ ἡμῖν θείων εὐεργεσιῶν.

Δίδωσι δέ τοῖς φοβουμένοις αὐτόν σημείωσιν, τοῦ φυγεῖν ἀπό προσώπου τόξου· τήν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν διδάσκων τούς φοβουμένους αὐτόν· καθ᾿ ἥν ἡ παντελής τῆς ἁμαρτίας ἀπραξία συνέστηκε. Σημείωσις γάρ ἀληθής, ἡ διά σταυροῦ νεκροῦσα τό φρόνημα τῆς σαρκός καθέστηκε δύναμις. Πρός τό φυγεῖν ἀπό προσώπου τόξου· τουτέστιν, ἀπό τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας. Πρόσωπον γάρ τόξου, φημί δέ ἑκάστου δαιμονιώδους πάθους, ἡ τήν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστίν ἐπιφάνεια, καθάπερ ἀκίς βέλους τήν αἴσθησιν τιτρώσκουσα, καί πρός τά πάθη τήν ψυχήν ἀπρεπῶς διερεθίζουσα. Διόπερ ἀπό προσώπου τόξου φησίν ὁ Λόγος φεύξεσθαι τούς φοβουμένους τόν Κύριον, ἀλλ᾿ οὐκ ἀπό τόξου. Τό γάρ τόξον τῆς ἁμαρτίας, ἄνευ προσώπου τυχόν, οὐδέ τι δράσειε κατά τῶν φοβουμένων τόν Κύριον.

Ἐφ᾿ ᾧ ῥυσθῆναι τούς ἀγαπητούς τοῦ Θεοῦ.

Ἀγαπητοί δέ Θεοῦ εἰσιν, οἱ κατά θεωρίαν συνεκτικοί τῆς θείας γνώσεως λογισμοί· οὕς ῥύονται, οἱ κατά τήν πρακτικήν συνιστάμενοι τρόποι τῶν ἀρετῶν, ἀπό πάσης πλάνης καί πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατά πρόληψιν τῆς ἁμαρτίας [Fr. ἁμαρτιῶν] μνημῶν.

Σῶσον τῇ δεξιᾷ σου, καί ἐπάκουσόν μου. Ὁ Θεός ἐλάλησεν ἐν τῷ Ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι καί διαμεριῶ Σίκημα, καί τήν κοιλάδα τῶν Σκηνῶν διαμετρήσω.

Σώζει ὁ Θεός τῇ δεξιᾷ αὐτοῦ, διδούς τόν μονογενῆ αὐτοῦ Υἱόν· δεξιά γάρ τοῦ Πατρός ὁ Υἱός· λύτρον ὑπέρ τῆς κόσμου σωτηρίας. Ἐπακούει δέ, διδούς τῷ δικαίῳ, πρός τῇ ἀφέσει τῶν ἁμαρτημάτων, καί πνευματικά χαρίσματα. Ἀκούει μέν γάρ τοῦ ἱκευτόντος αὐτόν ὁ Θεός, πρῶτον διά τῆς μετανοίας ἄφεσιν διδούς ἁμαρτημάτων, ἐπακούει δέ, πρός τῇ ἀφέσει τῶν ἁμαρτημάτων, καί τά διά χάριτος πνευματικῆς διδούς ἐνεργήματα. Λαλεῖ δέ ἐν τῷ Ἁγίῳ αὐτοῦ· τουτέστιν, ἐν τῷ σαρκωθέντι αὐτοῦ λόγῳ, τόν θεῖον αὐτοῦ σκοπόν τόν ἀποκεκρυμμένον ἀπό τῶν αἰώνων καί ἀπό τῶν γενεῶν, κατά τήν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν. Διά τῆς καθ᾿ ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς, οἱονεί διαῤῥήδην βοῶν, καί τῷ βίῳ διδούς εἰς ὑποτύπωσιν αἰωνίου ζωῆς, εἰκόνα πάσης γεγωνοτέραν φωνῆς, τήν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Λαλεῖ δέ καί ἐν ἑκάστῳ ἁγίῳ φυλάττοντι αὐτοῦ τάς ἐντολάς· οἷον ζῶντας δεικνύς διά τῶν ἐργων τούς λόγους, καί πάσης φωνῆς γεγωνοτέρους.

Ἀγαλλιᾶται δέ ὁ δίκαιος, ἡνίκα τελειωθείς τῇ χάριτι τοῦ Μονογενοῦς, ἱκανός γένηται διαμερίσαι τήν Σίκημα· τουτέστιν, ἄλλοις ἀναλόγως ἐκ πείρας ἐπιστήμονος ὑποθέσθαι, τούς κατά τήν πρακτικήν ἀνδρικούς τῶν ἀρετῶν τρόπους. Ὠμίασις γάρ ἡ Σίκημα ἑρμηνεύεται· ὅπερ ἐστίν ἡ πάντων μέν ἐφεκτική τῶν παθῶν, πασῶν δέ ἐνεργητική τῶν ἀρετῶν ἕξις. Πράξεως γάρ σύμβολον τόν ὦμον εἶναι φασι.

Καί τήν κοιλάδα τῶν Σκηνῶν διαμετρεῖ· τούς προσφόρους ἑκάστῳ τῶν ὄντων κατά τήν φυσικήν θεωρίαν λόγους ἀπονέμων. Ἡ γάρ κοιλάς τῶν Σκηνῶν, ὁ παρών ἐστι κόσμος, ἐν ᾧ πάντων κατά τήν ἑκάστου διάφορον γνώμην τε καί διάθεσιν, ἀπαγής ὑπάρχει καί πρόσκαιρος σκηνῶν δίκην ἡ παροῦσα ζωή.

Ἤ πάλιν Σκηναί τυγχάνουσιν τῆς παρούσης κοιλάδος, οἱ τῶν ἀρετῶν τρόποι, οὕς διαιρεῖ γνωστικῶς τοῖς διδασκομένοις, πρός τήν ἑκάστου ἕξιν κατάλληλον διδούς ἀγωγήν καί προσφυλακήν [προφυλακήν] τῶν τιμίων, ὁ διανέμειν εἰδώς ἑκάστῳ διά τῆς καλῆς διδασκαλίας τήν ἁρμόζουσαν πρός σωτηρίαν ὁδόν.

Ἤ Σκηναί κοιλάδος ὑπάρχουσιν, αἱ διά Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ παγεῖσαι κατά τήν πᾶσαν τήν οἰκουμένην τῶν πιστευσάντων ἐθνῶν Ἐκκλησίαι· ὅ καί μᾶλλον ὡς οἶμαι, τῶν ἄλλων ἐστίν ἐπιφανέστερον.

Ἤ πάλιν, κοιλάδα Σκηνῶν διαμετρεῖ, ὁ τόν κόσμον τῶν σωμάτων καθάπερ κοιλάδα Σκηνῶν γνώσει περιλαμβάνων. Σκῆνος γάρ πολλαχοῦ τῆς Γραφῆς, τό σῶμα προσηγορεύθη.

Ἐμός ἐστι Γαλαάδ, καί ἐμός ἐστι Μανασσῆς, καί Ἐφραΐμ κραταίωσις τῆς κεφαλῆς μου.

Γαλαάδ κατά μίαν ἐπί τῷ ὀνόματι τούτῳ ἑρμηνειῶν, ἐστίν ἀποκάλυψις. Μανασσῆς δέ, ἑρμηνεύεται λήθη. Ἀποκάλυψις δέ καί λήθη εἰκότως προσγίνονται δικαίῳ· λαμβάνοντι μέν διά θεωρίας τῶν ἀποῤῥήτων τήν μύησιν· τῶν δέ κατ᾿ ἀρετήν πόντων τήν λήθην, διά τήν διαδεχομένην τούς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας. Ἐφραΐμ δέ ἑρμηνεύεται πλατυσμός· ὅπερ ἐστίν ἡ κατά πίστιν ἐπί τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς· ἥτις ἐστίν ἀντίληψις τῆς κεφαλῆς τοῦ δικαίου· τουτέστι, τῆς πίστεως. Παντός γάρ δικαίου κεφαλή ἡ πίστις ἐστί, καί παντός ἔργου ἀγαθοῦ. Κραταίωσις δέ ταύτης καθέστηκεν ἀσφαλής, ἡ τῶν μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς· καθ᾿ ἥν ὡς παρόντα τά μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν, ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες.

Ἰούδας βασιλεύς μου, Μωάβ λέβης τῆς ἐλπίδος μου.

Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται. Ἄρχει γάρ ἡ δι᾿ εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντός ἀγαθοῦ. Δύναται δέ νοηθῆναι καί εἰς τόν Κύριον ὁ Ἰούδας· ὅς ἐστιν ἀληθινός βασιλεύς τοῦ πνευματικοῦ Ἰσραήλ καί ὁρῶντος θεόν· ὁ ὑπέρ ἡμῶν ἡνίκα γέγονεν ἄνθρωπος, ἐξομολογούμενος πρός τόν Πατέρα, καί λέγων, Ἐξομολογοῦμαί σοι Πάτερ ἅγιε.

Μωάβ δέ, ἔντερον πατρός ἑρμηνεύεται, νοεῖται δέ τό ἡμέτερον σῶμα, δι᾿ οὗ κατά τήν πρακτικήν φιλοσοφίαν λουτροῦ δίκην, ὅπερ δηλοῖ σαφῶς ὁ λέβης, ἡ κάθαρσις πέφυκε γίνεσθαι τῶν ἁμαρτημάτων. Κάθαρσις γάρ ἐστιν ὁ λέβης, τῆς ἐλπίδος· τουτέστιν, ἡ διά βίου κατά τήν κάθαρσιν πρός κληρονομίαν τῶν κατ᾿ ἐλπίδα ἀποκειμένων ἡμῖν ἀγαθῶν ἑτοιμότης.

Δύναται δέ πάλιν νοηθῆναι ὁ Μωάβ καί εἰς τήν σάρκωσιν τοῦ Κυρίου. Υἱός γάρ ἀνθρώπου δι᾿ ἡμᾶς γέγονέ τε καί ἐχρημάτισεν ὁ ἀληθινός λέβης τῆς ἐλπίδος ἡμῶν, τουτέστιν ὁ ῥυπτικός καί καθαρτικός τῶν ἐκ τῆς ἁμαρτίας ἡμετέρων κηλίδων τε καί μολυσμῶν.

Ἐπί τήν Ἰδουμαίαν ἐκτενῶ τό ὑπόδημά μου.

Ἰδουμαία, αἱματώδης πηλός ἑρμηνεύεται· δύναται δέ ληφθῆναι καί εἰς τήν σάρκα τοῦ Κυρίου· δι᾿ ἧς ἐπέβη ὡς δι᾿ ὑποδήματος τοῖς ἀνθρώποις· ἄλλως χωρῆσαι τόν Ποιητήν μή δυναμένης τῆς κτίσεως· ἄπειρόν τε καί ἀχώρητον κατά φύσιν τυγχάνοντα.

Δύναται δέ πάλιν νοηθῆναι καί εἰς τήν ἑκάστου ἡμῶν σάρκα· ἐφ᾿ ἧς ἐκτείνομεν τό ὑπόδημα· τουτέστι τήν φρουροῦσαν τήν ψυχήν ἀπό τῶν πονηρῶν τοῦ διαβόλου τριβόλων τε καί ἀκανθῶν ἄσκησίν τε καί ἐγκράτειαν· τοῦτο γάρ χρή νοεῖσθαι τό ὑπόδημα. Ἄνευ γάρ ἀσκήσεως καί ἀκριβοῦς ἐγκρατείας, τά τῆς σαρκός πάθη καταπαλαῖσαι τόν ἀσκητήν τῆς εὐσεβείας, ἀμήχανον.

Δύναται δέ πάλιν νοηθῆναι ὑπόδημα ψυχῆς, καί ἡ διά λόγου καί θεωρίας νεκρωθεῖσα αἴσθησις· δι᾿ ἧς ἐπιβαίνουσα ἡ ψυχή τοῖς αἰσθητοῖς, τόν αἰῶνα τοῦτον ἀβλαβῶς διαπορεύεται, τούς αὐτῶν λόγους διά μέσης τῆς αἰσθήσεως ὡς ὑποδήματος, φαντασιουμένης τάς τῶν ὁρατῶν κατ᾿ εἶδος καί σχῆμα διαφοράς ἀναλεγομένη πρός τήν τοῦ ἑνός μόνου τε καί ἀρχικοῦ λόγου σύνεσιν καί ἐπίγνωσιν.

Ἐμοί ἀλλόφυλοι ὑπετάγησαν.

Ἡνίκα γάρ διά σαρκός τοῖς καθ᾿ ἡμᾶς ἐπεχωρίασε τόποις ὁ Κύριος, ὑπετάγη τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· οὐ μόνον καταργηθέντα τά πνεύματα τῆς πονηρίας, ἀλλά καί πάντα τά ἔθνη δεξάμενα διά τῆς κλήσεως τοῦ Εὐαγγελίου τό κήρυγμα, ὑπέκυψεν· ὑποτάσσονται δέ καί παντί δικαίῳ οἱ ἀλλόφυλοι, ἡνίκα ἐπιβαλών ὥσπερ ὑπόδημα τῇ γῇ τῆς σαρκός αὐτοῦ τήν νεκροῦσαν τόν νόμον τῆς ἁμαρτίας ἐγκράτειαν, δαμάσει οὐ μόνον τά ἐμφωλεύοντα αὐτῇ ἀκάθαρτα πάθη, ἀλλά καί τούς ἐνεργοῦντας ταῦτα πονηρούς καταργήσει δαίμονας.

Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς.

Πόλις ἐστί περιοχῆς, ἡ ἐκ πολλῶν συνηθροισμένη θείων καί μυστικῶν θεωρημάτων σοφία περιεχομένη, ἤγουν περιπεφραγμένη, καθώς ἕτερος ἔφη τῶν ἐκδοτῶν, τοῖς τῶν ἀρετῶν ὀχυρώμασιν.

Ἤ πάλιν πόλις ἐστί περιοχῆς, ἡ κατάστασις, καθ᾿ ἥν ἀνάλωτος καί ἀπροσπέλαστος γίνεται τοῖς πολεμίοις, διά τήν φρουροῦσαν αὐτόν τῶν ἁγίων Δυνάμεων περιβολήν, ὅ γε ἀληθῶς θεοσεβής καί φιλόθεος.

Ἤ πάλιν πόλις ἐστί περιοχῆς, ἡ λόγῳ καί βίῳ τετειχισμένη ψυχή, καί πάσαις ταῖς τῶν ἀρετῶν πλήθουσα χάρισιν.

Ἤ πάλιν πόλις ἐστί περιοχῆς, ἡ τῆς ἀληθοῦς καί ἀπταίστου γνώσεως ἕξις, ἡ ἐκ πάντων ἠθικῶν τε καί φυσικῶν καί θεολογικῶν θεωρημάτων περιεχομένη· εἰς ἥν ἀπάγεται πᾶς εὐσεβής, ὑπ᾿ ἄλλου μέν οὐδενός, ὑπό μόνου δέ τοῦ Θεοῦ τοῦ πάντας πρός ἑαυτόν ἕλκοντος δι᾿ ἄφατον ἀγαθότητος μέγεθος.

Ἤ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας.

Ἰδουμαία, καθώς ἔδειξε προλαβών ὁ λόγος, ἐστίν ἡ πάντων τῶν ὑπό αἴσθησιν κτισμάτων σύστασις· περί ἥν ἡ ἐν πνεύματι φυσική θεωρία συνίστασθαι πέφυκε· καθ᾿ ἥν ἐκ καλλονῆς καί μεγέθους κτισμάτων ἀναλόγως ὁ γενεσιουργός τῷ εὐσεβῶς ἀναλεγομένῳ τήν τῶν ὄντων γνῶσιν θεωρεῖται.

Ἤ τυχόν, ἡ κατ᾿ ἀρετήν πρακτική διά σαρκός φιλοσοφία· καθ᾿ ἥν τοῦ ἁγίου Πνεύματος γίνεται ναός τό ἡμέτερον σῶμα, τοῖς τῶν ἐντολῶν συνοικοδομούμενον κάλλεσιν εἰς ἥν ὁ αὐτός πάλιν ὁδηγεῖ Κύριος, χαριζόμενος τοῖς ἀγαπῶσιν αὐτόν καί τῶν ὁρωμένων τήν ἐπιστήμην, καί διδάσκων τῶν μελῶν τῆς γηΐνης ταύτης καί ἐπικήρου σαρκός τήν νέκρωσιν.

Ἤ, ἵνα συνελών εἴπω, πόλις ἐστί περιοχῆς ἡ τῶν νοητῶν γνωστική θεωρία. Ἰδουμαία δέ, ἡ τῶν αἰσθητῶν ἐπιστήμη· εἰς ἅ ἀπάγει τε καί ὁδηγεῖ ἡ μόνη τοῦ Θεοῦ καί πατρός σοφία, ὁ μονογενής Υἱός. Διό ἐπάγων ὁ Προφήτης, φησίν·

Οὐχί σύ ὁ Θεός ὁ ἀπωσάμενος ἡμᾶς;

Τουτέστιν, ὅτι Σύ ὁ Θεός ὁ κατ᾿ ἀρχάς διά τήν ἁμαρτίαν ἀπωσάμενος ἡμᾶς· αὐτός διά σπλάχνα ἐλέους σου οἰκτειρήσας, ἀπάγεις εἰς πόλιν περιοχῆς, καί ὁδηγεῖς ἕως τῆς Ἰδουμαίας, κατά τήν προαποδεδομένην ἐξήγησιν.

Καί οὐκ ἐξελεύσῃ, ὁ Θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.

Οὐ γάρ ἐξελεύσεται ὁ Θεός ἐν τῷ ἐφ᾿ ἑαυτῷ θαῤῥοῦντι, καί ἐπί τῷ τόξῳ ἐλπίζοντι, κατά τήν ῥομφαίαν ἐπιγραφομένῳ ἑαυτοῦ σωτήριον. Ἀλλ᾿ ἐν τοῖς ἐν αὐτῷ τῷ Θεῷ κερατιοῦσι τούς ἐχθρούς, καί ἐν τῷ ὀνόματι αὐτοῦ ἐξουδενοῦσι τούς ἐπανισταμένους αὐτοῖς, εἰκότως ὁ Θεός ἐξελεύσεται πρός τόν κατά τῶν ἀοράτων ἐχθρῶν πόλεμον.

Δός ἡμῖν βοήθειαν ἐκ θλίψεως, καί ματαία σωτηρία ἀνθρώπου.

Εὐκτικῶς δέεται τοῦ Θεοῦ καί Σωτῆρος ἐκ προσώπου τῆς κοινῆς φύσεως ὁ Προφήτης, δοθῆναι ἡμῖν βοήθειαν ἐκ τῆς θλίψεως· δηλαδή τῆς κατασκεδασθείσης τῆς φύσεως διά τήν ἁμαρτίαν, καί μέχρι τῶν τοῦ ᾅδου πυλῶν αὐτήν καταπιεσάσης. Θλίψις γάρ, κατ᾿ ἐμέ φάναι, ἡ τοῦ θανάτου καί τῆς φθορᾶς ἐστι τυραννίς καί ἐπικράτεια· βοήθεια δέ, ἡ διά τῆς χάριτος βεβαία τῆς ἀναστάσεως ἐλπίς· πρός ἥν ἀφορῶντες οἱ εὐσεβεῖς, τήν τοῦ θανάτου κατήφειαν ἀλύπως διαφέρουσιν.

Ἤ πάλιν θλίψις ἐστίν, ὁ ὑπέρ ἀρετῆς πόνος· βοήθεια δέ, ἡ τοῦτον διαδεχομένη κατά Θεοῦ χάριν ἀπάθεια· πρός ἥν πᾶσα συγκρινομένη ἀνθρώπων σωτηρία, ματαιότης ἐστί καί παντελής ἀνυπαρξία. Τοῦτο γάρ δίκαιον νοεῖσθαι τήν ματαιότητα.

Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καί αὐτός ἐξουδενώσει τούς θλίβοντας ἡμᾶς.

Ἐν τῷ Θεῷ ποιοῦσι δύναμιν, οἱ μη ἐπιγράφοντες ἑαυτοῖς τῶν ἀρετῶν τά κατορθώματα, μηδέ τῇ ἑαυτῇ σοφίᾳ τήν τῶν θείων μυστηρίων κατάληψιν· ἐν οἷς αὐτός ὁ Θεός μονώτατος, καί ὅλος χωρῶν, ἐξουδενῶν πάντας τούς ἀντικειμένους τῇ τε ἀρετῇ καί τῇ γνώσει πονηρούς δαίμονας, καί διά κακίας καί ἀγνωσίας ἐκθλίβειν ἐπιχειροῦντας τούς φοβουμένους αὐτόν. Αὐτός γάρ πάντων ὑπάρχει Σωτήρ, ὅτι καί πάντων Δημιουργός. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Πηγή : el.wikisource.org/wiki

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: