Άγιος Μάξιμος ο Ομολογητής – Εις την προσευχήν του Πάτερ Ημών.

Αὐτόν ἐδεξάμην τόν θεοφύλακτόν μου δεσπότην διά τῶν αὐτοῦ πανευφήμων γραμμάτων παραγινόμενον· τόν ἀεί μέν παρόντα, καί ἀπεῖναι τῷ πνεύματι παντελῶς οὐ δυνάμενον· ὅμως δέ δι᾿ ἀρετῆς περιουσίαν θεομιμήτως συγγίνεσθαι τοῖς αὐτοῦ δούλοις, καί δ᾿ ἧς ὁ Θεός δέδωκε τῇ φύσει προφάσεως, οὐκ ἀπαναινόμενον. Διό θαυμάσας αὐτοῦ τό μέγεθος τῆς συγκαταβάσεως, πόθῳ σύγκρατον τόν πρός αὐτόν φόβον ἐποιησάμην· καί μίαν ἐξ ἀμφοτέρων, φόβου τε καί πόθου, ἀγάπην ἐνεστησάμην, δι᾿ αἰδοῦς καί εὐνοίας συνισταμένην· ἵνα μήτε μῖσος ὁ φόβος γίνηται τοῦ πόθου γυμνούμενος, μήτε καταφρόνησις ὁ πόθος, τόν σώφρονα φόβον συνημμένον οὐκ ἔχων· ἀλλά νόμος ἡ ἀγάπη τυγχάνουσα δειχθῇ στοργῆς ἐνδιάθετος, ἅπαν τό κατά φύσιν συγγενές οἰκειούμενος· δι᾿ εὐνοίας μέν, τό μῖσος χειρούμενος· δι᾿ αἰδοῦς δέ, πόῤῥω ποιούμενος τήν καταφρόνησιν· ὅν δή μάλιστα πάντων, φημί δέ τόν φόβον, τῆς θείας ἀγάπης συστατικόν ἐπιγνούς Δαβίδ ὁ μακάριος, φησίν· Ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος· ἕτερον δηλαδή τοῦτο εἰδώς, παρά τόν ἐπ᾿ ἐγκλήμασι δέει τιμωρίας συνιστάμενον φόβον· εἴπερ ὁ μέν ἔξω γίνεται, τῇ παρουσίᾳ τῆς ἀγάπης παντελῶς ἀφανιζόμενος, ὥς που τοῖς ἑαυτοῦ λόγοις ὁ μέγας εὐαγγελιστής Ἰωάννης δείκνυται, φάσκων· Ἡ ἀγάπη ἔξω βάλλει τόν φόβον· ὁ δέ, τόν τῆς ἀληθοῦς στοργῆς φυσικῶς χαρακτηρίζει νόμον· αἰδοῖ συντηρῶν εἰς αἰῶνα τοῖς ἁγίοις, πρός τε Θεόν καί ἀλλήλους, τόν τῆς ἀγάπης θεσμόν τε καί τρόπον παντελῶς ἀδιάφθορον.

Πόθῳ γοῦν, ὡς ἔφην, κἀγώ κεράσας τόν φόβον, πρός τόν ἐμόν Δεσπότην, τοῦτον τῆς ἀγάπης συνεστησάμην τόν νόμον μέχρι τῆς σήμερον· αἰδοῖ μέν τοῦ γράφειν εἰργόμενος, ἵνα μή λάβῃ χώραν ἡ καταφρόνησις· εὐνοίᾳ δέ πρός τό γράφειν ὠθούμενος, ἵνα μή νομισθῇ μῖσος ἡ τελεία τοῦ γράφειν παραίτησις. Γράφω δέ, τοῦτο πράττειν κελευόμενος, οὐχ ὅσα λογίζομαι· Λογισμοί γάρ ἀνθρώπων δειλοί, κατά τήν Γραφήν· ἀλλ᾿ ὅσα βούλεται Θεός, καί χάριτι πρός τήν τοῦ συμφέροντος γένεσιν ἐπιδίδωσιν. Ἡ γάρ βουλή τοῦ Κυρίου, φησίν ὁ Δαβίδ, εἰς τόν αἰῶνα μένει· λογισμοί τῆς καρδίας αὐτοῦ εἰς γενεάν καί γενεάν· βουλήν μέν τυχόν φήσας τοῦ Θεοῦ καί Πατρός, τήν ἐπί θεώσει τῆς ἡμετέρας φύσεως ἀπόῤῥητον κένωσιν τοῦ μονογενοῦς Υἱοῦ, καθ᾿ ἥν ἔχειν πάντων τῶν αἰώνων τό πέρας περιγραφόμεον· λογισμούς δέ τῆς καρδίας αὐτοῦ, τούς τῆς προνοίας καί τῆς κρίσεως λόγους· καθ᾿ οὕς τήν τε παροῦσαν ἡμῶν ζωήν καί τήν μέλλουσαν, ὥσπερ τινάς γενεάς διαφόρους σοφῶς διεξάγει, καταλλήλως ἑκάστην τόν πρέποντα τρόπον τῆς ἐνεργείας προσνέμων.

Εἰ δέ θείας ὑπάρχει βουλῆς ἔργον ἡ τῆς ἡμετέρας φύσεως θέωσις· καί τῶν θείων λογισμῶν ἐστι σκοπός, ἡ πρός τό πέρας διεξαγωγή τῶν ζητουμένων τῆς ἡμετέρας ζωῆς· ἄρα συμφέρει τῆς τοῦ Κυρίου προσευχῆς γνῶναί τε καί πρᾶξαι, καί οὕτω δεόντως γράψαι, τήν δύναμιν. Ἐπεί δέ μάλιστα ταύτης καί ὁ ἐμός Δεσπότης πρός ἐμέ τόν αὐτοῦ δοῦλον γράφων θεόθεν κινηθείς ἐπεμνήσθη τῆς προσευχῆς, ἥν καί τῶν ἐμῶν ἀναγκαίως ὑπόθεσιν λόγων ποιούμενος, αἰτοῦμαι τόν ταύτης διδάσκαλον τῆς προσευχῆς Κύριον, διανοῖξαί μου τόν νοῦν πρός κατανόησιν τῶν ἐν αὐτῇ μυστηρίων, καί δοῦναι σύμμετρον λόγον πρός τήν τῶν νοουμένων σαφήνειαν. Ὅλον γάρ ἔχει κατά περιγραφήν τόν ἐν τοῖς εἰρημένοις σκοπόν μυστικῶς κεκρυμμένον· ἤ, τόγε κυριώτερον εἰπεῖν, τοῖς ἐῤῥωμένοις τόν νοῦν ἐμφανῶς κηρυττόμενον. Πάντων γάρ ὧν διά σαρκός γέγονεν αὐτουργός κενωθείς ὁ τοῦ Θεοῦ Λόγος, αἴτησιν ἔχει τῆς προσευχῆς ὁ λόγος, διδάσκων ἐκείνων μεταποιεῖσθαι τῶν ἀγαθῶν, ὧν μόνος ὁ Θεός καί Πατήρ δι᾿ Υἱοῦ φυσικῶς μεσιτεύοντος ἐν ἁγίῳ Πνεύματι κατ᾿ ἀλήθειάν ἐστι χορηγός· εἴπερ μεσίτης Θεοῦ καί ἀνθρώπων, κατά τόν θεῖον Ἀπόστολον, ὁ Κύριός ἐστιν Ἰησοῦς· τοῖς μέν ἀνθρώποις, διά σαρκός ἐμφανῆ ποιῶν ἀγνοούμενον τόν Πατέρα· τῷ δέ Πατρί διά Πνεύματος ἐν ἑαυτῷ τούς ἀνθρώπους καταλλαγέντας προσάγων· ὑπέρ ὧν, καί διά οὕς ἀτρέπτως γενόμενος ἄνθρωπος, πολλῶν ὅσον οὐδέπω μέτρῳ περιλαβεῖν, τό τε πλῆθος καί μέγεθος δεδύνηται λόγος, καινῶν μυστηρίων αὐτουργός γίνεται καί διδάσκαλος· ὧν ἑπτά τόν ἀριθμόν γενικώτερα τῶν λοιπῶν, κατ᾿ ἐξαίρετον φιλοτιμίαν πέφανται τοῖς ἀνθρώποις δεδωρημένος· ὧν μυστικῶς περιέχει τήν δύναμιν, ὡς ἔφην, τῆς προσευχῆς ὁ σκοπός· θεολογίαν, υἱοθεσίαν ἐν χάριτι, ἰσοτιμίαν τήν πρός ἀγγέλους, ἀϊδίου ζωῆς μετοχήν, φύσεως ἀπαθῶς πρός ἑαυτήν νευούσης ἀποκατάστασιν, τοῦ νόμου τῆς ἁμαρτίας κατάλυσιν, καί τῆς τοῦ κρατήσαντος ἡμῶν δι᾿ ἀπάτης πονηροῦ τυραννίδος καθαίρεσιν. Σκοπῶμεν οὖν τήν τῶν λεχθέντων ἀλήθειαν.

Θεολογίαν μέν γάρ διδάσκει σαρκούμενος ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἐν ἑαυτῷ δεικνύς τόν Πατέρα καί τό Πνεῦμα τό ἅγιον. Ὅλος γάρ ἦν ὁ Πατήρ, καί ὅλον τό Πνεῦμα τό ἅγιον, οὐσιωδῶς ἐν ὅλῳ τελείως τῷ Υἱῷ καί σαρκουμένῳ, οὐ σαρκούμενοι· ἀλλ᾿ ὁ μέν εὐδοκῶν, τό δέ συνεργοῦν, αὐτουργοῦντι τῷ Υἱῷ τήν σάρκωσιν· εἴπερ ἔννους ὁ Λόγος διέμεινε καί ζῶν, καί μηδενί τό παράπαν ἄλλῳ κατ᾿ οὐσίαν χωρούμενος, ἤ μόνῳ τῷ Πατρί καί τῷ Πνεύματι, καί πρός τήν σάρκα διά φιλανθρωπίαν, τήν καθ᾿ ὑπόστασιν ποιησάμενος ἕνωσιν.

Υἱοθεσίαν δέ δίδωσι, τήν ὑπέρ φύσιν ἄνωθεν διά Πνεύματος ἐν χάριτι δωρούμενος γέννησιν· ἧς ἐν Θεῷ [al. σύν Θεῷ] φυλακή τε καί τήρησίς ἐστιν, ἡ τῶν γεννωμένων προαίρεσις· διαθέσει γνησίᾳ τήν δοθεῖσαν στέργουσα χάριν, καί τῇ πράξει τῶν ἐντολῶν ἐπιμελῶς τό κατά χάριν δοθέν ὡραΐζουσα κάλλος· καί τοσοῦτον τῇ κενώσει τῶν παθῶν μεταποιουμένη θεότητος, ὅσον ὁ τοῦ Θεοῦ Λόγος τῆς οἰκείας ἀκραίφνους δόξης, οἰκονομικῶς ἑαυτόν κατά θέλησιν κενώσας, γενόμενος ἀληθῶς κεχρημάτικεν ἄνθρωπος.

Ἰσοτίμους δέ τοῖς ἀγγέλοις τούς ἀνθρώπους πεποίηκεν, οὐ καθότι μόνον Εἰρηνοποιήσας διά τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά ἐν τοῖς οὐρανοῖς καί τά ἐπί τῆς γῆς, καί καταργήσας τάς πληρούσας τόν μέσον οὐρανοῦ καί γῆς τόπον ἀντικειμένας δυνάμεις, μίαν πρός τήν τῶν θείων δώρων διανομήν τῶν ἐπιγείων καί οὐρανίων δυνάμεων ἀπέδειξεν οὖσαν πανήγυριν· τῆς ἀνθρωπίνης φύσεως ἐν ἀγαλλιάσει κατά τό ἕν καί τό αὐτό θέλημα ταῖς ἄνω δυνάμεσι τήν δόξαν τοῦ Θεοῦ συνεπηχούσης· ἀλλ᾿ ὅτι καί μετά τήν πλήρωσιν τῆς ὑπέρ ἡμῶν οἰκονομίας, μετά τοῦ προσληφθέντος ἀναληφθείς σώματος, οὐρανόν καί γῆν ἥνωσε δι᾿ ἑαυτοῦ· καί τοῖς νοητοῖς συνῆψε τά αἰσθητά, καί μίαν ἔδειξε τήν κτιστήν φύσιν ταῖς τῶν ἑαυτῆς ἀκρότησι μερῶν, κατ᾿ ἀρετήν τε καί τῆς πρώτης αἰτίας ἐπίγνωσιν, πρός ἑαυτήν συνδεομένην· δεικνύς, οἶμαι, δι᾿ ὧν ἐπετέλει μυστικῶς, ὡς ὁ μέν λόγος ἐστί τῶν διεστώτων ἕνωσις· ἡ δέ ἀλογία, τῶν ἡνωμένων διαίρεσις· καί μάθωμεν λόγου μεταποιεῖσθαι διά τῆς πράξεως, ἵνα μή μόνον ἀγγέλοις κατ᾿ ἀρετήν, ἀλλά καί Θεῷ γνωστικῶς κατά τήν τῶν ὄντων ἑνωθῶμεν ἀφαίρεσιν.

Ζωῆς δέ θείας μεταποιεῖται μετάδοσιν, ἐδώδιμον ἑαυτόν ἐργαζόμενος, ὡς οἶδεν αὐτός, καί οἱ παρ᾿ αὐτοῦ τοιαύτην αἴσθησιν νοεράν εἰληφότες, ὥστε τῇ γεύσει ταύτης τῆς βρώσεως, εἰδέναι, κατ᾿ ἐπίγνωσιν ἀληθῶς, ὅτι χρηστός ὁ Κύριος, ποιότητι θείᾳ πρός θέωσιν μετακιρνῶν τούς ἐσθίοντας· οἷα δή σαφῶς ζωῆς καί δυνάμεως ἄρτος καί ὤν καί καλούμενος.

Τήν φύσιν δέ πρός ἑαυτήν ἀποκαθίστησιν, οὐ καθότι μόνον γενόμενος ἄνθρωπος, ἀπαθῆ τήν γνώμην πρός τήν φύσιν ἐτήρησε καί ἀστασίαστον· μηδέ πρός αὐτούς τούς σταυρώσαντας τῆς κατά φύσιν οἰκείας σαλευομένην τό σύνολον βάσεως· τοὐναντίον δέ μᾶλλον αἱρουμένην ἀντί ζωῆς τόν ὑπέρ αὐτῶν θάνατον· καθ᾿ ὅ καί τό τοῦ πάθους ἑκούσιον δείκνυται, τῇ τοῦ πάσχοντος φιλανθρώπῳ διαθέσει κυρούμενον· ἀλλ᾿ ὅτι καί τήν ἔχθραν κατήργησε, προσηλώσας τῷ σταυρῷ τό τῆς ἁμαρτίας χειρόγραγον, δι᾿ ὅ πρός ἑαυτήν ἀσπόνδως εἶχεν ἡ φύσις τόν πόλεμον· καί τούς μακράν καί τούς ἐγγύς καλέσας, τούς ὑπό νόμον δηλαδή καί τούς ἔξω νόμου· καί τό μεσότοιχον τοῦ φραγμοῦ λύσας, τόν νόμον δηλονότι τῶν ἐντολῶν σαφηνίσας ἐν δόγμασι· τούς δύο ἔκτισεν εἰς ἕνα καινόν ἄνθρωπον, ποιῶν εἰρήνην καί ἀποκαταλλάσσων ἡμᾶς δι᾿ ἑαυτοῦ τῷ Πατρί, καί ἀλλήλοις, οὐκ ἔχοντας ἔτι τήν γνώμην ἀνθισταμένην τῷ λόγῳ τῆς φύσεως· ἀλλ᾿ ὥσπερ τήν φύσιν, οὕτω καί τήν γνώμην ὄντας ἀναλλοιώτους.

Καθαράν δέ τοῦ νόμου τῆς ἁμαρτίας τήν φύσιν καθίστησιν, ἡδονήν προκαθηγεῖσθαι τῆς δι᾿ ἡμᾶς αὐτοῦ μή συγχωρήσας σαρκώσεως· ἄσπορος γάρ γέγονε παραδόξως ἡ σύλληψις, καί ἄφθορος ὑπέρ φύσιν ἡ γέννησις· ἐπισφίγγοντος δηλαδή τοῦ τεχθέντος Θεοῦ τῇ μητρί, πλέον τῆς φύσεως, τά δεσμά τῆς παρθενίας διά γεννήσεως· καί τήν φύσιν ἅπασαν, τῆς τοῦ κρατήσαντος νόμου δυναστείας, ἐν τοῖς βουλομένοις ἐλευθεροῦντος τῆ κατ᾿ αἴσθησιν νεκρώσει τῶν ἐπί γῆς μελῶν, τόν αὐτοῦ μιμουμένοις αὐθαίρετον θάνατον. Βουλομένων γάρ, οὐ τυραννουμένων τό τῆς σωτηρίας μυστήριον.

Τῆς δέ τοῦ κρατήσαντος ἡμῶν δι᾿ ἀπάτης πονηροῦ τυραννίδος ποιεῖται καθαίρεσιν, τήν σάρκα τήν νικηθεῖσαν ἐν τῷ Ἀδάμ, ὅπλον κατ᾿ αὐτοῦ προβαλλόμενος, καί νικῶν· ἵνα δείξῃ τήν πρότερον ἁλοῦσαν πρός θάνατον, ἑλοῦσαν τόν ἑλόντα, καί θανάτῳ φυσικῷ τήν ἐκείνου ζωήν διαφθείρουσαν· καί γινομένην, αὐτῷ μέν δηλητήριον, πρός τό πάντας οὕς κατέπιεν ἰσχύσας, ὡς ἔχων τοῦ θανάτου τό κράτος, ἐμέσαι· ζωήν δέ τῷ γένει τῶν ἀνθρώπων, πᾶσαν ὥσπερ φύραμα τήν φύσιν πρός ἀνάστασιν ὠθοῦσαν ζωῆς, ὑπέρ ἧς μάλιστα Θεός ὤν ὁ Λόγος, ἄνθρωπος γίνεται (τό ξένον ὄντως πρᾶγμα καί ἄκουσμα) καί τόν σαρκός θέλων καταδέχεται θάνατον. Τούτων ἁπάντων, ὡς ἔφην, αἴτησιν ἔχων ὁ τῆς προσευχῆς εὑρεθήσεται λόγος.

Πατέρα γάρ, καί Πατρός ὄνομα λέγει, καί βασιλείαν· καί τούτου τοῦ Πατρός αὖθις Υἱόν ἐν χάριτι, τόν προσευχόμενον ὄντα παρίστησιν. Ἑνός τε θελήματος τούς ἐν οὐρανῷ καί γῇ γενέσθαι ζητεῖ. Ἄρτον αἰτεῖσθαι προστάττειν τόν ἐπιούσιον. Καταλλαγήν τοῖς ἀνθρώποις νομοθετεῖ [alter codex ἐπιζητεῖ], καί τῷ συγχωρεῖν καί συγχωρεῖσθαι τήν φύσιν πρός ἑαυτήν συνδεῖ, τῇ διαφορᾷ τῆς γνώμης μή τεμνομένην. Εἴς τε πειρασμόν εἰσελθεῖν, ὡς νόμον ἁμαρτίας, ἀπεύχεσθαι διδάσκει· καί ῥυσθεῖναι τοῦ πονηροῦ παραινεῖ. Ἔδει γάρ τόν αὐτουργόν καί δοτῆρα τῶν ἀγαθῶν εἶναι καί διδάσκαλον, οἷα δή μαθηταῖς, τοῖς πιστεύουσιν εἰς αὐτόν, καί μιμουμένοις αὐτοῦ τήν διά σαρκός ἀγωγήν, ὑποθήκας ζωῆς ταύτης παρεχόμενον τῆς προσευχῆς τά ῥητά [Cat. Fr. Venet., ρήματα]· δι᾿ ὧν τούς ἐν αὐτῷ κατ᾿ εἶδος ὑφεστῶτας τῆς σοφίας καί τῆς γνώσεως ἀποκρύφους ἐμήνυε θησαυρούς, πρός τήν αὐτῶν ἀπόλαυσιν δηλονότι τῶν αἰτούντων ἐλαύνων τήν ἔφεσιν.

Διά τοῦτο προσευχήν, οἶμαι, ταύτην κέκληκε τήν διδασκαλίαν ὁ λόγος, ὡς αἴτησιν ἔχουσαν τῶν ἀνθρώποις κατά χάριν ἐκ Θεοῦ διδομένων δώρων. Οὕτω γάρ οἱ θεόπνευστοι Πατέρες ἡμῶν ὁριστικῶς περί τῆς προσευχῆς διεξῆλθον, φήσαντες, εἶναι τήν προσευχήν αἴτησιν, ὧν Θεός πρεπόντως ἑαυτῷ δωρεῖσθαι πέφυκεν ἀνθρώποις· ὥσπερ καί τήν εὐχήν, ὑπόσχεσιν, ἤγουν ἐπαγγελίαν, ὧν γνησίως λατρεύοντες Θεῷ προσκομίζουσιν ἄνθρωποι, τήν Γραφήν μαρτυροῦσαν τῷ οἰκείῳ λόγῳ πολλαχῶς παραστήσαντες, ὡς τό, Εὔξασθε, καί ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· καί, Ὅσα ηὐξάμην, ἀποδώσω σοι Σωτῆρί μου τῷ Κυρίῳ· περί τῆς εὐχῆς εἰρημένα· καί αὖθις περί προσευχῆς, ὡς τό, Καί προσηύξατο Ἄννα πρός Κύριον, λέγουσα· Κύριε Ἀδωναΐ, Ἐλωΐ σαβαώθ, ἐάν εἰσακούων εἰσακούσης τῆς δούλης σου, καί δῷς μοι καρπόν κοιλίας· καί, Προσηύξατο Ἐζεκίας βασιλεύς Ἰούδα, καί Ἠσαΐας υἱός Ἀμῶς ὁ προφήτης πρός Κύριον· καί τό, Ὅτ᾿ ἄν ὑμεῖς προσεύχησθε, λέγετε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, παρά τοῦ Κυρίου τοῖς μαθηταῖς εἰρημένον· ὡς εἶναι δύνασθαι τήν μέν εὐχήν, ἐντολῶν τήρησιν κατά γνώμην τοῦ ηὐγμένου κεκυρωμένην· τήν δέ προσευχήν, τῆς πρός τά τηρηθέντα καλά τοῦ τετηρηκότος μεταποιήσεως αἴτησιν· ἤ μᾶλλον, τήν μέν εὐχήν ἀρετῆς ἆθλον, ὅ δή μάλιστα προσφιλῶς δέχεται Θεός προσκομιζόμενον· τήν δέ προσευχήν, ἀρετῆς ἔπαθλον· ὅ δή μάλα χαίρων Θεός ἀντιδίδωσιν.

Οὐκοῦν, ἐπειδή δέδεικται τῶν ὑπό τοῦ Λόγου σαρκωθέντος ἀγαθῶν αἴτησιν εἶναι τήν προσευχήν, αὐτόν προστησάμενοι τοῦ Λόγου τῆς προσευχῆς τόν διδάσκαλον, θαῤῥοῦντες ἐπέλθωμεν, ἐπιμελῶς ἑκάστου ῥητοῦ γυμνάσαντες [Venet. et. Fr. γυμνάζοντες], ὡς οἷον τε θεωρίᾳ τήν ἔννοιαν· ὡς αὐτός τε χορηγεῖν συμφερόντως εἴωθεν ὁ Λόγος, καί χωρεῖν δίδωσι τῆς τοῦ λέγοντος διανοίας τήν δύναμιν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου.

Εὐθύς καθηκόντως θεολογίας ἐν τούτοις ἀπάρξασθαι διδάσκει τοῖς προσευχομένοις ὁ Κύριος, καί τήν πως ὕπαρξιν τῆς τῶν ὄντων ποιητικῆς αἰτίας μυσταγωγεῖ, κατ᾿ οὐσίαν τῶν ὄντων αἴτιος ὤν. Πατρός γάρ, καί ὀνόματος Πατρός, καί βασιλείας Πατρός δήλωσιν ἔχει τῆς προσευχῆς τά ῥητά· ἵν᾿ ἀπ᾿ αὐτῆς διδαχθῶμεν τῆς ἀρχῆς τήν μοναδικήν Τριάδα σέβειν, ἐπικαλεῖσθαί τε καί προσκυνεῖν. Ὄνομα γάρ τοῦ Θεοῦ καί Πατρός οὐσιωδῶς ὑφεστώς ἐστιν ὁ μονογενής Υἱός· καί βασιλεία τοῦ Θεοῦ καί Πατρός, οὐσιωδῶς ἐστιν ὑφεστῶσα, τό Πνεῦμα τό ἅγιον.Ὅ γάρ ἐνταῦθα Ματθαῖός φησι βασιλείαν, ἀλλαχοῦ τῶν εὐαγγελιστῶν ἕτερος Πνεῦμα κέκληκεν ἅγιον, φάσκων, Ἐλθέτω σου τό Πνεῦμα τό ἅγιον, καί καθαρισάτω ἡμᾶς. Οὐ γάρ ἐπίκτητον ὁ Πατήρ ἔχει τό ὄνομα, οὔτε μήν ὡς ἀξίαν ἐπιθεωρουμένην αὐτῷ νοοῦμεν τήν βασιλείαν. Οὐκ ἦρκται γάρ τοῦ εἶναι, ἵνα καί τοῦ πατήρ ἤ βασιλεύς εἶναι ἄρξηται· ἀλλ᾿ ἀεί ὤν, ἀεί καί πατήρ ἐστι καί βασιλεύς· μήτε τοῦ εἶναι, μήτε τοῦ πατήρ ἤ βασιλεύς εἶναι τό παράπαν ἠργμένος. Εἰ δέ ἀεί ὤν, ἀεί καί πατήρ ἐστι καί βασιλεύς, ἀεί ἄρα καί ὁ Υἱός καί τό Πνεῦμα τό ἅγιον οὐσιωδῶς τῷ Πατρί συνυφεστήκασιν, ἐξ αὐτοῦ τε ὄντα, καί ἐν αὐτῷ φυσικῶς, ὑπέρ αἰτίαν καί λόγον, ἀλλ᾿ οὐ μετ᾿ αὐτόν, γενόμενα δι᾿ αἰτίαν ὕστερον. Ἡ γάρ σχέσις συνενδείξεων κέκτηται δύναμιν, τά ὧν ἔστι τε καί λέγεται σχέσις, μετ᾿ ἄλληλα θεωρεῖσθαι μή συγχωροῦσα.

Ταύτης οὖν ἀπαρξάμενοι τῆς προσευχῆς, γεραίρειν ἐναγόμεθα [in cat. ἐπειγόμεθα] τήν ὁμοούσιόν τε καί ὑπερούσιον Τριάδα, ὡς ποιητικήν αἰτίαν τῆς ἡμετέρας γενέσεως. Πρός δέ, καί τήν εἰς ἡμᾶς ἐξαγγέλειν διδασκόμεθα χάριν τῆς υἱοθεσίας, τόν φύσει δημιουργόν χάριτι Πατέρα καλεῖν ἀξιούμενοι· ἵνα τοῦ κατά χάριν Γεννήτορος αἰδεσθέντες τήν προσηγορίαν, ἐν τῷ βίῳ τούς χαρακτῆρας ἐπισημαίνειν σπουδάζωμεν τοῦ γεννήσαντος, ἁγιάζοντος αὐτοῦ ἐπί γῆς τό ὄνομα, καί πατρώζοντες, καί τέκνα διά τῶν πραγμάτων δεικνύμενοι, καί τόν ταύτης αὐτουργόν τῆς υἱοθεσίας φυσικόν τοῦ Πατρός Υἱόν, δι᾿ ὧν νοοῦμεν ἤ πράττομεν, μεγαλύνοντες.

Ἁγιάζομεν δέ τοῦ ἐν οὐρανοῖς κατά χάριν Πατρός τό ὄνομα, τήν πρόσυλον δηλαδή νεκροῦντες ἐπιθυμίαν, καί φθοροποιῶν ἐκκαθαιρόμενοι παθῶν· εἴπερ ἁγιασμός ἐστιν, ἡ κατ᾿ αἴσθησιν τῆς ἐπιθυμίας παντελής ἀκινησία [cat. ἐξορία] καί νέκρωσις· ἐν ᾗ γενόμενοι, τάς ἀπρεπεῖς τοῦ θυμοῦ κατευνάζομεν ὑλακάς, οὐκ ἔχοντος ἔτι διεγείρουσαν αὐτόν, καί τῶν οἰκείων ἡδονῶν ὑπεραγωνίζεσθαι πείθουσαν τήν ἐπιθυμίαν, ἤδη τῇ κατά τόν λόγον ἁγιότητι νεκρωθεῖσαν. Κατά φύσιν γάρ τῆς ἐπιθυμίας ὑπάρχων ἔκδικος ὁ θυμός, τοῦ μαίνεσθαι παύεσθαι πέφυκεν, ὁπηνίκα ταύτην ἴδῃ νεκρωμένην.

Εἰκότως οὖν, τῇ τοῦ θυμοῦ καί τῆς ἐπιθυμίας ἀποβολῇ, τό τῆς βασιλείας τοῦ Θεοῦ καί Πατρός κατά τήν προσευχήν ἐπιγίνεται κράτος, τοῖς μετά τήν τούτων ἀπόθεσιν λέγειν ἀξιουμένοις, Ἐλθέτω ἡ βασιλεία σου· τουτέστι, τό Πνεῦμα τό ἅγιον· ἤδη τῷ τῆς πραότητος λόγῳ τε καί τρόπῳ ναοποιηθεῖσι τῷ Θεῷ διά τοῦ Πνεύματος. Ἐπί τίνα γάρ, φησί, καταπαύσω, ἀλλ᾿ ἤ ἐπί τόν πρᾶον καί ταπεινόν, καί τρέμοντά μου τούς λόγους; ὡς ἐντεῦθεν εἶναι δῆλον, ὅτι τῶν ταπεινῶν καί πραέων ἐστίν ἡ βασιλεία τοῦ Θεοῦ καί Πατρός. Μακάριοι γάρ, φησίν, οἱ πραεῖς, ὅτι αὐτοί κληρονομήσουσι τήν γῆν. Γῆν ταύτην κατά φύσιν μέσην τοῦ παντός ἀπολαβοῦσαν θέσιν ὁ Θεός οὐκ ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν κληρονομίαν· εἴπερ ἀληθεύει φάσκων, Ὅταν γάρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ᾿ εἰσίν ὡς ἄγγελοί ἐν τοῖς οὐρανοῖς. Καί, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπό καταβολῆς κόσμου. Καί ἀλλαχοῦ πάλιν ἑτέρῳ μετ᾿ εὐνοίας δουλεύσαντι, Εἴσελθε εἰς τήν χαράν τοῦ Κυρίου σου. Καί μετ᾿ αὐτόν ὁ θεῖος Ἀπόστολος, Σαλπίσει γάρ, καί οἱ νεκροί ἐν Χριστῷ, πρῶτοι ἐγερθήσονται ἄφθαρτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ παραλειπόμενοι, ἅμα σύν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καί οὕτω πάντοτε σύν Κυρίῳ ἐσόμεθα.

Τούτων οὖν οὕτως ἐπηγγελμένων τοῖς ἀγαπῶσι τόν Κύριον, τίς μόνῳ τῷ ῥητῷ τῆς Γραφῆς προσηλώσας τόν νοῦν, τόν οὐρανόν, καί τήν ἡτοιμασμένην ἀπό καταβολῆς κόσμου βασιλείαν, καί τήν τοῦ Κυρίου μυστικῶς ἀποκεκρυμμένην χαράν, καί τήν διηνεκῆ καί παντελῶς ἀδιάστατον σύν Κυρίῳ τῶν ἀξίων μόνην τε καί ἵδρυσιν, ταυτόν ποτ᾿ ἄν τῇ γῇ φήσειε, λόγῳ κινούμενος, καί λόγου θεραπευτής εἶναι ποθῶν; Ἀλλά νῦν γῆν φάσκειν οἶμαι, τήν παγίαν καί παντελῶς ἀμετάθετον ἀπό τοῦ καλοῦ τῆς τῶν πραέων ἀτρεψίας ἕξιν καί δύναμιν, ὡς ἀεί σύν Κυρίῳ ὑπάρχουσαν, καί χαράν ἀνέκλειπτον ἔχουσαν, καί βασιλείας ἀνέκαθεν ἡτοιμασμένης ἐπειλημμένην, καί τῆς ἐν οὐρανῷ στάσεώς τε καί τάξεως ἠξιωμένην· οἷα δή γῆν τινα μέσην [alter codex, γῆν, μέσην] τοῦ παντός θέσιν ἀπολαβοῦσαν τῆς ἀρετῆς τόν λόγον· καθ᾿ ὅν μέσος εὐφημίας καί δυσφημίας ὑπάρχων ὁ πρᾶος, ἀπαθής διαμένει, μήτε ταῖς εὐφημίαις [ἐπαιρόμενος ἤ κενοδοξῶν] φυσώμενος, μήτε ταῖς δυσφημίαις στυγνούμενος [λυπούμενος]. Ὧν γάρ ὁ λόγος ὑπάρχει κατά φύσιν ἐλεύθερος, ἀποστήσας τήν ἔφεσιν, τούτων διοχλούντων ταῖς προσβολαῖς οὐκ αἰσθάνεται, καταπαύσας ἑαυτόν τῆς περί ταῦτας ζάλης, καί πρός τήν θείαν καί ἄπρακτον ἐλευθερίαν ὅλην τῆς ψυχῆς μεθορμήσας τήν δύναμιν· ἧς τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος μεταδοῦναι ποθῶν, Ἄρατε, φησίν, τόν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καί μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καί ταπεινός τῇ καρδίᾳ· καί εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ἀνάπαυσιν λέγων, τό τῆς θείας βασιλείας κράτος, ὡς πάσης ἀπηλλαγμένην δουλείας τοῖς ἀξίοις ἐμποιοῦν δεσποτείαν.

Εἰ δέ τοῖς ταπεινοῖς καί πράοις τό ἀκαθαίρετον τῆς ἀκηράτου βασιλείας δίδοται κράτος, τίς οὕτως ἀνέραστος καί πάντη τῶν θείων ἀνόρεκτος ἀγαθῶν, ὡς μή κατ᾿ ἄκρον ἐφίεσθαι ταπεινώσεως καί πραότητος, ἵνα γένηται τῆς θείας χαρακτήρ βασιλείας, ὡς ἐφικτόν ἐστιν ἀνθρώπῳ, φέρων ἐν ἑαυτῷ τοῦ φύσει κατ᾿ οὐσίαν ὡς ἀληθῶς μεγάλου βασιλέως Χριστοῦ, κατά τήν χάριν ἀπαράλλακτον τήν ἐν πνεύματι μόρφωσιν; ἐν ᾗ, φησίν ὁ θεῖος Ἀπόστολος, οὐκ ἔστιν ἄῤῥεν καί θῆλυ· τουτέστι, θυμός καί ἐπιθυμία· ὁ μέν τυραννικῶς ἐκφέρων τόν λογισμόν, καί τοῦ νόμου τῆς φύσεως ἔξω ποιούμενος τήν διάνοιαν· ἡ δέ, τῆς μιᾶς καί μόνης ἐφετῆς τε καί ἀπαθοῦς αἰτίας καί φύσεως ποιουμένη τά μετ᾿ αὐτήν ἐρασμιώτερα, καί διά τοῦτο τήν σάρκα προτιμοτέραν τιθεμένη τοῦ πνεύματος· καί τῆς νοουμένων δόξης τε καί λαμπρότητος ἐπιτερπεστέραν ἐργαζομένη τήν τῶν φαινομένων ἀπόλαυσιν· τῷ κατ᾿ αἴσθησιν λείῳ τῆς ἡδονῆς, ἀπείργουσα τόν νοῦν τῆς θείας καί συγγενοῦς τῶν νοητῶν ἀντιλήψεως· ἀλλ᾿ ἤ λόγος μονώτατος, καί αὐτῆς εἰς ἄκρον τῆς ἀπαθοῦς μέν, φυσικῆς δέ ὅμως τοῦ σώματος δι᾿ ἀρετῆς περιουσίαν γυμνούμενος στοργῆς καί διαθέσεως, νικῶντος τελείως τήν φύσιν τοῦ πνεύματος, καί τῆς ἠθικῆς πείθοντος σχολάσαι φιλοσοφίας, ἡνίκα συγγίνεσθαι δέοι τῷ ὑπερουσίῳ λόγῳ δι᾿ ἁπλῆς καί ἀμεροῦς θεωρίας, τόν νοῦν· κἄν συντελεῖν αὐτῷ πέφυκεν, εἰς ῥαδίαν τῶν χρονικῶς ῥεόντων τομήν καί διάβολον· ὧν διαβαθέντων, οὐκ εὔλογον ἐπιβαρεῖσθαι καθάπερ μηλωτῇ τῷ κατ᾿ ἦθος τρόπῳ, τόν ἀποφαθέντα τοῖς αἰσθητοῖς ἀκατάσχετον.

Καί δηλοῖ τοῦτο σαφῶς Ἠλίας ὁ μέγας, δι᾿ ὧν ἔπραττε τυπικῶς τοῦτο παραδεικνύς τό μυστήριον· τήν μέν μηλωτήν, φημί δέ τῆς σαρκός τήν νέκρωσιν, ἐν ᾗ τό μεγαλοπρεπές πέπηγε τῆς ἠθικῆς κοσμιότητος, κατά τήν ἁρπαγήν Ἑλισσαίῳ διδούς εἰς συμμαχίαν τοῦ πνεύματος κατά πάσης ἀντικειμένης δυνάμεως, καί πληγήν τῆς ἀστάτου καί ῥεούσης φύσεως· ἧς τύπος ὑπῆρχεν ὁ Ἰορδάνης, πρός τό μή σχεθῆναι τόν μαθητήν τῆς πρός τήν ἁγίαν γῆν διαβάσεως, τῷ θολερῷ τε καί ὀλισθηρῷ περικλυσθέντα τῆς τῶν ὑλικῶν προσπαθείας· αὐτός δέ χωρῶν πρός τόν Θεόν ἄνετος, οὐδενί τῶν ὄντων παντελῶς κατά τήν σχέσιν κρατούμενος, ἁπλοῦς τε τήν ἔφεσιν καί τήν γνώμην ἀσύνθετος, πρός τόν ἁπλοῦν τῇ φύσει, διά τῶν ἀλληλούχων γενικῶν ἀρετῶν, γνωστικῶς ἀλλήλαις συνῃρημένων, ὡς ἵππων πυρίνων τήν ἐνδημίαν ποιούμενος. Ἔγνω γάρ ὅτι δεῖ τῷ Χριστοῦ μαθητῇ [Fr. alterge Reg. τόν Χριστοῦ μαθητήν] ἀπογενέσθαι τάς ἀνίσους διαθέσεις, ὧν ἡ διαφορότης ἐλέγχει τήν ἀλλοτρίωσιν· εἴπερ διάχυσιν μέν τοῦ περί καρδίαν αἵματος τό κατ᾿ ἐπιθυμίαν πάθος· αἵματος δέ ζέσιν, κινούμενον σαφῶς τό θυμικόν ἀπεργάζεται· καί φθάσας οἷα δή ζῶν ἐν Χριστῷ καί κινούμενος καί ὤν, ἑαυτοῦ τήν τῶν ἀνίσων ἀλλόκοτον [alter codex, καί ἀλλοκότων] ἀπέθετο γένεσιν· μή φέρων ἐν ἑαυτῷ καθάπερ ἄῤῥεν καί θῆλυ, τάς ἐναντίας, ὡς ἔφην, τούτων τῶν παθῶν διαθέσεις· ἵνα μή δουλωθῇ τούτοις ὁ λόγος, ταῖς αὐτῶν ἀστάτοις μεταβολαῖς ἀλλοιούμενος, ᾧ φυσικῶς τό τῆς θείας εἰκόνος ἐγκέκραται σέβας, πεῖθον τήν ψυχήν ματαπλασθῆναι κατά τήν γνώμην πρός τήν θείαν ὁμοίωσιν, καί γενέσθαι τῆς συνυφισταμένης οὐσιωδῶς τῷ Θεῷ καί Πατρί τῶν ὅλων μεγάλης βασιλείας, ὡς Πνεύματος ἁγίου παμφαές οἰκητήριον, ὅλην δεχόμενον, εἰ θέμις εἰπεῖν, τῆς θείας φύσεως κατά τό δυνατόν, τήν ἐξουσίαν τῆς γνώσεως· καθ᾿ ἥν ἡ μέν τῶν χειρόνων ἀπογίνεσθαι, τῶν δέ κρειττόντων ὑφίστασθαι πέφυκε γένεσις, ἴσα Θεῷ τῆς ψυχῆς κατά τήν χάριν τῆς κλήσεως ἄσυλον φυλαττούσης ἐν ἑαυτῇ τῶν δωρηθέντων καλῶν τήν ὑπόστασιν· καθ᾿ ἥν ἀεί θέλων Χριστός γεννᾶται μυστικῶς, διά τῶν σωζομένων σαρκούμενος· καί μητέρα παρθένων ἀπεργαζόμενος τήν γεννῶσαν ψυχήν, οὐκ ἔχουσαν, ἵνα συνελών εἴπω, κατά τήν σχέσιν, ὥσπερ ἄῤῥεν καί θῆλυ, τά γνωρίσματα τῆς ὑπό φθοράν καί γένεσιν φύσεως.

Ξενιζέσθω δέ μηδείς, τήν φθοράν τῆς γενέσεως ἀκούων προταττομένην. Ἀπαθῶς γάρ σύν ὀρθῷ λόγῳ τήν τῶν γινομένων καί ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει σαφῶς ἐκ φθορᾶς καί εἰς φθοράν τήν γένεσιν ἀρχομένην καί λήγουσαν· ἧς τά σημαντικά πάθη, καθάπερ ἔφην, οὐκ ἔχει Χριστός· ἤγουν ὁ τοῦ Χριστοῦ τε καί κατά Χριστόν βίος τε καί λόγος· εἴπερ ὁ λέγων ἐστίν ἀληθής, Ἐν γάρ Χριστῷ Ἰησοῦ, οὐκ ἔστιν ἄῤῥεν καί θῆλυ· τά σημεῖα δηλαδή, καί τά πάθη δηλῶν τῆς ὑπό φθοράν καί γένεσιν φύσεως· ἀλλ᾿ ἤ μόνον θεοειδῆς λόγος γνώσει θείᾳ, πεποιωμένος, καί γνώμης μοναδική κίνησις, μόνην αἱρουμένη τήν ἀρετήν.

Οὔτε Ἕλλην καί Ἰουδαῖος, δι᾿ ὧν τῆς περί Θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος· ἤ, τό γε μᾶλλον ἀληθέστερον εἰπεῖν, ἀντικείμενος. Ὁ μέν [Marg. Ἑλληνικός λόγος] ἀφρόνως εἰσηγούμενος πολυαρχίαν, καί τήν μίαν ἀρχήν ἀντικειμέναις ἐνεργείαις τε καί δυνάμεσι καταμερίζων· καί πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσκυνουμένων στασιαζόμενον, καί τῷ διαφόρῳ τῆς προσκυνήσεως τρόπῳ γελώμενον. Ὁ δέ [Marg. Ἰουδαϊκός λόγος] μίαν μέν, στενήν δέ καί ἀτελῆ, καί σχεδόν ἀνυπόστατον, ὡς λόγου καί ζωῆς ἔρημον, πρός ἴσον κακόν τῷ προτέρῳ λόγῳ διά τῶν ἐναντίων ἐκπίπτων, τήν ἀθεΐαν· ἑνί περιγράφων προσώπῳ τήν μίαν ἀρχήν, καί ταύτην δίχα Λόγου καί Πνεύματος ὑφισταμένην· ἤ Λόγῳ καί Πνεύματι πεποιωμένην· μή συνορῶν, ὅτι τίς Θεός, τούτων ἠμοιρημένος· ἤ πῶς Θεός μεθέξει παραπλησίως τοῖς ὑπό γένεσιν λογικοῖς ὡς συμβεβηκότων τούτων μεμοιραμένος· ὧν ἐν Χριστῷ τό παράπαν, ὡς ἔφην, οὐδείς· ἀλλά μόνος ἀληθοῦς εὐσεβείας λόγος, καί πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε τοῦ προτέρου λόγου διαστολήν τῆς θεότητος ἀποπεμπόμενος καί τήν τοῦ δευτέρου μή παραδεχόμενος συστολήν· ἵνα μή τῷ φυσικῷ πλήθει στασιαστικόν· Ἑλληνικόν γάρ ἤ τῷ καθ᾿ ὑπόστασιν ἑνικῷ παθητόν· Ἰουδαϊκόν γάρ, ὡς Λόγου καί Πνεύματος ἐστερημένον, ἤ Λόγῳ καί Πνεύματι πεποιωμένον· ἀλλ᾿ οὐκ ὄν νοῦς καί Λόγος καί Πνεῦμα τό θεῖον πρεσβεύεται· καί διδάσκων ἡμᾶς, τούς κλήσει χάριτος κατά πίστιν εἰσπεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότητος φύσιν καί δύναμιν· ἤγουν, ἕνα Θεόν ἐν Πατρί καί Υἱῷ καί ἁγίῳ Πνεύματι θεωρούμενον· οἷα δή μόνον ἀναίτιον νοῦν οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ᾿ οὐσίαν ὑφεστῶτος ἀνάρχου Λόγου γεννήτορα, καί μόνης ἀϊδίου ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος ἁγίου πηγήν· ἐν μονάδι Τριάδα, καί ἐν Τριάδι μονάδα· οὐκ ἄλλην ἐν ἄλλῃ· οὐ γάρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός ἐστιν ἡ Τριάς· ἤ τό ἔμπαλιν, ἐν Τριάδι μονάς· ἄποιος γάρ. Οὐδ᾿ ὡς ἄλλην καί ἄλλην· οὐ γάρ ἑτερότητι φύσεως τῆς Τριάδος ἡ μονάς διενήνοχεν ἁπλῆ τε καί μία φύσις τυγχάνουσα. Οὐδ’ὡς ἄλλην παρ᾿ ἄλλην, οὐ γάρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ Τριάς, ἤ τῆς Τριάδος ἡ μονάς· ἤ ὡς κοινόν τι καί γενικόν ἐπινοίᾳ μόνῃ θεωρητόν τῶν ὑπ᾿ αὐτό μερικῶν, παρήλλακται τῆς Τριάδος ἡ μονάς, οὐσία κυρίως ἀνθύπαρκτος οὖσα, καί δύναμις ὄντως αὐτοσθενής. Οὐδ᾿ ὡς δι᾿ ἄλλης ἄλλην· οὐ γάρ μεσιτεύεται σχέσει τό ταυτόν πάντη καί ἄσχετον, ὡς πρός αἴτιον αἰτιατόν. Οὐδ᾿ ὡς ἐξ ἄλλης ἄλλην· οὐ γάρ κατά παραγωγήν ἐκ μονάδος Τριάς, ἀγένητος ὑπάρχουσα καί αὐτέκφαντος· ἀλλά τήν αὐτήν ὡς ἀληθῶς μονάδα καί Τριάδα, καί λεγομένην καί νοουμένην· τό μέν, τῷ κατ᾿ οὐσίαν λόγῳ· τό δέ, τῷ καθ᾿ ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τήν αὐτήν, μή μεμερισμένην ταῖς ὑποστάσεσι· καί ὅλην Τριάδα τήν αὐτήν, τῇ μονάδι μή συγκεχυμένην· ἵνα μή τῷ μερισμῷ τό πολύθεον, ἤ τῇ συγχύσει τό ἄθεον εἰσκομίζηται· ἅπερ φεύγων ὁ κατά Χριστόν λαμπρύνεται λόγος. Λέγω δέ Χριστοῦ λόγον, τό καινόν κήρυγμα τῆς ἀληθείας ἐν ᾧ οὐκ ἔστιν ἄῤῥεν καί θῆλυ· φημί δέ τά σημεῖα, καί τά πάθη τῆς ὑπό φθοράν καί γένεσιν φύσεως· οὐχ Ἕλλην καί Ἰουδαῖος, οἱ περί θεότητος ἀντικείμενοι λόγοι· οὐ περιτομή καί ἀκροβυστία, αἱ τούτοις δηλαδή κατάλληλοι λατρεῖα· ἡ μέν, διά τά σύμβολα τοῦ νόμου, τήν φαινομένην κτίσιν κακίζουσα, καί τόν κτίστην ὡς κακῶν ποιητήν διαβάλλουσα· ἡ δέ, διά τά πάθη ταύτην θεοποιοῦσα, καί τῷ κτίστῃ ἐπανιστῶσα τό ποίημα· καί πρός ἴσον κακόν ἄμφω τήν θείαν ὕβριν ἀλλήλαις συλλήγουσαι [Venet. συλλέγουσαι. Fr. συνάγουσαι]. Οὐ βάρβαρος καί Σκύθης· τουτέστιν, ἡ πρός ἑαυτήν στασιαστική τῆς μιᾶς φύσεως καί γνώμην διάστασις· καθ᾿ ἥν ὁ τῆς ἀλληλοκτονίας παρά φύσιν τοῖς ἀνθρώποις εἰσεφθάρη νόμος. Οὔτε δοῦλος καί ἐλεύθερος· ἡ τῆς αὐτῆς δηλονότι παρά γνώμην διαίρεσις φύσεως· ἄτιμον ποιουμένη τόν κατά φύσιν ὁμότιμον· νόμον ἐπίκουρον ἔχουσα, τήν τυραννοῦσαν τό τῆς εἰκόνος ἀξίωμα, τῶν δεσποζόντων διάθεσιν· Ἀλλά πάντα καί ἐν πᾶσι Χριστός, διά τῶν ὑπέρ φύσιν καί νόμον, τήν τῆς ἀνάρχου βασιλείας δημιουργῶν ἐν πνεύματι μόρφωσιν· ἥν, ὡς ἀποδέδεικται, πέφυκε χαρακτηρίζειν, καρδίας ταπείνωσις καί πραότης· ὧν ἡ σύνοδος τέλειον τόν κατά Χριστόν κτιζόμενον ἀποδείκνυσιν ἄνθρωπον. Πᾶς γάρ ταπεινόφρων, πάντως καί πρᾶος, καί πᾶς πρᾶος, πάντως καί ταπεινόφρων· ταπεινόφρων μέν, ὡς γνούς ἑαυτόν ἔχοντα τό εἶναι δεδανεισμένον· πρᾶος δέ, ὡς διαγνούς τῶν δοθεισῶν αὐτῷ κατά φύσιν δυνάμεων τήν χρῆσιν· καί τῷ μέν λόγῳ πρός ἀρετῆς γένεσιν τούτων διδούς τήν ὑπηρεσίαν· τῆς αἰσθήσεως δέ τελείως τήν τούτων συστέλλων ἐνέργειαν. Καί διά τοῦτο κατά μέν τόν νοῦν, πρός Θεόν ἀεικίνητος ὤν· κατά δέ τήν αἴσθησιν, οὐδέ πάντων ὁμοῦ τῶν πρός σῶμα λυπηρῶν πεῖραν λαμβάνων παντελῶς κινούμενος, ἤ λύπης ἴχνος ἐντυπῶν τῇ ψυχῇ, πρός παραλλαγήν τῆς ἐν αὐτῇ χαροποιοῦ διαθέσεως· οὐ γάρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν, τό κατ᾿ αἴσθησιν ἀλγεινόν. Ἡδονήν γάρ μίαν ἐπίσταται, τήν τῆς ψυχῆς πρός τόν λόγον συμβίωσιν, ἧς ἡ στέρησις κόλασίς ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τούς αἰῶνας. Καί διά τοῦτο, τό τε σῶμα, καί πάντα τά τοῦ σώματος ἀφείς, πρός τήν θείαν φέρεται σύντονος συμβίωσιν· μίαν ζημίαν ἡγούμενος, κἄν πάντων δεσπόζῃ τῶν ἐπί γῆς, τήν τῆς προσδοκωμένης κατά χάριν θεώσεως ἀποτυχίαν.

Ἁγνίσωμεν οὖν ἑαυτούς παντός μολυσμοῦ σαρκός καί πνεύματος, ἵνα τό θεῖον ἁγιάσωμεν ὄνομα, ἀκκιζομένην τοῖς πάθεσιν ἀπρεπῶς τήν ἐπιθυμίαν κατασβέσαντες· καί λόγῳ, ταῖς ἡδοναῖς ἀτάκτως ἐπιμαινόμενον τόν θυμόν, καταδήσωμεν· ἵνα διά τῆς πραότητος παραγινομένην ὑποδεξώμεθα τήν τοῦ Θεοῦ καί Πατρός βασιλείαν. Καί τόν ἐφεξῆς λόγον τῆς προσευχῆς τοῖς προτέροις ἁρμόσωμεν, λέγοντες.
Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς.

Ὁ κατά μόνην τήν λογικήν δύναμιν, ἐπιθυμίας τε καί θυμοῦ κεχωρισμένην μυστικῶς προσάγων τῷ Θεῷ τήν λατρείαν, οὗτος ἐπί γῆς, ὡς ἐν οὐρανῷ τῶν ἀγγέλων αἱ τάξεις, τό θεῖον πεπλήρωκε θέλημα· διά πάντων τοῖς ἀγγέλοις ὁμολάτρης γενόμενος καί ὁμοδίαιτος, καθά πού φησιν ὁ μέγας Ἀπόστολος, Ἡμῶν δέ τό πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· παρ᾿ οἷς οὐκ ἔστιν ἐπιθυμία, δι᾿ ἡδονῆς τούς νοερούς παραλύουσα τόνους· οὔτε θυμός λυσσῶν, καί τό συγγενές ἀσέμνως καθυλακτῶν· ἀλλά λόγος μονώτατος, πρός τόν πρῶτον λόγον φυσικῶς ἄγων τούς λογικούς· ᾧ μόνῳ χαίρει Θεός, καί παρ᾿ ἡμῶν αἰτεῖ τῶν αὐτοῦ δούλων. Καί τοῦτο δηλοῖ πρός τόν μέγαν φάσκων Δαβίδ· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καί παρά σοῦ τί ἠθέλησα ἐπί τῆς γῆς; Ὑπάρχει δέ τῷ Θεῷ ἐν οὐρανοῖς προσαγόμενον παρά τῶν ἁγίων ἀγγέλων, πλήν τῆς λογικῆς λατρείας οὐδέν· ἥν καί παρ᾿ ἡμῶν ἐπιζητῶν, προσευχομένους λέγειν ἐδίδαξε· Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς.

Οὐκοῦν κινείσθω καί ἡμῶν πρός τήν τοῦ Θεοῦ ζήτησιν ὁ λόγος, πρός τε τόν αὐτοῦ πόθον ἡ κατ᾿ ἐπιθυμίαν δύναμις, καί πρός τήν αὐτοῦ φυλακήν ἀγωνιζέσθω τό θυμικόν· μᾶλλον δέ κυριώτερον εἰπεῖν, ὁ μέν νοῦς τετάσθω πᾶς πρός Θεόν· οἱονεί τόνῳ τινί τῷ θυμικῷ τρόπῳ νευρούμενος, καί πόθῳ τῇ κατ᾿ ἄκρον ἐφέσει τῆς ἐπιθυμίας πυρούμενος. Οὕτω γάρ τούς κατ᾿ οὐρανόν ἀγγέλους μιμούμενοι, τῷ Θεῷ διά πάντων λατρεύοντες εὑρεθησόμεθα· τήν αὐτήν τοῖς ἀγγέλοις ἐπί τῆς γῆς πολιτείαν ἐπιδεικνύμενοι· πρός οὐδέν τῶν μετά Θεόν ἴσως ἐκείνοις ἔχοντες τόν νοῦν τό παράπαν κινούμενον. Δεξόμεθα γάρ κατ᾿ εὐχάς οὕτω πολιτευόμενοι, καθάπερ ἄρτον ἐπιούσιόν τε καί ζωτικόν εἰς ἀποτροφήν τῶν ἡμετέρων ψυχῶν, καί συντήρησιν τῆς τῶν χαρισθέντων ἡμῖν ἀγαθῶν εὐεξίας, τόν εἰπόντα Λόγον· Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, καί ζωήν διδούς τῷ κόσμῳ· ἀναλόγως ἡμῖν τοῖς τρεφομένοις δι᾿ ἀρετῆς καί σοφίας, πάντα γινόμενον· καί δι᾿ ἑκάστου τῶν σωζομένων ποικίλως, ὡς οἶδεν αὐτός, σωματούμενον· ἔτι κατά τόν αἰῶνα τοῦτον ὑπάρχοντες, κατά τήν τοῦ ῥητοῦ τῆς προσευχῆς δύναμιν τοῦ λέγοντος
Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον.

Τοῦτον γάρ οἶμαι δηλοῦσθαι τόν αἰῶνα διά τοῦ σήμερον· ὡς εἴ τις ἐπί τό σαφέστερον ἐκλαβών, εἴποι, τόν τόπον τῆς προσευχῆς, Τόν ἄρτον ἡμῶν, ὅν καταρχάς ἐπ᾿ ἀθανασίᾳ τῆς φύσεως ἡτοίμασας, δός ἡμῖν σήμερον, κατά τήν παροῦσαν ζωήν οὖσιν τῆς θνητότητος· ἵνα νικήσῃ τόν θάνατον τῆς ἁμαρτίας, ἡ τροφή τοῦ ἄρτου τῆς ζωῆς καί τῆς ἐπιγνώσεως· ἧς μέτοχον γενέσθαι τόν πρῶτον ἄνθρωπον, ἡ παράβασις τῆς θείας ἐντολῆς οὐ συνεχώρησεν. Ὡς εἴγε ταύτης ἐνεφορήθη τῆς θείας τροφῆς, οὐκ ἄν τῷ θανάτῳ τῆς ἁμαρτίας ἡλίσκετο.

Πλήν ὁ τόν ἄρτον τοῦτον λαβεῖν εὐχόμενος τόν ἐπιούσιον, οὐ πάντως ὅλον δέχεται καθώς αὐτός ὁ ἄρτος ἐστίν· ἀλλά καθώς αὐτός ὁ δεχόμενος δύναται. Πᾶσι μέν γάρ ἑαυτόν δίδωσι τοῖς αἰτοῦσιν ὁ τῆς ζωῆς ἄρτος, ὡς φιλάνθρωπος, οὐ κατά τό αὐτό δέ πᾶσιν· ἀλλά τοῖς μέν μεγάλα ἔργα πεποιηκόσι, πλειόνως· τοῖς δέ τούτων ἥττοσι, ἡττόνως· ἑκάστῳ μέν οὖν καθώς ἡ κατά νοῦν ἀξία δέξασθαι δύναται.

Πρός ταύτην δέ με τοῦ παρόντος ῥητοῦ τήν ἔννοιαν ἤγαγεν ὁ Σωτήρ, προστάσσων διαῤῥήδην τοῖς μαθηταῖς τροφῆς αἰθητῆς παντελῶς μή ποιεῖσθαι λόγον, εἰπών, Μή μεριμνᾶτε τῇ ψυχῆ ὑμῶν τί φάγητε, ἤ τί πίητε· μήτε τῶ σώματι ὑμῶν τί περιβάλησθε· ταῦτα γάρ πάντα τά ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ἀλλά ζητεῖτε πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ, καί τήν δικαιοσύνην αὐτοῦ, καί ταῦτα πάντα προστεθήσεται ὑμῖν. Πῶς οὖν διδάσκει προσεύχεσθαι, περί ὧν μή ζητεῖν προλαβών ἐνετείλατο; δῆλον γάρ ὅτι διά προσευχῆς αἰτεῖν οὐ προσέταττεν, ἅπερ δι᾿ ἐντολῆς ζητεῖν οὐ παρῄνεσε. Διά προσευχῆς γάρ μόνον ἐστίν αἰτητόν, τό κατ᾿ ἐντολήν ζητητόν. Ὅπερ οὖν ζητεῖν δι᾿ ἐντολῆς οὐκ ἐπετράπημεν, διά προσευχῆς αἰτεῖν, τυχόν θεμιτόν οὐ καθέστηκεν. Εἰ δέ μόνην ζητεῖν τήν βασιλείαν τοῦ Θεοῦ, καί τήν δικαιοσύνην ὁ Σωτήρ ἐνετείλατο· ταύτην εἰκότως καί διά προσευχῆς αἰτεῖν, τούς τῶν θείων ἐφιεμένους δώρων ἐνήγαγεν· ἵνα τῶν φύσει ζητητῶν διά προσευχῆς τήν χάριν ἐπικυρώσας, τήν τῶν αἰτούντων γνώμην, τῷ τοῦ παρεχομένου τήν χάριν συνάψῃ θελήματι, δι᾿ ἑνώσεως σχετικῆς ταυτό ποιουμένην.

Εἰ δέ καί τόν ἐφήμερον ἄρτον, ᾧ συγκρατεῖσθαι πέφυκεν ἡμῶν ἡ παροῦσα ζωή, διά προσευχῆς αἰτεῖν κελευόμεθα, μή παρέλθωμεν τούς ὅρους τῆς προσευχῆς, πολλάς ἐτῶν περιόδους πλεονεκτικῶς περισκοποῦντες, καί λάθωμεν ὄντες θνητοί, καί σκιᾶς δίκην τήν ζωήν παροδεύουσαν ἔχοντες· ἀλλά τόν πρός ἡμέραν ἀπεριμερίμνως διά τῆς προσευχῆς αἰτήσωμεν ἄρτον· καί δείξωμεν ὅτι φιλοσόφως κατά Χριστόν μελέτην θανάτου τόν βίον ποιούμεθα, τῇ γνώμῃ φθάνοντες τήν φύσιν, καί πρίν ἐπιστῆναι τόν θάνατον, τῆς τῶν σωματικῶν μερίμνης τήν ψυχήν ἀποτέμνοντες· ἵνα μή προσηλωθῇ τοῖς φθειρομένοις, ἀμείψασα πρός τήν ὕλην τήν χρῆσιν τῆς κατά φύσιν ἐφέσεως, καί μάθῃ πλεονεξίαν τῆς τῶν θείων ἀγαθῶν περιουσίας στερητικήν.

Φύγωμεν οὖν, ὅση δύναμις, τήν φιλίαν τῆς ὕλης, καί τήν αὐτῆς σχέσιν καθάπερ κονιορτόν τῶν νοερῶν ὀμμάτων ἀπονιψώμεθα· καί μόνοις ἀρκεσθῶμεν τοῖς συνιστῶσιν, ἀλλά καί τοῖς ἡδονοῦσιν ἡμῶν τήν παροῦσαν ζωήν· καί ὑπέρ αὐτῶν τόν Θεόν, ὡς ἐδιδάχθημεν, ἀξιώσωμεν, ἵνα δυνηθῶμεν ἀδούλωτον φυλάξαι τήν ψυχήν, μηδενί τῶν ὁρωμένων διά τό σῶμα παντελῶς κρατουμένην· καί τοῦ ζῇν ἕνεκεν δειχθῶμεν ἐσθίοντες, ἀλλά μή τοῦ ἐσθίειν χάριν ζῶντες ἐλεγχθῶμεν. Τό μέν γάρ λογικῆς, τό δέ τῆς ἀλόγου σαφῶς ἴδιον καθέστηκε φύσεως. Καί φύλακες ὦμεν τῆς προσευχῆς ἀκριβεῖς, δι᾿ αὐτῶν δεικνύμενοι τῶν πραγμάτων, ὅτι μιᾶς καί μόνης ἀπρίξ ἀντεχόμεθα τῆς ἐν πνεύματι ζωῆς, καί πρός τήν αὐτήν κτῆσιν τῆς παρούσης [Marg. ζωῆς δηλονότι] τήν χρῆσιν ποιούμεθα· δι᾿ ἥν τοσοῦτον τήν ταύτης στέργομεν χρῆσιν, ὅσον ἄρτῳ ταύτην μόνῳ στηρίζειν μή παραιτεῖσθαι, καί τήν αὐτῆς φυσικήν εὐεξίαν φυλάττειν ὅσον τό ἐφ᾿ ἡμῖν ἀδιάφθορον· οὐχ ἵνα ζῶμεν, ἀλλ᾿ ἵνα Θεῷ ζῶμεν· ψυχῆς ἄγγελον τό σῶμα καθιστῶντες λελογισμένον ταῖς ἀρεταῖς, καί ταύτην Θεοῦ κήρυκα ποιοῦντες τῇ περί τό καλόν παγιότητι πεποιωμένην· καί τοῦτον μιᾷ φυσικῶς ἡμέρᾳ πειρικλείοντες τόν ἄρτον· ὑπέρ αὐτοῦ μή τολμῶντες εἰς δευτέραν ἡμέραν διά τό δοτῆρα τῆς προσευχῆς ἐπεκτεῖναι τήν δέησιν. Οὕτω γάρ ἄν πραγματικῶς κατά τήν δύναμιν τῆς προσευχῆς ἑαυτούς διαθέντες, δυνηθείημεν καί τοῖς λειπομένοις καθαρῶς προσβῆναι ῥητοῖς, φάσκοντες·

Καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.

Ὁ κατά τήν πρώτην τῆς τοῦ προλαβόντος ῥητοῦ θεωρίας ἐπιβολήν, κατά τόν αἰῶνα τοῦτον, οὗ σύμβολον εἶναι τό σήμερον ἔφαμεν, τόν ἄφθαρτον ἄρτον τῆς σοφίας, οὗ καταρχάς διετείχισεν ἡμᾶς ἡ παράβασις, διά προσευχῆς ἐπιζητῶν, ἅτε δή μίαν ἡδονήν ἐπιστάμενος τήν τῶν θείων ἐπιτυχίαν, ἧς δοτήρ μέν κατά φύσιν ἐστίν ὁ Θεός· φύλαξ δέ κατά θέλησιν ἡ τοῦ λαβόντος προαίρεσις· καί μίαν ὀδύνην εἰδώς, τήν τούτων ἀποτυχίαν, ἧς ὑποβολεύς μέν ἐστιν ὀ διάβολος· αὐτουργός δέ, πᾶς ὁ τῶν θείων δι᾿ ἀτονίαν γνώμης ἀποκαμνόμενος [Ven. et Fr. ἀποκναιόμενος] · μή φυλάττων τό τίμιον γνώμης διαθέσεσι στεργόμενον· πρός οὐδέν ἔχων τῶν ὀρωμένων ῥέπουσαν τό σύνολον τήν προαίρεσιν, καί διά τοῦτο τοῖς σωματικῶς αὐτῷ συμβαίνουσι λυπηροῖς οὐχ ὑπαγόμενος· οὗτος ὡς ἀληθῶς, ἀπαθῶς ἀφίησι τοῖς εἰς αὐτόν ἁμαρτάνωσιν· ὅτι μηδέ τό κατ᾿ ἔφεσιν αὐτῷ σπουδαζόμενον δύναταί τις τό παράπαν χειροῦσθαι καλόν, ἀνάλωτον κατά φύσιν ὑπάρχειν πεπιστευμένον. Καί τῷ Θεῷ καθίστησιν ἑαυτόν ἀρετῆς ἐξεμπλάριον, εἰ τοῦτο θέμις εἰπεῖν, πρός μίμησιν ἑαυτοῦ τόν ἀμίμητον ἐλθεῖν ἐγκελευόμενος, λέγων· Ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί οἷος αὐτός γέγονε τοῖς πέλας, οἷ γενέσθαι παρακαλῶν τόν Θεόν. Εἰ γάρ ὡς αὐτός ἀφῆκε τά ὀφειλήματα τοῖς εἰς αὐτόν ἡμαρτηκόσι, βούλεται καί αὐτῷ ἀφεθῆναι παρά Θεοῦ, δηλονότι ὥσπερ ὁ Θεός ἀπαθῶς ἀφίησιν οἷς ἀφίησιν, οὕτως καί αὐτός ἀπαθής ἐπί τοῖς συμβαίνουσι διαμένων, ἀφίησι τοῖς πλημμελήσασι· μή συγχωρῶν μνήμῃ [Fr. μνήμην] τινί τῶν φθασάντων λυπηρῶν τυποῦσθαι τόν νοῦν, ἵνα μή τέμνων τῇ γνώμῃ τήν φύσιν ἐλέγχηται, πρός τινα τῶν ἀνθρώπων διεστηκώς, ἄνθρωπος ὤν. Οὕτω γάρ ἄν ἑνωθείσης τῆς γνώμης τῷ λόγῳ τῆς φύσεως, ἡ τοῦ Θεοῦ πρός τήν φύσιν καταλλαγή γίνεσθαι πέφυκεν, ὅτι μήτε δυνατόν ἑτέρως κατά τήν γνώμην πρός ἑαυτήν στασιάζουσαν τήν φύσιν, τήν θείαν καί ἀνεκλάλητον ὑποδέξασθαι συγκατάβασιν. Καί τυχόν διά τοῦτο πρότερον ἡμᾶς βούλεται τάς πρός ἀλλήλους ποιεῖσθαι καταλλαγάς ὁ Θεός, οὐχ ἴνα παρ᾿ ἡμῶν μάθῃ καταλλάτεσθαι τοῖς ἁμαρτάνουσι, καί τῶν πολλῶν συγχωρεῖν καί φοβερῶν ἐγκλημάτων τήν ἔκτισιν, ἀλλ᾿ ἵνα ἡμᾶς καθάρῃ παθῶν, καί δείξῃ συμβαίνουσαν τῇ σχέσει τῆς χάριτος τήν τῶν συγχωρουμένων διάθεσιν. Σαφῶς δέ καθέστηκε δῆλον ὅτι τῆς γνώμης ἑνωθείσης τῷ λόγῳ τῆς φύσεως, ἀστασίαστος ἔσται πρός τόν Θεόν ἡ τῶν τοῦτο κατωρθωκότων προαίρεσις· εἴπερ οὐδέν πέφυκεν ἐνθεωρεῖσθαι παράλογον τῷ λόγῳ τῆς φύσεως, ὅς καί νόμος ἐστί φυσικός τε καί θεῖος, ὅταν καθ᾿ ἑαυτόν ἐνεργουμένην λάβῃ τῆς γνώμης τήν κίνησιν. Εἰ δέ παράλογον οὐδέν ἐστιν ἐν τῷ λόγῳ τῆς φύσεως, συμβαίνουσαν ἕξει διά πάντων τῷ Θεῷ τήν ἐνέργειαν· ἥτις ἐστι [Fr. ἥτις ἔσται] διάθεσις ἔμπρακτος, τῇ χάριτι τοῦ φύσει καλοῦ πρός ἀρετῆς γένεσιν πεποιωμένη.

Οὕτω μέν οὖν, ὁ τόν γνωστικόν ἄρτον αἰτῶν διάκειται προσευχόμενος, μεθ᾿ ὅν κακεῖνος ὁ μόνον τόν ἐφήμερον ἄρτον ἐπιζητῶν διά τήν βίαν τῆς φύσεως, κατά τόν αὐτόν διατεθήσεται τρόπον· ἀφείς τοῖς ὀφειλέταις τά ὀφειλήματα, οἷα δή γνούς, ὅτι κατά φύσιν ὑπάρχει θνητός, καί λοιπόν καθ᾿ ἑκάστην ἡμέραν διά τήν ἀδηλίαν τό φύσει πεφυκός ἐκδεχόμενος, προλαμβάνει τήν φύσιν κατά τήν γνώμην· αὐθαίρετος νεκρός πρός τόν κόσμον γινόμενος, κατά τό φάσκον λόγιον, ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τήν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καί διά τοῦτο σπενδόμενος ἅπασιν, ἵνα μηδέν ἑαυτῷ συνεπικομίζηται γνώρισμα τῆς μοχθηρίας τοῦ νῦν αἰῶνος, πρός τήν ἀγήρω ζωήν μεθιστάμενος· καί λάβῃ παρά τοῦ κριτοῦ καί Σωτῆρος τῶν ὅλων, ὧν ἐνταῦθα προκέχρηκε τήν ἴσην ἀντίδοσιν. Ἀναγκαία γάρ ἀμφοτέροις πρός τήν σφῶν αὐτῶν λυσιτέλειαν καθέστηκεν ἡ καθαρά πρός τούς λελυπηκότας διάθεσις· πάντων μέν ἕνεκεν, οὐχ ἡνίκα δέ διά τῶν λειπομένων ῥητῶν δύναμιν, τοῦτον ἔχουσαν τόν τρόπον.
Καί μή εἰσενέγκῃς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Δηλοῖ γάρ ἐν τούτοις ὁ λόγος, ὡς μή συγχωρήσας τελείως τοῖς πταίουσι, καί καθαράν λύπης παραστήσας τῷ Θεῷ τήν καρδίαν, λελαμπρυσμένην τῷ φωτί τῆς πρός τόν πέλας καταλλαγῆς, τῆς τῶν ηὐγμένων καλῶν ἀποτεύξεται χάριτος· καί τῷ πειρασμῷ, καί τῷ πονηρῷ κατά δικαίαν ἐκδοθήσεται κρίσιν· ἵνα μάθῃ καθαίρεσθαι πλημμελῶν, τάς κατ᾿ ἄλλων ἑαυτοῦ μομφάς ἀφαιρούμενος. Πειρασμόν δέ λέγει νῦν τόν τῆς ἁμαρτίας νόμον· ὅν οὐκ ἔχων ὁ πρῶτος ἄνθρωπος ἦλθεν εἰς γένεσιν· πονηρόν δέ, τόν τοῦτον ἐμφύραντα τῇ φύσει τῶν ἀνθρώπων διάβολον, καί πείσαντα δι᾿ ἀπάτης τόν ἄνθρωπον, ἀπό τοῦ συγκεχωρημένου πρός τό κεκωλυμένον τῆς ψυχῆς μετενέγκαι τήν ἔφεσιν, καί πρός τήν τῆς θείας ἐντολῆς τραπῆναι παράβασιν· ἧς ἔργον γέγονεν ἡ τῆς δοθείσης κατά χάριν ἀφθαρσίας ἀπόθεσις.

Ἤ πάλιν, πειρασμόν μέν φησι τήν τῆς ψυχῆς ἑκούσιον πρός τά πάθη τῆς σαρκός συνδιάθεσιν· πονηρόν δέ, τόν κατ᾿ ἐνέργειαν συμπληρωτικόν τῆς ἐμπαθοῦς διαθέσεως τρόπον· ὧν οὐδενός ὁ δίκαιος ἐξειρεῖται κριτής, τόν μή τοῖς ὀφειλέταις ἀφιέντα τά ὀφειλήματα· κἄν τοῦτο ψιλῶς δά τῆς προσευχῆς ἐξαιτῆται· ἀλλά καί τῷ νόμῳ τῆς ἁμαρτίας συγχωρεῖ μολύνεσθαι τόν τοιοῦτον, καί ὑπό τοῦ πονηροῦ κυριεύεσθαι τόν σκληρόν καί ἀπότομον τήν γνώμην ἐγκαταλιμπάνει· οἷα δή τά πάθη τῆς ἀτιμίας ὧν σπορεύς ἐστιν ὁ διάβολος, προτετιμηκότα τῆς φύσεως, ἧς ἐστι δημιουργός ὁ Θεός. Καί μήν καί πρός τά πάθη τῆς σαρκός ἑκουσίως συνδιατιθέμενον οὐ κωλύει, καί τοῦ κατ᾿ ἐνέργειαν συμπληρωτικοῦ τρόπου τῆς κατ᾿ αὐτά διαθέσεως οὐ λυτροῦται· ὅτι παθῶν ἀνυποστάτων ἥττονα τήν φύσιν ἡγησάμενος, τῇ περί ταῦτα σπουδῇ, τόν ταύτης λόγον ἠγνόησε· καθ᾿ ὅν ἔδει κινηθέντα γνῶναι τίς μέν φύσεως νόμος, τίς δέ παθῶν ἡ καθ᾿ αἵρεσιν γνωμικῶς, ἀλλ᾿ οὐ φυσικῶς ἐπισυμβαίνουσα κατέστη τυραννίς· καί τόν μέν περιποιήσασθαι ταῖς φυσικαῖς συντηρούμενον ἐνεργείαις, τήν δέ τῆς γνώμης ἀπελάσαι μακράν, καί τῷ λόγῳ διατηρῆσαι τήν φύσιν, ἐφ᾿ ἑαυτῆς ἑστῶσαν καθαράν καί ἀμώμητον [ἄμωμον], χωρίς μίσους καί διαστάσεως· καί τῇ φύσει πάλιν καταστῆσαι τήν γνώμην συνέμπορον, μηδέν παντελῶς ἐπιφερομένην, ὧν ὁ τῆς φύσεως οὐκ ἐπιδίδωσι λόγος· καί διά τοῦτο μῖσος ἅπαν, καί πᾶσαν τοῦ κατά φύσιν συγγενοῦς ἀποστῆσαι διάστασιν, ἵνα ταύτην λέγων τήν προσευχήν εἰσακούηται, καί διπλῆν ἀνθ᾿ ἁπλῆς παρά τοῦ Θεοῦ δέχηται χάριν, τήν τε τῶν φθασάντων πλημμελημάτων συγχώρησιν, καί τήν ἐπί τοῖς μέλλουσι σκέπην καί λύτρωσιν· εἴς τε πειρασμόν ἐλθεῖν μή συγχωρούμενος, καί τῷ πονηρῷ δουλωθῆναι μή ἀφιέμενος, ὑπέρ ἑνός, τοῦ τοῖς πέλας ἑτοίμως ἀφιέναι τά ὀφειλήματα.

Τοιγαροῦν καί ἡμεῖς, ἵνα μικρόν ἀναποδίζων ἐπιτόμως ἐπέλθω τῶν εἰρημένων τήν δύναμιν, εἴπερ τοῦ πονηροῦ ῥυσθῆναι, καί εἰς πειρασμόν εἰσελθεῖν οὐ βουλόμεθα, πιστεύσωμεν τῶ Θεῷ, καί ἀφῶμεν τά ὀφειλήματα τοῖς ὀφειλέταις ἡμῶν· Ἐάν γάρ φησί, μή ἀφῆτε τοῖς ἀνθρώποις τά ἁμαρτήματα αὐτῶν, οὔτε ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἵνα μή μόνον ἄφεσιν λάβωμεν ὦν πεπλημμελήκαμεν, ἀλλά καί τόν νόμον νικήσωμεν τῆς ἁμαρτίας, εἰς τήν αὐτοῦ πεῖραν εἰσελθεῖν οὐκ ἐγκαταλειπόμενοι· καί τόν τούτου γεννήτορα πονηρόν πατήσωμεν ὄφιν, ἀφ᾿ οὖ ῥυσθῆναι παρακαλοῦμεν· στρατηγοῦντος ἡμῖν τοῦ τόν κόσμον νικήσαντος Χριστοῦ, καί τοῖς νόμοις τῶν ἐντολῶν καθοπλίζοντος, καί νομίμως τῇ τῶν παθῶν ἀποθέσει, πρός ἑαυτήν δι’ ἀγάπης τήν φύσιν συνδέοντος· καί πρός ἑαυτόν ἄρτον ὄντα ζωῆς, σοφίας τε καί γνώσεως καί δικαιοσύνης, κινοῦντος ἡμῶν ἀκορέστως τήν ὄρεξιν· καί τῇ πληρώσει τοῦ Πατρικοῦ θελήματος τοῖς ἀγγέλοις ὁμολάτρας ἡμᾶς καθιστῶντος, τῇ κατά τόν βίον ἀγωγῇ τήν ἐπουράνιον εὐμιμήτως ἐμφαίνοντας εὐαρέστησιν· κἀκεῖθεν πάλιν ἐπί τήν ἀκροτάτην τῶν θείων ἀνάβασιν πρός τόν Πατέρα τῶν φώτων ἐνάγοντος, καί θείας ἀπεργαζομένου φύσεως κοινωνούς, τῇ κατά χάριν μεθέξει τοῦ Πνεύματος, καθ᾿ ἥν τέκνα Θεοῦ χρηματίσωμεν, αὐτόν τόν [marg. Fr. Ἄκουε, Νεῖλε] ταύτης αὐτουργόν τῆς χάριτος, καί κατά φύσιν τοῦ Πατρός Υἱόν, ὅλον ὅλοι δίχα περιγραφῆς ἀχράντως περικομίζοντες· ἐξ οὗ, καί δι᾿ οὗ, καί ἐν ᾧ τό εἶναί τε καί κινεῖσθαι, καί ζῇν ἔχομέν τε καί ἔξομεν.

Πρός τοῦτο δέ τῆς θεώσεως τό μυστήριον βλέπων ἡμῖν ἔστω τῆς προσευχῆς ὁ σκοπός, ἵνα γνῶμεν, ἀνθ᾿ οἵων, οἵους ἡμᾶς ἡ διά σαρκός κένωσις τοῦ Μονογενοῦς ἀπειργάσατο· καί πόθεν, ποῦ, τούς τό κατώτατον τοῦ παντός εἰληφότας χωρίον, εἰς ὅπερ ἡμᾶς τό τῆς ἁμαρτίας βάρος κατέωσε, δυνάμει φιλανθρώπου χειρός ἀνεβίβασε· καί πλέον ἀγαπήσωμεν τόν ταύτην οὕτω σοφῶς ἡμῖν τήν σωτηρίαν ἑτοιμασάμενον· καί δι᾿ ὧν πράττομεν, δείξωμεν τήν προσευχήν πληρουμένην, καί τόν ἀληθῶς κατά χάριν Πατέρα Θεόν φανῶμεν κηρύττοντες· ἀλλά μή διά τῶν παθῶν τῆς ἀτιμίας, τό ἀεί τυραννικῶς δεσπόζειν ἐπιχειροῦντα τῆς φύσεως πονηρόν, ἔχοντες τοῦ βίου πατέρα σαφῶς ἀποδειχθῶμεν, καί λάθωμεν ζωῆς ἀντικαταλλάτοντες θάνατον· ἐπειδήπερ τῶν προσόντων ἑκάτερος [marg. ὁ Θεός δηλονότι, καί ὁ διάβολος] τοῖς προσχωροῦσι ποιεῖσθαι μετάδοσιν πέφυκεν· ὁ μέν, ἀΐδιον ζωήν τοῖς ἀγαπῶσιν αὐτόν χορηγῶν· ὁ δέ, θάνατον τῇ τῶν ἑκουσίων ὑποβολῇ πειρασμῶν τοῖς ἐγγίζουσιν ἐμποιῶν.

Διττός γάρ κατά τήν Γραφήν τῶν πειρασμῶν ὁ τρόπος· ὁ μέν, ἡδονικός, ὁ δέ, ὀδυνηρός· καί ὁ μέν προαιρετικός, ὁ δέ ἀπροαίρετος. Καί ὁ μέν τῆς ἁμαρτίας γεννήτωρ, εἰς ὅν εἰσελθεῖν, κατά τήν τοῦ Κυρίου διδαχήν, ἀπεύχεσθαι προσετάγημεν, φάσκοντος· Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. Καί, Γρηγορεῖτε, καί προσεύχεσθε, ἵνα μή εἰσέλθητε εἰς πειρασμόν· ὁ δέ, τῆς ἁμαρτίας τιμωρός, ἀκουσίοις πόνων ἐπιφοραῖς τήν φιλαμαρτήμονα κολάζων διάθεσιν· ὅν εἴ τις ὑπομείνῃ, καί μάλιστα κακίας ἥλοις οὐκ ἐμπεπαρμένος, ἀκούσεται τοῦ μεγάλου διαῤῥήδην βοῶντος Ἰακώβου· Πᾶσαν χαράν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ὅτι τό δοκίμιον ὑμῶν τῆς πίστεως ὑπομονήν κατεργάζεται· ἡ δέ ὑπομονή, δοκιμήν· ἡ δέ δοκιμή, ἔργον τέλειον ἐχέτω. Ἀμφοτέρους δέ τούς πειρασμούς, τόν ἑκούσιόν τε καί τόν ἀκούσιον, περιέπει κακούργως ὁ πονηρός· τό μέν, σπείρων καί διερεθίζων τήν ψυχήν ἡδοναῖς σώματος, ἀποστῆσαι τῆς θείας ἀγάπης τήν ἔφεσιν μηχανώμενος· τόν δέ σοφιστικῶς ἐξαιτεῖται, δι᾿ ὀδύνης φθεῖραι τήν φύσιν βουλόμενος, ἵνα βιάσηται τήν ψυχήν, ἀτονίᾳ πόνων καταβληθεῖσαν, πρός τήν τοῦ κτίσαντος διαβολήν κινῆσαι τούς λογισμούς.

Ἀλλ᾿ ἐπεγνωκότες ἡμεῖς τοῦ πονηροῦ τά νοήματα, τόν μέν ἑκούσιον ἀπευξώμεθα πειρασμόν, ἵνα μή τῆς θείας ἀγάπης τήν ἔφεσιν ἀποστήσωμεν· τόν δέ ἀκούσιον ἐπερχόμενον συγχωρήσει Θεοῦ γενναίως ὑπομείνωμεν, ἵνα φανῶμεν προτετιμηκότες τῆς φύσεως, τόν κτίστην τῆς φύσεως. Γένοιτο δέ πάντας ἡμᾶς ἐπικαλουμένους τό ὄνομα τοῦ Κυρίου ἠμῶν Ἰησοῦ Χριστοῦ, τῶν τε νῦν ἡδέων τοῦ πονηροῦ λυτρωθῆναι, τῇ μεθέξει τῆς κατ᾿ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως, ἐποφθείσης ἡμῖν ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, τῷ μόνῳ σύν Πατρί καί ἁγίῳ πνεύματι δοξαζομένῳ παρά πάσης τῆς κτίσεως. Ἀμήν.

Πηγή : el.wikisource.org/wiki

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: