Άγιος Φώτιος ο Μέγας Πατριάρχης Κωνσταντινουπόλεως – Επιστολή προς Βούλγαρον Ηγεμόνα.

Άγιος Φώτιος ο Μέγας Πατριάρχης Κωνσταντινουπόλεως (810-893 μ.Χ.)

Επιστολή προς Βούλγαρον Ηγεμόνα

  • Προοίμιο (1-3)
  • Τὸ Σύμβολο τῆς Πίστεως (4)
  • Οἰκουμενικὲς Σύνοδοι (5)
  • Ἡ πρώτη Σύνοδος (6-8)
  • Ἡ δευτέρα Σύνοδος (9-11)
  • Ἡ τρίτη Σύνοδος (12-13)
  • Ἡ τετάρτη Σύνοδος (14-16)
  • Ἡ πέμπτη Σύνοδος (17-19)
  • Ἡ ἕκτη Σύνοδος (20-22)
  • Ἡ ἑβδόμη Σύνοδος (23-28)
  • Ἡ καθαρότης τῆς Ὀρθοδοξίας (29-33)
  • Ἐμμονὴ στὴν πίστη (34-35)
  • Τὸ χριστιανικὸ ἦθος (36-37)
  • Προσευχὴ καὶ λατρεία (38-41)
  • Μελέτη (42)
  • Ἐμφάνισις τοῦ ἄρχοντος (43-48)
  • Ἡ φιλία (49-51)
  • Οἱ λεπτομέρειες τῆς εὐνομίας (52-131)
  • Ἐπίλογος (132-134)

Τῷ περιφανεστάτῳ καὶ περιβλέπτῳ ἠγαπημὲνῳ ἐν κυρίῳ πνευματικῷ υἱῷ Μιχαὴλ τῷ ἐκ θεοΰ ἄρχοντι Βουλγαρίας.

Προοίμιο

1. Αἱ μὲν ἄλλαι χάριτες, περιφανέστατε καὶ ἠγαπημένε ἡμῶν υἱέ, μικράς, καὶ προσκαίρους οἷς προσάγονται τὰς ὠφελείας παρέχουσιν• ὅσαι δὲ πεφύκασιν ψυχὴν βελτίονα ἀπεργάζεσθαι, πλάνης μὲν καθαίρουσαι καὶ παθῶν, τὴν αἴγλην δὲ καὶ λαμπρότητα τῶν ἀρετῶν καὶ τῆς ἀληθείας διαυγάζουσαι, αὖται δὲ ἄρα χάριτές εἰσιν ὡς ἀληθῶς, μεγάλα κέρδη καὶ ἀθάνατα ἀθανάτῳ καὶ θεοειδεῖ πράγματι χορηγοῦσαι, τῇ ψυχῇ, καὶ τὸν ἄσυλον αὐτῇ καὶ οὐράνιον ἐμπορευόμεναι πλοῦτον. Ὧν ἡ τιμιωτάτη καὶ τῶν ἄλλων πρωτεύουσα χάρις ἡ πρὸς τὸ θεῖόν ἐστιν ἀπλανὴς καὶ σωτήριος χειραγωγία, ἣν πρώτη καὶ μόνη χαρίζεται τῆς καθαρᾶς καὶ ἀμωμήτου πίστεως ἡμῶν τῶν Χριστιανῶν ἡ μάθησις καὶ μυσταγωγία. Αὕτη γὰρ τῆς πολυμόρφου πλάνης τὸν ἄνθρωπον ἀπαλλάττουσα καὶ τὰ τῆς καρδίας ὄμματα τῆς ἐκεῖθεν ἀχλύος ἀποκαθαίρουσα, καθαρᾷ ψυχῆς θεωρία τῷ καθαρωτάτῳ κάλλει τῆς λατρείας καθαρῶς ἐνατενίζειν παρέχεται• δι’ ἧς εἰς τὴν ὑπὲρ νοῦν οὐσίαν καὶ πάντων αἰτίαν καὶ δημιουργὸν ἀναγόμενοι τὴν ἑνοειδῆ καὶ ὑπέρθεον τῆς τριάδος θεότητα, καθ’ ὅσον ἐστὶν ἀνθρώπῳ δυνατόν, ἐνοπτριζόμεθα.

2. Τῆς τηλικαύτης τοίνυν χάριτος καὶ δωρεᾶς τὴν ἔμφρονά σου ψυχὴν εὑρηκότες ἀξίαν (ἐρᾶν γάρ σε ἀρετῆς καὶ εὐσεβείας πεπείσμεθα), τῷ φιλουμένῳ δώρῳ καὶ μεγαλοπρεπεῖ δεξιούμεθα’ ἐν ᾧ τῆς ἀχράντου καὶ καθαρᾶς ἡμῶν πίστεως τὸ ἱερὸν καὶ θεόσοφον ἐντάξαντες μάθημα, τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους, οἰονεὶ χάρακάς τινας καὶ περιβόλους οὔσας τοῦ θείου τούτου καὶ ὀρθοδόξου μαθήματος, σαφεῖ τε καὶ συντόμῳ λόγῳ συμπαρατιθέμεθα, οὐδ’ ὅσα βίον ἰθύνουσιν καὶ μαρτυρεῖ τῆς πίστεως τὴν ὀρθότητα παντελῶς ἀποσιγήσαντες. Ὥσπερ γὰρ τὸ πάντα κατ’ ἀρχὰς πειρᾶσθαι λέγειν ἀπειρόκαλον, οὕτω καὶ τὸ μηδὲν εἰπεῖν ἀφιλόκαλον.

3. Δεῖ δὲ τὰς ἀρετὰς τῇ πίστει παραπεπηγέναι καὶ δι’ ἀμφοῖν τὸν σπουδαῖον καταρτίζεσθαι. Καὶ γὰρ δογμάτων μὲν εὐθύτης πολιτείας προβάλλεται κοσμιότητα, πράξεων δὲ καθαρότης πίστεως ἀπαγγέλλει θειότητα• ὧν ἑκάτερον χωρὶς τοῦ ἑτέρου ρᾷον εἴωθεν ὑπορρεῖν καὶ παρασύρεσθαι, μὴ ἀνεχόμενον κατὰ μόνας ψυχαῖς ἀνθρώπων ἐγκατοικίζεσθαι. Ἀλλὰ περὶ μὲν τούτων καὶ ὕστερον• νῦν δέ σοι τὸ ἱερὸν καὶ θεόχρηστον τῆς ἰερᾶς ἡμῶν λατρείας ἀνατιθέμεθα μάθημα.

Τὸ Σύμβολο τῆς Πίστεως

4. Πιστεύω εἰς ἕναν θεόν, πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο• τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα• σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα• καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς• καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός• καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζώντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. Ὁμολογῶ ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν• προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Οἰκουμενικὲς Σύνοδοι

5. Οὕτω τοιγαροῦν φρονῶν καὶ πιστεύων κατὰ τὴν παράδοσιν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, ὦ καλὸν ἄγαλμα τῶν ἐμῶν πόνων, τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους, τὰς μὲν ὡς διδασκάλους, τὰς δὲ ὡς προμάχους τῆς εὐσεβείας, ἀποδέχου καὶ περίεπε• δι’ αὐτῶν γὰρ πᾶσα καινοτομία καὶ αἵρεσις ἀπελαύνεται, τὸ δὲ τῆς ὀρθοδοξίας ἀκήρατον καὶ ἀρχαιοπαράδοτον φρόνημα ταῖς τῶν εὐσεβούντων ψυχαῖς εἰς ἀδίστακτον σεβασμιότητα καθιδρύνεται. Ὧν ἀπάρχομαι τὴν ἀφήγησιν, χρόνον καὶ τόπον καὶ ἀριθμὸν τοῦ πλήθους καὶ τοὺς ἀρχηγοὺς ἑκάστης χάριν εὐμαθείας ταῖς οἰκείαις συνυποτυπούμενος πράξεσιν.

Ἡ πρώτη Σύνοδος

6. Ἡ τοίνυν πρώτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ συνεκροτήθη• ὀκτωκαίδεκα δὲ καὶ τριακόσιοι, θείων ἀρχιερέων ὁμήγυρις, τὴν τῆς ἀληθείας κρίσιν ἐνεχειρίζοντο. Ὧν ἦσαν προέχοντες Ἀλέξανδρός τε ὁ τὸν Κωνσταντινουπόλεως ἀρχιερατικὸν θρόνον λαχὼν διιθύνειν, ἀνὴρ βαθείᾳ μὲν πολιᾷ, παραπλησίῳ δὲ φρονήματι σεμνυνόμενος, βίου δὲ λαμπρότητι καὶ ὁσιότητι γνώμης καὶ πίστεως ἀκριβείᾳ τὴν εἰς τὸ θεῖον παρρησίαν πολλὴν οἰκειούμενος• καὶ δὴ καὶ Σίλβεστρος καὶ Ἰούλιος, τῆς ‘Ρωμαϊκῆς ἐκκλησίας ἐπίσημοί τε καὶ διαβόητοι πρόεδροι, αὐτῶν μὲν οὐδέτερος παραγεγονώς, Βίτωνα δὲ καὶ Βικέντιον ἑκάτερος ἀνθ’ ἑαυτοῦ κατὰ τὸν οἰκεῖον τῆς ἀρχιερατείας χρόνον τῇ κοινῇ παρεῖναι συνελεύσει προβαλλόμενοι, ἀνθρώπους ἀρετὴν τιμῶντας καὶ εἰς τὸ τοῦ πρεσβυτερίου ἀξίωμα παραγγέλλοντας. Οἷς καὶ ὁ Κοδρούβης ἐπίσκοπος συνετέτακτο, ὅς κατὰ τοὺς ἑλληνικοὺς διωγμοὺς τὴν κλῆσιν ἐπαληθεύουσαν ἔδειξεν• Ὅσιος γὰρ ὀνομαζόμενος, ἀβέβηλον αὐτοῦ τὴν ὁμολογίαν της εἰδωλικῆς λατρείας διετήρησεν. ὁ μέντοι Ἀλεξανδρείας Ἀλέξανδρος αὐτός τε παρῆν, ἱεροῖς κατορθώμασιν, ἦγεν δὲ συναγωνιστὴν ἑαυτῷ καὶ Ἀθανάσιον, ὅς τότε μὲν τοῦ τάγματος τῶν διακόνων ἡγεῖτο, μετ’οὐ πολὺ δὲ καὶ τοῦ ἀρχιερατικοῦ θρόνου κατέστη διάδοχος• ναὶ δὴ καὶ ὁ κλεινὸς Εὐστάθιος συμπαρῆν, τῆς Ἀντιοχέων ἐκκλησίας ἐγκαλλώπισμα, πίστεως μὲν ἐναστράπτων καθαρότητι, λόγων δὲ καὶ νοημάτων σωφροσύνῃ θαυμαζόμενος. Μεθ’ὧν καὶ ὁ Ἱεροσολύμων Μακάριος, πολλαῖς ἰδέαις ἀρετῶν ἐνευθηνούμενος, ἄλλοι τε πλεῖστοι ἀποστολικοῖς χαρίσμασι καὶ μαρτυρικοῖς παθήμασιν διαλάμποντες• ὧν Παφνούτιος καὶ Σπυρίδων Ἰάκωβός τε καὶ Μάξιμος ἀγαθοῦ καὶ θαυμασίου συστήματος ἀγαθοὶ καὶ θαυμάσιοι πρωτοστάται ἐγνωριζοντο. Ἐφ’οἷς ἅπασιν καὶ ὁ μέγας καὶ ἀξιάγαστος Κωνσταντῖνος τῆς ‘Ρωμαϊκῆς ἀρχῆς ἰθύνων τὰ σκῆπτρα διέπρεπεν, τὴν τε σύνοδον ἀθροίζων καὶ λαμπροτέραν τῇ παρουσίᾳ ἀπεργαζόμενος.

7. Ἀλλ’ ἐκ τοσούτων μὲν καὶ τοιούτων ὁ ἱερὸς ἐκεῖνος συνίστατο σύλλογος, Ἄρειόν τινα νεώτεροποιὸν δυσσεβείας δίκας εἰσπραττόμενος καὶ τὸ ἀποστολικὸν καὶ θεῖον κρατύνοντες κήρυγμα. Ἦν δ’ οὗτος ὁ δείλαιος ἕλκων μὲν τὸ γένος ἐκ τῆς Ἀλεξάνδρου• εἰς κλῆρον δὲ καταλέγεις τῆς ἐκεῖσε ἐκκλησίας καὶ πρεσβυτέρου βαθμὸν ἀνελθών, πρότερον μὲν κατὰ τοῦ ἰδίου ποιμένος ὑπερήφανον ἀνέλαβεν φρόνημα, ἐκεῖθεν δὲ κατὰ τοῦ κοινοῦ ποιμένος καὶ δεσπότου παρέτεινε τὴν ἀπόνοιαν. Τὸν γὰρ υἱὸν καὶ λόγον τοῦ θεοῦ (ὢ τῆς τολμηρᾶς ἐκείνης καὶ γλώττης καὶ διανοίας) εἰς κτίσμα καὶ ποίημα κατεβίβαζεν, οὐδὲ τοῦτο συνιδεῖν ἐθέλων, κοινὸν ὑπάρχον πᾶσι καὶ αὐτοδίδακτον ὁμολόγημα, ὡς ἅπας υἱὸς τῆς αὐτῆς ἐστὶ τῷ γεγεννηκότι οὐσίας καὶ φύσεως, καὶ ὁ τὸν υἱὸν τάττων ἐν κτίσμασιν καὶ τὸν πατέρα κτίσμα προανηγόρευσεν, ὥσπερ ὁ τὸν πατέρα δημιουργικῆς οὐσίας καὶ ἀιδίου φύσεως εἰδὼς τῆς αὐτῆς εἶναι τὸν υἱὸν συνανομολογήσειεν. Ποῦ δ’ ἂν εἴη τὸ γνήσιον της υἱότητος, ἄλλης μὲν οὐσίας τοῦ πατρός, ἑτέρας δὲ τοῦ υἱοῦ χρηματίζοντος; Πῶς δ’οὐ της ἑλληνικῆς πλάνης ἀνακύψει τὸ πολύθεον, εἰς ἐλάττω καὶ μείζω οὐσίαν τεμνομένης τῆς θεότητος, καὶ τῆς μὲν εἰς πρῶτον καὶ δημιουργὸν καὶ πρεσβύτερον θεὸν ἀφοριζομένης, τῆς δὲ εἰς δεύτερον θεὸν διακρινομένης καὶ ὑπουργὸν καὶ νεώτερον; ταῦτα γὰρ τῆς τοῦ Ἀρείου πονηρᾶς σπορᾶς τὰ γεννήματα.

8. Ἀλλὰ τοῦτον μέν, ὡς χείλη βλάσφημα κατὰ τοῦ πεποιηκότος ὁπλισάμενον, τῆς ἱερωσύνης ὁ ἱερὸς ἀπεγύμνωσεν ὅμιλος, τὴν δὲ δυσσεβεστάτην καὶ θεομάχον αὐτοῦ αἵρεσιν τῷ ἀναθέματι καθυπέβαλεν• ὁμοούσιον δὲ καὶ ὁμοφυῆ καὶ συναΐδιον τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ τῷ γεγεννηκότι πατρὶ καὶ τῆς αὐτῆς ἐξουσίας καὶ κυριότητος, ὡς οἱ θεῖοι χρησμοὶ καὶ τῶν εὐσεβούντων τὰ κοινὰ δόγματα, ἱερολογήσαντες διετράνωσαν, καλῶς εἰδότες καὶ ἐπισκοπήσαντες ὅτι, ὥσπερ τὸ εἰς ἕν συγκλείειν πρόσωπον τὴν τριαδικὴν μοναρχίαν καὶ κυριότητα Ἰουδαϊκόν ἐστι καὶ μισόχριστον, οὕτω καὶ τὸ κατατέμνειν εἰς ἀνίσους φύσεις καὶ ἀνομοίους οὐσίας τὴν ὑπερούσιον καὶ ὑπερφυῆ καὶ ἑνιαίαν θεότητα ἑλληνικὸν ὑπάρχει καὶ πολύθεον• ἀλλ’ ἐν τούτοις μὲν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος.

Ἡ δευτέρα Σύνοδος

9. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ σύνοδος τῶν μὲν ἱερῶν φροντισμάτων τὴν βασιλίδα πόλιν ἱερὸν ἐδείκνυ φροντιστήριον εἰς πεντήκοντα δὲ καὶ ἑκατὸν ἄνδρας ἱεροὺς συναγείρετο, ἐξάρχους ἔχουσα Τιμόθεόν τε τὸν Ἀλεξανδρείας καὶ τὸν ἀξιοθαύμαστον τῆς Ἀντιοχείας Μελέτιον Κύριλλόν τε τῶν Ἱεροσολύμων τοὺς ἀρχιερατικοὺς θρόνους ἰθύνοντας• καὶ δὴ καὶ Νεκτάριον, ὅς ἄρτι τῆς τῶν κατηχουμένων ἀγέλης ἀφορισθεὶς καὶ τῷ θείῳ λουτρῷ τὸν τοῦ βίου ρύπον ἀποπλυνάμενος, καθαρὸς ἤδη τὸ καθαρώτατον τῆς ἱεραρχίας ἀξίωμα περιβάλλεται, ψήφῳ μὲν κοινῇ τῆς συνόδου, χειροθεσὶᾳ δὲ τῶν προκρίτων, καὶ ἅμα τε τῆς βασιλευούσης ἐπίσκοπος καὶ τῆς συνόδου ἐχρημάτιζεν ἒξαρχος• μεθ’ ὧν Γρηγόριος ὃ τε τῆς ἐν Καππαδοκίᾳ Νύσσης ἐπίσκοπος καὶ ὁ τῆς θεολογίας ἐξ ἔργων ἐπώνυμος• οἷς οὐ πολὺς χρόνος καὶ Δάμασος ὁ τῆς Ρώμης τὰ αὐτὰ κρατύνων ἐγνωρίζετο, σύμφωνος τοῖς προλαβοῦσι καθιστάμενος.

10. Οὗτος δὴ οὖν ὁ ἱεροφάντης χορὸς Μακεδόνιόν τινα, τὸν Κωνσταντινουπόλεως θρόνον ἅρπαγμα πάλαι ποιησάμενον, ὅτι τὸ πανάγιον καὶ ζωαρχικὸν ἐδυσφήμει πνεῦμα, εὐθύνας ἐδικαίου δοῦναι. Ὡς γὰρ Ἄρειος κατὰ τοῦ υἱοῦ, οὕτω καὶ αὐτὸς κατὰ τοῦ παναγίου παραταττόμενος πνεύματος, εἰς δούλους καὶ ὑπηρέτας τὴν δεσποτικὴν καὶ ὑπερκειμένην αὐτοῦ συνέταττεν κυριότητα. Καίτοι ῥᾷον ἦν, εἲπερ ἐβούλετο, τῷ ἀθλίῳ συνορᾶν ὅτι, καθάπερ οἱ τὸν υἱὸν εἰς κτίσμα τάττοντες τὴν ὕβριν οὐδὲν ἧττον προσάπτουσιν τῷ πατρί, οὕτως καὶ οἱ τὸ πανάγιον αὐτοῦ πνεῦμα τοῖς ποιήμασιν ἐναριθμοῦντες τὴν ἴσην καὶ ὁμοίαν βλασφημίαν ἀφιᾶσιν κατ’ αὐτοῦ. Εἰ γὰρ τὸ πνεῦμα κτίσμα, κἀκεῖνος οὗ τὸ πνεῦμα μετὰ τῶν κτισμάτων. Εἰ δὲ καὶ ἀκοαῖς ἀφόρητον ἡ τῆς ἀθεότητος ταύτης ὑπερβολή, πῶς οὐ συνῆκεν ὁ ταλαίπωρος ἐκεῖνο φυγεῖν δι’οὗ πρὸς τούτους ἀνάγκη πεσεῖν τοὺς θεομάχους λογισμούς; ἀθετεῖς τὸ πνεῦμα εἶναι θεὸν• πῶς «ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ» καὶ οὐδὲν τῶν τοῦ θεοῦ κρύφιον ἀπ’ αὐτοῦ; πῶς ἐστιν «ἄλλος παράκλητος»; πῶς συντάττεται πατρὶ καὶ υἱῷ; «πορευθέντες» γὰρ αὐτός φησιν ὁ υἱός, «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». Εἰ ἕν τι τῶν τριῶν κτίσμα ἐν οἷς φωτιζόμεθα, οὐδὲ τὰ λοιπὰ καθαρεύσει τῆς ὕβρεως. Ἀλλ’ εἰ κτίσμα, πῶς κτίζει; πῶς ἁγιάζει; πῶς ζωοποιεῖ; πῶς διαιρεῖ χαρίσματα; πῶς δὲ θεός;

11. Ἄλλὰ τούτων οὐδὲν ἐκεῖνος ὁ φρενοβλαβὴς ἐπὶ νοῦν βαλόμενος, τῆς μοναρχικῆς αὐτὸ καὶ μιᾶς καὶ ἀδιαιρέτου θεότητος διασπᾶν ἐτόλμα καὶ ἀπεθρασύνετο. Διὸ καὶ τῆς ἀσεβείας ἐπάξια εἴληφεν τὰ ἐπίχειρα, αὐτὸς τε ἀφαιρέσει τῆς ἱερωσύνης ζημιωθεὶς καὶ πάντες ὅσοι τῆς αὐτοῦ θεομαχίας τὸ ἀνίατον παρεζήλωσαν. Καὶ ὡς ἐκεῖνος τὸ πανάγιον πνεῦμα τῆς τριαδικῆς καὶ μιᾶς θεότητός τε καὶ κυριότητος ἀλλοτριοῦν ἐφρυάττετο, οὕτως αὐτὸν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος καὶ τῆς ἱερωσύνης καὶ τῆς τῶν πιστῶν μερίδος καὶ συναυλίας οἷα δεύτερον ἠλλοτρίωσεν Ἄρειον• τὸ δὲ πανάγιον καὶ ζωαρχικὸν πνεῦμα, ἅτε δὴ ὁμοφυὲς καὶ ὁμοούσιον ἰσοσθενές τε καὶ παντοδύναμον, τῷ πατρὶ καὶ τῷ υἱῷ συμπροσκυνεῖσθαι καὶ συνδοξολογεῖσθαι κατὰ τὰς πατρικάς τε καὶ θεολογικὰς φωνὰς ἀνεκήρυξαν, ἐκθερίσαντες τέλεον καὶ εἴ τι τῆς Ἀρειανῆς σπορᾶς ζιζάνιον ὑπεφύετο. Τηνικαῦτα δὲ τὰς βασιλείας ἡνίας ὁ μέγας ὡς ἀληθῶς καὶ μεγάλης εὐφημίας ἄξιος περιεζώννυτο Θεοδόσιος, πρόμαχος καὶ αὐτὸς τῆς εὐσεβείας γνωριζόμενος. Ἀλλ’ ἐν τούτοις μὲν καὶ αὕτη ἡ ἁγία σύνοδος.

Ἡ τρίτη Σύνοδος

12. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύνοδος ἐν μὲν τῇ κατὰ τὴν Ἀσίαν Ἐφέσῳ συνεκροτήθη, εἰς διακοσίους δὲ ἐπληθύνετο• ἐν οἷς ἡγεμόνες ἐγνωρίζοντο Κύριλλός τε ὁ ἐν πατράσι περιώνυμος, ὃς δι’ἀρετήν καὶ σοφίας πλοῦτον τῆς Ἀλεξάνδρου μεγαλοπόλεως ἰθύνων τὸν θρόνον καὶ τοῦ Ρώμης Κελεστίνου τὴν καθέδραν ἀνεπλήρου καὶ τὸ πρόσωπον. Μεθ’ ὧν καὶ Μέμνων, ὁ τῆς Ἐφεσίων ἐκκλησίας ἐμπεπιστευμένος τους οἴακας, καὶ δὴ καὶ ὁ Ἱεροσολύμων Ἰουβενάλιος• οἵτινες σὺν παντὶ τῷ τῆς συνόδου πληρώματι τὸν δυσσεβῆ Νεστόριον ὧν ἠσέβει δίκας, εἰσεπράττοντο. Ὃς ἐκ τῆς Ἀντιόχου τῆς πρὸς τῷ Ὀρόντῃ ὁρμώμενος, τὸν Κωνσταντινουπόλεως θρόνον οὐκ εὐαγῶς ἐγκεχείριστο• ἀλλ’ ὅ γε ταλαίπωρος οὗτος ἐκ τῶν Διοδώρου καὶ Θεοδώρου θολερῶν τῆς ἀσεβείας ἐκροφήσας ναμάτων καὶ εἰς φρενῶν μέθην ἀκοαῖς ἐναπηρεύξατο. Χριστὸν γὰρ τὸν ἕνα υἱόν, τὸν ἀληθινὸν θεὸν ἡμῶν, ὃς δι’ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκὸς ἡμῖν παραπλησίως κοινωνήσας καὶ αἵματος καὶ εἰς ἑαυτὸν τὸ ἡμέτερον ὑποστησάμενος φύραμα, εἷς ἐκ δύο ἐχρημάτισὲ τῶν ἐναντίων, θεὸς ὁ αὐτὸς ὑπάρχων καὶ ἄνθρωπος, εἷς Χριστός, εἷς υἱὸς ὁ αὐτός, ἄνω ἐκ πατρὸς ἀμήτωρ καὶ κάτω ἐκ μητρὸς ἀπάτωρ ὁ αὐτὸς καὶ οὐκ ἄλλος, ἕν πρόσωπον, μία ὑπόστασις – τοῦτον δὴ τὸν ἕνα κύριον ἡμῶν Ἰησοῦ τὸν Χριστὸν εἰς δύο τέμνειν καὶ διαιρεῖν ὑποστάσεις ὁ τρισάθλιος ἐκεῖνος οὐ πεφρικώς, τὸν μὲν ψιλὸν ἄνθρωπον καὶ χωρὶς τοῦ προσλαβόντος λόγου κατ’ ἰδίαν ὑπόστασιν ἔπλαττεν, τὸν δὲ θεὸν ἀνὰ μέρος καὶ γυμνόν τοῦ προσλήμματος• ὥσπερ δεδοικὼς ὁ ἀνόητος, μή τι θεὸς πάθοι, τὸ οἰκεῖον πλάσμα δι’ἄφατον φιλανθρωπίαν εἰς θεραπείαν καὶ ἀνάπλασιν ὑποδυόμενος, οὐδὲ τοῦτο συνιδών, ὡς οἷς τὴν ἀνθρωπίνην φύσιν τῆς τοῦ λόγου ἐδίχαζεν ὑποστάσεως, ἀνίατον αὐτὴν καὶ ἀθεράπευτον ἀνεκήρυττεν καὶ τῆς ἰδίας ἔξαρνος σωτηρίας ἐγίγνετο. Ἀλλὰ γὰρ τοὺς λογισμοὺς ὅλως ἐκ τούτων διαστραφείς, οὐδὲ τὴν αὐτοῦ κατὰ σάρκα μητέρα, τὴν παναγίαν παρθένον, τὴν κυρίως καὶ ἀληθῶς τὸν θεὸν λόγον σεσαρκωμένον τεκοῦσαν, οὐδὲ ταύτην καλεῖν θεοτόκον ἠνέσχετο• ἀλλ’ὥσπερ τὸν υἱὸν ἀπεστέρει τῆς θεότητος, οὕτως ἠλλοτρίου καὶ τὴν γεννησαμένην τῆς θεοτόκου κλήσεως.

13. Διὸ τοῦτον ἀξίως τῆς τηλικαύτης ἀπονοίας καὶ τῆς βλασφήμου γλώσσης τῶν μακαρίων πατέρων ὁ σύλλογος πάσης τε ἱερωσύνης ἐγύμνωσεν καὶ σὺν τῷ οἰκείῳ καὶ βδελυρωτάτῳ φρονήματι τῷ αἰωνίῳ παρέπεμψαν ἀναθέματι. Τὸν δὲ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν μίᾳ καὶ τῇ αὐτῇ ὑποστάσει πατροπαραδότως καὶ ὁσιοπρεπῶς προσκυνεῖσθαι καὶ κηρύττεσθαι δογματίσαντες, ἀκολούθως καὶ τὴν πανάχραντον αὐτοῦ καὶ ἀειπάρθενον μητέρα κυρίως καὶ ἀληθῶς καλεῖσθαι καὶ ἀνευφημεῖσθαι θεοτόκον παραδεδώκασιν οἷς γὰρ τὸν θεὸν λόγον σαρκὶ γεννηθῆναι καταδεξάμενον τέτοκεν, θεοτόκος ἐνδίκως δοξολογεῖσθαι καὶ ὀνομάζεσθαι ἐξωσίωται. Ἀλλ’ ἐπὶ τούτοις μὲν καὶ αὕτη τὸ τέλος ἔσχηκεν, ἡνίκα τὸν νέον Θεοδόσιον ἡ ‘Ρωμαϊκὴ πολιτεία γαληνοῖς ἑώρα ὀφθαλμοῖς τὴν πατρώαν καὶ βασίλειον ἀρχὴν ἐκ τριγονίας διανύοντα.

Ἡ τετάρτη Σύνοδος

14. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ τετάρτη σύνοδος τὸν ἐν βασιλεῦσιν εὐσεβέστατον Μαρκιανὸν συμπαρόντα καὶ συμπνέοντα ἔχουσα, τῶν ἀληθινῶν μὲν δογμάτων ἀκροατήριον ἀνιέρου τὴν Καλχηδόνα, πόλιν Βιθυνίας οὖσαν ἐπίσημον• ἐν τριάκοντα δὲ καὶ ἑξακοσίοις τὸν ἀριθμὸν ἐξετείνετο. Ἧς λογάδες ἐχρημάτιζον Ἀνατόλιός τε ὁ τῆς βασιλίδος πόλεως τοὺς ἀρχιερατικοὺς θεσμοὺς ἐγκεχειρισμένος• καὶ δὴ Πασκασῖνός τε καὶ Λουκίνσιος, ἐπισκοπικῷ διαπρέποντες ἀξιώματι, σὺν Βονιφατίῳ πρεσβυτέρῳ τὸν τόπον ἐπέχοντες Λέοντος τοῦ ἁγιωτάτου πάπα ‘Ρώμης, οὗ κλέος μέγα καὶ πολὺς ὁ ὑπὲρ τῆς εὐσεβείας ζῆλος• μεθ’ ὧν Μάξιμός τε ὁ Ἀντιοχείας καὶ ὁ Ἱεροσολύμων Ἰουβενάλιος.

15. Οἵτινες Εὐτυχῆ τε τὸν δυστυχῆ καὶ τὸν προασπιστὴν αὐτοῦ τὸν ἀλαζόνα Διόσκορον δυσσεβημάτων εἰσπράξεις ἀπῄτησαν. Καὶ γὰρ καὶ οὗτοι τὴν ἐκ διαμέτρου Νεστορίῳ πλάνην οἰκειωσάμενοι, εἰς τὴν ὁμοίαν ἐκείνῳ ἐξέπεσον ἀθλιότητα. Τὸν γὰρ ἕνα κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐκ θεότητος καὶ ἀνθρωπότητος γνωριζόμενον καὶ ἐν ταύταις ταῖς δυσὶ προσκυνούμενον φύσεσιν, εἰς μίαν φύσιν τολμηρῶς καὶ ἀφρόνως ἀνεκίρνων καὶ συνέχεον ἐξ ὧν τῆς τε πατρικῆς οὐσίας ἑτερόφυλον καὶ τοῖς ἀνθρώποις ἑτεροφυᾶ οὐ συνίεσαν οἱ δείλαιοι συμπεραίνοντες. Εἰ γὰρ μία ἡ τοῦ Χριστοῦ φύσις, ἢ θεία πάντως ἢ ἀνθρωπίνη ἔσται. Ἀλλ’ εἰ μὲν μόνη θεία, ποῦ τὸ ἀνθρώπινον; εἰ δὲ ἀνθρωπίνη, πῶς οὐκ ἔξαρνοι τῆς θεότητος; εἰ δ’ ἕτερόν τι παρὰ ταῦτα (τοῦτο γὰρ ὑπολείπεται, καὶ πρὸς τοῦτο μᾶλλον αὐτῶν νεύει τὸ φρόνημα), πῶς οὐχ ἑτεροφυὴς αὐτοῖς ὁ Χριστὸς καὶ τοῦ πατρὸς καὶ ἡμῶν ἀναπλασθήσεται; οὗ τί ἂν δυσσεβέστερον ἢ ἀφρονέστερον, ἄνθρωπον γενέσθαι φάσκειν τὸν τοῦ θεοῦ λόγον καὶ θεὸν ἐπί τε φθορᾷ τῆς ἰδίας θεότητος καὶ ἐπὶ ἀναιρέσει τῆς προσληφθείσης ἀνθρωπότητος; τοῦτο γὰρ ἕπεται πάντως τοῖς μηδετέρας φύσεως, ἀλλ’ ἑτέρας παρὰ ταύτας τὸν Χριστὸν εἰπεῖν ἐκτολμήσασιν.

16. Διὸ καὶ τῆς τοσαύτης δυσσεβείας οἱ τῶν Χριστομάχων τούτων δογμάτων εἰσηγηταὶ ἀξίαν τὴν δίκην δεδωκότες, ἀφῃρέθησάν τε τῆς ἱερωσύνης καὶ ἀπὸ πάσης τῆς ἐκκλησίας γεγόνασιν ἀνάθεμα, συναπελαθείσης αὐτοῖς καὶ τῆς Χριστομάχου αἱρέσεως• τὸ δὲ ὀρθὸν καὶ ἀπαράτρωτον τῆς ὀρθοδοξίας φρόνημα ἔτι μᾶλλον ταῖς γραφικαῖς τε καὶ πατρικαῖς μαρτυρίαις ἀνεκηρύχθη καὶ διέλαμψεν, ἕνα τὸν Χριστόν, ἤτοι μίαν αὐτοῦ τὴν ὑπόστασιν, καὶ δύο τὰς φύσεις, θεότητά τε καὶ ἀνθρωπότητα, ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐνθεωρουμένας, τῶν τρισμακαρίστων ἀρχιερέων περιφανῶς θεολογησάντων καὶ παραδεδωκότων ἀδιστάκτως ὁμολογεῖν καὶ κηρύσσειν εἰς πάντα τῆς οἰκουμένης τὰ πέρατα. Δῆλον δὲ κἀντεῦθεν, ὡς δι’ὧν μὲν χωλοῖς αἱ βάσεις ὠρθοῦντο καὶ τυφλοῖς τὸ πάθος εἰς ὀμμάτων βλάστην ὑπεφύετο νεκροί τε τῶν πυλῶν ἀνεσπῶντο του ἅδου καὶ πρὸς τὸ ζῆν μετετάττοντο αἵ τὲ ἄλλαι θεοσημεῖαι, ἃς οὐ ράδιον ἀριθμεῖν, ἐπετελοῦντο καὶ ἐπεδείκνυντο, τῆς θείας φύσεως ἐναργῶς παρεδηλοῦτο τὸ ἀξίωμα• δι’ ὧν δὲ κόπους καὶ πόνους καὶ δίψαν καὶ πεῖναν καὶ τὰ τούτοις ὑφίστατο συγγενῆ καὶ παραπλήσια, τῆς ἀνθρωπίνης οὐσίας ἐτρανοῦτο τὸ ἰδίωμα. Ὧν τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωποπρεπῶς ὁ αὐτὸς Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, ἐπιτελέσας καὶ διαπραξάμενος, μίαν μὲν αὐτοῦ καὶ ἑνιαίαν τὴν ὑπόστασιν, δύο δὲ καὶ διαφερούσας τὰς φύσεις ἐν ἀσυγχύτῳ ἑνώσει σαφῶς τε καὶ ἀναντιρρήτῳ λόγῳ παρέστησέν τε καὶ ἐπιστώσατο. Ἀλλ’ ἐν τούτοις καὶ τὰ τῆς τετάρτης συνόδου.

Ἡ πέμπτη Σύνοδος

17. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος, τέμενος μὲν ἱερὸν αὐτῇ ἡ Κωνσταντίνου μεγαλόπολις ἀφιέρωτο, πέντε δὲ καὶ ἑξήκοντα καὶ ἑκατὸν θεοφόρων πατέρων παρουσίᾳ καὶ συνδρομῇ ἐκρατύνετο. Ὧν ἡγοῦντο καὶ προέλαμπον Μηνᾶς μὲν τὴν ἀρχήν, εἶτα δὲ καὶ Εὐτύχιος, τῆς αὐτῆς βασιλίδος ἐκ διαδοχῆς τοὺς ἀρχιερατικοὺς πηδαλιουχήσαντες οἴακας• καὶ Βιγίλιος ὁ τῆς ‘Ρώμης τὴν ἱερὰν λαχὼν ἐφορείαν, παρὼν μὲν τῇ πόλει, οὐ παρὼν δὲ τῇ συνόδῳ• ὃς εἰ καὶ μὴ πρόθυμος εἰς τὴν συνδρομὴν τῆς ἱερᾶς ὁμηγύρεως κατέστη, ἀλλ’ οὐδὲν ἔλαττον ὅμως τὴν κοινὴν τῶν πατέρων πίστιν ἐπεκύρου λιβέλλῳ. Σὺν οἷς Ἄπολινάριός τε ὁ Ἀλεξανδρείας καὶ Δόμνος ὁ Ἀντιοχείας τῷ ἀρχιερατικῷ ἀξιώματι κεκοσμημένοι• καὶ δὴ καὶ Δίδυμος καὶ Εὐάγριος, Εὐστοχίου τοῦ Ἱεροσολύμων ἀρχιερέως τὸν τόπον ἀναπληροῦντες. Τηνικαῦτα δὲ καὶ Ἰουστινιανὸς ὁ κράτιστος ἐν βασιλεῦσι τῆς ‘Ρωμαϊκῆς ἀρχῆς τὰς φροντίδας ἐχείριζεν καὶ τῷ ἐκκλησιαστικῷ συνεφώνει φρονήμάτι.

18. Αὕτη τοιγαροῦν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος Νεστορίου πάλιν τὰ μιαρὰ παραφυόμενα δόγματα εἰς τὸ παντελὲς ἐξεθέρισεν, ἅμα αὐτῷ ἐκείνῳ τῷ σπορεῖ τῷν ζιζανίων• μεθ’ οὗ Θεόδωρον καὶ Διόδωρον, ὧν ὁ μὲν Ταρσοῦ πόλεως, ὁ δὲ Μοψουεστίας ἐπεσκόπησεν, οἱ Νεστορίου πρότερον τὴν τοιαύτην ὠδίνοντες αἵρεσιν καὶ ἔγγραφον ἀπολελοίπασι, τῆς νόθου διανοίας τὰ νόθα καὶ ἔκφυλα κυήματα. Ἔτι δὲ κατεδίκασεν καὶ ἀνεθεμάτισεν Ὤριγένην, Δίδυμον, Εὐάγριον, παλαιὰ τῶν πιστῶν ἀρρωστήματα, ἄνδρας τὴν ἑλληνικὴν μυθολογίαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ παρεισενεγκεῖν φιλονεικήσαντας. Προϋπάρχειν τε γὰρ οὗτοι τὰς ψυχὰς τῶν σωμάτων ἐληρώδουν, καὶ πολλὰ σώματα τὴν αὐτὴν μετενδύεσθαι• δόγμα μιαρὸν καὶ κατάπτυστον, καὶ μόνων ὡς ἀληθῶς ἐκείνων τῶν ψυχῶν ἄξιον. Καὶ τέλος δὲ τῆς ἀτελευτήτου κολάσεως ἐψηφίζοντο• ἄλλη τοῦτο παράκλησις πρὸς ἁμαρτίαν πᾶσαν καὶ ἀπώλειαν. Καὶ τοῖς πονηροῖς δαίμοσιν τὸ ἀρχαῖον ἀξίωμα ἐχαρίζοντο, ἐπαναδραμεῖν αὐτοὺς εἰς τὴν ἄνωθεν δόξαν ἐξ ἧς ἐξέπεσον ἀναπλάττοντες. Ἔτι δὲ οὐδὲ τὰ σώματα ταῖς ψυχαῖς ἐβούλοντο συνανίστασθαι, γυμνὰς δὲ αὐτὰς σωμάτων ἀνιστῶσιν, οὐκ οἶδ’ ὅ τί καὶ καλοῦντες ἀνάστασιν, εἴπερ τοῦ πεπτωκότος καὶ θανόντος ἡ ἀνάστασις, οὐχὶ δὲ τοῦ ἀεὶ ἐστῶτος καὶ ἐν ἀφθαρσίᾳ διαμένοντος, οἷὸν πέρ ἐστιν ἡ ψυχή• οὐδὲ τοῦτο δυσωπηθέντες οἱ ἄθλιοι, ἡλίκον οἷον ἀδίκημα δι’ ὧν ληροῦσιν τοῦ δικαίου κριτοῦ κατηγοροῦσιν. Πῶς γὰρ οὐκ ἐσχάτην ἀδικίαν αὐτοῦ καταμαρτυροῦσιν, τὰ μὲν συναθλήσαντα σώματα ταῖς ψυχαῖς τοῖς κατ’ ἀρετὴν πόνοις τῶν κοινῶν ἐπάθλων ἀποστερεῖν αὐτὸν βλασφημοῦντες, τὰ δ’ αὖ πάλιν συνεξαμαρτόντα τῆς κοινῆς αἰτίας καὶ πράξεως ἀνεπιτίμητα καταλιμπάνειν, μόνας δὲ τὰς ψυχὰς χωρὶς τῶν συδιαπραξαμένων σωμάτων ἢ διπλὴν εἰσπράττειν τιμωρίαν ἢ διπλῆς ἀξιοῦν μισθαποδοσίας;

19. Οὐ μόνον δὲ τὰ τοιαῦτα τῶν δυσφημιῶν ὁ ἱερὸς οὗτος τῶν πατέρων χορὸς ἀπεκήρυξεν, ἀλλὰ καὶ πρό γε τούτων, οὐ πολλῷ ἔμπροσθεν χρόνῳ, καθεῖλεν καὶ ἀνεθεμάτισεν Ἄνθιμόν τε τὸν Τραπεζούντιον, τὸ Εὐτυχοῦς ὑποθάλποντα φρόνημα, καὶ Σεβῆρον Πέτρον τε τὸν Ἄπαμείας καὶ Ζωόραν καὶ πᾶσαν τὴν πονηρὰν ἐκείνην καὶ πολυκέφαλον διασπορὰν καὶ συμμορίαν, Ἀγαπητοῦ μὲν μάλιστα τοῦ ‘Ρώμης τῆς εὐαγοῦς προκατάρξαντος πράξεως, συμψήφων δὲ καὶ συνεργῶν ἀναφανέντων τῶν περιωνύμων ἀρχιερέων, ὧν ὁ μὲν Ἐὐφραίμιος ὁ κλεινός (τῆς Ἄντιόχου δὲ οὗτος), τῶν Ἰεροσολύμων δὲ Πέτρος ὁ ἱερὸς ἐπετρόπευεν. Τούτους οὖν ἅπαντας τὸ θεῖον τῶν ἀρχιερέων συνάθροισμα ἐκκηρύξαντές τε καὶ ἀποβαλόμενοι τὰ ἀπλανῆ καὶ θεῖα τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐκράτυνάν τε καὶ ἐπεκύρωσαν δόγματα. Καὶ τὰ μὲν τῆς οἰκουμενικῆς πέμπτης συνόδου ἐν τούτοις.

Ἡ ἕκτη Σύνοδος

20. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος ἐν τῇ βασιλίδι μὲν τῶν πόλεων καὶ αὐτὴ τῶν μυστικῶν τῆς ἀληθείας θεαμάτων τὸ ἱερὸν ἐπήγνυτο θέατρον, ἑβδομήκοντα δὲ καὶ ἑκατὸν θεοφόροις ἀνδράσι τὸν ἀγῶνα ὑποδυομένη λαμπρῶς νικῶσαν ἀπεδείκνυ τὴν εὐσέβειαν. Ταύτης ἀρχηγοὶ καὶ τῶν ἄλλων προνομεύειν ἐκρίνοντο ἄξιοι Γεώργιός τε, ᾧ τῆς βασιλίδος πόλεως ὁ ἀρχιερατικὸς θεσμὸς ὑπῆρχεν ἐγκεχειρισμένος, καὶ Θεόδωρος καὶ Γεώργιος, ἐν πρεσβυτέρων ἀξιώματι κατειλεγμένοι, ἅμα διακόνῳ Ἰωάννῃ, οἳ ἀντὶ Ἀγάθωνος τοῦ ἁγιωτάτου πάπα ‘Ρώμης εἰς τὴν τῶν ἐξάρχων τάξιν ἠριθμοῦντο• καὶ τοῦ τῆς Ἀλεξάνδρου δὲ μεγαλοπόλεως θρόνου Πέτρος μοναχὸς τὸν τόπον ἀνεπλήρου• μεθ’ ὧν καὶ Γεώργιος μοναχὸς καὶ πρεσβύτερος εἰς τὸν βαθμὸν τῆς ἀρχιερατικῆς τῶν Ἱεροσολύμων παρήγγελλε καθέδρας.

21. Οὗτοι δὴ σὺν τοῖς ἄλλοις ἱεροῖς καὶ ἁγίοις πατράσι Σέργιον, Πύρρον, Παῦλον, Κωνσταντινουπόλεως κατάρξαντας, καὶ ‘Ονώριον ‘Ρώμης Κῦρόν τε Ἀλεξανδρείας καὶ Θεόδωρον τὸν τῆς Φαράν, τὴν ἀλληλόπλοκον τοῦ ψεύδους σειρὰν διαρρήξαντες, οὐ μὴν ἀλλὰ καὶ Μακάριον Ἀντιοχείας, ἅμα Στεφάνῳ τῆς αἱρέσεως μαθητῇ, σὺν γέροντί τινι ἀθλίῳ τοὔνομα Πολυχρονίῳ, ἐπιπλακέντας αὐτοῖς καὶ τῆς ἐκείνων δυσσεβείας ὑπερμαχεῖν μελετήσαντας, ὑπὸ δικαίαν καταδίκην ἐποιήσαντο, ὅτι μίαν θέλησιν καὶ μίαν ἐνέργειαν ἐπὶ Χρίστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν τοῦ ἐκ δύο πεφυκότος φύσεων δυσσεβεῖ καὶ ἀλόγῳ φρονήματι ἐτόλμησαν ἀποφήνασθαι• μηδὲ τοῦτο λογισμοῖς ἀναλαβόντες οἱ ἀσύνετοι, ράδιον ὂν καὶ πρόχειρον εἰς κατάληψιν, ὡς οὐκ ἔστὶ τῆς αὐτῆς ἐνεργείας χωλὸν κατ’ ἐξουσίαν ὀρθῶσαι, καὶ κόπους ὁδοιπορίας μετέρχεσθαι• οὐδὲ τυφλοὺς ὀμματῶσαι, καὶ γῆν σιάλῳ δακτύλων ἔργοις φυρᾶσαι καὶ πηλὸν ποιῆσαι καὶ ἐπιβαλεῖν τοῖς ὄμμασιν• οὐδὲ νεκρὸν ἀναστῆσαι, καὶ δακρύειν ἐπὶ τελευτήσαντι• οὐ μὴν οὐδὲ τῆς αὐτῆς ἐστι θελήσεως παρελθεῖν αἰτεῖσθαι τὸ ποτήριον τοῦ θανάτου, καὶ δόξαν καλεῖν καὶ βούλεσθαι τὸ ἀθέλητον. Ἀλλὰ πῶς οὐχὶ συνήσθοντο διὰ τούτων καὶ τῶν φύσεων τὴν διαφορὰν ἐξαρνούμενοι; πᾶσα γὰρ φύσις πηγὴ ἐνεργείας, καὶ ταῖς διαφόροις ἐνεργείας αἱ φυσικαὶ θελήσεις συνδιασχίζονται• καὶ εἰ κατὰ τὴν ἐν αὐτοῖς πλάνην ἡ ἐνέργεια καὶ ἡ θέλησις μία, καὶ ἡ φύσις πάντως ἐξ ἧς ταῦτα μία• εἰ δὲ δύο αἱ φύσεις (οὔπω) γὰρ εἰς τοῦτο μανίας ἐξώκειλαν, ἐν ὀφθαλμοῖς ἔχοντες τὴν διασπορὰν τῶν καταρξάντων καὶ ἀπώλειαν), πῶς οὐχὶ ἑκατέρα πηγάσει τὴν οἰκείαν ἐνέργειαν καὶ τὴν θέλησιν;

22. Ἀλλ’οὗτοι μὲν τῆς ἰδίας αὐτῶν καὶ δυσφήμου δόξης οὐδὲν προτιμήσαντες, σὺν αὐτῇ ἐκείνῃ αἰωνίῳ κατεδικάσθησαν ἀναθέματι• δύο δὲ θελήσεις φυσικὰς καὶ δύο ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν τῶν θεοφόρων πατέρων ἱερολογήσας ὁ σύλλογος, ταῖς ἁπανταχοῦ ἐκκλησίαις τὸ διπλοῦν ὁμολογεῖν καὶ κηρύσσειν, ὥσπερ τῶν φύσεων, οὕτω καὶ τῶν ἐνεργειῶν καὶ θελήσεων, ὀρθοδόξως παραδεδώκασιν. Κωνσταντῖνος δὲ τηνικαῦτα, ὁ ἀπόγονος Ἡρακλείου, τὸν προγονικὸν τῆς βασιλείας κλῆρον ἐχρημάτιζεν ἀναδεδεγμένος, τά τε ἄλλα συμπράττων τῇ συνόδω καὶ τὸ ὀρθὸν τῆς ἐκκλησίας φρόνημα πρεσβεύων. Ἀλλ’ ἐν τούτοις μὲν καὶ ἡ ἕκτη.

Ἡ ἑβδόμη Σύνοδος

23. Ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ ἑβδόμη σύνοδος Νίκαιαν μέν, τῆς Βιθυνῶν μητρόπολιν οὖσαν καὶ τῶν ὀρθῶν δογμάτων δικαστήριον πάλαι γεγονυῖαν, καὶ αὐτὴ τῆς εὐσεβείας κριτήριον ἔδειξεν, ἑπτὰ μὲν καὶ ἑξήκοντα καὶ τριακοσίων ἱερῶν ἀνδρῶν τῷ πλήθει πλατυνομένη, ταξιάρχους δὲ καὶ πρωτοστάτας τῆς ἱερᾶς αὐτῶν καὶ μεγάλης φάλαγγος προβαλλομένη Ταράσιόν τε τὸν ἐν ἀρχιερεῦσι θεοῦ περιβόητον (θεῖος οὗτος καὶ πανάριστος ἀνήρ, καὶ τῆς βασιλίδος πόλεως τοὺς ἱεραρχικοὺς οἴακας εἴπερ τις ἄλλος περιάγειν ἄξιος) καὶ δὴ καὶ Πέτρον τὸν εὐλαβέστατον πρωτοπρεσβύτερον τῆς κατὰ ‘Ρώμην ἁγίας Ἐκκλησίας, καὶ Πέτρον ἄλλον, πρεσβύτερον καὶ αὐτὸν καὶ τῆς ἐκεῖσε μονῆς ἡγούμενον τοῦ ἁγίου Σάβα• οἳ τῆς ἀποστολικῆς καθέδρας διεκληροῦντο τὸν τόπον, Ἀδριανοῦ τότε τὸ ἀρχιερατικὸν κοσμοῦντος ἀξίωμα• ἅμα δὲ τούτοις Ἰωάννην καὶ Θωμᾶν, ἄνδρας μοναδικῇ πολιτείᾳ περιωνύμους καὶ ἱερατικῇ τιμῇ διαλάμποντας καὶ τῆς ἀνατολικῆς ἁπάσης διοικήσεως τῶν ἀποστολικῶν καὶ μεγάλων θρόνων τοποτηρητὰς καὶ τὸ τῶν ἀρχιερέων προνόμιον ἔχοντας, λέγω δὴ Ἀπολιναρίου τε καὶ Θεοδωρήτου καὶ Ἠλία• ὧν ὁ μὲν Ἀλεξανδρείας, ὁ δὲ Ἀντιοχείας, καὶ ὁ λοιπὸς δὲ Ἱεροσολύμων ἱεροπρεπῶς τε καὶ πανσόφως προειστήκεισαν. Τότε Κωνσταντῖνος καὶ Εἰρήνη, ὀρθοδοξίας στεφάνῳ κοσμούμενοι, καὶ τὴν αὐτοκράτορα τῆς ‘Ρωμαίων ἀρχῆς πορφυρίδα ἐστολιζοντο.

24. Αὕτη τοιγαροῦν ἡ ἱερὰ καὶ μεγάλη σύνοδος ἀρτιφανῆ τε καὶ βάρβαρον αἵρεσιν, ὑπὸ δυσσεβῶν τε καὶ ἀνιέρων ἀνδρῶν παρεισαχθεῖσαν, θεοκρίτῳ καὶ κοινῷ ψηφίσματι κατεδίκασεν, καὶ τοὺς εἰσηγητὰς καὶ προμάχους αὐτῆς τῷ αὐτῷ συνυποβάλλουσα κρίματι. Οὗτοι γὰρ οἱ δείλαιοι Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν βλασφημεῖν οὐχ ὁμολογοῦντες τοῖς ρήμασιν, διὰ τῶν ἔργων πᾶσαν ἐπενόουν ὕβριν καὶ βλασφημίαν καὶ ἀσέλγειαν• καὶ αὐτὸν ἐκεῖνον δυσφημεῖν ἀμέσως καὶ χωρίς τινος παραπετάσματος οὐ θαρρήσαντες, διὰ τῆς σεπτῆς εἰκόνος τὸ πᾶν αὐτῶν τῆς Χριστομάχου γνώμης ἐξεπλήρουν θέλημα. Εἴδωλον γὰρ (ὢ τολμηρᾶς καὶ ἀθέου γλώσσης καὶ διανοίας ἀπήχημα) τὴν προσκυνητὴν εἰκόνα Χριστοῦ, δι’ ἧς εἰδώλων πλάνη διώκεται, καθυβρίζοντες καὶ πάσαις αὐτὴν ἀτιμίαις περιβάλλοντες, ἀνὰ τὰς ἀγορὰς καὶ τὰς λεωφόρους ποσὶ κατεπάτουν, περιέσυρον, πυρὶ παρεδίδοσαν, θέαμα Χριστιανοῖς ἐλεεινὸν καὶ τῆς ἑλληνικῆς χριστομαχίας μόνης ἄξιον. Τὰ αὐτὰ δὲ καὶ κατὰ τῶν ἄλλων ἱερῶν εἰκονισμάτων ποσὶν ταχινοῖς ἐκχέαι αἷμα χερσί τε παλαμναίαις καὶ βεβήλοις χείλεσιν ἐνησέλγαινον, καὶ κόρον οὐδενά τῆς τηλικαύτης μανίας καὶ παραπληξίας οὐδαμῶς ἐλάμβανον οἱ ἀλάστορες, ἀλλὰ τῶν ἑλληνικῶν βδελυγμάτων οὐδὲν ἒλαττον, εἰ καὶ μὴ μᾶλλον, τὰ Χριστιανῶν ἱερὰ σύμβολά τε καὶ ἐκτυπώματα διὰ μίσους ἄγοντες ἐβδελύσσοντο• δι’ ὧν αὐτοῖς καὶ ὁ ἄσπονδος πόλεμος κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ ἁγίων συνεκροτεῖτο καὶ ἐκρατύνετο. Δῆλον γὰρ ἅπασιν ὡς ἡ τιμὴ τῶν εἰκονισμάτων τιμὴ γίνεται τῶν εἰκονιζομένων, ὥσπερ καὶ ἡ ἀτιμία εἰς αὐτὰ διαβαίνει τὰ εἰκονιζόμενα.

25. Ἀλλ’οὗτοι, τὰ νέα τῶν Χριστομάχων Ἰουδαίων γεννήματα, δι’ ὧν μὲν τὴν σεπτὴν εἰκόνα Χριστοῦ καὶ τῶν αὐτοῦ ἁγίων ἐνύβριζον, τὸ προγονικὸν ἀνεπλήρουν ὑστέρημα, εἰς τὰ τῶν Ἰουδαίων τολμήματα ἐκφερόμενοι καὶ νικᾶν φιλονεικοῦντες τῇ ὑπερβολῇ τῆς προθυμίας τοὺς γεννήτορας• δι’ ὧν δὲ Χριστιανῶν ἐν μέσῳ οὐκ ἔσχον τολμῆσαι τὸν Χριστὸν καὶ χείλεσιν ἀπαρνήσασθαι, καὶ αὐτοῦ ἐκείνου τοῦ Ἰουδαϊκοῦ καὶ πατρώου ζήλου ἠλέγχοντο διαπίπτοντες καὶ νόθον καὶ ταύτην αὐτῶν δεικνύντες τὴν μίμησιν καὶ μηδαμοῦ στάσιν ἔχοντες, ἀλλ’ ὥσπερ τῷ κακῷ καρωθέντες τῆς αἱρέσεως ὧδε κακεῖσε διερριπτοῦντο καὶ παρεφέροντο. Χριστιανοὺς μὲν γὰρ ἑαυτοὺς ὀνομάζοντες κατὰ Χριστοῦ ἐφρυάττοντο• καὶ τὴν Ἰουδαίων κλῆσιν οὐ προσιέμενοι τὸ Χριστομάχον αὐτῶν παρεζήλουν διὰ τῆς εἰκονομαχίας καὶ ὑπερέβαλλον• οὐ μόνον δέ, ἀλλα καὶ τὸ τῆς εἰδωλολατρίας ἐκκλίνοντες ὄνομα οὐδὲν εἰδωλολατρῶν ἀνεκτότερα εἴς τε Χριστιανοὺς αὐτοὺς καὶ εἰς τὰ τῶν Χριστιανῶν θεῖα καὶ ἄχραντα μυστήρια ἐπεδείξαντο.

26. Διὸ τούτους μέν, ὅσοι μὴ τῆς μοιχαλίδος ταύτης καὶ πολυσπόρου καὶ συμπεφυρμένης δόξης φυγεῖν ἠθέλησαν τὴν δυσγένειαν, ὡς νόθα γένη καὶ ἔκφυλα τῆς τῶν πιστῶν εὐγενείας ἡ ἁγία καὶ οἰκουμενικὴ διακρίνασα σύνοδος δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος καθυπέβαλεν• τὴν δὲ εἰκόνα Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν κατὰ τὰς ἀνέκαθεν ἀποστολικάς τε καὶ πατρικὰς παραδόσεις καὶ τὰς τῶν ἱερῶν λογίων ἐκφαντορίας ἐπὶ τιμῇ καὶ σεβασμιότητι τοῦ εἰκονιζομένου προσκυνεῖσθαι καὶ τιμᾶσθαι ψήφοις ἁπάσαις ἐπεκύρωσέν τε καὶ ἐπεσφραγίσατο, τῆς προσκυνήσεως καὶ τιμῆς δηλονότι προσαγομένης καθ’ ὅν τρόπον καὶ τοῖς ἄλλοις ἱεροῖς τύποις καὶ συμβόλοις τῆς καθ’ ἡμᾶς ἁγιωτάτης λατρείας προσερχόμεθα. Οὐ γὰρ ἐν αὐτοῖς ἰστῶμεν καὶ συμπερικλείομεν τὴν τιμὴν καὶ προσκύνησιν, οὐδ’ εἰς ἑτερόφυλα καὶ διάφορα τέλη σχιζόμεθα, ἀλλὰ διὰ τῆς φαινομένης διαφόρου καὶ μεριστῆς αὐτῶν θεραπείας καὶ προσκυνήσεως ἱεροπρεπῶς τε καὶ ἀδιαιρέτως εἰς τὴν ἀμέριστον ἐκείνην ἑνοειδῆ τε καὶ ἑνοποιὸν θειότητα ἀναγομέθα.

27. Οὕτως τὸν τίμιον σταυρὸν προσκυνοῦμεν, ἐν ᾧ τὸ δεσποτικὸν ἐξετανύσθη σῶμα καὶ τὸ τοῦ κόσμου καθάρσιον ἀνέβλυσεν αἷμα, καὶ ἡ τοῦ ξύλου φύσις ταῖς ἐκεῖθεν ροαῖς ἀρδευθεῖσα τὴν ἀγήρω ζωὴν ἐβλάστησεν ἀντὶ τοῦ θανάτου. Οὕτως τὸν τύπον τοῦ σταυροῦ προσκυνοῦμεν, δι’ οὗ δαιμόνων ἐλαύνεται στίφη καὶ πάθη θεραπεύεται ποικίλα, τῆς ἅπαξ ἐν τῷ πρωτοτύπῷ χάριτος καὶ δυνάμεως ἐνεργηθείσης καὶ μέχρις αὐτῶν τῶν τύπων μετὰ τῆς ὁμοίας ἐνεργείας συμπροϊούσης. Τούτων τοιγαροῦν ἕκαστον, τήν τε Χριστοῦ εἰκόνα φημὶ καὶ αὐτὸν τὸν σταυρὸν καὶ δὴ καὶ τοῦ σταυροῦ τὸν τύπον, παραπλησίως τῇ σεβασμιότητι καὶ προσκυνήσει ἐξοσιοῦντες, οὐκ ἐν αὐτοῖς περιγράφομεν καὶ περιορίζομεν τὴν τιμὴν καὶ τὸ σέβας, ἀλλ’εἰς τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα πλούτῳ φιλανθρωπίας ἀφάτω καὶ τὸν ὑπὲρ ἡμῶν ἐπονείδιστον θάνατον ἑκουσίως ὑπενεγκόντα ταύτην ἀναφέρομεν καὶ ἀνιεροῦμεν. Οὕτω δὴ καὶ ναοὺς ἁγίων καὶ τάφους καὶ λείψανα πιστοῖς βρύοντα ἰάσεις πιστῶς προσκυνοῦμεν, τὸν αὐτοὺς δοξάσαντα Χριστὸν τὸν θεὸν ἡμῶν μεγαλύνοντες καὶ ἀνευφημοῦντες• καὶ δὴ καὶ εἴ τι τούτοις κατὰ τὰς μυστικὰς καὶ ἁγίας ἡμῶν τελετάς ἐστι παραπλήσιον, διὰ τῆς ἐν αὐτοῖς ἐνεργουμένης δωρεᾶς τε καὶ εὐεργεσίας τὸ ἀρχικόν τε καὶ πρωτουργὸν αἴτιον ἐπιγινώσκομέν τε καὶ δοξολογοῦμεν.

28. Διὸ καὶ τῶν μακαρίων ἐκείνων καὶ ἱερῶν ἀνδρῶν ἡ θεοφόρος καὶ ἁγία πανήγυρις οὐ μόνον τὴν εἰκόνα Χριστοῦ, καθάπερ ἔφημεν, ἀλλά γε δὴ καὶ τῆς παναχράντου καὶ ἀειπαρθένου δεσποίνης ἡμῶν θεοτόκου καὶ πάντων τῶν ἁγίων τὰς ἱερὰς εἰκόνας κατὰ ἀναλογίαν τῆς τῶν πρωτοτύπων ὑπεροχῆς καὶ σεβασμιότητος τιμᾶσθαι καὶ προσκυνεῖσθαι κοινῶν θεσπισμάτων ὅροις ἐπεσφράγισέ τε καὶ ἐπεκύρωσεν. Καὶ γὰρ καὶ δι’ αὐτῶν εἰς ἑνόποιόν τινα καὶ συναγωγὸν ἀναγόμεθα θεωρίαν καὶ τῆς πρὸς τὸ ἀκρότατον τῶν ὀρεκτῶν δι’ αὐτῆς ἀξιούμεθα θείας καὶ ὑπερφυοῦς συναφείας. Ἄλλὰ ταῦτα μὲν σοφῶς τε καὶ θεαρέστως τελεσαμένη διώρισεν, πᾶσαν δὲ αἱρετικὴν νόσον καὶ πᾶσαν ἀκοσμίαν τῆς λογικῆς ἀγέλης ἀπελάσασα τὸν οἰκεῖον κόσμον καὶ τὸ κάλλος τὴν ἐκκλησίαν ἐπαναλαβοῦσαν ὑπέδειξεν καὶ οἷα δὴ νύμφην, οὐκ ἐν κροσσωτοῖς χρυσοῖς, ἀλλ’ἐν ἱεροῖς ἐξωραϊσθεῖσαν εἰκονίσμασιν, ἐκ δεξιῶν του νυμφίου Χριστοῦ παραστήσασα, ἱλαροῖς καὶ χαίρουσιν ὀφθαλμοῖς καθορᾶσθαι καὶ ἐναγλαΐζεσθαι παντὶ τῷ τῶν πιστῶν πληρώματι παρεσκεύασεν.

Ἡ καθαρότης τῆς Ὀρθοδοξίας

29. Αὕτη τῆς πίστεως ἡμῶν τῶν Χριστιανῶν ἡ καθαρὰ καὶ ἀμώμητος ὁμολογία• αὕτη τῆς ἀχράντου καὶ εἰλικρινοῦς λατρείας ἡμῶν καὶ τῶν περὶ αὐτὴν σεπτῶν μυστηρίων ἡ θεόσοφος μυσταγωγία• κατὰ ταύτην μέχρι βίου δυσμῶν καὶ φρονοῦντες καὶ πιστεύοντες καί πολιτευόμενοι πρὸς τὴν ἀνατολήν του νοητοῦ ἡλίου ἐπειγόμεθα, τῆς ἐκεῖθεν ἀνεσπέρου αὐγῆς καὶ λαμπρότητος τρανότερόν τε καὶ τελειότερον ἀπολαύσαντες. Ταύτην προσήκει καὶ τὴν ὑμετέραν θεοφρούρητον σύνεσιν ἤδη πρὸς τὸν ἡμέτερον κλῆρον τῆς εὐσεβείας ἀφορῶσαν, εἰλικρινεῖ διαθέσει καὶ γνώμης εὐθύτητι καὶ ἀδιστάκτῳ πίστει ἀποδέχεσθαι καὶ στέργειν, καὶ μήτε δεξιᾶ μήτε ἀριστερᾷ μηδὲ ἐπὶ βραχὺ ταύτης ἀποκλίνειν• τοῦτο γὰρ τῶν ἀποστόλων τὸ κήρυγμα, τοῦτο τῶν πατέρων τὸ μάθημα, τοῦτο τῶν οἰκουμενικῶν συνόδων τὸ φρόνημα. Διὸ οὐ μόνον σὲ αὐτὸν φρονεῖν οὕτω δεῖ καὶ δοξάζειν, ἀλλὰ καὶ τοὺς ὑπὸ σὲ τεταγμένους εἰς τὸ αὐτὸ τῆς ἀληθείας φρόνημα χειραγωγεῖν καὶ πρὸς τὴν αὐτὴν καταρτίζειν πίστιν καὶ μηδὲν τῆς τοιαύτης σπουδῆς καὶ ἐπιμελείας ἡγεῖσθαι τιμιώτερον. Ἄρχοντος γὰρ ὡς ἀληθῶς μὴ τῆς ἰδίας μόνον σωτηρίας, ποιεῖσθαι φροντίδα, ἀλλὰ καὶ τὸν ἐμπιστευθέντα λαὸν τῆς ἴσης ἀξιοῦν προνοίας καὶ εἰς τὴν αὐτὴν τῆς θεογνωσίας χειραγωγεῖν τε καὶ προσκαλεῖσθαι τελειότητα. Μὴ τοίνυν τῶν ἐλπίδων ἡμᾶς διαψευσθῆναι ποιήσῃς, ἃς ἡ σὴ περὶ τὰ καλὰ ροπή τε καὶ εὐηκοΐα παρέσχε προβάλλεσθαι• μηδὲ τοὺς πόνους καὶ τοὺς ἀγῶνας, οὕς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας ἀνεδεξάμεθα χαίροντες, ματαίους ἐλέγξῃς• μηδ’ ἄρχεσθαι μὲν προθυμίᾳ τοῦ θείου κηρύγματος ὑποδέχεσθαι τοὺς λόγους σαυτὸν ἐπιδείξῃς, εἰς ραθυμίαν δὲ τὴν προθυμίαν καταλύσης• ἀλλ’ ὅμοιον μὲν τῇ ἀπαρχῇ τὸ τέλος, σύμφωνον δὲ τὴν πολιτείαν τῇ πίστει, κοινὸν δὲ ἀγαθὸν καὶ γένους καὶ πατρίδος τὴν σὴν διδοὺς ἐξουσίαν καθορᾶσθαι καὶ ὀνομάζεσθαι, τὴν ἐμὴν ἐπὶ σοὶ χαρὰν καὶ εὐφροσύνην διατήρει ἀνεξάλειπτον.

30. Ἀλλ’ ὅρα δή μοι λοιπόν, φιλόχριστε καὶ πνευματικὲ ἡμῶν υἱέ, καὶ εἴ τι ἄλλο κλεινὸν καὶ καλὸν καὶ στοργῆς ἄξιον ὄνομα, ὅρα τοιγαροῦν ὅσας παρατάξεις ὁ πονηρὸς κατὰ τῆς εὐσεβοῦς καὶ μόνης ἀληθινῆς τῶν Χριστιανῶν θρησκείας ἐπαλαμήσατο, αἱρέσεις διαφόρους καὶ στάσεις καὶ μάχας καὶ πολέμους ἐπινοῶν• ὅρα δὲ καὶ τοῦτο, ὅπως ἁπάσας αὕτη κατεστρέψατο καὶ λαμπρὰ τὰ κατὰ πάντων ἀνέστησεν τρόπαια. Καὶ μηδὲν θαυμάσῃς τὰς κατ’ αὐτῆς λογιζόμενος ἐπινοίας καὶ ἐπιβουλάς. Πρῶτον μὲν γὰρ οὐκ ἂν οὕτως περιφανὴς καὶ κραταιὰ καὶ ἐπίσημος διὰ τῆς νίκης ἐγίνετο, εἰ μηδὲν αὐτῇ πολέμιον συνεπλέκετο• ἔπειτα δὲ κἀκεῖνο συνορᾶν ράδιον, ὡς ἔνθαπερ ὁ πονηρὸς σφοδρότερον πολεμεῖται, ἐκεῖ καὶ αὐτὸς σπουδαιότερον τὰ τῆς κακίας αὐτοῦ βέλη πέμπει καὶ τὰ μηχανήματα ἵστησιν. Ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἐπεὶ μηδείς ἐστιν αὐτῷ σφοδρὸς πόλεμος, διὰ τοῦτο οὐδὲ αὐτὸς κατ’ ἐκείνων ὁπλίζεται• ὁ δὲ Χριστώνυμος τοῦ θεοῦ λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, ἐπεὶ καθ’ ἑκάστην κραταιούμενοι τῇ πίστει κατὰ τῶν πονηρῶν αὐτοῦ πράξεων καὶ ἐπιτηδευμάτων ἀνδρίζονται, διὰ τοῦτο κἀκεῖνος μυρίαις ἐπιβουλαῖς καὶ πάσαις μεθόδοις τινὰς ἐξ αὐτῶν ὑποσκελίζειν τεχνάζεται, καὶ ἀντιλυπεῖν τὴν ἐκκλησίαν Χριστοῦ ἀγωνίζεται, εἰ καὶ εἰς αἰσχύνην αὐτῷ οἱ ἀγῶνες καὶ τὰ πονηρεύματα καταστρέφουσιν.

31. Ἄλλως τε δὲ τὰ μὲν ἄλλα τῶν ἐθνῶν ἀδιάκριτα καὶ συγκεχυμένα τὰ ἐν δόγμασιν ἔχει φρονήματα, καὶ οὐδὲν καθαρὸν οὐδ’ εἰς ἀκρίβειαν δεδοκιμασμένον• διὰ τοῦτο ἐν ἐκείνοις οὔτε τὸ ὀρθοδοξοῦν οὔτε τὸ διεστραμμένον φαίνεται• ἐν δὲ τῇ καθαρωτάτῃ καί ἁγιωτάτη καὶ πολὺ τὸ ἀκριβὲς ἐχούσῃ πίστει τῶν Χριστιανῶν, διὰ τὸ λίαν αὐτῆς εἰλικρινὲς καὶ εὐθὲς καὶ ἐξῃρημένον καὶ ἀκήρατον, ἐπειδάν τις καὶ μικρόν τι διαστροφῆς ἢ καινοτομίας παρεισενεγκεῖν ἐπιχειρήσῃ, αὐτίκα τὸ διεστραμμένον καὶ κίβδηλον τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ ὀρθοῦ λόγου καταφαίνεταί τε καὶ διελέγχεται, καὶ οὐδ’ἐπὶ βραχὺ τὸ νόθον γέννημα οὐδ’ ὑπὸ τὴν αὐτὴν ὀνομασίαν εἶναι τῶν εὐσεβῶν δογμάτων οὐδαμῶς ἀνέχεται ἡ εὐγένεια. Ὥσπερ γὰρ ἐπὶ τῶν κάλλει διαφερόντων σωμάτων καί μικρά τις ἐπιγενομένη κηλὶς θᾶττον συνορᾶται καὶ πεφώραται τῇ παραθέσει τῆς λοιπῆς ἐν τῷ σώματι ὡραιότητος, τοῖς δ’ αἰσχροῖς τὴν ὄψιν οὐκ ἂν ἐξελεγχθείη ραδίως τὰ τῆς ἀσχημοσύνης πάθη ἐπισυνιστάμενα (ὑπολανθάνει γὰρ τῆς ἀμορφίας τῷ συγγενεῖ καὶ τῇ ὁμοιότητι), οὕτω καὶ ἐπὶ τῆς τῶν Χριστιανῶν ὡραιοτάτης ὡς ἀληθῶς καὶ ὑπερλάμπρου θρησκείας καί πίστεως, κἄν τὸ βραχύτατόν τις αὐτῆς παρατρέψῃ, μεγάλην ἀσχημοσύνην ἐργάζεται καὶ παραυτίκα τὸν ἔλεγχον δέχεται• τὰ δ’ ἄλλα τῶν ἐθνῶν δόγματα, πολλῆς ἀκοσμίας καὶ ἀσχημοσύνης γέμοντα, οὐδεμίαν ἔχειν τοῖς οἰκείοις ἐρασταῖς συναίσθησιν δίδωσιν τῆς ἐπιγιγνομένης αἰσχρότητος.

32. Οὐ μόνον δέ, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν καί ἐπιστημῶν τὸ αὐτὸ κατιδεῖν ἐστιν. Ἐν μὲν γὰρ ταῖς ἀκριβεστάταις καὶ τὸ βραχύτατον τῶν ἁμαρτημάτων ρᾶστα κατάφωρον γίνεται, ἐν δὲ ταῖς τυχούσαις πολλὰ παρορᾶται καὶ οὐδ’εἰς ἁμάρτημα κρίνεται. Εἰ βούλει δέ, καὶ ἐν μὲν τοῖς ἄρχουσιν καὶ τῶν ἄλλων τῇ ἐξουσίᾳ προέχουσιν, μάλιστα δὲ οἷς κατὰ πλειόνων τὸ κράτος, καὶ τὸ μικρὸν τῶν πταισμάτων εἰς μέγεθος, αἴρεται καὶ πανταχοῦ φέρεται καὶ πᾶσι γίνεται περιβόητον ἐν δὲ τοῖς ἀρχομένοις καὶ ταπεινοτέροις πολλὰ τῶν παραπλησίως διαμαρτηθέντων οὐδ’ ὅτι ἐπράχθη συνεγνώσθησαν, ἀλλ’ έπανεκρύβη καὶ ἔλαθεν, τῇ σμικρότητι καὶ εὐτελείᾳ συναποσβεσθέντα τοῦ ἁμαρτήματος.

33. Ὅσον οὗν μεγέθει καὶ κράτει καὶ κάλλει καὶ ἀκριβείᾳ καὶ καθαριότητι καὶ τῇ ἄλλῃ πάσῃ τελειότητι τῶν ἐν τοῖς ἔθνεσιν δοξασμάτων ἡ τῶν Χριστιανῶν πίστις καὶ λατρεία ὑπερανέστηκεν καὶ ἐξήρηται, τοσοῦτον ὅ τε πονηρὸς εἰς τὸν κατ’ αὐτῆς ἀνερεθίζεται πόλεμον, καί τοσοῦτον πάλιν τὰ ἐξ ἀφρόνων καὶ κακόβουλων ἀνδρῶν ἁμαρτήματα ἐκ τοῦ εὐθέος καταφαίνεται, μηδ’ ἐπὶ βραχὺ χώραν τοῦ λαθεῖν ἔχοντα, μηδέ τινα παρείσδυσιν ἐφευρίσκοντα. Ἀλλ’ ὅμως ἡ τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία, ὡς καὶ φθάσαντες ἒφημεν, καὶ τοῦ πονηροῦ πάντα τὰ μηχανήματα σαθρὰ καὶ ἄπρακτα διελέγχουσα, μᾶλλον δὲ κατ’ αὐτοῦ ἐκείνου τοῦ μηχανουργοῦντος ἐπαναστρέφουσα, καὶ τῶν αἱρετιζόντων ραδίως ἀποσκευαζομένη τὸ βλάσφημον καὶ καταισχύνουσα τὸ ἀναίσχυντον, κατὰ πάντων ἄμαχον τὸ κράτος καὶ ἀήττητον ἀναδέχεται καὶ καλοῖς καὶ σωσικόσμοις διὰ παντὸς θριάμβοις ἐγκαλλωπιζεται.

Ἐμμονὴ στὴν πίστη

34. Σὺ τοίνυν, ὦ – τί σε προσειπὼν ἀξίως εἴπω τοῦ πόθου; – τῇ αἴγλῃ τοῦ θείου πνεύματος τὴν ψυχὴν αὐγασθεὶς καὶ πρὸς τὸ τῆς εὐσεβείας φέγγος ἀναχθείς, καὶ ἔργον ἐργασάμενος δι’ οὗ πρὸς τὴν τοῦ μεγάλου Κωνσταντίνου πρᾶξιν ἀνυψώθης καὶ μίμησιν, ἔχου τῆς ἀπ ‘ ἀρχῆς σου γνώμης καὶ βουλῆς καὶ συνέσεως• στῆθι στερρῶς ἐν τῇ πέτρᾳ τῆς πίστεως, ἐν ἧ καλῶς ὑπὸ κυρίου τεθεμελίωσαι ἐποικοδόμει τῇ ὀρθῇ σου πίστει πράξεις ἀγαθὰς καὶ βίου σεμνότητα, μηδὲ ξύλα καὶ χόρτον, μηδὲ καλάμην, εὔφλεκτον τῆς ἁμαρτίας ὕλην καὶ πρὸς καῦσιν μόνην, πρὸς οὐδὲν δὲ χρησιμεύουσαν ἕτερον, ἀλλὰ χρυσὸν καὶ ἄργυρον, τῶν κατορθωμάτων τὰ τίμια• ταῦτα γὰρ καὶ πυρὶ πειρασμῶν δοκιμαζόμενα καθαρώτερα καὶ τιμιώτερα διαδείκνυται. Οὕτω Χριστὸς ὁ κοινὸς δεσπότης ἐγκελεύεται, καρποὺς ἀρετῶν προβάλλειν καὶ μὴ καταισχύνειν τὴν πίστιν διὰ τῶν πράξεων, οὕτω Παῦλος ὁ μέγας τῆς ἐκκλησίας συμβουλεύει διδάσκαλος, οὕτω Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων καὶ τῶν οὐρανίων πυλῶν τὰς κλεῖς ἐμπεπιστευμένος καὶ τὴν εἲσοδον, οὕτω τῶν λοιπῶν ἀποστόλων ὁ θεῖος χορὸς τὴν οἰκουμένην ἐμαθήτευσεν, οὕτως ἡμῶν οἱ πατέρες παρειλήφασιν, οὕτως ἡμῖν τοῖς μετ’ ἐκείνους παραδεδώκασιν• οὕτω καὶ ἡμεῖς σοι παραινοῦμεν καὶ συμβουλεύομεν, ἀρεταῖς κοσμεῖν τὴν πίστιν καὶ τῇ πίστει τὰς ἀρετὰς λαμπροτέρας ἀπεργάζεσθαι.

35. Ἐβουλόμην αὐτὸς ἐγώ σοι παρεῖναι καὶ ταῖς πράξεσιν ἐφεστάναι, ἵνα τῶν μὲν καλῶν ἔργων αὐτεπάγγελτον διὰ τῆς ὄψεως λαμβάνων τὴν γνῶσιν, ἔτι μᾶλλον ἐν εὐθυμίᾳ καὶ χαρὰ διακείμενος εἴην, εἰ δέ τι καὶ παράλογον συνέβη, μεθέλκειν ἔχοιμι ραδίως καὶ μεθαρμόζειν ἐκ τοῦ παραχρῆμα πρὸς διόρθωσιν. Ἐπεὶ δὲ ἡ βούλησις τῆς δυνάμεως χηρεύει καὶ πολλὰ τὴν ὁρμὴν ἀνακόπτοντα κωλύει, ὅ μοι λοιπόν ἐστι δυνατόν, γραφῇ τυπῶσαι τὰς παραινέσεις, ὡς καὶ κατ’ ἀρχὰς ὑπεσχόμην, ἤδη πειράσομαι.

Τὸ χριστιανικὸ ἦθος

36. Ὅτι μὲν οὗν χρὴ τὸ θεῖον εἰλικρινῶς ἀγαπᾶν καὶ θεραπεύειν, καὶ τὸ ὁμόφυλον ὡς ἑαυτὸν στέργειν καὶ φιλεῖν, ἔμφυτός πως τοῖς ἀνθρώποις ἡ γνῶσις καθέστηκεν• ἡ βούλησις δὲ μὴ συντρέχουσα τῇ γνώσει, εἰς θέσπισμα καὶ νόμον ἀναγραφῆναι τὴν κοινὴν ἐξεβιάσατο γνώμην. Ὅτι δὲ ὁ τοῦ θείου εἰλικρινὴς ἔρως καὶ ἡ τοῦ πλησίον στοργὴ καὶ τελεία ἀγάπη τῶν ἄλλων ἐντολῶν ἐν ἑαυταῖς περιέχουσι τὰς πράξεις, οὐ χαλεπὸν μὲν καὶ αὐτόθεν κατανοῆσαι, παρίστησι δὲ τοῦτο καὶ ὁ δεσποτικὸς λόγος, ἐν οἷς φησι περὶ αὐτῶν «ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται». Καὶ γὰρ ὁ τὸν θεῖον ἔρωτα ἐνστερνισμένος καὶ τὸν πλησίον ὡς ἑαυτὸν στέργων καὶ φιλῶν, πατέρα μὲν καὶ μητέρα διαφερόντως, ἀγαπήσει καὶ τιμῆς τῆς πρώτης μετά γε θεὸν ἀξιώσει• αἱμάτων δὲ ἐμφυλίων καὶ φόνων οὐ μόνον τὰς χείρας καθαρὰς φυλάξει, ἀλλὰ καὶ τὴν γλῶσσαν καὶ τοὺς λογισμοὺς μελέτης τοιαύτης• οὐ μὴν οὐδὲ κλέψειεν οὗτος, οὐδεὶς γάρ, ὃς ὡς ἑαυτὸν φιλεῖ καὶ φυλάττει, τούτου κλέπτης ἐφωράθη• ἀλλ’οὐδὲ ἀλλοτρίους γάμους διορύξει• οὐδ’ ὅρκον ἐπίορκον ὀμόσει• οὐμενοῦν οὐδὲ μαρτυρίαν ψευδῆ κατὰ τοῦ πλησίον μαρτυρήσει• καὶ ὅλως οὐ χειρῶν ἀδίκων ἄρξει, τύπτειν ἢ προπηλακίζειν ἐπιχειρῶν ἢ τύραννος ἐραστὴς τῶν ὅσα τῷ πλησίον ὑπάρχει γινόμενος. Ὁ γάρ τι τούτων κατατολμῶν αὐτόθεν λυμαίνεται ἄμφω, καὶ τὸν ἔρωτα τὸν θεῖον καὶ δεσποτικὸν καὶ τοῦ ὁμοφυοῦς τὴν στοργήν, τὸν μὲν ἐπιβουλεύων καὶ περιβάλλων κακοῖς, τὸν δὲ παρὰ φαῦλον ποιούμενος καὶ ὑπερορῶν. Ἐξ ὧν εἰς οἵας ἀπαραιτήτους καὶ πικρὰς τιμωρίας ἐμβάλλει ἑαυτόν, πᾶσίν ἐστι φανερόν. Εἰ γὰρ ὁ τῶν ἀνθρωπίνων προσταγμάτων καὶ τῆς ἐπιστατούσης ἀρχῆς ὑπερόπτης οὐ διαφεύγει τὴν δίκην, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ζῆν πολλάκις τὸν κίνδυνον ἔχει, ὁ τὸν δεσπότην τῶν ὅλων καὶ βασιλέα καὶ δημιουργὸν διὰ τῆς εἰς τὸν ὁμόδουλον παροινίας καὶ ἐπιβουλῆς ἀτιμάζων καὶ ἐξουθενῶν καὶ τοὺς αὐτοῦ νόμους διαπαίζων καὶ χλεύην δεικνύς, ἡλίκην τινὰ τὴν τιμωρίαν δώσει• διὸ προσήκει παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ μετὰ τῆς καθαρᾶς καὶ ἀμωμήτου ἡμῶν θρησκείας καὶ ταύτας διαφυλάττειν τὰς ἐντολάς• οὐ γάρ ἐστιν, οὐκ ἔστὶ χωρὶς αὐτῶν οὔτε τῆς τῶν πιστῶν καὶ φιλοθέων μερίδας γενέσθαι οὔτε τῆς τῶν οὐρανῶν ἀξιωθῆναι βασιλείας.

37. Άλλὰ ταῦτα μὲν ἀνθρώπῳ παντὶ πάσῃ δυνάμει παραφυλακτέον, ἄρχοντι καὶ ἀρχομένῳ, νέῳ καὶ πρεσβύτῃ, πλουσίῳ καὶ πένητι• κοινὴ γὰρ ἡ φύσις καὶ κοινὰ τὰ προστάγματα καὶ κοινῆς τῆς παραφυλακῆς καὶ ἐπιμελείας δεόμενα. Ἃ δὲ μᾶλλον πρὸς τὴν τῶν ἀρχόντων ὁρᾶ παιδαγωγίαν καὶ τῆ σῇ φυλάττειν ἐπιτηδειότερα ἐξουσίᾳ καὶ ἐξ ὧν ἔσται σοι καὶ περὶ τῶν ἄλλων πλείστη ἐμπειρία, ἐκεῖνά σοι νῦν εἰρήσεται• καὶ γὰρ πολλῆς τῷ ἄρχοντι δεῖ καλοκαγαθίας, τῆς τε ἄλλης καὶ τῆς ἐν ἤθεσιν εὐκοσμίας. Διὸ καὶ φάσιν «ἀρχὴ ἄνδρα δεικνύει» καὶ ὅτι, ὥσπερ ὁ χρυσὸς ἐν ταῖς λιθίναις ἀκόναις δοκιμάζεται, οὕτως ὁ ἀνθρώπινος νοῦς ἐν ταῖς ἀρχικαῖς ἐργασίαις καὶ ταῖς τῶν ἀρχομένων διανοίαις ἐξετάζεται.

Προσευχὴ καὶ λατρεία

38. Σὺ δὲ μοὶ μάλιστα πρόσεχε, ἵνα μὴ μόνον ἀκροατής, ἀλλὰ καὶ ποιητὴς γένῃ καλῶν καὶ ἀξιαγάστων πράξεων• ἀρχὴ δὲ ἡμῖν κἀν τούτοις ἀπὸ τῶν θείων. Εὐχὴ μὲν οὖν θεῶ συνάπτει καὶ οἰκειοῖ, ὁμιλία τις ἔνθεος οὖσα καὶ συνουσία νοερὰ τοῦ πάντων καλλίστου καὶ τιμιωτάτου, ἐξ οὐ πᾶσα μὲν οὐσίωσις καὶ συνοχή, πᾶσα δὲ πρόνοια καὶ χορηγία τῶν ἀγαθῶν, πᾶσα δὲ τελειότης καὶ διακάθαρσις τῶν παθῶν. Ὥστε εἰ καὶ μὴ τι ἄλλο κέρδος ἐκ τῆς εὐχῆς ἀνεφύετο, αὐτὸ δὴ τοῦτο μάλιστα τοῖς φιλοθέοις καὶ τοῦ ἀγαθοῦ φιλοθεάμοσιν ἀντὶ πάσης εὐφροσύνης ἤρκει καὶ πάσης τῆς κατὰ τὸν βίον μακαριότητος καὶ εὐδαιμονίας. Ὅτε δὲ καὶ τῶν ἡμαρτημένων ἄφεσιν λαμβάνομεν δι’ αὐτῆς, καὶ τῶν ἄλλων αἰτημάτων ὅσα συμφέρουσιν τὰς ἀγαθοειδεῖς καὶ τελεσιουργοὺς δωρεὰς προκαλούμεθα, ἀξιούμεθά τε τῶν ἀφάτων περὶ ἡμᾶς ἔργων καὶ δωρεῶν διὰ τῆς ἐν αὐτῇ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι, καὶ δὴ καὶ οἷον ἀπαρχάς τινας αὐτῷ προσφέρειν τὰς κατ’ ἐκείνην τοῦ νοῦ κινήσεις καὶ δοξολογίας τῆς νοερᾶς ἡμῶν καὶ λογικῆς οὐσιώσεως. Ὅτε τοίνυν τοσαῦτα καὶ τηλικαῦτα τῇ εὐχῇ περιείληπται, πῶς οὐ χρὴ πρὸς ταύτην προθύμως ἐπεκτείνεσθαι καὶ ταύτης ἐρᾶν σφόδρα καὶ ἀντιλαμβάνεσθαι;

39. Σὺ τοίνυν προσεύχου μὲν εὐχὰς ἰδίας διὰ παντὸς καὶ καθ’ ἑαυτὸν τῷ θεῷ, προσεύχου δὲ καὶ ἅμα τῷ πλήθει καὶ ἐν τῷ φανερῷ). Δι’ ἑκάτερου μὲν γὰρ θεοφιλῶς πραττομένου τὸ ὅσιόν ἐστιν ἀποδιδόναι• ὅσον δὲ τὸ πρότερον εἰς καθαρότητα διανοίας πλεονεκτεῖ, τοσοῦτον τὸ δεύτερον εἰς μίμησιν τοὺς ὁρῶντας παρακαλεῖ• καὶ τὸ μὲν εἰς οἰκεῖον κέρδος συντελεῖ, τὸ δὲ καὶ τοὺς ἄλλους οἶδεν ὠφελεῑν, ὧν ἡ σωτηρία καὶ ἡ προκοπὴ μεγάλη πάλιν τῆς ἀρετῆς ἐστι τοῦ ἄρχοντος μαρτυρία.

40. Ναοὺς ἐπ’ ὀνόματι θεοῦ καὶ τῶν αὐτοῦ ἁγίων κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς οἰκοδομεῖ, καὶ τούτοις τὸν λαὸν ἐκκλησιάζεσθαι ἔθιζε, ἵνα κοινῆ τὸ θεῖον ἐξιλεούμενοι καὶ κοινὴν τὴν δοξολογίαν προσάγοντες, εἰς κοινήν τε μᾶλλον ὁμόνοιαν συνελαύνωνται καὶ κοινὴν καρπῶνται τὴν σωτηρίαν καὶ ὠφέλειαν.

41. Αἱ θυσίαι μὲν τῆς ἱερᾶς ἡμῶν λατρείας τοῖς ἱερεῦσιν ἀνάκεινται• οἷς ὑπηρετῶν προθύμως καὶ προσφέρων πολλῆς τῆς διὰ τούτων ἀπολαύσεις καὶ εὐεργεσίας καὶ χάριτος. Δύναιο δ’ ἂν καὶ σὺ βουληθεὶς κάλλιστον αὐτουργῆσαι θεῷ θῦμα καὶ ἐρασμιώτατον, βίον αὐτῷ καλλιερούμενος καθαρὸν καὶ διανοίας ὀρθότητα.

Μελέτη

42. Εἰδὼς δὲ ὡς μεγάλη ροπὴ πρὸς τὴν τῶν ὅλων διοίκησιν ρώμη καὶ τάχος διανοίας, μηδὲ ταύτης ἀφίστασο τῆς ἐπιμελείας. Ἀγχίνουν μὲν γὰρ οὐκ ἔστι γενέσθαι τὸν μὴ φύσει τοῦτο πεφυκότα• μελέτη δὲ καὶ πραγμάτων πεῖρα, πρόχειρον ἐμποιοῦσαι τὴν γνῶσιν, πολλάκις ἐν αὐτοῖς τοῖς ἔργοις ὀξύτερον ἔδειξαν τὸν ἐγγεγυμνασμένον ἢ τοὺς ταύτης τῆς δυνάμεως κατὰ φύσιν μετεσχηκότας. Διὸ φρόνησιν ἀσκεῖν προσήκει διὰ βίου• αὕτη δὲ παραγίνεται μελέτῃ μὲν καὶ μνήμῃ πράξεων πρεσβυτέρων, ὁμιλία δὲ καὶ συνουσίᾳ τῶν περιόντων ἀνδρῶν φρονίμων, καὶ ἐμπειρία δὲ τῶν κατὰ τὸν βίον πρακτέων. Πρᾶξις γὰρ μιμήσει καὶ βουλῆ καὶ διαχειρίσει κράτος συλλαβοῦσα, τῆς ἄνωθεν ροπῆς οὐκ ἀντιπραττούσης, εἰς συμφέρον τέλος ἀποβαίνει.

Ἐμφάνισις τοῦ ἄρχοντος

43. Μηδὲ τῶν περὶ τὸ σῶμα δὲ ἠθῶν καὶ σχημάτων καὶ κινήσεων ὡς εὐτελῶν ὑπερόρα• καὶ γὰρ καὶ ἡ ἐν αὐτοῖς ἀρίστη τάξις καὶ κατάστασις οὐκ ἐλάχιστον μέρος φρονήσεως ἔδοξεν εἶναι, καὶ τῶν ἀνθρώπων ὅσοι μὴ συνιδεῖν εἰσιν ἐκ τοῦ ράστου δεινοὶ τὴν ἐν τῇ ψυχῇ δύναμιν καὶ τὸ κάλλος, οὗτοι τοῖς ἔξωθεν θεάμασι ξεναγούμενοι καὶ τῶν ἀδήλων ἐρασταὶ καὶ ἐπαινέται καθίστανται. Διὰ τοῦτο δεῖ καὶ προσώπου διαθέσει καὶ κόμης ἀσκήσει καὶ περιβολῇ ἐσθῆτος κόσμιον ὁρᾶσθαι καὶ σεμνόν, μήτε εἰς τὸ βλακῶδες καὶ περίεργον ἐκφερόμενον μήτε πάλιν πέρα τοῦ μετρίου πρὸς τὸ ἠμελημένον καὶ ράθυμον καθελκόμενον• ἑκάτερον γὰρ ἀπρεπὲς καὶ εὐκαταφρόνητον, καὶ ἀρχικῆς πολιτείας ἀλλότριον. Καὶ βαδίσματος δὲ πρέπει τῷ ἄρχοντι εὐταξία, μήτε εἰς τὸ θηλυπρεπὲς καὶ ἔκλυτον ἀσχημονοῦντι τὴν κίνησιν, μήτε μὴν εἰς τὸ ἀθρόον καὶ τεταραγμένον καὶ ἀνώμαλον ταύτην ἐκνεωτερίζοντι• καὶ ὅλως πᾶσα κίνησις τάξει κοσμείσθω.

44. Δεῖ δὲ καὶ τὸ ἐν λόγοις τάχος εὐλαβεῖσθαι• ταχυλογὶα γὰρ ἐν μὲν ἀγωνιστικαῖς διαλέξεσι καὶ ἁμίλλαις οὐκ εὐκαταφρόνητον ἴσως οὐδὲ ἀγενές, ἐν δημηγορίᾳ δὲ ἀνόητον καὶ ἐπισφαλές• ἐν δὲ προστάγμασι, καὶ μάλιστα τοῖς πολιτικοῖς καὶ κοινοῖς, εὐτελὲς καὶ ταπεινόν. Ἐντελέστερον δ’ εἰπεῖν, ταχυτὴς ἐν πράξει καὶ λόγοις καὶ κινήμασι σὺν εὐταξίᾳ θεῖον μέν τινα καὶ ὑπερφυῆ ἀποφαίνει τὸν ἔχοντα• σπάνιον δέ, καὶ συνελθεῖν ἅμα πάντα χαλεπώτατον• τὸ δὲ ἐν τούτοις σύμμετρον σὺν εὐταξίᾳ σεμνόν τε καὶ ἀξιάγαστον καὶ μεστὸν ὄγκου καὶ σὺν εὐλαβείᾳ ποθεινὸν ὁρᾶσθαι παρασκευάζει καὶ ἄρχειν ἐπιτηδειότερον, εἴπερ καὶ ἐν τοῖς ἀρίστοις ἐστίν τι τῷ πλήθει ἐρασμιώτερον. Ταχυτὴς δὲ σὺν ἀταξίᾳ ἔμπληκτον καὶ μανιακόν, καὶ κατορθοῦν ἐνίοτε μεγάλα καὶ σφάλλον ὡς τὰ πολλὰ παραπλήσια. Ἡ δὲ σὺν ἀταξίᾳ βραδυτὴς νωθρὸν καὶ ἠλίθιον, καὶ σφάλλον μὲν ἐνίοτε καὶ μεγάλα, κατορθοῦν δὲ ἐλάχιστα, καὶ ταῦτα λίαν ταπεινὰ καὶ πρὸς τὰς λοιπὰς ἐκείνου πράξεις μόνον παραμετρούμενα κατορθώματα.

45. Τὸ πρὸς γέλωτα διαθρύπτεσθαι μετὰ τοῦ ἀσχημονεῖν τὴν μορφὴν καὶ τοῦ ἤθους ἐστὶν ἐξυβρίζειν τὴν εὐστάθειαν.

46. Αἰσχρορρημοσύνης δὲ πάσης καὶ ἀκοὴ καὶ γλῶσσα καθαρευέτω. Ἃ μὲν γὰρ τὶς ἀκούων ἥδεται, ταῦτα καὶ λέγειν οὐκ αἰσχύνεται• ἃ δέ τις λέγων οὐκ αἰσχύνεται, ὅτι καὶ πράττειν οὐκ αἰσχυνθήσεται, μεγάλην παρέσχεν ἀπόδειξιν. Δι’ οὗ δὲ γλώσσης φυλάσσου παρολισθῆσαι• ρήματι γὰρ βραχυτάτω πολλάκις ὑποσφαλεῖσα μεγάλην ἤνεγκε ζημίαν, αὐτοὺς τοὺς περὶ τοῦ ζῆν ἐσχάτους ἀναρρίψασα κύβους.

47. Ἔχε τὰ ὦτα τοῖς μὲν ἀδικουμένοις ἠνεῳγμένα, πρὸς δὲ τὰς τῶν ἀδικούντων ἐπαγωγὰς καὶ πιθανολογίας ἀποκεκλεισμένα.

48. Χείλη δὲ κατήγορα καὶ συκοφαντίας ἀποστρέφου• πολλάκις γὰρ παῖδας κατὰ πατέρων καὶ πατέρας ἐξέμηνε κατὰ παίδων, καὶ βίον ἔσχισεν συζυγίας, καὶ συγγενεῖς ἐπανέστησε κατ’ ἀλλήλων• καὶ τί λέγω; πόλεις ὅλας καὶ οἰκίας ἀνέτρεψε μία φωνὴ συκοφάντου.

Ἡ φιλία

49. Μὴ ταχὺς ἦσθα ζευγνύειν εἰς φιλίαν• συζεύξας δὲ παντὶ τρόπῳ τὸν δεσμὸν ἄλυτον συντήρεῖ, ἅπαν τοῦ πλησίον ἀνέχων τὸ βάρος, πλὴν εἰ μήπω ψυχῆς κίνδυνον ἐπάγει. Αἱ γὰρ πρὸς τοὺς φίλους διαστάσεις τὴν ὅλην προαίρεσιν ἐκφαυλίζουσι τῶν ἀνθρώπων, καὶ οὐ τὸν ὑπαίτιον μόνον, ἀλλὰ καὶ τὸν ἀναίτιον εἰς τὴν αὐτὴν ὑπόνοιαν κατασπῶσιν. Ἐκείνοις δὲ κέχρησο φίλοις, οἵ πρὸς ἑτέρους κατὰ πάντα καιρὸν ἄδολον διεσώσαντο τὴν φιλίαν, καὶ μήτε εὐπραγοῦσι βασκανίας ἐπέβαλαν ὀφθαλμὸν μήτε ἠμέλησαν δυσπραγούντων. Πολλοὶ γὰρ κακῶς μὲν πράττουσιν ἐπεκούρησάν τε καὶ συνήλγησαν τοῖς φίλοις, εὗ δὲ φερομένων ὁρᾶν οὐκ ἤνεγκαν τὴν εὐημερίαν• καὶ οὓς οὐκ ἤλεγξε καιρὸς συμπαθείας, τούτους ἐφώρασε τὸ πάθος τοῦ φθόνου. Κτῶ τοίνυν φίλους, μὴ τοὺς φαύλους, ἀλλὰ τοὺς ἀρίστους• ἐκ γὰρ τῶν φιλουμένων ὡς τὰ πολλὰ κρίνεται τὰ ἤθη τῶν φίλων καὶ διὰ μὲν τῶν σπουδαίων ρᾶστον ἄν τις καὶ παρασφαλεὶς ἐπαναχθείη, οἱ φαῦλοι δὲ καὶ τὴν προσοῦσαν λυμαίνονται καλοκἀγαθίαν καὶ οἱ μὲν καὶ τὸ λεῖπον εἰς ἀρετὴν δι’ ἑαυτῶν ἐπιτειχίζοντες ἀνελλιπὲς φαίνεσθαι ποιοῦσιν, ἡ δὲ πρὸς τοὺς φαύλους ἐπιμιξία καὶ ὅπερ ἐστὶν ὑπόλοιπον ἀρετῆς νόθον ἀποφαίνει.

50. Μὴ ζήτει δὲ παρὰ φίλων ἀκούειν τὰ ἡδέα, ἀλλὰ τὰ ἀληθῆ μᾶλλον. Εἰ γὰρ ἐχθροῖς μὲν οὐδ’ ἀληθεύουσι πιστευτέον, φίλοις δὲ διέφθορεν τὰ τῆς ἀληθείας καὶ τὸ ἡδὺ λέγειν ζητοῦσι κἀκεῖνοι, πόθεν ἡμῖν ἀλλαχόθεν ἡ τῆς ἀληθείας ἔσοιτο γνῶσις καὶ ἡ ἐπιστροφὴ τῶν οὐκ εὐαγῶς ἐνίοτε παρ’ ἡμῶν λεγομένων ἢ πραττομένων; Διὸ μέγιστον ἡγοῦ φίλους κολάκων διαφέρειν• οἱ μὲν γὰρ κατὰ πρόσωπον ἐπαινοῦντες, σέ τε τῶν ὡς εἰκὸς ἁμαρτανομένων συναίσθησιν λαβεῖν οὐκ ἐῶσιν καὶ μείζω ταῦτα πρὸς τοὺς ἄλλους ταῖς διαβολαῖς ἀποτελοῦσιν, οἱ δὲ καὶ σὲ τῷ διὰ φιλίας ἐλέγχῳ συνιδεῖν τὸ παρανομηθὲν μᾶλλον δυναμοῦσιν, κἄν τι δέῃ πρὸς τοὺς ἔξω λέγειν, ἀντὶ κατηγορίας ἀπολογίαν τοῦ πραχθέντος ἐκμηχανῶνται. Ὅσον οὖν τοῦ ἐπὶ κακίαν προκόπτειν τὸ ἀρετὴν ἀσκεῖν διενήνοχεν καὶ τοῦ διαβάλλεσθαι ἐν τοῖς ἀρχομένοις τὸ τὰς διαβολὰς διαλύειν, τοσοῦτον δεῖ παρὰ σοὶ τοὺς εὔνους πλέον ἔχειν τῶν κολάκων.

51. Τῶν ἀπορρήτων ἃ μὲν τὴν σὴν ἀρετὴν αὐξάνει, κοινώνει τοῖς φίλοις• ἃ δὲ τὴν γνώμην φαυλίζει, μήτ’ αὐτὸς μετέρχου μήτε τοῖς φίλοις ἀνατίθει. Ἄριστον μὲν γὰρ τοῦτο καὶ χωρὶς αἰτίας ἑτέρας• πλήν γε δὴ καὶ εἰς κόρον, οἷα πολλὰ τὰ ἀνθρώπινα, τοῦ φίλτρου τραπέντος, μᾶλλον τῆς παραινέσεως τὸ χρήσιμον καθορᾶται. Τὸ μὲν γὰρ φαῦλον τῶν κρυφίων τότε μάλιστα τοὺς λογισμοὺς τοῦ συνεγνωκότος ὑποτρέχον καὶ διακυμαῖνον, θᾶττόν τε καὶ σὺν οὐθενὶ ὄκνῳ τῆς ἀγάπης ἀποστήσει καὶ πρὸς ἐπιστροφὴν ἰδεῖν οὐκ ἐάσει, σοί τε διαβολὴν βαρεῖαν ἔκφορον γεγονὸς ἐποίσει, καὶ πρὸς τὸν ἐξειπόντα χαλεπώτερον διαθήσει. Τὸ δέ γε χρηστὸν τόν τε συνεγνωκότα ραγῆναι τῆς φιλίας ἐπικατασχήσει, δεσμῶ κρατίστῳ τῇ ἀρετῇ βιαζόμενον, καὶ εἰς ἒπαινον τῆς σῆς σπουδαίας γνώμης ἐπὶ νοῦν ἐρχόμενον διαναστήσει, καὶ σὲ δηλονότι ταῦτα συνορῶντα οὐκ ἀηδῶς ἀναλαβεῖν, εἲ τί παρηνέχθης, τήν τε πρὸς αὐτὸν ὁμιλίαν καὶ τὴν ἐν τῷ ποθῷ σχέσιν ἀναπείσει. Ἀεὶ μὲν οὖν φίλους εὐλόγει, μάλιστα δὲ τοὺς ἀπόντας ἐπὶ τῶν παρόντων• οὕτω γε γὰρ καὶ τὸ τῆς κολακείας διαφύγοις, οὐδ’ ἴχνος αὐτῆς ἐν σοὶ φαίνεσθαι παρασκευάζων, καὶ τοῖς φίλοις ἔσῃ πράττων κεχαρισμένα, τοιοῦτον σεαυτὸν εἶναι τοῖς παροῦσι πιστώσας οἷος αὐτοῖς περὶ τῶν ἀπόντων ἐγνώσθης.

Οἱ λεπτομέρειες τῆς εὐνομίας

52. Οὕτω δὲ σεαυτὸν φιλίᾳ περιφράξας, ἔσο τοῖς μὲν εἰς ἑτέρους καὶ εἰς τὰ κοινὰ πλημμελοῦσιν ἀπαραίτητος, τοῖς δὲ εἰς σὲ ἁμαρτάνουσιν συμπαθέστατος. Διὰ μὲν γὰρ ἐκείνου εὐνομία ἔσται τῇ πολιτείᾳ καὶ ἡ σὴ περὶ τοὺς ἀρχομένους ἐπίδηλος σπουδὴ καὶ κηδεμονία• διὰ δὲ τούτου τὸ φιλάνθρωπόν τῆς γνώμης καὶ ὁ βασίλειος ὡς ἀληθῶς ἀνακηρύττεται τρόπος. Οἱ μὲν γὰρ τύραννοι τὰ κοινὰ τῶν ἀδικημάτων καὶ τὰ εἰς ἀλλήλους πολλάκις ὑπερορῶσιν, πικρῶς δὲ τὰ εἰς ἑαυτοὺς ἐξετάζουσιν βασιλέως δέ ἐστι καὶ ἀρχῆς ἐννομωτάτης ἔργον τὰ μὲν εἰς ἑαυτὸν φιλανθρώπως φέρειν, τὰ δὲ εἰς κοινὰ καὶ εἰς ἀλλήλους δικαίως διευθετεῖν καὶ διεξάγειν.

53. Ὥσπερ πολλῶν ἐπαίνων ἄξιος ὁ μεγάλην ἐξουσίαν τοῦ ἀδικεῖν λαβὼν καὶ τὰ δίκαια πράττων, οὕτω πολλῶν ὑπεύθυνος ψόγων ὁ μηδενὸς ἐνδεὴς τῶν ἀναγκαίων καὶ εἰς τὰ ἀλλότρια τάς χεῖρας ἐκτείνων. Ἄνδρὶ μὲν γὰρ πενομένῳ πρόφασις, εἰ καὶ παράλογος, τοῦ ἀδικεῖν ἡ πενία• ἀνὴρ δὲ δυναστείαν ἔχων καὶ ἀπορίαν οὐκ ἔχων ἀναπολόγητον ἔχει τὴν ἀπὸ τοῦ ἀδικεῖν ἁμαρτίαν.

54. Ὅσῳ δέ τις προέχει τῇ ἀρχῇ, τοσοὺτῳ χρεωστεῖ πρωτεύειν καὶ τῇ ἀρετῆ. Ὁ δὲ τοὐναντίον ποιῶν τρία ἅμα καὶ κάκιστα ἐπιτελεῖ• ἀπόλλυσιν ἑαυτόν, τοὺς ὁρῶντας εἰς κακίαν παρακαλεῖ, βλασφημεῖσθαι παρασκευάζει τὸν θεὸν ὅτι τοιοὺτῳ τηλικαύτων ἐνεχείρισεν ἀρχήν. Διὰ τοῦτο παντὶ μὲν ἀνθρώπω φευκτέον ἡ κακία, μάλιστα δὲ τοῖς ἐν τῆ ἀρχῆ.

55. Ἄρχε τοίνυν τῶν ὑπηκόων μὴ πεποιθὼς τυραννίδι, ἀλλὰ τῇ τῶν ἀρχομένων εὐνοίᾳ εὐνοίᾳ γὰρ μεῖζον ἀρχῆς βάθρον καὶ ἀσφαλέστερον ἢ φόβος. Τοῦτο δὲ ἀρετῶν τε κτῆσις ποιεῖ καὶ οἱ περὶ τὸ ὑπήκοον πόνοι καὶ φροντίδες. Οὕτω δὲ αὐτός τε ὡς ἀληθῶς βασιλικῶς καὶ ἡδέως βιώσεις κἀκείνοις ἐλευθέραν ἐπιβουλῆς καὶ συμφορῶν ἀλογίστων τὴν πολιτείαν συντηρήσας ἐλευθέραν ἐπιβουλῆς καὶ συμφορῶν ἀλογίστων τὴν πολιτείαν συντηρήσας ἀείμνηστον σαυτοῦ κλέος τὸν ἅπαντα χρόνον καταλείψας.

56. Νόμων τοὺς ἀκριβέστατους ἐπαινεῖ καὶ ἀποδέχου, καὶ πρὸς ἐκείνους βλέπων τὸν σεαυτοῦ ρύθμιζε βίον μὴ μέντοι κατὰ τὰς ἐκείνων ψήφους τὸ ὑπήκοον ἀπαραιτήτους εἰσπράττου τὰς τιμωρίας, ἀλλὰ διὰ τῶν φιλανθρωποτέρων μᾶλλον παιδαγώγει. Οὕτω τε γὰρ φοβερὸς δι’ὧν σεαυτὸν ἀκριβολογεῖς τοῖς ἁμαρτάνουσιν εἶναι δόξεις καὶ ἀνεπαχθὴς τοῖς ὑπηκόοις.

57. Δεῖ δὲ ἐγκρατῶς ἄρχειν, οὐ τῶ κολάζειν, ἀλλὰ τῷ δοκεῖν κολαστικὸν εἶναι. Τοΰτο δὲ ἦθος εὐσταθὲς ποιεῖ καὶ ἡ τῶν οἰκείων τρόπων σεμνότης καὶ ἐπιμελεία• ὀργίλων δὲ μᾶλλον ἀνθρώπων ἢ φρονίμων αἱ κολάσεις, οἵτινες ἀπορίᾳ τοῦ δημαγωγεῖν σωφρόνως ἐπὶ τὸ κολάζειν τρέπονται ραδίως. Καὶ τὸ μὲν καὶ ὁ τυραννικώτατος πράξειεν ἄν, τὸ δὲ μόνος ὁ ἀρχικώτατος, εἴπερ ἄρχοντος ἀρετὴ μὴ φθείρειν, ἀλλὰ πλείους καὶ βελτίονας ποιεῖν τοὺς ἀρχομένους.

58. Ἄρχοντος μέν τινες ἔφησαν ἀρετὴν ἐκ μικρᾶς μεγάλην πόλιν ποιῆσαι• ἐγὼ δὲ μᾶλλον ἂν φαίην τὸ ἐκ φαύλης σπουδαίαν παρασκευάσαι. Τοῦ μὲν γὰρ καὶ καιρῶν πολλάκις φορὰ γέγονεν παραιτία, τὰ δὲ οὐκ ἔστι μὴ οὐχὶ παρὰ τοῦ ἄριστα διοικοῦντος γενέσθαι. Ὂν σὺ παραζηλῶν δι’ ὧν κατορθοῖς, ἀρετῇ τὴν τῶν ἀρχομένων αὔξει πολιτείαν.

59. Ὥσπερ τεῖχος σαθρόν, κἄν οἰκίας ἔνδον ἒχῃ λαμπρὰς καὶ ἀέρων εὐκρασίαν καὶ ὠνίων ἀφθονίαν, ὅμως τὴν πόλιν ἐξευτελίζει, οὕτως οἱ περὶ τὸν ἄρχοντα φαῦλοι καὶ τὸν ἐκείνου συνδιαβάλλουσι τρόπον• οἱ γὰρ ἐκείνων τῆς πονηρίας λαμβάνοντες πεῖραν καὶ τὸν ὑπ’ αὐτῶν δορυφορούμενοι παραπλήσιον ὑπολαμβάνουσιν εἶναι.

60. Μηδενὸς παρανομίαν, κἄν δοκῇ δι’αὐτῆς εὐημερεῖν, ἐπαινέσῃς• ἐκεῖνόν τε γὰρ μᾶλλον εἰς κακίαν ὑπαλείψεις καὶ σεαυτὸν εἰς παραπλησίαν πρᾶξιν καιρὸν ἐπιζητεῖν ἀπελέγξεις. Ὁ γὰρ πρὸ καιροῦ ταῦτα δι’ ὧν ἐπαινεῖ προθυμούμενος καὶ τιμῶν, τί ἂν οὐ ποιήσει τοιούτου καιροῦ παραπεπτωκότος;

61. Ὁ τῶν ἀρχόντων τρόπος νόμος γίνεται τοῖς ὑπὸ χεῖρας. Εἴ τι οὖν τὸ πλῆθος ἐξαμαρτάνει, εἰς τὸν ἄρχοντα τὴν αἰτίαν ἀναπέμπει• πόσον οἴει σαυτὸν ἀρετῆς ἐπιμελεῖσθαι καὶ χρεωστεῖν ἀεὶ ἐπὶ τοῖς καλοῖς ἐγρηγορέναι;

62. Πάσης πράξεως βουλὴ προηγείσθω• οἱ γὰρ ἀνεπίσκεπτοι πράξεις ὡς τὰ πολλὰ σφαλεραί, καὶ τὸ κατορθούμενον δικαίως ἂν αἰτίας ἄλλης ἔργον νομισθείη μᾶλλον ἢ τῆς τοῦ πολλάκις παρασφαλέντος ὁρμῆς καὶ περιπετείας.

63. Ἅπερ χεῖρες πολλῶν καὶ πολλάκις οὐκ εἰργάσαντο, ταῦτα βουλὴ μία καὶ ἐφάπαξ κατεπράξατο• διὸ εὐβουλίαν προτίμα πολυχειρίας.

64. Προνοίας ἐπίκουρος ἡ μετάνοια. Ἃ τοίνυν ἐκείνην διέλαθεν καὶ ἐκπίπτει, αὕτη ταῦτα ἐπανελομένη διορθούσθω καὶ διασῳζέτω.

65. Ὁ φθόνος πάσῃ μὲν ψυχῇ μεγάλη νόσος, μεγίστη δὲ μάλιστα τοῖς ἐν ἐξουσίᾳ• ἀνάγκη γάρ, οἷς συνεργοῖς μέλλει χρῆσθαι καὶ βίου καὶ πόλεως πρὸς εὐδαιμονίαν, τούτους ὁρᾶν ὡς ἐχθροὺς διὰ τὴν ἐνοῦσαν ἀρετὴν καὶ ἐπιβουλεύειν ὡς πολεμίους• οὗ τι ἂν εἴη ὀλεθριώτερον ἢ ἀφρονέστερον;

66. Ὅσον δὲ δεῖ φυγεῖν τὸ φθονεῖν, τοσοῦτον διώκειν τὸ φθονεῖσθαι• ἀρχόντι δὲ μάλιστα πρέπει, ὧ μηδ’ ἐξ ἑτοίμου ἡ ἀπὸ τῶν φθονούντων φέρεται βλάβη. Εἰ δεῖ δὲ ὅμως τὸν φθόνον περιστέλλειν (πολυμήχανον γὰρ καὶ πάντολμον τὸ θηρίον), οὐκ ἀρετῆς ἐλαττώσει, μετριότητι δὲ φρονήματος καὶ ἀφαιρέσει καὶ περικοπῆ τῆς ἐν τοῖς οὐκ ἀναγκαίοις ἐπιδείξεως καὶ πλεονεξίας τὰς αὐτοῦ βολίδας διακρουστέον.

67. Ὅταν τις ἄρχῃ ἑαυτοῦ, τότε νομιζέτω καὶ τῶν ὑπηκόων ἄρχειν ἀληθῶς. Ὅταν γὰρ ἴδωσι τὸν ἐφεστηκότα ἄρχοντα παθῶν καὶ κρατοῦντα ἡδονῶν, τότε πόθῳ καὶ ἑκόντες καὶ αὐτοὶ ὑποταγήσονται• ἂν δὲ ἀνδράποδον ἴδωσιν ἡδονῆς καὶ παθῶν, ἀφόρητον ἡγήσονται ἀνδραπόδῳ δουλεύειν αὐτοί.

68. Ἄριστον νόμιζε δικαστήν, ὃς τάχει μὲν λογισμῶν τὴν τοῦ δικαίου φύσιν θηρεύει, θηρεύσας δὲ σὺν ὀρθότητι προάγει• καὶ πρᾶξαι μὲν ἄνεσιν τοῖς ἀδικουμένοις ὀξύς, βραδὺς δὲ κολάσαι τοὺς ἁμαρτάνοντας• καὶ κρείττων μὲν χρυσίου, οὐκ ἐλάττων δὲ δυναστείας• καὶ κρατῶν μὲν ὀργῆς, οὐχ ἡττώμενος δὲ συμπαθείᾳ• καὶ μόνην μὲν συγγένειαν καὶ φιλίαν καὶ δόξαν οἶδεν ἐν τῷ δικάζειν τὴν δικαιοσύνην, μόνην δὲ ἀλλοτρίωσιν καὶ ἔχθραν καὶ ἀδοξίαν τὴν ἀδικίαν.

69. Μηδὲν τῆς πρὸς τὸ ὁμόφυλον διαθέσεως εὐχερῶς καὶ χωρὶς ἐμφανοῦς αἰτίας μεταβάλλοις. Εἰ γὰρ καὶ ὑπολανθάνουσαι παρ’ αὐτῶν αἰτίαι τὴν πρὸς αὐτοὺς μεταβολὴν δικαίαν ποιοῦσιν, ἀλλ’οὖν οἱ ταύτας μὴ συνορῶντες οὐκ ἐκείνους αἰτιάσονταί τῆς σῆς περὶ αὐτοὺς ἀλλοιώσεως, σοῦ δ’ ἀρρωστίαν καὶ εὐχέρειαν κατηγορήσουσι γνώμης.

70. Οὐχ οὕτως ἡ ἐν πολέμῷ ἀνδρεία τὸν ἄρχοντα κοσμεῖ καὶ σώζει, ὡς ἡ πρὸς τοὺς ὁμοφύλους εὐμένεια καὶ φιλανθρωπία. Πολλοὶ γὰρ πολεμίων κρατήσαντες ὑπὸ τῶν οἰκείων δι’ ὠμότητα διεφθάρησαν• καὶ πολλοὶ παρὰ μικρὸν ἁλῶναι πολεμίοις κινδυνεύσαντες ὑπὸ τῶν ὁμοφύλων διεσώθησαν, οὐ δ’ αὐτὸ τὸ ζῆν ὑπὲρ τῆς σωτηρίας προτιμησάντων τοῦ ἄρχοντος.

71. Ἄρχοντας δεῖ καθιστάναι μάλιστα μὲν πάσαις πλουτοῦντας ταῖς ἀρεταῖς, εἰ δὲ μή, πάντως γε δικαιοτάτους• καὶ γὰρ ἃ τοῖς ἄρχουσι παρανομεῖται, ταῦτα τὸ μῖσος καὶ τὴν ὀργὴν τοῦ πλήθους εἰς τὸν προχειρισάμενον ἀναφέρει.

72. Πολλαχόθεν δεῖ τὸν ἄρχοντα θηρεύειν τῶν ὑπηκόων τὰς γνώμας, καὶ οὕτως κοινωνοῖς χρῆσθαι φιλίας καὶ ἀρχῆς καὶ βουλευμάτων• πρῶτον ἐξ ὧν τὰ κατὰ τὴν αὐτὸς αὐτοῦ οἰκίαν οἰκονομεῖ• δεύτερον ἐξ ὧν γυναικὶ τε καὶ παισὶ καὶ δούλοις συνδιατίθεται• τρίτον ἐξ ὧν κέχρηται τοῖς φίλοις• τέταρτον ἐξ ὧν πρὸς τοὺς ἐκ γειτόνων διάκειται• καὶ πέμπτον ἐξ ὧν ἔχθραν τε ἀναδέχεται καὶ ἀμύνεται, καὶ πάλιν οἷς κατατίθεται καὶ διαλύεται. Ἱκανὰ γὰρ ταῦτα φύσιν ἀνδρὸς τεκμηριῶσαι καὶ δεῖξαι γυμνὸν προσωπείου καὶ τοῖς ἐπὶ σκηνῆς ὑποκρίσεως τὸν ἄνθρωπον θεωροῦσιν.

73. Τότε κριτὴς ἄριστος ἒσῃ τῶν ἄλλων, ὅτε τὰ σαυτοῦ ἐπισκοπῶν λόγον ἑκάστης πράξεως ὑπὸ συνειδότι κριτῇ δίδως καὶ διόρθωσιν ἐπινοεῖς τῶν ἡμαρτημένων. Ἐπεὶ πῶς τοὺς ἄλλους ἐπιτιμῶν οὐκ ἐρυθριάσεις, ἐφ’ οἷς αὐτὸς τὰ ὅμοια ἐξαμαρτάνεις; πῶς δὲ ἐκείνους οἵει σοι διατεθῆναι, ἡνίκα ἐν οἷς ἀνεύθυνόν σε καθορῶσιν, αὐτοὶ δίκας εἰσπράττεσθαι δικαιοῦνται;

74. Ἐπαίνει τὰς ἀρίστας πράξεις• ἐπαίνει δὲ μὴ λόγῳ μόνον, ἀλλὰ δι’ ὧν αὐτός τε μάλιστα τὰ ὅμοια πράττοις καὶ δι’ ὧν τοὺς μαθητὰς τῶν λοιπῶν προκρίνων ἐντίμους ἀποδεικνύοις• τὸ μὲν γὰρ καὶ τῶν τυχόντων, τὸ δὲ τῶν ἄρχειν ἀξίων.

75. Προνόει πάντων, τῶν μὲν ἐπιεικῶν, ὡς ἂν ἄριστοι γένωνται καὶ τῆς ὀφειλομένης αὐτοῖς ἀπολαύσωσι τιμῆς τε καὶ τοῦ προνομίου, τῶν δὲ μὴ τοιούτων, ὡς ἂν βελτιωθῶσιν τὰς γνώμας καὶ τῆς ἀπὸ τῶν νόμων ρυσθῶσιν ἀτιμίας• τοῦτο γὰρ ὡς ἀληθῶς ἀρχῆς ἐννόμου καὶ ἐπιστασίας.

76. Τὰς πρὸς ἀλλήλους τῶν ἀρχομένων ἔρεις εἰς τοὺς πολεμίους τρέπων ἐν τοῖς ὑπὲρ τῆς πατρίδος ἀγῶσιν μετατίθει. Τυράννων μὲν γὰρ στασιάζειν τὰ πλήθη, ἐν γὰρ τῇ κοινῇ φθορᾷ καὶ διχοστασίᾳ ἡ τυραννὶς τὴν ἀσφάλειαν ἔχει• ἄρχοντος δὲ καὶ βασιλέως ἀστασίαστον συντηρεῖν τὴν ὁμόνοιαν τῶν ὑπηκόων, ἐν γὰρ τῇ τῶν ἀρχομένων σωτηρίᾳ τὸ βάθρον αὐτοῖς πέπηγεν τῆς ἐξουσίας.

77. Ὥσπερ δεῖ τὸν ἄρχοντα φοβερὸν εἶναι τοῖς ἀδικοῦσιν, οὕτως φυλακὴν καὶ ἀσφάλειαν τῶν μηδὲν ἀδικούντων, ἀλλὰ κατὰ τοὺς νόμους πολιτευομένων.

78. Τρία ἐστὶν ἐν ἀνθρώποις, τιμωρία, ψόγος, ἔπαινος, εἰ βούλει δέ, καὶ εὐεργεσία. Ἀλλὰ τῆς μὲν οἱ πολέμιοι ἄξιοι• ψόγου δὲ οἱ μέτρια τῶν πολιτῶν ἁμαρτάνοντες• ἐπαίνου δὲ καὶ εὐεργεσίας οἱ διαφέροντες κατορθώμασιν εἰ δέ τις εἰς τὴν τῶν πολεμίων τόλμην καὶ μίμησιν ἐξαχθείη, αὐτὸς καὶ τὴν ἐκείνων ποινὴν εἰς ἑαυτὸν ἐπιστρέφει. Ὁ δέ τι τούτων ἀμείβων καὶ τὴν διάταξιν ἐπαλλάσσων, οὗτος ἐχθρός τῆς πολιτείας πλέον ἢ οἱ πολέμιοι• ὅ τε γὰρ τοὺς πολεμίους εὐεργετῶν προδότης, ὅ τε τοὺς φαύλους ἐπαινῶν τὴν πόλιν ἀνατρέπει (ἐπὶ κακίαν γὰρ παρακαλεῖ τοὺς πολίτας), καί ὁ τοὺς κατορθοῦντας μὴ τιμῶν εἰς τὴν αὐτὴν ἀκοσμίαν τὴν πολιτείαν καταστρέφει.

79. Χαλεπὸν μὲν φόβον ἀγάπῃ κεράσαι• οἱ γὰρ φιλοῦντες ὡς ἐπὶ πᾶν τὸ δέος οὐκ ἔχουσιν καὶ οἱ δεδιότες φιλεῖν οὐκ ἐθέλουσιν. Σὺ δὲ δίελε• καί τοὺς μὲν ἀρίστους φιλεῖν παρασκεύασον (οὐδὲν γὰρ δεῖ δέος ἐπὶ τοῖς τοιούτοις), τοὺς δ’ ἄλλους ἀνάγκη φοβεῖν, ἴνα τῶν φαύλων ἀπέχωνται. Φοβήσονται δὲ χωρὶς μίσους, ἂν μὴ μετ’ ὀργῆς ὁρῶσι κολάζοντα, ἀλλ’ ὡς πατέρα παιδεύοντα, καὶ ἐν μὲν τοῖς ἁμαρτήμασιν οὐχ ἡδέως τιμωρούμενον, ἐν δὲ ταῖς συμφοραῖς καὶ τοῖς δυστυχήμασιν ἀπροφασίστως ἐπικουρεῖν προθυμούμενον.

80. Οἱ χρώμενοι τοῖς ἐκ φύσεως πλεονεκτήμασιν εἰς πονηρίας ὑπηρεσίαν, ἀλλὰ μὴ πρὸς τὴν τῶν πλησίον εὐεργεσίαν, οὗτοι καὶ τὴν φύσιν φαυλίζουσιν καὶ τῷ δημιουργῷ τὴν περὶ αὐτοὺς φιλοτιμίαν εἰς ὕβριν καὶ ἀχαριστίαν περιτρέπουσιν.

81. Ὥσπερ αἰσχρὸν καὶ ταπεινὸν πρὸς ἡδονὴν ὁμιλεῖν τῷ πλήθει, οὕτως ἐπικίνδυνον καὶ σφαλερὸν ἀεὶ σοβαρεύεσθαι καὶ ὑπέρογκον ὁρᾶσθαι. Ἀεὶ τοιγαροῦν ἑκάτερον ἄκρον φυγόντα ὡς ἀρετὴν τὴν μεσότητα διώκειν καὶ καιροῖς ἰδίοις τὸ πρόσφορον ἀπονέμειν.

82. Προπετὴς ὅρκος πρόχειρος ἐπιορκία• ἄλλως τε δὲ καί τὸ ὀμνύειν ὅλως ἤθους οὐκ εὖ βεβηκότος οὐδὲ φρονήματος εὐγενοῦς• ὁ δ’ εὐσταθὴς καὶ μεγαλόψυχος ἀνὴρ αἰσχυνθήσεται τοὺς λόγους ὅρκῳ πιστοὺς ἀποφαίνειν καὶ τὴν διὰ τῶν οἰκείων τρόπων πίστιν ἀτιμάζειν.

Λίαν ἄρα συμφερόντως καὶ κηδεμονικῶς καὶ ὁ δεσποτικὸς νόμος τὸν ὅρκον κωλύει.

83. Ἃ μὲν εὖ πάθοις, ἀεὶ μέμνησο• ὧν δ’ἂν εὖ ποιἠσαις, θᾶττον ἐπιλανθάνου• τὸ μὲν γὰρ χρηστότητος καὶ εὐγνωμοσύνης, τὸ δὲ καθαρᾶς μεγαλοψυχίας καὶ καθαρὰν φυλάττει τὴν εὐεργεσίαν.

84. Εὐεργεσίας καὶ συμφορὰς ὀνειδίζειν τῆς αὐτῆς εἶναι νόμιζε κουφότητος καὶ ἀπανθρωπίας.

85. Ἀπάτη μὲν πανταχοῦ ἀσθενείας ὁμολογία. Ἀλλ’ εἰ μὲν ἐν φίλοις, κακόν τε ἔσχατον καὶ ὑπερβαλλούσης μοχθηρίας• εἰ δὲ πρὸς ἐχθροὺς καὶ πολεμίους, μηδὲν μὲν προειδότας, οὐ πόρρω στρατηγίας, κοινολογίας δὲ γενομένης, καὶ ταύτην οὐκ ἀθετοῦντας, πόρρω ἀριστείας καὶ ἀνδραγαθίας. Διὸ μηδὲ τοὺς πιστεύοντάς σοι πολεμίους ἀπάτῃ μετέρχου• εἰ γὰρ καὶ πολέμιοι, ἀλλ’ ὅμως οὐδὲν ἔλαττον ἀπατεὼν καὶ πλάνος ὁ τοὺς πεπιστευκότας ἐξαπατήσας.

86. Προδότην ὡς τὰ πολλὰ οἱ ἄνθρωποι προδιδόντα μὲν φιλοῦσι, προδεδωκότα δὲ μισοῦσι. Σὺ δὲ ἐπισκόπει• κἄν μὲ ἐπιβουλευθεὶς ὑπὸ τῶν οἰκείων καὶ χαλεπὰ παθῶν προὔδωκεν, οὐκ ἀνέλπιστόν ἐστι φίλον καὶ καλὸν γενέσθαι• ἂν δὲ μηδέν, καὶ σαυτοῦ μηδὲν ἔλαττον νόμιζε προδότην. Τὰ μὲν γὰρ ἀμείψασθαι κακοῖς τοὺς λελυπηκότας ἀνθρώπινον πάθος• τὸ δὲ τηλικαύτης ἄρξαι κακουργίας ἀνιάτου μοχθηρίας.

87. Χρυσὸς ἅπαντα τὰ ἀνθρώπινα στρέφει. Φύλαττε τοιγαροῦν τὸ τῆς πατρίδος ἀνύβριστον ἔθος, ἄχρηστον καὶ νομίζων καὶ πᾶσιν ἐπιδεικνὺς τὸν τοῖς φιλοῦσιν ἰσχυρὸν ἐπίβουλον χρυσόν.

88. Δεῖ τὰ μὲν ἰδίᾳ συμπίπτοντα εὐχαρίστως καὶ γενναίως φέρειν, τὰ δὲ τῶν ὑπηκόων συμπαθῶς καὶ οὐκ ἀναλγήτως• τὸ μὲν γὰρ κατερίας καὶ φρονήματος ἀνδρείου, τὸ δὲ ὀλιγωρίας, καί ἀνάξιον ἀρχικῆς προνοίας καὶ ἐπιστασίας.

89. Ἐχθροὺς ὁμοφύλους μὴ ἀμύνασθαι ἔστι μὲν θεῖος καὶ φιλάνθρωπος νόμος, ἔστι δὲ καὶ πολὺ τὸ χρήσιμον ἐν αὐτοῖς τοῖς πράγματι παρέχων. Ὁ μὲν γὰρ ἀμυνόμενος ἔχει πάλιν χαλεπώτερον ἐχθρόν, ὁ δὲ εὐεργετῶν ἢ φίλον παρεσκεύασεν ἀντὶ ἐχθροῦ ἢ πάντως πραότερον ἐχθρόν.

90. Μηδὲν ὧν ἄλλοις ἒγνως ἐπαγγέλλειν φαίνου παραβαίνων. Ἡ γὰρ ἔν τισι ψευδολογία τὸν ὅλον τρόπον ἄπιστον δεικνύει, καὶ τοῖς διαψευσθεῖσιν οὐκ ἔστιν αἰσχύνη μὴ ἀμείβεσθαι τοῖς ὁμοίοις. Παντὶ μὲν οὖν ἀνθρώπῳ διὰ τοῦτο φευκτέον τὸ ψεῦδος, μάλιστα δὲ τοῖς ἐν δυναστεία• τοῖς μὲν γαρ ἄλλοις ἔσθ’ ὅτε γίγνεται ἀπολογία ἡ ἀδυναμία, τοῖς δὲ οὐκ ἔστι καταφυγὴ μὴ οὐχὶ παντὶ τρόπω μοχθηροὺς τὰς γνώμας ἐλεγχθῆναι.

91. Τὰς μετὰ σφοδρότητος ὑποσχέσεις εὐλαβεῖσθαι χρή. Εἴτε γὰρ παράσχοις, τὴν πλείστην προαφεῖλες χάριν, τῇ σφοδρότητι τῆς ἐπαγγελίας ταύτην προκαταμερίσας καὶ εἰς δύο τὴν μίαν δωρεὰν κατασμικρύνας• εἴτε μὴ παράσχοις, διπλὴν ἀπήνεγκας τὴν αἰσχύνην, ὅτι τε σφοδρῶς ὑπέσχου καὶ ὅτι μηδὲν ὧν ὑπέσχου παρέσχες, καὶ δυσμενὴς ὤφθης ἀντὶ φίλου• ἀφεῖλες γὰρ ὃ παρέσχον αἱ ἐλπίδες. Ἄλλως τε δὲ καὶ αἱ σφοδραὶ ὑποσχέσεις ἁρμόζουσι τοῖς οὐ λίαν πιστευομένοις• ἐλέγχουσι δὲ καὶ ὡς οὐ κηδεμονίας μᾶλλον ἢ χρείας ὑποτεινόμεναι χάριν.

92. Ἄξιος χαρίτων ὁ εὐλαβούμενος αὐτῆς καὶ φύσιν καὶ προσηγορίαν, καὶ μὴ παυόμενος μελετᾶν, ἕως ἂν αὐτὴν ἀνταποδώσῃ. Ὥσπερ δὲ ἀνάξιος χαρίτων ὁ ἀχαριστίᾳ γνώμης ἀμείβων τὸν εὐεργέτην, οὕτως ἄξιος τοῦ τῆς εὐεργεσίας ἀξιώματος ὁ χαριζόμενος ἐφ’ ᾦ μὴ ἀνταπολαβεῖν τὴν χάριν.

93. Μηδὲν παράνομον μηδὲ φίλοις χαρίζου• ἂν μὲν γὰρ ἐπιεικεῖς ὦσι, μισήσουσι μᾶλλον παρανομοῦντα ἢ φιλήσουσιν χαριζόμενον• ἂν δὲ φαῦλοι, διπλῆν ζημίαν ὑπέμεινες, κακοὺς εὐεργετῶν καὶ ἀγαθοῖς ἀπεχθανόμενος. Καὶ χωρὶς δὲ τούτων τέρψει προσκαίρῳ καὶ ἰδιωτικῇ ἀίδιον ὄνειδος ἀλλάξασθαι καὶ κοινὸν μεγάλης ἀνοίας.

94. Αἱ χάριτες ταῖς ἀναβολαῖς καὶ παρατάσεσιν τοῦ χρόνου ὥσπερ εἰς γῆρας ἐλθοῦσαι τὸ οἰκεῖον μαραίνονται κάλλος• τὸ γὰρ ἄνθος ἀποβαλοῦσαι τῆς προθυμίας, μεθ’ ἧς ἀμήχανόν τινα καὶ λαμπρὰν ἐποιοῦντο τὴν τέρψιν, οὐ κὰθ’ ὥραν φέρουσι τὴν εὐφροσύνην.

95. Ai χάριτες ἡμιτελεῖς οὖσαι οὐκ ἐθέλουσι χάριτες εἶναι, ἔσονται δέ, ἐπειδὰν τετελειωμέναι ὦσιν• ὁ δὲ ταύτας ἐξ ἡμισείας κατατιθεὶς ἑαυτὸν ἐζημίωσεν καὶ τὸν λαβόντα οὐκ εὒφρανεν. Ὁ γὰρ ἡμίτομον τὴν χάριν ἀπειληφῶς οὐχ οὕτως τῷ ἡμίσει εὐφρανθήσεται ὡς ὑπὲρ τοῦ ἀφαιρέματος ἀνιάσεται.

96. Ὁ τὰς χάριτας ὀνειδίζων ὅμοιός ἐστι γεωργῷ σπείροντι μὲν προθύμως, ἐπαφίεντι δὲ χοίρους καὶ θηρία τῷ σπόρῳ. Ὡς γὰρ ἐκεῖνος καὶ τὸ σπέρμα καὶ τὸν ἐξ αὐτοῦ λυμαίνεται καρπόν, οὕτω καὶ οὗτος καὶ τὰ καταβληθέντα καὶ τὴν βλαστάνουσαν αὐτῷ προσαπόλλυσιν εὐχαριστίαν.

97. Μὴ δὴ κατὰ πρώτας εὐεργετῶν, ἔπειτα δὲ ἀμελῶν, νόμιζε τὴν ἐξ ἀρχῆς σοὶ εὒνοιαν τοὺς εὐεργετηθέντας διαφυλάττειν. Πολλοὺς γὰρ αὐτὸς ἐγὼ πείρᾳ διέγνων ὅτι θαρρήσαντες τῷ πλήθει καὶ μεγέθει τῆς κατ’ ἀρχάς, εὐεργεσίας, οὐδὲν ἐν τοῖς ἐφεξῆς ἐφρόντισαν ἐπιδείξασθαι τοιοῦτον• ἀρκέσειν γὰρ τοῖς εὐεργετηθεῖσιν πρὸς τὴν διὰ βίου εὐχαριστίαν τὴν κατ’ ἀρχὰς ἤλπισαν φιλοτιμίαν, καὶ χρόνον οὐδένα ἂν ἐγγενέσθαι λήθης τοῖς εὖ πεπονθόσιν τῆς ἀγαθουργιας• τὸ δὲ οὐ μόνον οὐ κατὰ τὰς αὐτῶν ἐλπίδας ἀπέβη, ἀλλὰ καὶ εἰς τουναντίον ἐτράπη. Ἀλλὰ περὶ μὲν τῶν φαύλων τὴν προαίρεσιν οὐδὲν θαυμαστόν• οἱ γὰρ τοιοῦτοι οὐδὲ ρεούσης αὐτοῖς εἰς χεῖρας ἴσως τῆς εὐεργεσίας, οὐδὲ τότε γλώσσαις ἀνοθεύτοις ἠμείβοντο τὰς εὐεργεσίας. Πλὴν καὶ ἐπὶ τῶν ἄλλων τοὺς μὲν καλοκἀγαθίας ἐπιμελουμένους ἧν ἰδεῖν ὡς εἶχον μὲν μνήμην ὧν ἔτυχον ἀπολελαυκότες καὶ εὐλογεῖν οὐκ ἐξίσταντο τὸν εὐεργέτην, ὅμως δὲ μὴ τῶν ὁμοίων τυγχάνοντες οὐδ’ αὐτοὶ καθαρὰν καὶ ἀκήρατον τὴν ἀρχαίαν διέσῳζον εὐγνωμοσύνην, ἀλλὰ τῷ χρόνῳ τὴν χάριν (οὐ γὰρ εἶχον ἐπιρροήν) ὑπομαραινόμενοι, τὸ σφοδρὸν καὶ ὡραῖον ἀπηνθίζοντο τοῦ φίλτρου. Οἱ δὲ μέσης νομιζόμενοι διαθέσεως, εὐεργετούμενοι μὲν εὐχαρίστως διέκειντο, ἀμεληθέντες δὲ οὐδ’ αὐτοὶ τὴν πρότεραν διάθεσιν εἰς τοὐναντίον μεταβαλεῖν ἐνῃσχύνθησαν, μάλιστα βλέποντες ἑτέρους φιλοτιμιῶν ἀπολαύοντας. Οὐ γὰρ ἃ προπεπόνθασιν αὐτοί, καίτοι δέον, ἐλογίζοντο, οἷς δ’ εὖ πάθοιεν οἱ πλησίον ἐνητένιζον, καὶ τούτοις παρακνιζόμενοι τὴν εὐφημίαν εἰς ἀχαριστίαν ἔτρεπον. Πολλῷ ἄρα λυσιτελέστερον ἄρχοντι καὶ ἐν πολιτείᾳ κατὰ μέρος καὶ διὰ βίου ταῖς δωρεαῖς ἢ ἀθρόον καὶ ἐφάπαξ οἰκειοῦσθαι τὸ ὑπήκοον• τὸ δὲ πλῆθος καὶ βάρος τῶν χαρίτων ἁρμόσει μᾶλλον τοῖς ὑπέρογκόν τι καὶ παράδοξον ἐπὶ κοινῇ σωτηρίᾳ, κατωρθωκόσιν ἢ τοῖς εἰς τὸ σπανιώτατον τῆς ἡμῶν ἐπικουρίας δεῖσθαι νομισθεῖσιν.

98. Θυμός ἐστιν ἔκστασις ἑκούσιος καὶ τῶν ἰδίων φρενῶν ἀλλοτρίωσις• ἃ γὰρ οἱ διὰ παντὸς μελαγχολῶντες κατεργάζονται, παραπλήσια τούτοις καὶ οἱ τῷ θυμῷ πληγέντες κατ’ἐκεῖνο καιροῦ διαπράττονται.

99. Ὥσπερ τὸ πῦρ τὴν τρέφουσαν ὕλην ἀφανίζει, οὕτω καὶ ὁ θυμὸς τὴν ἔχουσαν ψυχὴν κατεσθίει• πολλάκις δὲ καὶ φθορὰν ὁλόκληρον εἰργάσατο τοῦ ζώου.

100. Μηδαμῶς μηδένα μηδὲ δικαίως θυμῷ κολάσῃς• ὡς γὰρ ἂν ὁ πάσχων τὴν δίκην ὑφέξῃ, αὐτὸς ὅμως οὐδὲν ἔλαττον ἐξελεγχθήςῃ σφαλερῶς τῇ πράξει κεχρημένος. Διὸ καὶ κάλλιστά τις τῶν ἀρχαίων ἀπεθέσπισε πρὸς ἡμαρτηκότα• «ἐκόλασα ἂν σε, εἰ μὴ ἐθυμούμην».

101. Τυφλόν ἐστι πάθος ὁ θυμὸς καὶ κρίνειν οὐκ ἔχων ἀπὸ τοῦ χείρονος τὸ κρεῖττον. Διὸ οὐδεμία ὄνησις παραίνεσις ὀργιζομένῳ• πεπαυμένῳ δὲ τὴν διὰ τῶν ἐλέγχων θεραπείαν προσενεκτέον κεράσαντι ἐπιεικείᾳ. Οὔτε γὰρ τὰ δριμύτερα τῶν φαρμάκων ἄνευ μέλιτος τοῖς κάμνουσι προσάγειν ἐγνώκασιν οἱ ἰατροὶ οὔτε τοὺς ἀκράτους ἐλέγχους ἡ τῶν ἀπαιδεύτων δέχεται ψυχή.

102. Ὥσπερ ταχὺν ἐν ταῖς τῶν ἀξίων εὐεργεσίαις εἶναι προσῆκεν, οὕτως βραδὺν ἐν ταῖς τῶν αἰτίων τιμωρίαις• καὶ χαίρειν μὲν τιμῶντα τοὺς σπουδαίους, ἀνιᾶσθαι δὲ κολάζοντα τοὺς ὑπευθύνους.

103. Μηδενὶ μηδέποτε πιστεύσαντί σοι ἄπιστος ὀφθείης• ἂν γὰρ ἄπιστοι γενώμεθα τοῖς πεπιστευκόσιν, τίνες τοῖς ἄλλοις δόξομεν; καὶ μετὰ τίνων δὲ λοιπὸν ἀδεῶς καὶ ἡδέως βιώσομεν;

104. Οὐκ ἐθέλει τὸ εἶναι μετὰ τοῦ οἴεσθαι συνεῖναι. Διὸ ἐν οἷς ἂν τὴν οἴησιν ὁρᾷς, τὴν πράξιν ὑπερόριον νόμιζε καὶ διαπεφευγέναι τὸ εἶναι.

105. Αἰσχρόν ἐστιν ἀνδρῶν ἄρχοντα καὶ δεσπόζοντα γυναικὼν ἡττηθῆναι καὶ δοῦλον ἡδονῶν ὀφθῆναι. Ἢν δέ τις νόμῳ βοηθὸν ἐκτήσατο βίου, ταύτῃ συνοικῶν οὐχ ἁμαρτάνει.

106. Ἀγαμία μὲν θεῖον πρᾶγμα καὶ ὑπερφυὲς καὶ μεῖζον πολιτικῆς ἀρετῆς καὶ εὐνομίας• μονογαμία δὲ φύσεως ἀνθρωπίνης ἔργον εἴς τε γένους διαδοχὴν καὶ εἰς κοινωνίαν ἡμέρου καὶ φιλανθρώπου βίου καὶ πολιτείας εὐνομουμένης• πολυγαμία δὲ ὑπέραισχρον καὶ μιαρὸν καὶ τῆς τῶν ἀλόγων ἀκολασίας καὶ ἀκαθαρσίας.

107. Ἀλέξανδρος ὁ Μακεδών, Ἀσίας κύριος δόρατι γεγονώς, τὰς Περσίδας ἔλεγεν βολίδας ὀμμάτων εἶναι ὁ δὲ σώφρων ὡς ἀληθῶς ἀνὴρ καὶ δεσποτικῶν φύλαξ ἐντολῶν οὐ τὰς Περσίδας μόνον, ἀλλὰ καὶ πάσης γυναικὸς ὄψιν ὡς ὀξὺ ψυχῆς βέλος καὶ θανατηφόρον φεύξεται καὶ ἀποστραφεῖται.

108. Ἦχος μὲν φωνῆς ἔπληξεν ἀκοήν, καὶ δι’αὐτῆς ἐνετυπώθη τὸ πάθος τῇ ψυχῇ• κάλλος δὲ σωμάτων εἵλκυσεν ὀφθαλμόν, καὶ δι’ αὐτοῦ δέσμιον λαβὸν κατεδουλώσατο τὸν αὐτοδέσποτον λογισμόν.

109. Ὥσπερ ἀδύνατον ἐν θαλάσσῃ πλέοντα ταραχῆς καὶ ζάλης ἀπείρατον διαμεῖναι, οὕτως ἀμήχανον τὸν κάλλη σωμάτων ἐπισκοποῦντα καὶ περιεργαζόμενον τῶν ἐκεῖθεν κυμάτων καὶ κινδύνων ἐκτὸς καθεστάναι. Διὸ τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἐκτρέπεσθαι χρὴ τῶν παθημάτων• τοῦτο γὰρ καὶ συμφέρον καὶ οὐ χαλεπόν. Ἐπειδὰν δὲ τοῖς λογισμοῖς τὸ κακὸν ἐνσκήψῃ καὶ τὸ εἴδωλον αὐτοῖς τῆς ἐπιθυμίας ἐντυπώσῃ, δυσαπόβλητον γίνεται τὸ πάθος καὶ χαλεπὸν ἀπαλλαγῆναι.

110. Τινὲς τοὺς ἐρῶντας ἔφησαν ἐν ἀλλοτρίοις σώμασι τὴν ψυχὴν ἔχειν• εὐλογώτερον δ’ οἶμαι λέγειν αὐτοὺς ἐν ἀλλοτρίοις σώμασι τὸν νοῦν τῂ ψυχῇ συναπολωλέναι.

111. Μέθην καὶ τρυφὴν τῶν ἀρχόντων ναυάγιον νόμιζε τῶν ἀρχομένων• ὅτε γὰρ ὁ κυβερνήτης καταποντίζεται τῇ πλησμονῇ καὶ τῷ οἴνῳ, πῶς οὐχὶ μυρίοις κύμασι καὶ κλύδωσιν ἐσχάτοις ἡ κυβερνωμένη προσαράξει πολιτεία καὶ τῆ τοῦ κυβερνήτου ὑποβρυχίῳ συγκαταποθήσεται ἀπώλείᾳ;

112. Μηδένα μηδέποτε ἀνθρώπων, μηδὲ τῶν τυχόντων, εἰς ἀπόγνωσιν συνελάσῃς• ἰσχυρὸν γὰρ καὶ ἄμαχον ἀπόγνωσις ὅπλον, καὶ πολλάκις ἀνάγκη στρατηγήσασα πράξεων παραβόλων ἀνελπίστους μεταβολὰς ἐξειργάσατο καὶ πρὶν ἢ γενέσθαι μύθους νομιζομένας.

113. Ἄριστον μὲν ἀνθρώπῳ μὴ διαμαρτεῖν μηδὲ τῆς ὀρθῆς κρίσεως ἀποσφαλῆναι• συνετοΰ δὲ καὶ πεσόντα θᾶττον ἀναστῆναι καὶ χρῆσθαι τῷ πταίσματι πρὸς τὸ μὴ πάλιν πεσεῖν παραγγέλματι.

114. Τὸ περὶ τοὺς πόνους ἑκούσιον τῶν ἀκουσίων ἀφαιρεῖται τὸ ἀφόρητον καὶ χαλεπὸν διὸ χρήσιμος ἡ ἐν τοῖς ἑκουσίοις τριβὴ καὶ μελέτη.

115. Ἀρχικῆς ἀρετῆς καὶ τελείας μὴ μόνον τὸ πλῆθος αἰσχύνεσθαι πρὸς τὸ μὴ ἁμαρτάνειν, ἀλλὰ καὶ ἑαυτὸν πρὸ τοῦ πλήθους.

116. Ἡ διὰ λόγων ὕβρις τοῖς ἐλευθέροις οὐ πολὺ παραλλάσσει τῆς διὰ πληγῶν καὶ μαστίγων. Χρὴ οὖν παραφυλάττεσθαι τὸ προπετὲς τὸ ἐν τούτοις• οὐ μέγα γὰρ δοκοῦν μεγάλας φέρει ζημίας.

117. Πολλοὺς ἔβλαψεν εὐτραπελία• ἀπὸ γὰρ γνώμης διεκπεσοῦσα παιζούσης καιρία πληγὴ γέγονεν τοῖς διαπαιχθεῖσιν, καὶ βραχείᾳ τέρψει τῶν ἐπιτυχόντων μεγάλας ἔτεκεν ἔχθρας τῶν σπουδαίων. Ἣν παντὶ μὲν ἔμφρονι παραφυλακτέον, ἄρχοντι δὲ μάλιστα τῶν ἄλλων, ὅτι καὶ χυδαῖον καὶ καταφρονεῖσθαι μᾶλλον ἢ χαριεντίζεσθαι παρασκευάζει.

118. Εὐεργετῶν τὸ ὑπήκοον περιφρούρει ὡς τῆς ἀρχῆς νεῦρα καὶ οἰκεία μέλη• ἐκείνων γὰρ διασπασθέντων κίνδυνος καὶ τὴν σὴν συγκαταλύεσθαι ἐξουσίαν.

119. Τὰς μελετωμένας στάσεις, ὅσαι μὴ σβέσαι ράον, ἄμεινον ἀγνοίας ὑποκρίσει δοῦναι καὶ λήθῃ καλύψαι ἢ θριαμβεύσαντα ἐπεξιέναι• τὸ μὲν γὰρ ἔσθ’ ὅτε καὶ πλέον ἀνῆψεν τὴν φλόγα καὶ χαλεποὺς ἤνεγκε κινδύνους καὶ πολλῇ καὶ τὸν διασωθέντα περιέβαλεν ζημίᾳ, τὸ δὲ πραέως κοιμίζει καὶ μετὰ τοῦ ἀκινδύνου τὸ φιλάνθρωπον καὶ συνετὸν καὶ ἀζήμιον περιέχει.

120. Δεῖ τὸν ἄρχοντα, φερομένων μὲν αὐτῷ κατὰ ροῦν τῶν πραγμάτων καὶ εὖ συνεστώτων, ὡς σαλευομένων ἀσφαλίζεσθαι καὶ ἐπιμελεῖσθαι• ἀνατρεπομένων δὲ καὶ συρρηγνυμένων, ὡς ἂν ἐπαναχθείησαν καὶ ἑδρασθεῖεν βουλεύεσθαι καὶ φροντίζειν• οὐδέτερον γὰρ τῶν ἐπὶ τἀναντία φερόντων ἡ πεῖρα δείκνυσιν ἀνέλπιστον, ἀλλὰ πολλάκις μικρὰ ραστώνη μεγάλας ἀρχὰς καὶ ὑπερόγκους κατήνεγκεν, καὶ πάλιν σπουδὴ σὺν εὐβουλίᾳ εἰς μέγα δυνάμεως ὕψος τοὺς κατενεχθέντας ἐπανήγαγεν.

121. Οἱ ἔμφρονες καὶ εὐσταθεῖς τῶν ἀνθρώπων κατορθοῦντες μὲν οὐ φυσιοῦνται, ἀλλὰ μετρίῳ φρονήματι τῆς εὐπραγίας κοσμοῦσι τὸν ὄγκον καὶ τῶν φθονούντων διαπραΰνουσι τὸ φλεγμαῖνον περιπταίοντες δὲ φέρουσι γενναίως, καὶ τὸ συνενεχθὲν ἀρετῆς ὑπόθεσιν ποιούμενοι τῷ κράτει ταύτης δυναμοῦσι τὴν γνώμην καὶ τὸ ἀθυμοῦν ἐξορίζουσι τῆς διανοίας• ἴσασι γὰρ τὸ ἐφ’ἐκάτερα τρεπτὸν καὶ ἄστατον καὶ ἀβέβαιον τῶν ἀνθρωπίνων. Ἀφροσύνης δὲ καὶ κουφότητας καὶ ἀπειροκαλίας τό τε ἐν ταῖς εὐπραγίαις ἐπαίρεσθαι καὶ ὀγκοῦσθαι καὶ τὸ ἐν ταῖς δυσπραγίαις σφόδρα καταπίπτειν καὶ ἐνασχημονεῖν τῇ ἀθυμίᾳ.

122. Ἀνδρῶν μὲν συνετῶν προνοῆσαι τὰ δυσχερῆ καὶ ἀπώσασθαι δι’ εὐβουλίας• οὐκ ἐλαττόνων δὲ καὶ τὰ συμβεβηκότα καλῶς διαθέσθαι καὶ οἰκονομῆσαι.

123. Οἶδα πράξεις ἀθρόον ἐπιστάσας, καὶ τῷ ἀδοκήτῳ τοῦ συμβεβηκότος ἐκπλαγέντάς τοὺς τεθεαμένους καὶ ἡσύχως ἐνεγκόντας τὰ συνενεχθέντα καὶ οὐδ’ εἷς τὸ ἔπειτα διαναστάντας ἀποσείσασθαι τὸ βάρος, μάλιστα δὲ τῆς ἐξ αὐτῶν οὐ συναυξομένης βλάβης, ἀλλὰ καὶ τρόποις ἄλλοις πραοτέροις ὑποχαλωμένης. Εἶδον γάρ, εἶδον ἐνίας οὕτως οἰκονομηθείσας καὶ τῷ συνήθει κατ’ ὀλίγον ἐπὶ πλέον συνεπικουφιζομένας, εἰς τὸ ἀλυπότατον ἀποκριθείσας, ἄλλας δὲ τουναντίον καὶ τοὺς πρὸς ἀμέλειαν καὶ ἀτολμίαν ζῶντας κέντρου δίκην ὡς ἐξ ὕπνου διεγηγερκυίας. Τῷ γὰρ παραλόγῳ καὶ ἐξαιφνιδίῳ τῶν προστυχόντων ἕκαστος ἀνηρεθισμένος, πᾶς ἄνηρ τοῖς πράγμασιν ἐγεγόνει• καὶ οὐδὲ ἐπὶ μιᾶς ἡμέρας ἀντέσχεν ἐπισχεῖν ἡ καινοτομία.

124. Ἄλλαι δέ, καὶ αὗται τῶν οὐκ ἐξ ἔθους, κατὰ μικρὸν ὑπεισιοῦσαι καὶ τῷ ἠρεμεῖ καὶ ἀταράχῳ συνδιακλέπτουσαι τὴν συναίσθησιν τῆς καινοτομίας παρεισέδυσάν τε οὐ σὺν πόνῳ καὶ οὐδ’ εἰ καινότερόν τι συνέβη μνήμην ἔδωκav οὐδὲ τοῖς πεπειραμένοις. Τινὲς δὲ τὸν ὅμοιον τρόπον ἐπιχειρήσασαι παρεισδύνειν καὶ τῷ μὴ τυραννίδι μηδ’ αὐτοδεσπότῳ κράτει καὶ ἐκ τοῦ ἐμφανοῦς ὥσπερ ἐπισκήπτειν δειλίαν καταγνωσθεῖσαι, θᾶττον ἀνετράπησαν ὑπὸ τῶν ἐπιτυχόντων• τῷ γὰρ καθ’ ἑαυτὰς εὐλαβεστέρῳ εἰς θράσος ἄσχετον καὶ παράβολον τόλμαν ἐξοπλίσασαι καὶ τοὺς πρὸ τούτου δόξαντας ἐπιεικεστάτους, αὐτῇ συνδιεφθάρησαν τῇ ἐπιχειρήσει.

125. Πῶς οὖν ἐστι τυχεῖν τοῦ σκοποῦ; τἀναντία γὰρ διὰ τῶν αὐτῶν ὁρᾶται συντετελεσμένα. Ἄμεινον μὲν μηδ’ άπάρχεσθαι τῶν τοιούτων• δειναὶ γὰρ αἱ καινότητες, καὶ χωρὶς ἑτέρου λυπηροῦ, θορυβεῖν καὶ πλήττειν διανοίας καὶ εἰς διαβολὴν καὶ ὕβριν ἐκκαλεῖσθαι τὸ πλῆθος. Ἐπεὶ δ’ ἒσθ’ ὅτε χρεία κατεπείγει καὶ δεῖται πράξεως ὁ προεστηκὼς καινοτέρας, ἂν μὲν μέγα ὄφελος καὶ εὐφροσύνην ἐξ αὐτῆς τὸ κοινὸν εὑρίσκῃ, οὐδὲν δεῖ σκέψεως καὶ μελέτης• ἂν δ’ ἄλλως, καὶ λυπηρὰ εἴη, λόγῳ μὲν διελθεῖν ὅπως ἂν ὡς ἄριστα διανυσθείη οὐ ράδιον οἶμαι (τὰ γὰρ κατά τινας ἰδικωτάτας ἐπακολουθοῦντα περιστάσεις οὐκ ἔνεστιν ἀκριβῶς κοινοτέρῳ λόγῳ καὶ τῶν ἔργων πόρρωθεν θηρᾶσαι), πλὴν ὅ γε καλῶς ἐν τοῖς προειρημένοις ἐγγεγυμνασμένος καὶ πρὸς τὰ τοιαῦτα τὴν ἄνωθεν ροπὴν ἐπίκουρον ἔχων μεγάλην εἴσεται δύναμιν συνειλεγμένος.

126. Ὅπλων καὶ ἀνδρείας καὶ στρατηγίας κραταιότερον καὶ ἀσφαλέστερον νόμιζε τὴν εὔνοιαν τῶν ἀρχομένων. Ταύτης μὲν γὰρ παρούσης καὶ στρατηγούσης κἀκεῖνα χρήσιμα καὶ μεγάλην ροπὴν πρὸς πάντα παρέχει• ἀνῃρημένης δὲ τῆς εὐνοίας ἄμεινον συνανῃρῆσθαι κἀκεῖνα, θᾶττον γὰρ ἐπὶ τὴν μισουμένην ἀρχὴν ἢ κατὰ τῶν πολεμίων ἐθέλει ταῦτα κινεῖσθαι.

127. Λόγους μὲν ἤλεγξαν δόρατα πολλάκις, ἤμβλυνεν δὲ πολλαχοῦ καὶ λόγων ἰσχὺς ὀξύτητα πολέμου καὶ μεγάλων ὁρμὴν διέλυσε στρατευμάτων. Χεῖρες ἄρα μετὰ λόγου διπλοῦν τρόπαιον.

128. Πόνους ἐλπίδες νευροῦσιν καὶ πόνοι τίκτουσιν ἐλπίδας. Σὺ δ’ ἐξιλεούμενος τὸ θεῖον μηδενὸς ἀμέλει τῶν πρακτέων, καὶ καλὰς καὶ μεγάλας ἐλπίδας θερίσεις.

129. Ἐπικουρεῖν ἐν οἷς ἕκαστος ἔχει χρείαν ἀρχικῆς καὶ ἐχέφρονος διανοίας, μάλιστα δὲ τοῖς ἐν συμφοραῖς περιπεσοῦσιν• μετὰ γὰρ τῶν ἄλλων καὶ ἀείμνηστον συντηρεῖν εἰώθασι τὴν εὐεργεσίαν.

130. Ἡ εὐδαιμονία τῶν ὑπεξουσίων ἄκραν ἀνακηρύττει σύνεσιν καὶ δικαιοσύνην τῆς ἐξουσίας.

131. Περὶ ὧν ἂν εὖ πράξης, εἴτε ἐν τῷ οἰκείῳ βίῳ εἴτε ἐν τῷ κοινῷ τῆς πολιτείας, τῷ θεῷ ἀνατιθέναι δικαίου τὴν αἰτίαν• οὕτω γὰρ μᾶλλον τε αὐτὸν ἐπίκουρον ἕξεις καὶ θεοφιλὴς εἶναι δόξεις καὶ κοῦφον σεαυτὸν καὶ ἀλαζονικὸν οὐκ ἐλέγξεις καὶ τοῦ φθόνου δείξεις περιτεθραυσμένας τὰς ἀκίδας.

Ἐπίλογος

132. Ταῦτά σοι ἐκ πολλῶν ὀλίγα, ὦ τῶν ἐμῶν πνευματικῶν ὠδίνων εὐγενὲς καὶ γνήσιον γέννημα, τῆς περὶ σὲ φιλίας καὶ υἱοθεσίας οἰονεί τινα θεῖα συμβόλαια καὶ ἀρετῆς ἀρχετύπους ἀνατίθημι πίνακας• εἰς οὓς ἀφορῶν καὶ πρὸς ἐκείνους σεαυτὸν σχηματίζων καὶ διαμορφῶν οὐ χαλεπῶς ἕξεις συνορᾶν τίνες τε τῶν πράξεων ἀνθεῖν τὴν ἐν τῇ ψυχῇ παρασκευάζουσιν ὡραιότητα καὶ τίνες αὐτὴν ὥσπερ σπῖλοι καὶ ρυτίδες εἰς αἰσχρὰν ὄψιν καὶ ἀσχήμονα μετασκευάζουσιν. Ὧν τὰς μεν ἀπαλείφων, τὰς δὲ ἐγγραφόμενος, ἔμψυχον ὡς ἀληθῶς καὶ κάλλιστον θεοφιλοῦς πολιτείας σαυτὸν ἐπιδείξεις ἄγαλμα καὶ ἥδιστον ἐμοὶ καὶ πᾶσιν εὐσεβέσιν καὶ θέαμα καὶ διήγημα.

133. Διὸ καὶ τὰς χεῖρας εἰς οὐρανοὺς ἐξαπλώσας καὶ τὴν περὶ σὲ στοργὴν καὶ τὸν πόνον καὶ τὴν εἰς θεὸν ἀναφερομένην δόξαν ἀνθ’ ἱκετηρίας αὐτῷ προτείνας, ἐπεύχομαί σὲ τῶν ἐλπίδων καὶ παραινέσεων ἐργάτην δόκιμον καὶ πιστὸν φύλακα γενέσθαι. Καὶ εἴης μοι διὰ πάσης ἰδέας κατορθωμάτων ἐπίσημος καὶ περίβλεπτος• ἄκρος μὲν σύνεσιν, μνήμην δ’ ἀσφαλής• ἡδὺς ἐν λόγοις, τοὺς τρόπους ἡδύτερος• ἐράσμιος ἐντυχεῖν, τοῖς ἀεὶ συνοῦσιν ἐρασμιώτερος• κράτιστος τὸ παρὸν κρῖναι καὶ ἀγαγεῖν εἰς διάταξιν, ὀξὺς τὸ μέλλον ἰδεῖν, προμηθὴς φυλάξασθαι• ἕτοιμος μεγάλας αὐτουργῆσαι πράξεις, ἑτοιμότερος τὸ κατορθωθὲν διασώσασθαι• δεινὸς μὲν τὸ συμφέρον κρύπτειν, κρείττων δὲ λανθάνειν, δεινότερος δὲ φωρᾶσαι τοὺς ἐπηρεάζοντας• φοβερὸς μὲν τοῖς πολεμίοις, ποθεινὸς δὲ τοῖς ὑπηκόοις, ἀμφοῖν δὲ κοινῶς τὸ αἰδεῖσθαι καὶ θαυμάζεσθαι• κρείττων ἡδονῶν, ἥττων σωφροσύνης• ὀργῆς κύριος, πραότητος φίλος• ταχὺς θηρεῦσαι τὸ δίκαιον, ἀδέκαστος διανεῖμαι• γνώμην εὐσταθής, ταῖς ὑποσχέσεσι βέβαιος• γενναῖος ἐν φόβοις, ἄτολμος πρὸς πᾶσαν παρανομίαν, καὶ μηδεμίαν ραστώνην καρτερίας καὶ καλῶν πόνων ἀνταλλασσόμενος• εὐεργετεῖν πρόθυμος, κολάζειν ὀκνηρός• φιλίας ἐραστής, ἔχθρας πολέμιος, ἐλέους πηγή• οἰήσεως μείζων, ταπεινοφροσύνης ἐλαττούμενος• ὑπερόπτης πλούτου, πενίας ἐπίκουρος• ἀλήθειαν τιμῶν, ψεύδει μὴ σπενδόμενος• ἀταπείνωτος οὐκ εὐδοκιμῶν, εὐδοκιμῶν δὲ οὐ φυσιούμενος• γλώσσης αὐτοκράτωρ, ἀκοῆς φύλάξ• ἁφῆς καὶ τῆς ἄλλης αἰσθήσεως ἀδυσώπητος ἐπιστάτης καὶ μηδενὶ πάθει ἐνδιδοὺς μηδὲ τοῖς ἐρεθισμοῖς κηλούμενος τῶν ὀρέξεων. Καὶ σύμπαν εἰπεῖν, εἴης μοι πάσης ἀρετῆς καὶ εὐσεβείας οὐ τοῖς ὑπὸ σὲ μόνον ὑπογραμμὸς καὶ παράδειγμα, ἀλλὰ καὶ τῷ μετὰ σὲ παντὶ τῶν ἀνθρώπων γένει καλὴ καὶ μεγάλη καὶ καλὰ καὶ μεγάλα κατεργαζομένη παραίνεσις.

134. Δι’ ἅ σοι μάλιστα καὶ ἡ τῶν οὐρανῶν ἀνέκφραστος καὶ ἀΐδιος βασιλεία εἰς κλῆρον ἀναφαίρετον καὶ κατασκήνωσιν ἀδιάδοχον καὶ ὑπερφυῆ καὶ θείαν τρυφὴν καὶ ἀπόλαυσιν μὴ λυομένην παρασχεθήσεται.

Πηγή : el.wikisource.org

Advertisements
Σχολιάστε

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: